De musculorum dissectione ad tirones
Galen
Galen, De musculorum dissectione ad tirones
Περὶ τῶν τοῦ θώρακος μυῶν.
Τῶν τοῦ θώρακος μυῶν οἱ μὲν ἐν τοῖς μεσοπλευρίοις δύο καὶ εἴκοσί εἰσι τῷ μήκει τὰς ἶνας ἔμπαλιν ἔχοντες. οὐ
989
γὰρ ὥσπερ οἱ μύες ἀπὸ τῆς ῥάχεως ἄχρι τοῦ στέρνου παραίνουσιν, οὕτω καὶ αἱ ἶνες αὐτῶν, ἀλλ’ ἐκ πλευρᾶς εἰς πλευρὰν ἐμπεφύκασι λοξαὶ τῷ χ γράμματι παραπλήσιαι ἐγκαρσίαν ἀλλήλαις αἵ τε ἔξω καὶ ἐντὸς ἔχουσαι τὴν θέσιν. αἱ μὲν οὖν ἐκτὸς ἶνες ἐν τοῖς ἄνωθεν κάτω φερομένοις μέρεσι τῶν πλευρῶν διαστέλλουσι τὸν θώρακα, συστέλλουσι δὲ αἱ διὰ βάθους, ἐναντίως δ’ αὐταῖς αἱ κατὰ τὰ χονδρώδη τὰ πρὸς τῷ στέρνῳ. προστέλλουσι μὲν αἱ ἐπιπολῆς, διαστέλλουσι δὲ αἱ διὰ βάθους. ἐπὶ δὲ τῶν κατὰ τὰς νόθας πλευρὰς μυῶν ἄχρι τῆς πλευρῆς αὐτῶν ἡ αὐτὴ φύσις ἐστὶ τῶν ἰνῶν, οὐδὲ γὰρ ἔχουσιν αἵδε τινὰ καμπήν. ἑτέρα δὲ συζυγία μικρῶν μυῶν ἀνασπᾷ τὰς πρώτας πλευρὰς, ὥσπερ ἕτεραι δύο κατασπῶσι τὴν δεκάτην τε καὶ τὴν ἑνδεκάτην. ἡ γάρ τοι δωδεκάτη πλευρὰ τοῦ διαφράγματος ἔξωθέν ἐστι συμπεφυκυῖα τῷ λοξῷ κατ’ ἐπιγάστριον μυὶ τῷ μικροτέρῳ. φαίνεται δὲ ἐνίοτε καὶ περιγραφὴν ἰδίου μυὸς ἔχουσα τοῦ 990
κατασπῶντος αὐτήν· ἄλλαι δὲ τρεῖς ἐκ τραχήλου καθήκουσαι συζυγίαι μυῶν διαστέλλουσι τὸν θώρακα, μεγίστη μὲν ἡ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἐλάττων δὲ ἡ πρόσθεν αὐτῆς, ἐλαχίστη δ’ ἡ ὄπισθεν. αἱ δὲ ἄνωθεν ἀρχαὶ τῆς μὲν πρώτης λεχθείσης ὁ πρῶτος τῶν ἐν τραχήλῳ σπονδύλων ἐστί· τῆς δευτέρας δ’ ὁ δεύτερος, ἡ τρίτη δ’ ἐκ τῆς ἀκάνθης ἐκπέφυκε δι’ ὑμενώδους συνδέσμου. τοῦ τε ἡμίσεως μέρους τοῦ κάτω τῶν κατὰ τὸν τράχηλον σπονδύλων καὶ τῶν πρώτων δυοῖν τοῦ μεταφρένου. προήκει δὲ ἡ μὲν πρώτη συζυγία μέχρι καὶ τῶν νόθων πλευρῶν, ἡ δὲ δευτέρα μέχρι τῆς πέμπτης, ἡ τρίτη δὲ ἐπιπέφυκε μὲν καὶ τῇ τρίτῃ πλευρᾷ. καταπέφυκε δὲ ἰσχυρῶς ὅμως εἰς τὰς ἐφεξῆς τέσσαρας. οὗτοι πάντες οἱ μύες διαστέλλουσι τὸν θώρακα καὶ πρὸς αὐτοῖς αἱ φρένες. συστέλλουσι δὲ οἵ τε μεσοπλεύριοι ταῖς ἡμισείαις ἰσὶ καὶ οἱ τοῖς ῥαχίταις παρατεταγμένοι κατὰ τὰς ῥίζας τῶν πλευρῶν καὶ τῶν ὀρθίων κατ’ ἐπιγάστριον ἡ ἄνω μοῖρα καὶ οἱ τὰς ἐσχάτας πλευρὰς κατασπῶντες. συντελοῦσι δὲ τι πρὸς τὰς συστολὰς τοῦ θώρακος 991
ἐνίοτε καὶ οἱ κατ’ ἐπιγάστριον. ἐπιδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἅπερ εἴ τις ἀνελέξατο, γνώσεται σαφῶς ὀλίγου δεῖν ἁπάντων τῶν εἰρημένων μυῶν ἠγνοημένην τὴν ἐνέργειαν τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς.