De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν εἰς τὰς ὠμοπλάτας τῆς κεφαλῆς ἐμφυομένων.

Πρώτως πάντων ἀφαιρεθέντος τοῦ μυώδους πλατύσματος ἐκ τοῦ κατὰ τὸ ἰνίον αὐτοῦ τῆς κεφαλῆς ἐκφυόμενοι φαίνονται δύο μύες ἀλλήλων ψαύοντες εἶς ἑκατέρωθεν· ὁ μὲν ἐκ τῶν δεξιῶν μερῶν τοῦ ζώου, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. ἔστι δ’ ἡ ἔκφυσις αὐτῶν ἰσχνὴ καὶ πλατεῖα κατὰ γραμμὴν ἐγκαρσίαν ἐπὶ τὰ ὦτα φερομένη· οὐ μὴν ἐξικνεῖταί γε πρὸς

937
ἑκάτερον τῶν ὤτων, ἀλλ’ ἔλαττόν ἐστι συχνῶς. ἐντεῦθεν ὁρμηθέντες οἱ δύο μύες ἀεὶ καὶ μᾶλλον πλατύνονται καὶ τελευτῶντες ἐμφύονται ταῖς ῥάχεσι τῶν ὠμοπλατῶν ἄχρι τοῦ καθ’ ἑκάτερον ἀκρωμίου συνεπιλαμβάνοντές τι καὶ τῶν κλειδῶν. τούτους τοὺς μῦς ἰδεῖν ἔστι καὶ ἐπὶ τῶν γυμναστικῶν ἐναργῶς καὶ πρὸ τῆς ἀνατομῆς. εὐτραφέστατοι γὰρ γίνονται καὶ σύμπαντα καταλαμβάνουσι τὸν αὐχένα. τὸ δὲ ἔργον αὐτῶν οὐχ ὥσπερ οἴεται Λύκος ἅμα πολλοῖς ἐξαπατώμενος· οὐ γὰρ κατασπῶσιν ἐπ’ ὠμοπλάτας τὴν κεφαλὴν, ἀλλ’ ἐκείνας ἐπὶ τὴν κεφαλὴν ἕλκουσιν. ἀποδείκνυται δὲ τοῦτο διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἔνθα καὶ περὶ πολλῶν ἄλλων κινήσεων ἠγνοημένων τοῖς ἔμπροσθεν ἰατροῖς ἐπὶ πλέον διέξιμεν, ὡς ἂν καὶ τὴν μέθοδον ἥτις ἂν ἕκαστος εὑρίσκῃ διδάσκοντες. μετὰ δὲ τὴν τῶν προειρημένων μυῶν ἔκφυσιν ἀποτμηθεῖσαν ὑπόκειταί τις ἑτέρα συζυγία μυῶν ἰσχνῶν καὶ μακρῶν λεπτὴ μὲν καὶ πλατεῖα κατὰ τὴν ἔκφυσιν, ἀεὶ δὲ ἐν τῷ προϊέναι στρογγυλωτέρα γινομένη καὶ
938
τελευτῶσα εἰς τένοντα λεπτὸν, καταφύεται κατὰ τὴν ἀρχὴν τῆς βάσεως τῆς ὠμοπλάτης ἀκριβῶς στρογγύλον οἷονπερ νεῦρον. ὅστις ἐκ τῶν ἔνδον μερῶν παραφερόμενος τῇ βάσει καὶ προελθὼν ἄχρι τοῦ ἡμίσεως αὐτῆς, οὕτως ἤδη τὴν ἔκφυσιν εἰς αὐτὸ τὸ τῆς βάσεως ὀστοῦν ποιεῖται. ἡ χρεία δὲ αὐτοῦ τῆς ὠμοπλάτης τὴν βάσιν κατ’ εὐθὺ ἀνέλκειν τῆς κεφαλῆς, οὐδὲ τοῦτον οἱ περὶ τὸν Λύκον ἔγνωσαν τὸν τένοντα.