De musculorum dissectione ad tirones
Galen
Galen, De musculorum dissectione ad tirones
Περὶ τῶν κατὰ τὴν κνήμην ὑφ’ ὧν ὅ τε ποῦς ὅλος καὶ οἱ δάκτυλοι κινοῦνται.
Τεσσαρεσκαίδεκα μύες ἐν κύκλῳ περίκεινται τῇ κνήμῃ· ἑπτὰ μὲν ἐκ τῶν ὀπίσω μερῶν, ἑπτὰ δὲ ἐκ τῶν πρόσω. διὰ τί δὲ ὀκτὼ νομίζουσιν αὐτοὺς ὑπάρχειν οἱ μάλιστα ἀκριβῶς τὰ τοιαῦτα δοξάζοντες ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. τῶν μὲν οὖν ὀπίσω τῆς κνήμης τεταγμένων μυῶν οἱ τρεῖς μὲν εἰς τὸ τῆς πτέρνης ὀστοῦν τελευτῶσιν, οἱ δὲ
1015
τρεῖς τοὺς δακτύλους κάμπτουσι καὶ τὴν διάρθρωσιν ὅλου τοῦ ποδὸς, ὁ δ’ ἕβδομος εἰς τένοντα τελευτήσας ὑποφύεται τῷ ψιλῷ καὶ ἀσάρκῳ τοῦ ποδὸς ἅπαντι πλατυνόμενος. τῶν μὲν οὖν εἰς τὴν πτέρναν ἐμφυομένων οἱ δύο μὲν ἀπὸ τῶν ὀπίσω μερῶν ἐκπεφύκασι τῶν ἐνταῦθα τοῦ μηροῦ κεφαλῶν, ὁ τρίτος δὲ ὑποκείμενος αὐτοῖς ἐκ τοῦ τῆς περόνης ὀστοῦ κατ’ αὐτὴν τὴν κορυφήν· οὗτος μὲν δὴ σαρκώδης ἄχρι πέρατος μένει καθήκων ἐπὶ τὸ τῆς πτέρνης ὀστοῦν ὄπισθεν, οἱ δύο δὲ ὅταν εἰς ταυτὸν ἀλλήλοις ἀφίκωνται καὶ διεξέλθωσι τὴν καλουμένην γαστροκνημίαν τένοντα γεννήσαντες εὔρωστον ἐμφύονται δι’ αὐτοῦ τῷ πέρατι τῆς πτέρνης ἐφεξῆς τῇ προειρημένῃ καταφύσει τῇ σαρκώδει τοῦ τῆς περόνης ἐκπεφυκότος μυός. ἄλλος δὲ τέταρτος μῦς τὴν αὐτὴν μὲν ἔχει κορυφὴν θατέρῳ τῶν προειρημένων μυῶν τῷ κατὰ τὸν ἔξω κόνδυλον ἐμφυομένῳ τοῦ μηροῦ, κατὰ δὲ τὴν γαστροκνημίαν ἀποχωρίζεται, σαφῶς αὐτοῦ καὶ τελευτήσας εἰς εὐρύτατον τένοντα· πρῶτον μὲν ὑποτείνεται τῷ τῆς πτέρνης 1016
ὀστῷ κάτωθεν πλατυνθεὶς, ἔπειτα δ’, ὡς εἶπον, ὅλῳ τῷ ποδί. τούτου μὲν ἡ χρεία δυσπερίτρεπτόν τε καὶ τεταμένον καὶ σκληρὸν, ἔτι τε καὶ ψιλὸν τριχῶν εὐαίσθητόν τε κατασκευάσαι τὸ καλούμενον πέλμα. τῶν δὲ εἰς τὴν πτέρναν ἐκβαλλόντων ἀπάγειν ὀπίσω μετ’ αὐτῆς ὅλον τὸν πόδα. τούτων τῶν τεττάρων δύο μὲν ἴσοι πώς εἰσι κατὰ τὸ πάχος, ἐξ ὧν συνιόντων ὁ καταφυόμενος εἰς τὴν πτέρναν ἐλέχθη γεννᾶσθαι τένων. ὁ δ’ ὑψηλοτέραν τε καὶ σαρκοειδῆ τὴν εἰς αὐτὴν κατάφυσιν λαχὼν ἥμισύ πως μέρος ἐστὶν ἑκατέρου τῶνδε, πελιδνὸς ὢν τὴν χρόαν· ὁ δὲ τὸν ὑποφυόμενον τῷ ποδὶ γεννῶν τένοντα τρίτον πως μέρος ἐστὶν αὐτῶν, τῶν δ’ ὑπολοίπων τριῶν μυῶν τῶν ὄπισθεν· ὁ μὲν τῷ τῆς περόνης ὀστῷ παραφυόμενος ἐκ τῶν ταύτης μερῶν, ὅσπερ καὶ μείζων ἐστὶν εἰς εὔρωστόν πως τελευτήσας τένοντα μεταξὺ τοῦ τῆς πτέρνης ὀστοῦ καὶ τοῦ τῆς κνήμης πέρατος ἐπὶ τὰ κάτω τοῦ ποδὸς διεξέρχεται. παράκειται δ’ αὐτῷ κατὰ τοῦτο καὶ συνδιεξέρχεται κάτω τοῦ ποδὸς ἕτερος τένων ἀπὸ μυὸς γενόμενος 1017
ἐκ τῆς κνήμης ἐκπεφυκότος. οὗτοι μὲν οὖν οἱ δύο τένοντες εἰς τοὺς δακτύλους ἐμφύονται τοῦ ποδὸς ὁ μὲν πρότερος εἴς τε τὸν μέσον καὶ τὸν παράμεσον, ὁ δὲ δεύτερος εἴς τε τὸν μικρὸν καὶ τὸν οἷον λιχανόν. ὁ γὰρ μέγας δάκτυλος μόνος τῶν ἄλλων παρ’ ἀμφοτέρων ἀπόφυσιν λαμβάνει οὐ δυοῖν τενόντων εἰς αὐτὸν ἐμβαλλόντων, ἀλλ’ ἑνὸς ἐξ ἀμφοῖν γεννηθέντος. ἐνίοτε δὲ τοῦτο καὶ τῷ μέσῳ συμβαίνει δακτύλῳ. ἄλλος δέ τις τένων ἐξ ἑτέρου μυὸς μέσου τῶν εἰρημένων καταφερομένου τὴν ἔκφυσιν ἔχων μετὰ τὸ πλησίον ἀφικέσθαι τῆς πτέρνης ἀποχωρεῖ μόνος ἐπὶ τὰ πρόσω κατά τινος χώρας ἡρέμα κοῖλος ἐστηριγμένος ἐν τῇ τῆς κνήμης ἐπιφύσει κάτωθεν, εἶτα ἐντεῦθεν ἐπιστρεφόμενος αὖθις εἰς τὰ κάτω τοῦ ποδὸς κατ’ αὐτὸν μάλιστα τὸν ταρσὸν ἐμφύεται πλατυνόμενος ὡς πρὸς τὰ τοῦ μεγάλου δακτύλου μέρη μᾶλλον, ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων ἠρέμα τὸν πόδα, καθάπερ οἱ εἰς τὴν πτέρναν ἐμβάλλοντες ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἀπῆγον τὸν πόδα. καὶ δόξειεν ἂν ὁ μῦς οὗτος μέρος εἶναι τοῦ προειρημένου μυὸς, ὃν εἴς τε τὸν μικρὸν δάκτυλον καὶ τὸν οἷον λιχανὸν ἔλεγον ἐμφύεσθαι 1018
μέρος μικρὸν τοῦ προειρημένου τένοντος εἰς τὴν προειρημένην ἐμφύεται τοῦ μεγάλου δακτύλου φάλαγγα λοξὴν ἔκτασιν ἀτρέμα πρὸς τοὐκτὸς ἐργαζόμενον αὐτοῦ, αἱ δὲ ἄνωθεν ἐκφύσεις ὧδε ἔχουσι. τοῦ μὲν εἰς τοὺς δύο μέσους ἀφικνουμένου δακτύλου ἡ ἔκφυσις ἐκ τοῦ τῆς πτέρνης ἐστὶν ὀστοῦ κατὰ μῆκος ὅλης ἐκ τῶν ἄνω μερῶν ἀπὸ τῆς ἄνωθεν κορυφῆς ἄχρι τοῦ κάτω πέρατος. καὶ ἔστιν ἡ τοῦ τρίτου τῶν εἰς τὴν πτέρναν ἐμφυομένων μυῶν ἀρχὴ παρακειμένη τε καὶ ὑπερκειμένη τούτου κατὰ τὸ ὄπισθέν τε καὶ ἔνδον μᾶλλον· οὗτος γὰρ τὴν ἔκφυσιν ἔχει κατὰ τὰ ἔξω μᾶλλον τοῦ σκέλους. ἡ δὲ θατέρου μυὸς ἀρχὴ τοῦ τὸν μικρόν τε καὶ οἷον λιχανὸν κάμπτοντος ἐκ τῶν ὀπίσω τῆς κνήμης μερῶν ἐστι κατὰ τὴν κεφαλήν. ἔστι δὲ τῷ πάχει σχεδὸν ἥμισυς ὁ μῦς οὗτος τοῦ τοὺς μέσους δακτύλους κάμπτοντος, ὁ δὲ τρίτος μῦς ὁ τούτου μέρος νομιζόμενος, ὁ εἰς τὸν ταρσὸν ἐμβάλλων τοῦ ποδὸς οὐ δυνάμενος ὀφθῆναι πρὶν τούτους ἀνατμηθῆναι, κατείληφε τὴν μεταξὺ χώραν κνήμης τε καὶ περόνης ἀμφοτέροις τοῖς ὀστοῖς παραφυόμενος ἄνωθεν κάτω 1019
κατὰ τὸ μῆκος. ἔστι δὲ αὐτοῦ καὶ ἡ κορυφὴ κατὰ τὴν κεφαλὴν τῆς κνήμης εἰ συμβάλλει τῇ περόνῃ καὶ ὁ ἀποφυόμενος τένων σαφὴς ὑπάρχει καὶ πρὸ τῶν σφυρῶν ἐνταῦθα μὲν σφίγγονται δι’ ἐγκαρσίου συνδέσμου ῥωμαλέου συνδέοντος τὴν πτέρναν τῇ κνήμῃ. οἱ μὲν οὖν ὄπισθεν μύες τῆς κνήμης οὕτως ἔχουσιν, οἱ δὲ ἔμπροσθεν ὅσον μὲν ἐπὶ ταῖς πρώταις ἐκφύσεσι συνίημεν ἂν εἰκότως τρεῖς ἐνομίσθησαν ἐνίοις τῶν ἀνατομικῶν. ἄμεινον δ’ αὐτοὺς ἑπτὰ τίθεσθαι, καθάπερ ἀποδείκνυνται διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ὁ μὲν οὖν ἀνατείνων ὅλον τὸν πόδα καὶ καταφυόμενος εἰς τὸν ταρσὸν, ὅσπερ καὶ μέγιστός ἐστι τῶν προσθίων μυῶν ἄρχεται μὲν ἐκ τῶν ἔξω μερῶν τῆς κνήμης ἀπ’ αὐτῆς τῆς κεφαλῆς, ὅλη δὲ αὐτῇ κατὰ μῆκος περιφύεται. ὁ δὲ παρακείμενος αὐτῷ καὶ μέρος αὐτοῦ νομιζόμενος εἶναι τὴν μὲν αὐτὴν ἔκφυσιν πεποίηται τὸ ἄνω, τῷ δ’ ἄλλῳ παντὶ κατὰ τοῦ προειρημένου μυὸς ἔξωθεν ἐπιβέβληται, μὴ καθαπτόμενος μηδαμόθεν τῆς κνήμης. οὗτος ὁ μῦς εἰς 1020
τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύλου ἀνατείνων αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπονεύρωσις εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος, ὑφ’ ἧς ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς ἐκ τῆς μεταξὺ χώρας κνήμης τε καὶ περόνης ἀμφοτέρων ἀντιλαμβανόμενος τῶν ὀστῶν. ὅταν δὲ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ σύνδεσμόν τινα διεξέρχεται τοιαύτην ἔχοντα χρείαν, οἵαν ἐπὶ τῶν ἁρμάτων οἱ κυκλίσκοι, δι’ ὧν τὰς ἡνίας διεκβάλλουσι καὶ δύναιτ’ ἄν τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν, ὁ δὲ μετ’ αὐτὸν ὁ τοὺς δακτύλους ἐκτείνων, ἄρχεταί τε ἀπὸ τῆς κεφαλῆς τῆς περόνης καθὰ συνάπτεται τῇ κνήμῃ καὶ συμπάσῃ παραπέφυκεν αὐτῇ μακρὸς πάντων, μέσος κείμενος τῶν ἔμπροσθεν μυῶν. ἡ δὲ ἄνωθεν ἔκφυσις ἡ πρώτη τοῦ μυὸς τούτου σύνδεσμός ἐστιν ἐκ τῶν δεξιῶν μερῶν τῆς κνήμης ἐκπεφυκὼς παρ’ αὐτὴν ἀκριβῶς τὴν κεφαλὴν τῆς περόνης, μετὰ δὲ τούτους τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς περόνης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες· εἶς μὲν τὸν μέγαν δάκτυλον κάμπτων 1021
τοῦ ποδὸς, ἕτερος δὲ ἰσχνὸς τὸν μικρὸν ἑκτὸς ἀπάγων, ὁ δὲ τρίτος ἀνατείνων ὅλον τὸν πόδα. τὴν δὲ ἔκρυσιν ὁ μὲν πρῶτος ῥηθεὶς ἐξ αὐτῆς τῆς κεφαλῆς ἔχει τῆς περόνης ἐπιπολῆς ἐπὶ τῷ δέρματι τεταμένος· ἀφικνεῖται δ’ ἐντεῦθεν ὡς ἐπὶ τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν τοῦ ποδὸς παρεχόμενος ἐκ τῶν ἔξω μερῶν τὸν ἀστράγαλον, ἵνα περ καὶ τελευτήσας εἰς τένοντα στρογγύλον διὰ τῶν κάτω μερῶν τοῦ ποδὸς ἐπὶ τὸ πρῶτον ἄρθρον ἀφικνεῖται τοῦ μεγάλου δακτύλου. ἔνθα δὴ τούτου τοῦ μυὸς ἔκφυσις παύεται τοῦ δευτέρου τῶν εἰρημένων μυῶν ἐστιν ἡ κεφαλὴ καὶ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς ὁ μῦς οὗτος εἰς τένοντα τελευτᾷ στρογγύλον, ἰσχνὸς ὑπάρχων ὅλος. ἐφεξῆς δ’ αὐτῶν σχεδὸν ἤδη πλησίον ἐστὶ τὸ μέσον τῆς περόνης. ὅθεν ὁ τρίτος ἐκφύεται μῦς ὁ σείων τὸν πόδα, καθήκει τε καὶ οὗτος ἐπὶ τὰ ἐκτὸς μέρη τὰ παρὰ τὸν σφυρὸν καὶ τὸν ἀστράγαλον εἰς τένοντα τελευτῶν ἕνα καταφυόμενον εἰς τὸ προτεταγμένον ὀστοῦν τοῦ μικροῦ δακτύλου. δισχιδὴς δ’ οὗτος κατὰ τὴν ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι καὶ διεξέρχεταί τε αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς ἀπάγων. οἱ τρεῖς 1022
οὗτοι μύες εἶς ἐνομίσθησαν ἐνίοις διὰ τὴν κοινωνίαν τῆς πρώτης ἐκφύσεως· τούτων τῶν ἑπτά μυῶν μέγιστος μέν ἐστι καὶ παχύτατος ὁ πρῶτος εἰρημένος. ἴσοι δέ πως ἀλλήλοις ὁ δεύτερος καὶ ὁ πέμπτος ἄμφω καθήκοντες εἰς τὴν ἀρχὴν τοῦ πρώτου κατὰ τὸν μέγαν δάκτυλον ὀστοῦ· ὁ μὲν δεύτερος ἐκ τῶν ἄνωθέν τε καὶ ἔσωθεν τοῦ ποδὸς, ὁ δὲ πέμπτος ἐκ τῶν ὑποκάτω μερῶν· μετὰ δὲ τοὺς εἰρημένους ὅ τε μέσος ἁπάντων ὁ τοὺς δακτύλους ἐκτείνων καὶ ὁ ὕστατος εἰρημένος ὁ τὴν διάρθρωσιν κινῶν ὅλην. ἴσοι μέν πώς εἰσι τὸ πάχος, οὐκ ἴσοι δὲ τὸ μῆκος, ἀλλ’ ὁ τοὺς δακτύλους ἐκτείνων μακρότερος. λοιποὶ δὲ δύο μύες ὁ μικρὸς, ὅ τε τρίτος εἰρημένον ἐπὶ τὸν μέγαν δάκτυλον ὅλον καθήκων ἄνωθεν καὶ ὁ ἕκτος ἐπὶ τὸν μικρὸν ἔξωθεν, οὐδ’ αὐτοὶ κατὰ τὸ πάχος αὐτοῖς ὑπάρχουσιν ἴσοι· ἀλλ’ ἔστιν ὁ ἐπὶ τὸν μέγαν καθήκων δάκτυλον τριπλάσιος καὶ τετραπλάσιος τὸ πάχος· πάνυ γὰρ ἰσχνός ἐστιν ὁ ἐπὶ τὸν μικρὸν καθήκων δάκτυλον, τῷ μήκει δὲ ἴσοι ἀλλήλοις πως τυγχάνουσιν ὄντες. ἐν τούτοις 1023
μὲν οὖν πᾶσι τοῖς μυσὶν, εἰ καὶ παραλέλειπον τοῖς ἀνατομικοῖς ἀνδράσι καὶ ψεῦδος εἴρηται παρεωραμένον, ἀλλ’ οὐ τί γε μῦς ὅλως ὑπ’ αὐτῶν παρῶπται. τὸν δὲ κατὰ τὴν ἰγνύαν μῦν οὐκ οἶδ’ ὅπως ἅπαντες παρέλιπεν ὄντα μὲν τῷ μήκει βραχὺν, οὐ μὴν ἄῤῥωστόν γε καὶ μάλιστα κατὰ τὴν κεφαλὴν, ἥτις ἐστὶ σύνδεσμος ἰσχυρότατος ἐκφυόμενος τοῦ ἔξω κονδύλου τοῦ μηροῦ. κατακρύπτει δὲ αὐτὸν ἥ τε διάρθρωσις αὕτη καὶ ὁ σύνδεσμος ὁ παρατεταμένος ἔξωθεν ἐκ τοῦ μηροῦ εἰς τὴν κνήμην. ἔστι δὲ ἀτρέμα πως λοξὸς ὁ μῦς οὗτος· καὶ διὰ τοῦτο καὶ τὴν τῆς κνήμης καμπὴν οὐκ ἀκριβῶς εὐθεῖαν, ἀλλ’ ἐκκλίνουσαν ἠρέμα πρὸς τοὐκτὸς ἐργάζεται. πεντεκαιδέκατος οὗτος ἡμῖν ἀριθμείσθω μῦς τῶν κατὰ τὴν κνήμην ἔσχατος εἰρημένος ἐν τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν.