Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα· γενόμενος αὐτῷ ἐν ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι, φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετʼ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο· τεχνάζει δὲ τοιόνδε.

πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται.

Πόλεως δʼ ὁμηρευομένης, ὅταν ἐπʼ αὐτὴν στρατεία γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ

ὑπεναντίον τι πρᾶξαι.

ἐὰν δὲ ἄρα δυσχερὲς ᾖ μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μεθʼ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.

ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι.

Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι,

τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.