Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Νυκτοφυλακεῖσθαι ἐν μὲν τοῖς κινδύνοις καὶ προσκαθημένων ἤδη ἐγγὺς πολεμίων πόλει ἢ στρατοπέδῳ ὧδε.

τὸν μὲν στρατηγὸν τὸν τοῦ ὅλου ἡγεμόνα καὶ τοὺς μετʼ αὐτοῦ τετάχθαι κατὰ τὰ περιαρχεῖα καὶ τὴν ἀγοράν, ἐὰν ὀχυρότητος μετέχῃ· εἰ δὲ μή, προκατειληφέναι τόπον τῆς πόλεως ἐρυμνότατόν τε καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτοῦ τῆς πόλεως ὁρώμενον.