Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

καὶ παρὰ μὲν τῷ χαλκεῖ ἐνεβλήθη στελεόν, ἀπενεχθέντος δὲ ἐξῃρέθη, ὥστε πρὸς τὴν βάλανον προσαχθεῖσαν ἁρμόσαι. προνοητικῶς δὴ δοκεῖ ποιηθῆναι πρὸς τὸ τὸν χαλκέα μηδὲν ὑποπτεῦσαι ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς, καὶ τὰ ἄρμενα γίγνεσθαι.

Ἤδη δέ τινες ἐν τῇ βαλανοδόκῃ οὔσης βαλάνου τὸ περίμετρον ὧδε ἔλαβον. πηλὸν κεραμικὸν περιελίξαντες ὀθονίῳ λεπτῷ καθῆκαν, ἀρμένῳ πιέζοντες περὶ τὴν βάλανον τὸν πηλόν· ἔπειτα ἀνέσπασαν τὸν πηλὸν καὶ ἔλαβον τὸν τύπον τῆς βαλάνου, πρὸς ὃν τὴν βαλανάγραν ἐποιήσαντο.

Συμβάλλεται γενέσθαι Τημένῳ Ῥοδίῳ ἐν Ἰωνίᾳ

Τέως πόλις εὐμεγέθης πρόδοτος ὑπὸ τοῦ πυλωροῦ. ἄλλα τε οὖν προσυνέθεντο καὶ νύκτα ἀσέληνον καὶ σκοτεινήν, ἐν ᾗ ἔδει τὸν μὲν ἀνοῖξαι, τὸν δὲ μετὰ ξένων εἰσελθεῖν.

ἐπεὶ δʼ ἔδει εἰς τὴν ἐπιοῦσαν νύκτα πραχθῆναι, παρῆν τῷ πυλωρῷ ἀνὴρ ὅστις ἐπεὶ ὀψὲ ἦν καὶ φυλακαί τε ἐπὶ τοῦ τείχεος καθίσταντο καὶ αἱ πύλαι ἔμελλον κλείεσθαι, σκότους οὖν ἤδη ὄντος, ἀπηλλάσσετο, ἐκδήσας ἀρχὴν ἀγαθίδος λίνου κλωστοῦ, ὅπερ οὐκ ἔμελλεν ῥᾳδίως διαρραγῆναι.

τὴν δὲ ἀγαθίδα ἐπορεύθη ἀπελίσσων ἀπὸ τῆς πόλεως πέντε στάδια, ὅπῃ ἔμελλον οἱ εἰσπορευσόμενοι ἥξειν.

ἐπεὶ δὲ παρῆν ὁ στρατηγὸς κλεῖσαι τὰς πύλας, καὶ ἔδωκε κατὰ τὸ ἔθος τῷ πυλωρῷ ἐμβαλεῖν τὴν βάλανον, δεξάμενος ἐνέτεμεν λαθραίως ἀψοφητὶ ῥίνῃ ἢ σμίλῃ τὴν βάλανον, ὥστε ἐνέχεσθαι λίνον. εἶτα βρόχον περιθεὶς καθῆκε τὴν βάλανον ἐχομένην ὑπὸ τοῦ λίνου· μετὰ δὲ ταῦτα κινήσας τὸν μοχλὸν καὶ ἐπιδείξας τῷ στρατηγῷ κεκλεισμένην τὴν πύλην εἶχεν ἡσυχίαν.

χρόνου δὲ προϊόντος ἀνασπάσας τὴν βάλανον, τὴν ἀρχὴν τοῦ σπάρτου πρὸς αὑτὸν ἔδησεν τοῦδε ἕνεκεν, ὅπως, εἰ καθυπνώσας τύχοι, ἐγερθείη σπώμενος ὑπὸ τοῦ λίνου.

ὁ δὲ Τήμενος παρῆν διεσκευασμένος μεθʼ ὧν ἔμελλεν εἰσπορεύεσθαι εἰς χωρίον ῥητὸν πρὸς τὸν τὴν ἀγαθίδα ἔχοντα. ἦν δὲ προσυγκείμενον

τῷ Τημένῳ πρὸς τὸν πυλωρὸν ἐλθόντι εἰς τὸν χῶρον σπᾶν τὸ σπάρτον.

καὶ εἰ μὲν ἦν ἕτοιμα τῷ πυλωρῷ ἅπερ ἤθελε, προσεπιδῆσαι πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι, ὅπερ ἰδὼν ὁ Τήμενος ἔμελλεν σπεύδειν πρὸς τὰς πύλας· εἰ δʼ ἀπετύγχανεν ὁ πυλωρὸς τοῦ θελήματος --- οὐδὲν προσάψας ἀφῆκεν τὸ λίνον, ὥστε τὸν Τήμενον ἐκ πολλοῦ φθάσαι τε καὶ λαθεῖν ἀπαλλαγέντα. ᾐσθάνοντο οὖν ἐν τῇ νυκτὶ τὸ σπάρτον ὑπάρχον --- ἐν τῇ πόλει, οὐχ οἷόν τε ἦν προϊέναι.

Τρόπον δὲ κατὰ τόνδε προεδόθη πόλις ὑπὸ πυλωροῦ. σύνηθες ἐποιήσατο, ἐπεὶ μέλλοιεν αἱ πύλαι κλείεσθαι, ὑδρίον ἔχων ἐξιέναι ὡς ἐφʼ ὕδωρ. ἀφικνούμενος δὲ ἐπὶ τὴν κρήνην λίθους ἐτίθει εἰς τόπον γνωστὸν τοῖς πολεμίοις, ἐφʼ οὗ φοιτῶντες εὕρισκον διὰ τῶν τιθεμένων λίθων ἅπερ θέλοι δηλοῦν ὁ τῆς πόλεως φύλαξ.

εἰ μὲν γὰρ πρώτην φυλάσσοι, ἕνα λίθον ἐτίθει πρὸς τὸν συγκείμενον τόπον, εἰ δὲ δευτέραν, δύο, εἰ δὲ τρίτην, τρεῖς, εἰ δὲ τετάρτην, τέτταρας. ἔτι δὲ καὶ ᾗ τοῦ τείχους καὶ κατὰ τί τῶν φυλακῶν λελόγχοι, τούτῳ δοὖν τῷ τρόπῳ σημαίνων ἐνέδωκεν. ταῦτα δεῖ οὖν συμβαλλόμενον πάντα φυλάττεσθαι

καὶ τὰς πύλας αὐτὸν τὸν ἄρχοντα κλείειν καὶ μὴ ἄλλῳ διδόναι τὴν βάλανον.

--- πράσσοντα δέ τι τοιοῦτον τὸν μοχλὸν ἀφανίζειν· ἤδη γάρ τινες ἐπιφανέντες ὑπεναντίοι ἐβιάσαντο πάλιν κλεῖσαι, τοῦ μοχλοῦ παρόντος. διὸ δεῖ πάντα τὰ τοιαῦτα προνοεῖν.

Διαπρίοντα δὲ μοχλὸν ἔλαιον ἐπιχεῖν· θᾶσσον γὰρ καὶ ἀψοφητὶ μᾶλλον πρισθήσεται. ἐὰν δὲ καὶ σπόγγος ἐπί τε τὸν πρίονα καὶ τὸν μοχλὸν ἐπιδεθῇ, πολλῷ κωφότερος ὁ ψόφος ἔσται. πολλὰ δʼ ἄν τις καὶ ἄλλα ὁμότροπα τούτοις γράψαι. ἀλλὰ ταῦτα μὲν παρετέον.

Εἰς δὲ τὸ τούτων μηδὲν κακουργεῖσθαι χρὴ, πρῶτον μὲν στρατηγὸν μὴ δεδειπνηκότα δι’ αὑτοῦ τὴν κλεῖσιν καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι, μηδὲ ἄλλῳ πιστεύειν ῥᾳθύμως διακείμενον· ἐν δὲ τοῖς ἐπικινδύνοις καὶ πάμπαν σύννουν δεῖ περὶ ταύτην εἶναι.

ἔπειτα τὸν μοχλὸν σεσιδηρῶσθαι διὰ μήκους τριχῇ ἢ τετραχῇ· ἄπριστος γὰρ ἔσται. ἔπειτα βαλάνους ἐμβάλλεσθαι τρεῖς μὴ ὁμοτρόπους, τούτων δὲ ἕκαστον φυλάττειν

ἀνὰ μίαν τῶν στρατηγῶν· εἰ δὲ πλείονες εἴησαν,

πάλῳ καθʼ ἡμέραν τοὺς λαχόντας. ἄριστον δὲ τὰς βαλάνους μὴ ἐξαιρετὰς εἶναι, ὑπὸ δὲ λοπίδος σιδηρᾶς κατέχεσθαι, ἵνα μὴ πλέον ἐξαιρομένη μετεωρίζηται τῷ καρκίνῳ ἢ ὥστε τὸν μοχλὸν ὑπωθεῖσθαι ἐπικλειομένων τῶν πυλῶν καὶ ἀνοιγομένων· τὸν δὲ καρκίνον ἐσκευάσθαι, ὅπως ὑπὸ τὴν λοπίδα καθίηται καὶ ῥᾳδίως τὴν βάλανον μετεωρίζῃ.

Ἀπολλωνιᾶται δὲ οἱ ἐν τῷ Πόντῳ παθόντες τι τῶν προγεγραμμένων κατεσκεύασαν τὰς πύλας κλείεσθαι ὑπὸ σφύρας τε μεγάλης καὶ κτύπου παμμεγέθους γιγνομένου, ὡς σχεδὸν κατὰ πᾶσαν τὴν πόλιν ἀκούεσθαι ὅταν κλείωνται ἢ ἀνοίγωνται αἱ πύλαι· οὕτω μεγάλα τε καὶ σεσιδηρωμένα ἦν τὰ κλεῖθρα.

τὸ δὲ αὐτὸ καὶ ἐν Αἰγίνῃ. ὅταν δὲ αἱ πύλαι κλεισθῶσιν, τοῖς φύλαξι σύνθημα καὶ παρασύνθημα δόντας ἐπὶ τὰ φυλάκια διαπέμψαι.

Περὶ δὲ ἀρμένων ἑτοιμασίας καὶ ὅσα χρὴ περὶ χώραν φιλίαν προκατασκευάζειν καὶ τὰ ἐν τῇ χώρᾳ ὡς δεῖ ἀφανίζειν ἢ ἀχρεῖα ποιεῖν τοῖς ἐναντίοις ὧδε μὲν παραλείπεται· ἐν δὲ τῷ Παρασκευαστικῷ περὶ τούτων τελείως δηλοῦται.

περὶ δὲ φυλάκων καταστάσεως καὶ περιοδειῶν καὶ πανείων καὶ συνθημάτων καὶ παρασυνθημάτων

τὰ μὲν πολλὰ ἐν τῇ Στρατοπεδευτικῇ βίβλῳ γραπτέον ὃν τρόπον δεῖ γενέσθαι, ὀλίγα δὲ αὐτῶν καὶ νῦν δηλώσομεν.