Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι.

Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι,

τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.

Ἔτι δὲ καὶ τῶν πολιτῶν δεῖ τοῖς ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν καὶ μηδὲν εὐθέως ἀποδέχεσθαι διὰ τάδε.