Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

εἶναι δὲ αὐτοὺς εὔνους τε καὶ τοῖς καθεστηκόσι πράγμασιν ἀρεσκομένους· μέγα γὰρ πρὸς τὰς τῶν ἄλλων ἐπιβουλὰς τοιοῦτο ἀθρόον ὑπάρχον ἀντʼ ἀκροπόλεως· φόβος γὰρ ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει.

ἡγεμὼν δὲ καὶ ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης.

τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰς φυλακὰς καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι,

τῶν δὲ ὄχλων τοὺς μὲν εἰς τὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον, τοὺς δὲ ἄλλους εἰς τὰς οὔσας ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲν ἔρημον ᾖ εἰς δύναμιν τῆς πόλεως.

Ἄριστον δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα καὶ ὡς μάλιστα ἀβάτους

ποιοῦντα τοῖς νεωτερίζειν βουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς.

Λακεδαιμόνιοι δὴ Θηβαίων ἐμβαλόντων ἔκ τε τῶν ἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων ἄλλοι κατʼ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ τὸ πόλισμα.