Περὶ τῶν κινούντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν μυῶν.
Ἡ κατ’ ἀγκῶνα διάρθρωσις ὑπὸ τεττάρων κινεῖται μυῶν ἅπαν ἐν κύκλῳ τὸ τοῦ βραχίονος ὀστοῦν κατειληφότων. οἱ μὲν οὖν πρόσθιοι δύο κάμπτουσι τὸ ἄρθρον οὐκ εὐθεῖαν ἀκριβῶς ἑκάτερος καμπτὴν, ἀλλ’ ὁ μὲν ἔσω παρεγκλίνων, ὁ δ’ ἔξω. καταφύεται γὰρ ὁ μὲν εἰς τὸ τῆς κερκίδος ὀστοῦν, ὁ δὲ εἰς τὸ τοῦ πήχεως συνεπιφυόμενος ἑκάτερος καὶ τῷ περιέχοντι τὴν διάρθρωσιν ὑμενώδει συνδέσμῳ. ταθέντων δὲ ἀμφοῖν ἡ μέση γίνεται κάμψις ἡ τὸν καρπὸν ἐπὶ τὸ ἀκρώμιον ἀνάγουσα. ὁ μὲν οὖν ἔσω μᾶλλον κάμπτων ὁ μείζων μῦς ἐναργῶς ὁρᾶται καὶ πρὸ τῆς ἀνατομῆς ὅλον τοῦ βραχίονος κατειληφὼς τὸ πρόσθιον. ἄρχεται δὲ ἀπό τε τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος καὶ τῆς ἀγκυροειδοῦς ἀποφύσεως, τῇ μὲν ὀφρύϊ διὰ συνδέσμου τινὸς ἰσχυροῦ στρογγύλου συναπτόμενος, τῇ δὲ ἀγκυροειδεῖ δι’ ἑτέρου συνδέσμου λεπτοτέρου τε ἅμα καὶ ἀκριβῶς
976
στρογγύλου. συνεκφύεται δὲ αὐτῷ σαρκοειδής τις οὐσία προσεοικυῖα μικρῷ μυί. αὕτη μὲν οὖν ὑπερβᾶσα τὸ ἄρθρον ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐμφύεται. προελθὼν δὲ ἐντεῦθεν ὁ σύνδεσμος δι’ ἄλλης ἀρχῆς ἐμφύεται τῷ βραχίονι τῆς μέσης αὐτῆς χώρας ἀνωτέρω, καθ’ ἃ μέρη τὸ σῶμα αὐτοῦ τοῦ μυὸς ἄρχεται γεννᾶσθαι δεχόμενον εἰς ἑαυτὸ καὶ τὸν ἕτερον σύνδεσμον· ἐντεῦθεν δὲ κατιὼν ὁ μῦς διὰ τῶν ἐμπροσθίων μερῶν τοῦ βραχίονος ἄχρι μὲν ἡμίσεως αὐτοῦ ψαύει, τὸ δὲ ἀπὸ τοῦδε μετέωρος ἐπιβεβλημένος θατέρῳ τῶν ἐνταῦθα μυῶν εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐμβάλλει, ὁ δὲ ἕτερος ἐκφύεται μὲν τὴν ἀρχὴν ὄπισθεν ἔχων ἐγγὺς τῆς κεφαλῆς τοῦ βραχίονος· ἐνταῦθα δὲ διὰ τῶν ἔξωθεν μερῶν λοξὸς ἐπὶ τὰ πρόσω παραγενόμενος ἄχρι τῆς κατ’ ἀγκῶνα διαρθρώσεως. ἐμφύεται δὲ ὁ μῦς οὗτος εἰς τὸ τοῦ πήχεως ὀστοῦν, ὥσπερ ὁ προειρημένος ὁ μείζων εἰς τὸ τῆς κερκίδος. τῶν δὲ ἐκτεινόντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν μυῶν ἡ μὲν ἑτέρα τὴν ἀρχὴν ὑπὸ τῆς ταπεινῆς ἐστι πλευρᾶς τῆς ὠμοπλάτης τοῦ ἡμίσεως, ὅσον ὡς
977
πρὸς τὸν ὦμον ἀναφέρεται, ἡ δὲ ἑτέρα μετὰ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τῶν ὄπισθεν μερῶν αὐτοῦ ἐκπέφυκε. συναμφυεῖσαι δὲ ἀλλήλαις αὗται μέγιστόν σοι δόξουσιν ἐργάσασθαι μῦν ἕνα καταφυόμενον εἰς τὸν ἀγκῶνα τένοντι πλατεῖ· ἀλλ’ εἰ ταῖς ἄνωθεν ἐκφύσεσιν εἴ πως κατὰ τὴν τῶν ἰνῶν εὐθύτητα φανεῖταί σοι διφυὴς ὁ τένων οὗτος, τὸ μὲν ἔξωθεν μέρος ἀπὸ τοῦ προτέρου ῥηθέντος ἔχων μυὸς, τὸ δὲ ἕτερον ἀπὸ τοῦ δευτέρου. ἐκτείνουσι μὲν οἱ μύες ἀμφότεροι τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ἀλλ’ ὁ μὲν πρότερος ἅμα τῷ παρεγκλίνειν ἐκτὸς, ὁ δὲ ἕτερος ἔσω καὶ οὗτος ἐπὶ βραχὺ ποιεῖται τὴν ἔγκλισιν. ἡ δὲ περιπεφυκυῖα τὸ τοῦ βραχίονος ὀστοῦν μοῖρα τοῦ δευτέρου ῥηθέντος μυός· ἔστι γὰρ ὥσπερ τις διφυὴς σαρκώδης ὕλη διαμένουσα κατὰ τὸ ὄπισθεν ἐμβάλλει μέρος τοῦ ἀγκῶνος, εὐθεῖάν πως μᾶλλον ἔκτασιν ἐργαζομένη περὶ τὸν πῆχυν εἴσω βραχὺ ῥέπουσα. ἔστι δὲ καὶ ἄλλη τις ἔμφυσις εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπὶ τῶν πιθήκων λοξὴν ἐπὶ τὰ ἔξω τὴν ἔγκλισιν
978
ἐργαζομένη· καὶ γὰρ καταπέφυκεν εἰς τὰ ἐκτὸς ὁ τῆς διαρθρώσεως ἀπὸ διαφύσεως ἐγκαρσίας. ἀρχομένη τοῦ μεγίστου τῶν κατὰ τὸν ὦμον μυῶν, ὃν ἀπὸ τῆς ῥάχεως καὶ τῶν πλευρῶν ἔφην ἀνέρχεσθαι.