Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρʼ αὐτῶν.

ἐπεὶ δʼ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν οἱ πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους παρεῖναι ἐν τῇ αὑτοῦ φυλῇ ὄντας ἕκαστον.

ἐὰν δέ τις ἄλλως ἐκθῆται τὰ ὅπλα ἢ ἄλλῃ ἐξενεγκάμενος φανῇ, ὡς προδότης καὶ ἐπιβουλεύων τῷ δήμῳ πασχέτω τι.

τοῦτο δὴ αὐτὸ ἵνα κατὰ τὰς φυλὰς ὄντες οἱ πλούσιοι μὴ δύνωνται εἰς ταὐτὸ ἀθροισθέντες μετὰ τῶν ξένων ἐπιθέσθαι, ἀλλʼ ἐν ταῖς φυλαῖς ὄντες διακεχωρισμένοι ὦσιν ἐν πολλοῖς ὀλίγοι φυλέταις. καλῶς δὲ δοκεῖ καὶ ἀγχινόως μετʼ ἀσφαλείας διαλῦσαι τὸ μέλλον.

παραπλησίως δὲ ἐν Ἡρακλείᾳ τῇ ἐν τῷ Πόντῳ, οὔσης δημοκρατίας καὶ ἐπιβουλευόντων τῶν πλουσίων τῷ δήμῳ καὶ μελλόντων ἐπιτίθεσθαι, προγνόντες οἱ προστάται τοῦ δήμου τὸ μέλλον, οὐσῶν αὐτοῖς τριῶν φυλῶν καὶ τεσσάρων ἑκατοστύων, ἔπεισαν τὸ πλῆθος ἑξήκοντα εἶναι ἑκατοστύας, ἵνα ἐν ταύταις καὶ εἰς τὰς φυλακὰς καὶ εἰς τὰς ἄλλας λειτουργίας φοιτῶσιν οἱ πλούσιοι.

συνέβαινεν καὶ ἐνταῦθα διεσκεδασμένους εἶναι τοὺς πλουσίους καὶ ἐν ταῖς ἑκατοστύσιν ὀλίγους ἑκάστοθι παραγίγνεσθαι ἐν πολλοῖς δημόταις·