De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν τὸ κατ’ ὦμον ἄρθρον κινούντων μυῶν.

Ἐπειδὰν ἀφέλῃς τούς τε κινοῦντας τὴν ὠμοπλάτην μύας καὶ μετ’ αὐτοὺς τὸν ἐν τοῖς σιμοῖς αὐτῆς, ὃν ἄρτι διῆλθον ἀφορώτατον ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν κινούντων τὸν βραχίονα μυῶν ἕξεις· ὄντων γὰρ ἁπάντων ἕνδεκα, τρεῖς μὲν ἀπὸ τοῦ στήθους ἐπ’ αὐτὸν ἀναφερομένους θεάσῃ, δύο δὲ ἐκ τῶν κατὰ τὰς λαγόνας χωρίων, πέντε δὲ ἐξ αὐτῆς τῆς ὠμοπλάτης ὁρμωμένους, ἑνδέκατον δὲ ἐπὶ τούτοις ἅπασι τὸν τὴν ἐπωμίδα κατειληφότα. καὶ γὰρ συμφυεῖς ἀλλήλοις εἰσὶν οὗτοι κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς χώραν καὶ τὰς ἀπονευρώσεις ἐγγὺς ἀλλήλων εἰς τὸν βραχίονα καταφύουσι κατωτέρω τῆς κεφαλῆς εἰς τὸ πρόσθιον αὐτοῦ κατ’ εὐθεῖαν μάλιστα γραμμὴν ἄνωθεν κάτω τεταγμένην· ἰσχνοτέραν μὲν

967
ὁ ἀπὸ τοῦ στέρνου, στρογγυλωτέραν δέ πως καὶ σαρκώδης κἀκ τῶν ἔξω τοῦδε μερῶν ὁ ἀπὸ τῆς ἐπωμίδος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως τούτων μὲν ἥ τε κλείς ἐστι καὶ ἡ ῥάχις τῆς ὠμοπλάτης καὶ τὰ ἐπιπολῆς χωρία τὰ μετὰ τὴν ὀλίγου δεῖν ἅπαντα τῆς ὠμοπλάτης, ὅσα πρὸς τὴν ταπεινὴν ἐν αὐτῇ ῥέπει πλευράν. τοῦ δὲ ἑτέρου τὸ τοῦ στέρνου ἅπαν ὀστοῦν, ἐντεῦθεν δὲ ὁρμηθέντες ὁ μὲν οἷον ἐσχισμένος ἀμφὶ τὸ ἀκρώμιον ἅπασαν κατείληφε τὴν κεφαλὴν τοῦ βραχίονος. ὁ δέ γε τῇ τε ὠμιαίᾳ φλεβὶ παρατέταται καὶ τὸ πρόσω τῆς μασχάλης τὸ μὴ ἐκφύειν αὐτὸς ἐργάζεται καὶ σχεδὸν ἅπαντα τὰ περὶ τὰ στήθη σαρκώδη ὁ μῦς οὗτός ἐστι· καὶ γὰρ καὶ ὅτι τῆς ὑπ’ αὐτοῦ τέτακται, ἄμεινον δὲ δύο μύας αὐτὸν οὐχ ἕνα τίθεσθαι. ὁ γοῦν ἀπὸ τῶν ἐκ τοῦ στέρνου πεφυκὼς ὁ μικρότερος τῶν ἐν αὐτῷ μυῶν ἀντεστραμμένας πως ἔχει τῇ ὠμοπλάτῃ τὰς ἶνας· εἰς γὰρ τὸ ἄνω μέρος ἀναφέρονται πρὸς τὴν ἰδίαν ἀπονεύρωσιν ἀρχόμενοι κάτωθεν. αἱ δὲ λοιπαὶ πᾶσαι τὴν μὲν ἔκφυσιν ἀνωτέρω τούτων ἔχουσιν
968
ἐξ αὐτοῦ τοῦ στέρνου, φέρονται δὲ ἐπὶ τὴν ἀπονεύρωσιν, ἐγκάρσιαι μὲν αἱ τῶν ὑψηλῶν τοῦ στέρνου μερῶν ἀποφυόμεναι, λοξαὶ δὲ ἀτρέμα αἱ τῶν ταπεινῶν, τῶν δὲ ἄλλων δυοῖν ὁ μὲν ἕτερος ἀπὸ τῆς ἔξω τε καὶ κάτω τούτου τοῦ χώρας ὁρμώμενος κατὰ μὲν τὰ πλεῖστα μέρη συμφυής ἐστι τῷ προειρημένῳ τῷ διφυεῖ τε καὶ μεγάλῳ. τελευτῶν δὲ εἰς ὑμενώδη τένοντα καταφύεται τοῖς πρόσω τοῦ βραχίονος εἰς αὐτὴν μάλιστα τὴν προσθίαν ὀφρὺν τῆς κοιλότητος, ἧς κατείληφεν ἡ μείζων κεφαλὴ τοῦ κατὰ τὸν βραχίονα μυός τοῦ παρεκτεταμένου κατὰ τὴν ἔνδον χώραν τῇ προφανεῖ κατ’ αὐτὸν φλεβί. ὁ δὲ ἕτερος μῦς ὃς οὐδὲ φαίνεται πρὶν ἀνατμηθῆναι τὸν μέγαν ἀπὸ τῶν ἄνω μερῶν γενόμενος, ἐμφύεται μὲν ἔκ τε τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου τῶν ὀστῶν, ἀνέρχεται δὲ εἰς αὐτὸ τὸ ὑψηλότατον τῆς ἑτέρας κεφαλῆς τοῦ βραχίονος τὸ πρὸς τῇ κλειδὶ, κἀντεῦθεν ἐμφύεται τῷ περὶ τὸ ἄρθρον ὑμενώδει
969
συνδέσμῳ πολὺ τοῦ προειρημένου μυὸς ἰσχυροτέραν ἔχων τὴν ἀπονεύρωσιν. δύο δὲ οἱ κάτωθεν ἀναφερόμενοι μύες, ὦν ὁ μὲν ἁπάντων ἁδρότατός τε καὶ μήκιστός ἐστι τῶν τὸν βραχίονα κινούντων μυῶν, ὁ δὲ ἰσχνότατος μὲν οὐχ ἥττων τε ἐκείνου τὸ μῆκος· οὗτος μὲν οὖν εἰκότως ἠγνόηται τοῖς ἀνατομικοῖς ἐναφανιζόμενος τῷ δέρματι κακῶς ὑποδερομένῳ. περὶ δὲ τοῦ μεγάλου πάντες ἔγραψαν οἱ μὲν μᾶλλον ἀκριβώσαντες αὐτοῦ τῷ λόγῳ τὴν φύσιν, οἱ δὲ ἧττον. ὁ μὲν οὖν ἰσχνὸς ἔκ τε τοῦ κατὰ τὴν λαγόνα καὶ τὰς νόθας πλευρὰς τοῦ δέρματος ἀναφερόμενος ἐξ αὐτῶν μάλιστα τῶν ὑμένων τῶν ὑπὸ τῷ δέρματι τὴν ἔκφυσιν ἔχει. ἀεὶ δὲ ἐν τῷ περὶ τὴν μασχάλην ἀναφέρεσθαι πάχος τι προσκτώμενος, κἀνταῦθα ἤδη σαφῶς μῦς φαινόμενος εἰς ὑμενώδη τένοντα τελευτᾷ, κατὰ δυοῖν ἐποχούμενος ἑτέρων, οἷς καὶ συμφύεται. γεννᾶται δὲ αὐτῶν ὁ μὲν ἐκ τοῦ ταπεινοτάτου τῶν ἀπὸ τοῦ στήθους μυῶν, ὁ δὲ ἐκ τῆς ἑτέρας μοίρας τοῦ διφυοῦς, ὁ
970
δὲ ὑπόλοιπος τῶν κάτωθεν ἀναφερόμενος μυῶν ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν, ὅσπερ καὶ μέγιστός ἐστιν· ἄρχεται μὲν ἀπὸ τῶν κατὰ τὰς νόθας πλευρὰς σπονδύλων, ἐπιπεφυκὼς δὲ τῷ τε ῥαχίτῃ μυὶ καὶ τῷ πέρατι τῆς κατ’ ὠμοπλάτην, φέρεται πρόσω λοξὸς ἀτρέμα μέχρι τινὸς ἐπιπεφυκὼς τοῖς ἐπικειμένοις μυσὶ τῇ ταπεινῇ τῆς ὠμοπλάτης πλευρᾷ. κἀπειδὰν ἀφίκηται κατ’ εὐθὺ τῆς μασχάλης ὄρθιος ἐπ’ αὐτῆς ἀναφέρεται· κἀνταῦθα διὰ τένοντος οὐκ ἀγεννοῦς ἠρέμα πλατέος ἐμφυὼς τῷ βραχίονι κατὰ τὰ ἔνδον μέρη τῆς ἀπονευρώσεως τοῦ μεγίστου μυὸς τῶν ἀπὸ τοῦ στήθους τριῶν. οὗτος ὁ μῦς συμφύεται δύο μυσὶν, ἑνὶ μὲν ὑπερκειμένῳ κατὰ τὴν μασχάλην αὐτὴν, ἑτέρῳ δὲ ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένῳ, περὶ ὧν ἐν τοῖς ἐξῆς εἰρήσεται. οἱ δὲ ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐμφυόμενοι πέντε μύες εἰς εὖρος τοὺς τένοντας πλατὺ πάντες τελευτῶντες ἐμφύονται καὶ αὐτοὶ τῷ τοῦ βραχίονος μέρει, ὡς συμφυὴς μὲν τῷ προειρημένῳ μυὶ πλησίον τῆς ἀπονευρώσεως ὁ ἐκ τῶν κάτω
971
τῆς ταπεινῆς πλευρᾶς ἀρχόμενος· εἶτα ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὑποδυόμενος τὸν βραχίονα, κἄπειτα καταφυόμενος εἰς αὐτὸν ὑψηλοτέρᾳ τε ἄμα καὶ μακροτέρᾳ καὶ ἰσχνοτέρᾳ καὶ συνεχεῖ καταφύσει τῇ τοῦ προειρημένου μυός· αὕτη μὲν οὖν ἐκ τῶν ἔνδον μερῶν ἐστι τοῦ βραχίονος ψαύουσα τῆς προειρημένης ἀπονευρώσεως, ἀνωτέρω δέ ἐστι ταύτης εἰς αὐτὴν ἤδη τὴν κεφαλὴν τοῦ βραχίονος ὁ ἐκ τῶν ἔνδον ἐμφύεται μερῶν τένων τοῦ κατειληφότος μυὸς τὸ σιμὸν τῆς ὠμοπλάτης εὔῤῥωστός τε καὶ πλατὺς ὑπάρχων. ἡ δὲ τοῦ τὴν μεταξὺ χώραν τῆς τε ῥάχεως καὶ τῆς ὠμοπλάτης καὶ τῆς ὑψηλοτέρας πλευρᾶς κατειληφότος ἀπονεύρωσις εἰς αὐτὸ τὸ ὑψηλότατον ἐμφύεται τῇ κεφαλῇ τοῦ βραχίονος οὐ κατὰ τὸ πρὸς τῇ κλειδὶ μόριον αὐτῆς, εἰς ὅπερ ὁ προειρημένος, ἀλλ’ ὅσον ἐκτὸς ἀποτέτμηκεν ἡ μείζων κεφαλὴ τοῦ κατιόντος μυὸς εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. συνεχὴς δὲ τῇ προειρημένῃ καταφύσει καὶ ὁ ἐκ τῶν κάτω μερῶν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως ὁ κατειληφὼς ἅπαν τὸ ἐν μέσῳ χωρίον.
972
αὐτῆς τε καὶ τῆς ταπεινῆς πλευρᾶς ἀπονεύρωσιν ποιούμενος ἐμβάλλει τὸν τένοντα τῇ κεφαλῇ τοῦ βραχίονος ἤδη πως μᾶλλον ἔξωθεν. ὁ δὲ τοιούτῳ συνεχὴς μῦς καὶ τάχα ἂν τὸ μόριον αὐτοῦ δόξας εἰς τὰ ἐκτὸς ἀκριβῶς μέρη τοῦ βραχίονος ἐμβάλλει τὸν τένοντα ἐμφυόμενος ἀπὸ τῶν ἄνω μερῶν τῆς ταπεινῆς ἐν ὠμοπλάτῃ πλευρᾶς σχεδὸν ἐκ τοῦ ἡμίσεως αὐτῆς μέρους, κατὰ τὸ κυριώτατον καὶ ὀξύτατον αὐτῆς. αἱ κινήσεις δὲ αὐτοῦ τοῦ μὲν τὴν ἐπωμίδα κατειληφότος ἀνατείνειν ἄνω τὸν βραχίονα κατ’ εὐθεῖαν μάλιστα γραμμήν. τῶν δὲ ἑκατέρωθεν αὐτοῦ τῶν ἐξ αὐτῆς τῆς ὠμοπλάτης ἐκπεφυκότων ὁ μὲν κατὰ τὴν ὑψηλὴν πλευρὰν ἀνατείνει μὲν, ἀλλ’ ἐκκλίνων ἐπὶ τὰ ἔνδον, τῶν δὲ κατὰ τὴν ταπεινὴν ὁ μὲν μείζων ἀνατείνει μὲν καὶ αὐτὸν, ἀλλ’ ἐπὶ τὰ ἐκτός ὁ δὲ ὡς μόριον αὐτοῦ λοξὸν ἀπάγει πρὸς τὰ ἐκτὸς, διαδέχονται δὲ τὰς κινήσεις ταύτας, ἔνδοθεν μὲν οἱ ἀπὸ τοῦ στήθους ἀνιόντες, εἴτε τρεῖς ἐθέλοις λέγειν εἴτε
973
τέτταρας. ἔξωθεν δὲ ὁ ἀπὸ τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἀναφερόμενος· τῶν μὲν οὖν ἀπὸ τοῦ στήθους μυῶν ἁπάντων προσαγόντων ἔσω τὸν βραχίονα, τὴν μὲν κεφαλὴν αὐτοῦ μᾶλλον ὑψηλότατος ἐπὶ τὰ νῶτα, τὸ δ’ ὅλον κῶλον ὡς ἐπὶ τὸ στῆθος ὁ μέγιστος ὁ διφυὴς προσάγει. ταθέντων δ’ ἀμφοτέρων ὁμοῦ τῶν κατ’ αὐτὸν μυῶν ὁμοτόνως ἀνατείνεται, τῶν τε ἄνω καὶ τῶν κάτω ἡ μέση γίνεται κίνησις. εἰ δὲ ὁ ἕτερος ἐνεργήσειε μόνος, ὑψηλοτέραν τὴν προσαγωγὴν ὁ ὑψηλότερος ἐργάζεται, ταπεινοτέραν δὲ ὁ ταπεινότερος. ὁ δὲ παρὰ τὸν τιτθὸν προσάγει τῷ στήθει τὸν βραχίονα καὶ κατασπᾷ κάτω. ἐπὶ τούτοις δὲ ὁ μὲν ἐπιπολῆς ὁ λεπτὸς ἐπὶ τὰς λαγόνας ἀτρέμα πλάγιον, ὁ δ’ ὑπ’ αὐτῷ μέγιστος εὐθὺ ἀποτείνει παρὰ τὰς πλευρὰς τὸν βραχίονα. τούτων δὲ ἐφεξῆς οἱ λοιποὶ δύο μύες ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐκδέχονται περιάγοντες ἔξω τε καὶ εἰς τοὐπίσω τὸ κῶλον· ὁ μὲν ἀπὸ τῶν σιμῶν ἐκπεφυκὼς τὴν κεφαλὴν αὐτοῦ περιστρέφων εἰς τοὐπίσω, ὁ δὲ ἀπό τε
974
τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἐκεῖνο μάλιστα τὸ μέρος, εἰς ὅπερ ἐμφύεσθαι λέγεται, πρὸς τοὐκτὸς ἐπάγων. ἀμφότεροι δὲ ἐνεργήσαντες ἅμα τὴν ἐν τῷ καλουμένῳ διπλασιασμῷ περιαγωγὴν ἐργάζονται τοῦ βραχίονος.

Περὶ τοῦ μικροῦ μυὸς τοῦ κατὰ τὴν ἐν ὤμῳ διάρθρωσιν.

Μικρὸς παντάπασι μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει, συνεκφυόμενος μὲν τῇ μικροτέρᾳ κεφαλῇ τοῦ κατὰ τὸν βραχίονα μυὸς τοῦ μεγάλου, καταφυόμενος δὲ εὐθέως ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐν τῇ μεταξὺ χώρᾳ τῶν ἀπονευρώσεων τοῦ τε ἀπὸ τοῦ σιμοῦ τῆς ὠμοπλάτης ἐκφυομένου μυὸς καὶ προσέτι τοῦ παραφυομένου πάσῃ τῇ ταπεινῇ πλευρᾷ. τοῦτον τὸν μῦν καὶ μέρος μὲν ἂν τις ἴσως θείη τοῦ κατὰ τὸν βραχίονα μεγάλου μυὸς, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἑαυτὸν, ἀνατάσει γὰρ λοξῇ βραχύ τι δύναται συντελεῖν.

975

Περὶ τῶν κινούντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν μυῶν.

Ἡ κατ’ ἀγκῶνα διάρθρωσις ὑπὸ τεττάρων κινεῖται μυῶν ἅπαν ἐν κύκλῳ τὸ τοῦ βραχίονος ὀστοῦν κατειληφότων. οἱ μὲν οὖν πρόσθιοι δύο κάμπτουσι τὸ ἄρθρον οὐκ εὐθεῖαν ἀκριβῶς ἑκάτερος καμπτὴν, ἀλλ’ ὁ μὲν ἔσω παρεγκλίνων, ὁ δ’ ἔξω. καταφύεται γὰρ ὁ μὲν εἰς τὸ τῆς κερκίδος ὀστοῦν, ὁ δὲ εἰς τὸ τοῦ πήχεως συνεπιφυόμενος ἑκάτερος καὶ τῷ περιέχοντι τὴν διάρθρωσιν ὑμενώδει συνδέσμῳ. ταθέντων δὲ ἀμφοῖν ἡ μέση γίνεται κάμψις ἡ τὸν καρπὸν ἐπὶ τὸ ἀκρώμιον ἀνάγουσα. ὁ μὲν οὖν ἔσω μᾶλλον κάμπτων ὁ μείζων μῦς ἐναργῶς ὁρᾶται καὶ πρὸ τῆς ἀνατομῆς ὅλον τοῦ βραχίονος κατειληφὼς τὸ πρόσθιον. ἄρχεται δὲ ἀπό τε τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος καὶ τῆς ἀγκυροειδοῦς ἀποφύσεως, τῇ μὲν ὀφρύϊ διὰ συνδέσμου τινὸς ἰσχυροῦ στρογγύλου συναπτόμενος, τῇ δὲ ἀγκυροειδεῖ δι’ ἑτέρου συνδέσμου λεπτοτέρου τε ἅμα καὶ ἀκριβῶς

976
στρογγύλου. συνεκφύεται δὲ αὐτῷ σαρκοειδής τις οὐσία προσεοικυῖα μικρῷ μυί. αὕτη μὲν οὖν ὑπερβᾶσα τὸ ἄρθρον ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐμφύεται. προελθὼν δὲ ἐντεῦθεν ὁ σύνδεσμος δι’ ἄλλης ἀρχῆς ἐμφύεται τῷ βραχίονι τῆς μέσης αὐτῆς χώρας ἀνωτέρω, καθ’ ἃ μέρη τὸ σῶμα αὐτοῦ τοῦ μυὸς ἄρχεται γεννᾶσθαι δεχόμενον εἰς ἑαυτὸ καὶ τὸν ἕτερον σύνδεσμον· ἐντεῦθεν δὲ κατιὼν ὁ μῦς διὰ τῶν ἐμπροσθίων μερῶν τοῦ βραχίονος ἄχρι μὲν ἡμίσεως αὐτοῦ ψαύει, τὸ δὲ ἀπὸ τοῦδε μετέωρος ἐπιβεβλημένος θατέρῳ τῶν ἐνταῦθα μυῶν εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐμβάλλει, ὁ δὲ ἕτερος ἐκφύεται μὲν τὴν ἀρχὴν ὄπισθεν ἔχων ἐγγὺς τῆς κεφαλῆς τοῦ βραχίονος· ἐνταῦθα δὲ διὰ τῶν ἔξωθεν μερῶν λοξὸς ἐπὶ τὰ πρόσω παραγενόμενος ἄχρι τῆς κατ’ ἀγκῶνα διαρθρώσεως. ἐμφύεται δὲ ὁ μῦς οὗτος εἰς τὸ τοῦ πήχεως ὀστοῦν, ὥσπερ ὁ προειρημένος ὁ μείζων εἰς τὸ τῆς κερκίδος. τῶν δὲ ἐκτεινόντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν μυῶν ἡ μὲν ἑτέρα τὴν ἀρχὴν ὑπὸ τῆς ταπεινῆς ἐστι πλευρᾶς τῆς ὠμοπλάτης τοῦ ἡμίσεως, ὅσον ὡς
977
πρὸς τὸν ὦμον ἀναφέρεται, ἡ δὲ ἑτέρα μετὰ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τῶν ὄπισθεν μερῶν αὐτοῦ ἐκπέφυκε. συναμφυεῖσαι δὲ ἀλλήλαις αὗται μέγιστόν σοι δόξουσιν ἐργάσασθαι μῦν ἕνα καταφυόμενον εἰς τὸν ἀγκῶνα τένοντι πλατεῖ· ἀλλ’ εἰ ταῖς ἄνωθεν ἐκφύσεσιν εἴ πως κατὰ τὴν τῶν ἰνῶν εὐθύτητα φανεῖταί σοι διφυὴς ὁ τένων οὗτος, τὸ μὲν ἔξωθεν μέρος ἀπὸ τοῦ προτέρου ῥηθέντος ἔχων μυὸς, τὸ δὲ ἕτερον ἀπὸ τοῦ δευτέρου. ἐκτείνουσι μὲν οἱ μύες ἀμφότεροι τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ἀλλ’ ὁ μὲν πρότερος ἅμα τῷ παρεγκλίνειν ἐκτὸς, ὁ δὲ ἕτερος ἔσω καὶ οὗτος ἐπὶ βραχὺ ποιεῖται τὴν ἔγκλισιν. ἡ δὲ περιπεφυκυῖα τὸ τοῦ βραχίονος ὀστοῦν μοῖρα τοῦ δευτέρου ῥηθέντος μυός· ἔστι γὰρ ὥσπερ τις διφυὴς σαρκώδης ὕλη διαμένουσα κατὰ τὸ ὄπισθεν ἐμβάλλει μέρος τοῦ ἀγκῶνος, εὐθεῖάν πως μᾶλλον ἔκτασιν ἐργαζομένη περὶ τὸν πῆχυν εἴσω βραχὺ ῥέπουσα. ἔστι δὲ καὶ ἄλλη τις ἔμφυσις εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπὶ τῶν πιθήκων λοξὴν ἐπὶ τὰ ἔξω τὴν ἔγκλισιν
978
ἐργαζομένη· καὶ γὰρ καταπέφυκεν εἰς τὰ ἐκτὸς ὁ τῆς διαρθρώσεως ἀπὸ διαφύσεως ἐγκαρσίας. ἀρχομένη τοῦ μεγίστου τῶν κατὰ τὸν ὦμον μυῶν, ὃν ἀπὸ τῆς ῥάχεως καὶ τῶν πλευρῶν ἔφην ἀνέρχεσθαι.

Περὶ τῶν κατὰ τὸν πῆχυν μυῶν, ὑφ’ ὦν ὅ τε κερκὶς καὶ καρπὸς καὶ οἱ δάκτυλοι κινοῦνται.

Κατὰ διαφέροντας τρόπους διδασκαλίας ἄλλοτε ἄλλως ὁ ἀριθμὸς δύναται λέγεσθαι τῶν περὶ τὸν πῆχυν μυῶν, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐδείκνυμεν. ἀκριβολόγου μὲν δεκαεπτὰ, διδάσκειν δὲ βουλομένῳ τοὺς πρώτους ἀρχομένους δεκαπέντε. τεταγμένοι δέ εἰσιν ἐκ μὲν τῶν ἔνδον τοῦ πήχεως ἑπτὰ μύες οὔτε πλείους οὔτε ἐλάττους ἀριθμεῖσθαι δυνάμενοι, κατὰ δὲ τὴν ἔξω χώραν ὁ μὲν ἐλάχιστος ἀριθμὸς ὀκτὼ, διαχωριζομένων δὲ τῶν συμφυῶν μυῶν ὁ πλεῖστος δέκα, μέσος δὲ ἀμφοῖν ὁ τῶν ἐννέα. δῆλον δὲ ὅτι τῆς χειρὸς ἐσχηματισμένης οὕτως ὡς ὑποκεῖσθαι μὲν τὸ τοῦ πήχεως ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος, καθὸ ἢ ἔνδον

979
ἢ ἔξω τι λέγουσι τοῦ πήχεως οἱ ἀνατομικοὶ, κάτωθεν μὲν οὖν ὅλως οὐδεὶς· ὑποτέτακται τῷ πήχει μῦς, ἄνωθεν δὲ ἐπιβέβληται τῇ κερκίδι. περὶ ὧν ἐσφάλησαν ἅπαντες, ἀλλ’ ἡμεῖς γε σαφῶς αὐτὸν ἐξηγησόμεθα τοῖς ἔξω προσνέμοντες ἐννέα τὸν ἀριθμὸν οὖσι χωρὶς τούτων· τοὺς μὲν γὰρ τέσσαρας δακτύλους ἄνευ τοῦ μεγάλου μῦς εἶς μέγας ἐκτείνει κατὰ τὴν μέσην μάλιστα χώραν τεταγμένος ὅλου τοῦ κώλου τέσσαρας ἀποφύων τένοντας εἰς ἕκαστον δάκτυλον ἕνα. δύο δ’ ἐφ’ ἑκάτερα τοῦδε μύες· ὁ μὲν τοὺς μικροὺς δακτύλους ἀπάγει λοξοὺς ἀπὸ τῶν ἄλλων, ὁ δὲ τοὺς ὑπολοίπους τρεῖς τούτοις προσάγει. εἰ δ’ ἀκριβολογεῖς, δύω μύας ἂν εἴποις εἶναι τούτους ἀλλήλοις συμφυεῖς· οὗτοι ἅπαντες ὑφ’ ἑνὸς συνδέσμου καλύπτονται κατ’ αὐτὰς μάλιστα τὰς κεφαλὰς τῶν τενόντων ἐκπεφυκότος τῷ πρὸς τῷ καρπῷ πέρατι, πήχεώς τε καὶ κερκίδος ἑκάστης κεφαλῆς ἰσαρίθμους ἀποφυούσης τένοντας τοῖς κινουμένοις δακτύλοις. ἄλλοι δ’ ἐφ’ ἑκάτερα τούτων ὁ μὲν τῷ πήχει παρατεταμένος ἔξωθεν εἰς
980
τὸ πρὸς τῷ μικρῷ δακτύλῳ μετακάρπιον ἐμφύεται δι’ ἑνὸς τένοντος, ὁ δὲ εἰς τὸ τοῦ λιχανοῦ τε καὶ μέσου διὰ δυοῖν· καὶ τρίτος ἐπὶ τοῖσδε δι’ ἑνὸς εἰς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ τὸ κατὰ τὸν μέγαν δάκτυλον ὑπὸ τούτων τῶν τριῶν ὁ καρπὸς ἐκτείνεται κατὰ μὲν τὸν μικρὸν δάκτυλον ἐγκλινομένης ὡς ἐπὶ τὸ πρηνὲς σχῆμα τῆς ἄκρας χειρὸς, κατὰ δὲ τὸν μέγαν ἐπὶ τὸ ὕπτιον. ὁ μέσος δ’ ἀμφοῖν οἷον μῦς μέσην ἀμφοτέρων ἐργάζεται τὴν ἔκτασιν τοῦ καρποῦ· μέσην ἀμφοῖν καὶ οἱ λοιποὶ δύο μύες, ἐὰν ἐνεργήσωσιν ἅμα τὴν κατάτασιν, ἡ χεὶρ ἄκρα λαμβάνει. τῷ μέντοι κατὰ τὸν μέγαν δάκτυλον κινοῦντι τὸν καρπὸν, ὡς εἴρηται, παραπέφυκεν ἕτερος μῦς, ὡς ἕνα τίθεσθαι ἀμφοτέρους καθήκων εἰς τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου δακτύλου καὶ κινεῖ γε αὐτὸν τὴν ἀνάλογον ἐπὶ θάτερα κίνησιν τῇ προειρημένῃ λοξῇ κατὰ τοὺς πέντε δακτύλους, ἣν ἀπὸ τριῶν ἔφην γίγνεσθαι μυῶν. σύνδεσμος δὲ καὶ ταύτας ἀμφοτέρας τὰς κεφαλὰς περιλαμβάνει κατὰ τὸ τῆς κερκίδος ὑψηλὸν καὶ τὰς ἑτέρας δύο τὰς
981
τὸν καρπὸν κινούσας. εἰ δ’ ἄμφω ταθεῖεν ἅμα ἀκλινῆ τὴν ἔκτασιν ὁ μέγας δάκτυλος λαμβάνει. λοιποὶ δὲ τῶν ἔξωθεν τοῦ πήχεως μυῶν εἰσιν ὅ τε ἐμφυόμενος τοῖς ἄνω τῆς κερκίδος μέρεσι λοξὸς ὅλος σαρκοειδής· ὅ τε ἐπικείμενος ἄνωθεν αὐτῇ μακρὸς οὐκ εἰς ἀκριβῆ τένοντα τελευτῶν οὐδ’ αὐτός. διαμένει γὰρ τὸ πέρας αὐτοῦ σαρκοειδὲς ἠρέμα πλατεῖ τένοντι μιγνύμενον ὑμενώδει. καταφύεται δὲ εἰς τὸ κάτω πέρας τῆς κερκίδος τὸ πρὸς τῷ καρπῷ κατὰ τὸ ἔνδον αὐτοῦ μέρος, τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐπὶ τὸ τοῦ βραχίονος ὀστοῦν ἔχει. τῶν ἄλλων μυῶν τῶν προειρημένων αἱ ἄνωθεν ἀρχαὶ τόνδε τὸν τρόπον ἔχουσιν· ἐκ μὲν τῆς ἔξω κεφαλῆς τοῦ βραχίονος, ἣν δὴ καὶ κόνδυλον ὀνομάζουσι, τρεῖς ἐκπεφύκασι συμφυεῖς ἀλλήλοις, ὑψηλότατος μὲν ὁ τῶν τεσσάρων δακτύλων, ταπεινότατος δὲ ὁ κατὰ τὸν μικρὸν δάκτυλον τοῦ καρποῦ, μέσος δ’ ἀμφοῖν ὁ τῶν δυοῖν δακτύλων τῶν μικρῶν, οἱ δὲ τῶν ὑπολοίπων τριῶν δακτύλων δύο μύες ἑνούμενοί τε καὶ συμφυόμενοι κατά τι μέρος ἑαυτῶν
982
ἐκπεφύκασι τοῦ πήχεως ὀλίγου δεῖν ὅλου. ὁ μὲν εἰς τοὺς δακτύλους ἐμβάλλων τόν τε μέσον καὶ τὸν λιχανὸν ἐκ τοῦ πρὸς τὸν καρπὸν μέρους, ὁ δὲ εἰς τὸν μέγαν δάκτυλον ἐκ τοῦ μετ’ αὐτὸν τοῦ πρὸς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀνήκοντος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως αὐτῷ τὸ ὑποκείμενον αὐτοῦ μέρος ἐστὶ τῆς κεφαλῆς τῆς κερκίδος. ταύτης τῆς ἀρχῆς σμικρὸν κατωτέρω καὶ ὁ τὸν μέγαν δάκτυλον κινῶν ἐκφύεται διὰ τῆς μεταξὺ χώρας πήχεώς τε καὶ κερκίδος ἐπὶ τὸ κάτω φερόμενος. ὑψηλότερος δὲ αὐτοῦ τήν τε ἔκφυσιν ἐκ τῆς κερκίδος ἔχων καὶ τὴν μετὰ ταῦτα χείραν ἅπασαν ὁ τοῦ καρποῦ μῦς ἐστιν ὁ κατὰ τὸν μέγαν δάκτυλον. ὁ δ’ εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου μετακάρπιον ἐκφυόμενος ἐπίκειται μὲν ἔξω ἐν ἅπαντι τῷ τῆς κερκίδος ὀστῷ, τὴν δ’ ἔκφυσιν ἐκ τῶν ὑπεράνω μερῶν ἔχει τοῦ ἔξω κονδύλου τοῦ βραχίονος ὑποκειμένην τοῦ πρώτου πάντων ῥηθέντος μυὸς, ὃς ἐκτείνει τοὺς τέσσαρας δακτύλους. οὗτος ὁ μῦς ἅπτεται μὲν ἀεὶ καὶ τοῦ βραχίονος αὐτοῦ κατὰ τὴν πρώτην
983
ἔκφυσιν ὀλίγον τι προσαναβαίνων ἀπὸ τοῦ κονδύλου. φαίνεται δὲ ἐνίοτε καὶ μέχρι πλείονος ἀνατεινόμενος· οὐ γὰρ ἀκριβοῦσι τὰς εἰρημένας ἐκφύσεις διὰ παντὸς οἱ μύες, ἀλλ’ ἐν τῷ σπανίῳ ποτὲ προσεπιλαμβάνουσιν ἤτοι τῶν ἄνω μορίων ἢ τῶν ἐφ’ ἑκάτερα. τούτων δὲ ἀνωτέρω τὴν κεφαλὴν ἡ τῆς κερκίδος ἴδιος ἔχει μῦς, ὁ καθ’ ὅλης αὐτῆς ἄνωθεν ἐκτεταμένος, ἐνέργειαν ἔχων ὑπτίαν ἐργάζεσθαι τὴν χεῖρα. λοιπὸς δὲ ἄλλος μῦς ἐστι τῆς κερκίδος ἐν τοῖς ἔξω χωρίοις λοξὸς, ἐμφυόμενος αὐτοῦ τοῖς ἄνω μέρεσιν οὐχ ὥσπερ ὁ προειρημένος τῷ κάτω· καὶ διὰ τούτων ἑκάτερος αὐτῶν ἐκεῖνο τὸ μέρος κινεῖ τῆς κερκίδος, εἰς ὃ καταπέφυκεν. ἀμφοτέρων δὲ ἐνεργησάντων ὁμοῦ τὴν ὑπτίαν κατάστασιν ἡ χείρ ὅλη λαμβάνει, ἐκπέφυκε δὲ ὁ μῦς οὗτος ἔκ τε τοῦ περὶ τὸ ἄρθρον ὑμενώδους συνδέσμου καὶ τῶν ψαυόντων αὐτῆς τοῦ πήχεως περάτων, οἷς καὶ ὁ ταπεινότατος ἁπάντων τῶν ἔξω μυῶν τῶν τὸν καρπὸν κινούντων ἐπιβαίνων μετὰ τὴν πρώτην ἔκφυσιν ὅλῳ τῷ πήχει παρεμπέφυκεν. οὕτω μὲν
984
ἔχουσι θέσεώς τε καί φύσεως καὶ κινήσεως οἱ ἔξωθεν μύες τῶν δ’ ἐντὸς τοῦ πήχεως μυῶν ἑπτὰ τὸν ἀριθμὸν ὄντων δύο μὲν τὸν καρπὸν κάμπτουσι, δύο δὲ τοὺς δακτύλους, δύα δὲ ἄλλοι τὴν κερκίδα περιάγουσιν ἐπὶ τὸ πρηνές. ὁ δὲ ὑπόλοιπος εἷς ὃς καὶ πάντων ἰσχνότατός ἐστιν, ἐπιπολῆς μὲν ὑπὸ τοῦ δέρματος τέτακται, κατὰ μέσον μάλιστα τὲ κῶλον ἄνωθεν κάτω φερόμενος, ἐς τένοντα δὲ τελευτήσας ἕνα στρογγύλον, ἵνα ὅπου πρῶτον ἀποφύεται τοῦ μυὸς, ἀνωτέρου πολὺ τοῦ καρποῦ καὶ διαμένων γέ τοι οὗτος ἄχει τοῦ καρποῦ πλατύνεται τοὐντεῦθεν οὕτως, ὡς ἀποφύεσθαι παντὶ τῷ τῆς ἄκρας χειρὸς ἔσωθεν δέρματι τῷ ψιλῷ τῶν τριχῶν. οὐδὲν ἄρθρον ὁ μῦς οὗτος κινεῖ, καίτοι νομίζουσί γε οἱ ἀνατομικοὶ πάντες οἱ πρὸ ἡμῶν ἐπισπᾶσθαί τε καὶ κάμπτεσθαι πρὸς αὐτοὺς ἅπαντας τοὺς δακτύλους. τοῦτον μὲν οὖν πρῶτον ἀνατέμνειν χρὴ, διότι καὶ πρῶτος ἁπάντων ὑπὸ τῷ δέρματι τέτακται. μετὰ τοῦτον δὲ τρεῖς μύες ἐφεξῆς ἀλλήλων κεῖνται κατὰ τὸ μῆκος ἅπασαν κατειληφότες
985
τὴν ἐντὸς χώραν τοῦ πήχεως. ἔστι δὲ αὐτῶν ὁ μέσος μὲν τῇ θέσει καὶ ἀκριβῶς ὑποκείμενος τῷ προειρημένῳ μυὶ εὔῤῥωστος εἰς τοὺς τέσσαρας δακτύλους διανεμόμενος· εἷς δὲ ἑκατέρωθεν αὐτοῦ μῦς ἕτερος, ὁ μὲν εἰς τὸν καρπὸν ἐμφυόμενος, ὁ δὲ εἰς τὸ μετακάρπιον ἁπλῷ τένοντι. καὶ δὴ καὶ κάμπτουσιν οἱ δύο μύες οὗτοι τὸν καρπόν· ὁ μὲν εἰς τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν ἐμβάλλων τοῦ καρποῦ μετὰ τὸ παρεγκλίνειν ἐπὶ τὸ ὕπτιον, ὁ δὲ εἰς τὴν πρὸ τοῦ λιχανοῦ τοῦ μετακαρπίου μετὰ τῆς εἰς τὸ πρηνὲς ἐγκλίσεως, ἀμφοῖν δὲ ἐνεργούντων ἡ μέση τε καὶ ἀπαρέγκλιτος καμπὴ γίνεται τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. ἀνατμηθέντων δὲ καὶ τούτων τῶν τριῶν μυῶν ἄλλος εὑρίσκεται μῦς μέγιστος ὑποκείμενος τῷ μέσῳ κάμπτων καὶ αὐτὸς τοὺς πέντε δακτύλους. τῶν μὲν τεσσάρων τὸ πρῶτον καὶ τρίτον ἄρθρον δι’ ἑνὸς ἀμφότερα τένοντος, τοῦ δὲ μεγάλου τὸ δεύτερον καὶ τρίτον ὀστοῦν. τοῖς δὲ τούτου τοῦ μυὸς τένουσι μεγάλοις οὖσιν οἱ τοῦ προειρημένου μυὸς ἐποχοῦνται
986
καθ’ ἕκαστον δάκτυλον εἷς ἐφ’ ἑνὶ πλὴν τοῦ μεγάλου δακτύλου, καθάπερ εἴρηται. ἐπειδὰν δὲ πλησίον ἥκωσι τῶν μέσων ἀρθρώσεων ὁ μικρὸς τένων διδαχθεὶς ἐν ἑκατέρῳ μέρει περιλαβὼν τὸν ὑποκείμενον ἑαυτῷ τὸν μέγαν εἰς τὴν ἀρχὴν ἐμφύεται τοῦ μέσου τῶν κατὰ τὴν διάρθρωσιν ὀστῶν. τὸ δὲ πρῶτόν τε καὶ τρίτον ἄρθρον ὑπὸ τοῦ μείζονος κάμπτεται τένοντος, οὐ μήν γε κατὰ τὸν αὐτὸν τρόπον ἀμφότερα. τὸ μὲν γὰρ τρίτον ἄρθρον αὐτὸς ὁ τένων δι’ ἑαυτοῦ κάμπτει, τὸ δὲ πρῶτον διὰ τοῦ συνδέσμου. ὅτι μὲν οὖν πάντες στρογγύλοι τέ εἰσιν οἱ τοὺς δακτύλους κινοῦντες τένοντες, ὥσπερ νεῦρα, καλῶς εἴρηται τοῖς ἀνατομικοῖς, οὐ μὴν οὔτε τὰς ἄνωθεν ἀρχὰς ἔγραψαν ἀκριβῶς οὔτε τὸν ἀριθμὸν τῶν μυῶν, ὥστε τινὲς αὐτῶν οὐδὲ τοὺς τὴν κερκίδα κινοῦντας μῦς ἐδήλωσαν, ὥσπερ οὐδὲ Αἰλιανός. περὶ μὲν οὖν τούτων ὀλίγον ὕστερον εἰρήσεται· τῶν δὲ προειρημένων πέντε μυῶν ὁ μὲν κατὰ τὸν μικρὸν δάκτυλον κάμπτων τὸν καρπὸν ἀπὸ τοῦ ἔσωθεν ἄρχεται κονδύλου τοῦ βραχίονος συνεφαπτόμενος
987
καὶ τοῦ πήχεως. ὁ δὲ κατὰ τὸν μέγαν ἐκ τῶν ἄνω μερῶν ἄρχεται αὐτοῦ τοῦ κονδύλου, μεταξὺ δὲ ἀμφοτέρων τῶν ἀρχῶν ἡ τοῦ καθήκοντος εἰς αὐτὸ τὸ δέρμα τῆς χειρὸς μυὸς ἔκφυσις τέτακται, ὑπόκεινται δὲ οἱ δύο μύες οἱ μεγάλοι ταύτῃ τῇ ἐκφύσει, τὸ μεταξὺ τοῦ πήχεως καὶ κερκίδος ἀναπληροῦντες ἅπαν· ὁ μὲν οὖν μικρότερος αὐτῶν, ὅσπερ καὶ μέσος ἀκριβῶς τέτακται, τῆς ἐντὸς κεφαλῆς ἐκφύεται τοῦ βραχίονος ἐφαπτόμενός πως ἐνταῦθα καὶ τοῦ πήχεως. ὁ δὲ μέγιστος ὑποτέτακται τούτῳ τὴν μέσην χώραν πήχεώς τε καὶ κερκίδος ἅπασαν κατειληφὼς καὶ συμφυόμενος ἀμφοτέροις τοῖς ὀστοῖς, τῷ δὲ πήχει κατὰ τὰ πρὸς ἀγκῶνα μέρη περιφυόμενος ὡσαύτως· ἀλλὰ τοῦτο μὲν τὸ μέρος τοῦ μυὸς κατ’ εὐθὺ τῆς εἰς τὸν μικρὸν δάκτυλόν ἐστιν ἐμφύσεως. ἄλλο δὲ μέρος ἐστὶν ὃ τὴν αὐτὴν ἀρχὴν ἔχει τῷ προειρημένῳ μυὶ τῷ τοὺς τέσσαρας δακτύλους κινοῦντι. κατ’ εὐθὺ δέ ἐστι τοῦτο μάλιστα τὸ μέρος τοῦ μυὸς τοῦ λιχανοῦ δακτύλου. τὸ δὲ τρίτον αὐτοῦ τῶν μερῶν, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τὴν μεταξὺ χώραν κατείληφε κερκίδος
988
τε καὶ πήχεως. τῶν δὲ λοξῶν μυῶν τῶν τὴν κερκίδα κινούντων ὁ μὲν ἐκ τοῦ ἔσωθεν κονδύλου τοῦ βραχίονος ἐκφυόμενος συμφυὴς ὢν τῇ κεφαλῇ τοῦ κατὰ τὸν μέγαν δάκτυλον κάμπτοντος τὸν καρπὸν μυὸς ἐκ τῶν ὑψηλοτέρων μερῶν ἐκφύεται τοῦ κονδύλου. καθήκει δὲ εἰς τὸ τῆς κερκίδος ὀστοῦν σχεδόν τι μέσος ἐκτεινόμενος ὡς ἐπὶ τὰ ἄνω, περιάγει δὲ ταύτην ὡς ἐπὶ τὸ πρηνὲς, ὁ δὲ ἕτερός ἐστι μὲν ἐλάττων πολὺ τούτου καὶ τῷ μήκει βραχύτατος ὀλίγου δεῖν ἐγκαρσίαν τὴν θέσιν ἔχων, ἐν τοῖς πρὸς τὸν καρπὸν μέρεσι συνάπτων ἀμφοτέρων τῶν ὀστῶν τὰ πέρατα τοῦ τε τῆς κερκίδος καὶ τοῦ πήχεως, ἀτρέμα λοξὸς ἐγκεκλιμένος ἀπὸ τοῦ πήχεως ἐπὶ τὴν κερκίδα. ἡ δὲ ἐνέργεια καὶ τούτου τὴν κερκίδα περιάγειν εἰς τὸ πρηνές.

Περὶ τῶν τοῦ θώρακος μυῶν.

Τῶν τοῦ θώρακος μυῶν οἱ μὲν ἐν τοῖς μεσοπλευρίοις δύο καὶ εἴκοσί εἰσι τῷ μήκει τὰς ἶνας ἔμπαλιν ἔχοντες. οὐ

989
γὰρ ὥσπερ οἱ μύες ἀπὸ τῆς ῥάχεως ἄχρι τοῦ στέρνου παραίνουσιν, οὕτω καὶ αἱ ἶνες αὐτῶν, ἀλλ’ ἐκ πλευρᾶς εἰς πλευρὰν ἐμπεφύκασι λοξαὶ τῷ χ γράμματι παραπλήσιαι ἐγκαρσίαν ἀλλήλαις αἵ τε ἔξω καὶ ἐντὸς ἔχουσαι τὴν θέσιν. αἱ μὲν οὖν ἐκτὸς ἶνες ἐν τοῖς ἄνωθεν κάτω φερομένοις μέρεσι τῶν πλευρῶν διαστέλλουσι τὸν θώρακα, συστέλλουσι δὲ αἱ διὰ βάθους, ἐναντίως δ’ αὐταῖς αἱ κατὰ τὰ χονδρώδη τὰ πρὸς τῷ στέρνῳ. προστέλλουσι μὲν αἱ ἐπιπολῆς, διαστέλλουσι δὲ αἱ διὰ βάθους. ἐπὶ δὲ τῶν κατὰ τὰς νόθας πλευρὰς μυῶν ἄχρι τῆς πλευρῆς αὐτῶν ἡ αὐτὴ φύσις ἐστὶ τῶν ἰνῶν, οὐδὲ γὰρ ἔχουσιν αἵδε τινὰ καμπήν. ἑτέρα δὲ συζυγία μικρῶν μυῶν ἀνασπᾷ τὰς πρώτας πλευρὰς, ὥσπερ ἕτεραι δύο κατασπῶσι τὴν δεκάτην τε καὶ τὴν ἑνδεκάτην. ἡ γάρ τοι δωδεκάτη πλευρὰ τοῦ διαφράγματος ἔξωθέν ἐστι συμπεφυκυῖα τῷ λοξῷ κατ’ ἐπιγάστριον μυὶ τῷ μικροτέρῳ. φαίνεται δὲ ἐνίοτε καὶ περιγραφὴν ἰδίου μυὸς ἔχουσα τοῦ
990
κατασπῶντος αὐτήν· ἄλλαι δὲ τρεῖς ἐκ τραχήλου καθήκουσαι συζυγίαι μυῶν διαστέλλουσι τὸν θώρακα, μεγίστη μὲν ἡ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἐλάττων δὲ ἡ πρόσθεν αὐτῆς, ἐλαχίστη δ’ ἡ ὄπισθεν. αἱ δὲ ἄνωθεν ἀρχαὶ τῆς μὲν πρώτης λεχθείσης ὁ πρῶτος τῶν ἐν τραχήλῳ σπονδύλων ἐστί· τῆς δευτέρας δ’ ὁ δεύτερος, ἡ τρίτη δ’ ἐκ τῆς ἀκάνθης ἐκπέφυκε δι’ ὑμενώδους συνδέσμου. τοῦ τε ἡμίσεως μέρους τοῦ κάτω τῶν κατὰ τὸν τράχηλον σπονδύλων καὶ τῶν πρώτων δυοῖν τοῦ μεταφρένου. προήκει δὲ ἡ μὲν πρώτη συζυγία μέχρι καὶ τῶν νόθων πλευρῶν, ἡ δὲ δευτέρα μέχρι τῆς πέμπτης, ἡ τρίτη δὲ ἐπιπέφυκε μὲν καὶ τῇ τρίτῃ πλευρᾷ. καταπέφυκε δὲ ἰσχυρῶς ὅμως εἰς τὰς ἐφεξῆς τέσσαρας. οὗτοι πάντες οἱ μύες διαστέλλουσι τὸν θώρακα καὶ πρὸς αὐτοῖς αἱ φρένες. συστέλλουσι δὲ οἵ τε μεσοπλεύριοι ταῖς ἡμισείαις ἰσὶ καὶ οἱ τοῖς ῥαχίταις παρατεταγμένοι κατὰ τὰς ῥίζας τῶν πλευρῶν καὶ τῶν ὀρθίων κατ’ ἐπιγάστριον ἡ ἄνω μοῖρα καὶ οἱ τὰς ἐσχάτας πλευρὰς κατασπῶντες. συντελοῦσι δὲ τι πρὸς τὰς συστολὰς τοῦ θώρακος
991
ἐνίοτε καὶ οἱ κατ’ ἐπιγάστριον. ἐπιδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἅπερ εἴ τις ἀνελέξατο, γνώσεται σαφῶς ὀλίγου δεῖν ἁπάντων τῶν εἰρημένων μυῶν ἠγνοημένην τὴν ἐνέργειαν τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς.

Περὶ τῶν ῥαχιτῶν μυῶν.

Οἱ ῥαχῖται μύες ἄρχονται μὲν ἀπὸ τοῦ δευτέρου σπονδύλου τῶν κατὰ τράχηλον, ἤτοι δὲ τοσοῦτοι τὸν ἀριθμόν εἰσιν, ὅσοιπερ οἱ ἀπὸ τοῦδε σπονδύλου συμφυεῖς ἀλλήλοις ὄντες ἢ εἷς μέγιστος ἑκατέρωθεν τῆς ἀκάνθης ἐκ πολλῶν μυῶν σύνθετος. ἁπάντων δὲ αἱ ἶνες ἀτρέμα τε λοξαὶ τυγχάνουσιν οὖσαι καὶ ταθεῖσαι βραχὺ παρεγκλίνουσιν ἐφ’ ἑαυτὰς ἕκαστον τῶν συνεχόντων σπονδύλων. ὅταν δ’ ἀμφότεροι ταθῶσιν ἔκ τε τῶν δεξιῶν καὶ ἀριστερῶν ἑκάστου σπονδύλων τηνικαῦτα ὀρθὸς καὶ ἀῤῥεπὴς μένων ἀνακλᾶται πρὸς τοὐπίσω. καὶ εἰ καθ’ ὅλην τὴν ῥάχιν οὕτω γένοιτο,

992
μετὰ μὲν μετρίας τῆς τάσεως ἐκτείνεται πᾶσα, βιαιότερον δὲ ταθέντων ἀνακλᾶται πρὸς τοὐπίσω τὴν ἐναντίαν τῇ κυφώσει καλουμένην λαμβάνουσα διάθεσιν.

Περὶ τῶν καμπτόντων τὴν ῥάχιν μυῶν.

Κατὰ μὲν τὴν ἄνω μοῖραν ἅπασαν μέχρι τετάρτου, ποτὲ δὲ καὶ τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων οἱ δύο μύες, οὓς ὑποβεβλῆσθαι τῷ στομάχῳ πρόσθεν εἶπον, οἱ κάμπτοντες τὴν ῥάχιν εἰσί. κατὰ δὲ τὰ κάτω τὰ κατὰ τὴν ὀσφὺν ἡ ἔνδον πᾶσα χώρα μεγίστους ἔχει δύο μύας, οὓς ψόας ὀνομάζουσιν οἱ ἀνατομικοὶ πάντες. ἐκφύονται δὲ ἀνωτέρω τοῦ διαφράγματος οἵδε κατὰ τὸν ἑνδέκατον ἢ δέκατον ἐνίοτε τοῦ θώρακος σπόνδυλον κάμπτοντες τὸ καθ’ ἑαυτοὺς μέρος τῆς ῥάχεως, τὸ δὲ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν προειρημένων, ὅπερ ἐστὶ τοῦ θώρακος τὸ μέσον οὐδένα κέκτηται μῦν ἴδιον, ἀλλὰ τοῖς ἑκατέρωθεν μέρεσι συγκινεῖται.

993

Περὶ τῶν κατ’ ἐπιγάστριον μυῶν.

Ὀκτὼ μὲν μύες εἰσὶν οἱ κατ’ ἐπιγάστριον, ἑκατέρωθεν τέσσαρες, ἔξωθεν μὲν ἁπάντων οἱ ἀπὸ τοῦ θώρακος καταφερόμενοι λοξοὶ μέχρι τῶν τῆς ἥβης ὀστῶν μέγιστοι τῶν ἐνταῦθα μυῶν. δεύτερον δὲ ὑπ’ αὐτοὺς οἱ ἀπὸ τῶν λαγόνων ἀναφερόμενοι καὶ τρίτοι τούτοις συνάπτοντες οἱ εὐθεῖς· καὶ τέταρτοι οἱ τῷ περιτοναίῳ συμφυεῖς ἐγκάρσιοι τῇ θέσει. ἀλλ’ οἱ μὲν εὐθεῖς ὅλοι σαρκώδεις εἰσὶν ἀπὸ τοῦ στήθους ἄχρι τῶν τῆς ἥβης ὀστῶν ἐκτεταμένοι· καὶ μέρει μὲν τοῦ ὀμφαλοῦ καὶ μικρὸν ἔτι προσωτέρω παράκεινταί τε καὶ ψαύουσιν ἀλλήλων, τὸ δὲ ἀπὸ τοῦδε συμφύονται καὶ τελευτῶντες εἰς τὰ τῆς ἥβης ὀστᾶ καταφύονται. ἡ κορυφὴ δ’ αὐτῶν ὑμενώδης τένων ἐστὶν ἐπὶ τὴν ἀρχὴν τοῦ θώρακος ἀναφερόμενος· ἀλλ’ ἐπικειμένων αὐτῇ τῶν κατὰ τὸ στῆθος μυῶν ἔλαθεν εἰκότως τοὺς ἀνατομικούς. ἀρθέντων δ’ ἐκείνων ὁ ὑμενώδης τένων οὗτος ἐναργῶς φαίνεται συμπεφυκὼς ἄκρῳ τε τῷ στέρνῳ· καὶ προσέτι τοῖς πλαγίοις αὐτοῦ μέρεσιν ἅπασι. καθ’ ἃ συναρθροῦται τοῖς χονδρώδεσι μέρεσι

994
τῶν πλευρῶν ἄχρι τῆς πρώτης ἀναφερόμενος, ἐξ ἧς ἀνήρτηται. κατὰ δὲ τὴν αὐτὴν ταύτην πλευράν ἐστι καὶ ἄλλη τις σαρκώδης κεφαλὴ τοῦ προειρημένου μυὸς εἰς τὸν αὐτὸν τοῦτον ἐμβάλλουσα τένοντα. τὴν δ’ ἔκφυσιν ἐζευγμένην ἔχει τῇ καταφύσει τοῦ κατὰ τὴν κλεῖν μυὸς τοῦ μικροῦ· καὶ μέντοι καὶ κάτω πρὸς ὑποχόνδριον διάφυσις ὁρᾶται κατ’ αὐτὴν λευκανθίζουσα, μεθ’ ἣν τὸ ἄνω πᾶν ἄχρι τῆς κλειδὸς ἕτερον μῦν ἐγχωρεῖ τίθεσθαι συστέλλοντα τὰς συναρθρώσεις τῶν πλευρῶν. οἱ δὲ ἀπὸ τοῦ θώρακος πρὸς ἐπιγάστριον καταφερόμενοι δύο μύες ἄρχονται μὲν ἀπὸ τῆς ἕκτης ὡς τὸ πολὺ πλευρᾶς. ἐκφύονται δὲ κἀκ τῶν μετ’ αὐτὴν ἁπασῶν ἐκδιεστηκυιῶν ἀρχῶν μίαν καθ’ ἑκάστην πλησίον τῶν χονδροειδῶν, ἔχοντες ἀποφύσεις ἐν τοῖς κάτω μέρεσι τοῦ τε ἔμπροσθεν μυὸς τοῦ θώρακος καὶ τοῦ κατὰ τὰ σιμὰ τῆς ὠμοπλάτης. λεπτυνόμενοι δὲ τοῖς τε κενεῶσι παραφέρονται καὶ τοῖς τῶν λαγόνων ὀστοῖς ἐπιβάλλουσιν εἰς ὑμενώδεις τένοντας τελευτήσαντες. ἐμφύονται δὲ δι’ αὐτῶν
995
τοῖς τε τῆς ἥβης ὀστοῖς καὶ τοῖς βουβῶσι καὶ δὴ καὶ τέτρηνται κατὰ ταύτας καὶ διεξέρχεται διὰ τοῦ τρήματος ὅ τε καταφερόμενος εἰς ἑκάτερον ὅρον μῦς, ᾧ κρεμαστὴρ ὄνομα καὶ σὺν αὐτῷ τό τε σπερματικὸν ἀγγεῖον καὶ φλὲψ καὶ ἀρτηρία καὶ ἡ τοῦ περιτοναίου ἀπόφυσις. ὅσον δὲ πρὸς ἐπιγάστριον αὐτῶν ἀνήκει μέχρι μὲν τῶν προειρημένων μυῶν τῶν εὐθειῶν, ἀποπλύνεται κατὰ βραχύ· τοὐντεῦθεν δὲ εἰς ὑμενώδη τένοντα παυσάμενον ἐπιφύεται τοῖς μυσὶν αὐτοῖς ἔξωθεν, ὡς δοκεῖν ἐκείνων εἶναι ἴδιον σκέπασμα τοιοῦτον, οἷον τοῖς πλείστοις αὐτῶν ὑμένες εἰσίν. ἡ δὲ τρίτη συζυγία τῶν λοξῶν μυῶν ἔμπαλιν τοῖς εἰρημένοις ἔχει τὰς ἶνας ἐκ τῶν κάτω μερῶν ἀναφερομένας λοξάς. ἄρχονται μὲν οὖν ἀπὸ σαρκώδους ἐκφύσεως ἐκ τῶν κατὰ τὰς λαγόνας ὀστῶν, περιέχονται δὲ ἄχρι τῶν εὐθειῶν μυῶν, κἀνταῦθα παύονται τοῖς ἐγκαρσίοις μυσὶ κατὰ τὴν ἄνοδον ἐπιφυόμενοι καὶ τῶν νόθων πλευρῶν τοῖς τέσσαρσι, κατ’ αὐτὰς μάλιστα τὰς χονδρώδεις ἀποφύσεις. ἐπιβάλλει δέ τις
996
καὶ τούτων τῶν μυῶν ὑμενώδης ἀπόφυσις λεπτὴ τοῖς εὐθέσι μυσὶ τοῖς κατ’ ἐπιγάστριον ὑποβεβλημένη τῇ τῶν ἔξωθεν κατιόντων λοξῶν τῶν μεγίστων. ἡ κάτω δὲ αὐτῶν ἀπονεύρωσις ἑνουμένη τῷ τῶν ὑποκειμένων ἐγκαρσίων εἰς τὰ τῆς ἥβης ὀστᾶ καταφύεται, κατὰ τὰ ἔνδον ἤδη πως αὐτῶν μέρη μᾶλλον ὁμοίως τῷ τῶν προειρημένων διατετρημένη. ἔσωθεν δὲ τῶν εἰρημένων οἱ ἐγκάρσιοι μύες εἰσὶν, ἡ λοιπὴ δὲ καὶ τετάρτη συζυγία τῶν ἐπιγαστρίων μυῶν ἀπό τε τῶν κατὰ τὰς νόθους πλευρὰς περάτων ἐκφυόμενοι κατὰ τὰ ἔνδον αὐτῶν μέρη καὶ προσέτι τῆς πλαγίας ἀποφύσεως τῶν ἐν ὀσφύϊ σπονδύλων· εἶθ’ ἑξῆς ὑμενώδει συνδέσμῳ συναπτόμενοι πρὸς τὴν εὐθεῖαν ῥάχιν τοῦ τῆς λαγόνος ὀστοῦ τελευτῶσιν εἰς ἐγκαρσίαν ἀπονεύρωσιν ὑμενώδη τε καὶ λεπτὴν ἐπιπεφυκυῖαν τῷ περιτοναίῳ, καὶ λανθάνει γε τοὺς πλείστους τῶν ἰατρῶν τὸ σύνθετον ἐξ αὐτῶν καὶ τοῦ περιτοναίου περιτόναιον εἷται νομίζοντας. ἀμέλει κἀν ταῖς καλουμέναις γαστροῤῥαφίαις, ὥσπερ ὑμένα διαῤῥάπτουσιν αὐτὸν καὶ γράφοντες ἐν
997
τοῖς ὑπομνήμασιν ὅπως χρὴ ποιεῖσθαι γαστροῤῥαφίαν, ὡς περὶ ὑμένος διαλέγονται. καταλείπει μέντοι τὸ περιτόναιον ἐν τοῖς κάτω μέρεσιν ἡ ἀπονεύρωσις αὕτη· καὶ φαίνεται μὲν ἐκεῖνο μόνον γυμνόν. ἡ δ’ ἀπονεύρωσις ἐκ τῶν ἔξω μερῶν περιβαίνουσα τοὺς εὐθεῖς καὶ σαρκώδεις μῦς ἑνωθεῖσα τῇ τῶν ὑπερκειμένων μυῶν τελευτῇ τοῖς τῆς ἥβης ὀστοῖς ἐμφύεται. τούτων δὲ τῶν ὀκτὼ μυῶν ἡ χρεία τε ἅμα καὶ ἡ κίνησις εἴρηται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων, εἰρήσεται δὲ καὶ νῦν. τό τε κεφάλαιον ἑκάστης αὐτῶν, εἴς τε τὰς ἐκφύσεις καὶ τὰς καλουμένας καταλήψεις τοῦ πνεύματος καὶ τὰς μεγάλας τε καὶ ὀξείας φωνὰς ἐμέτους τε καὶ διαχωρήσεις γαστρός εἰσι χρήσιμοι. συντελεῖ δ’ αὐτῶν ἡ κάτω μοῖρα καὶ μάλιστα τῶν ἐπιβεβλημένων τῇ κύστει τῇ κατὰ τὴν οὔρησιν ἐνεργείᾳ προστέλλοντες εἴσω τὸ ὑπογάστριον.

Περὶ τῶν ἐπὶ τοὺς ὄρχεις καταφερομένων μυῶν.

Δύο πρὸς ἑκάτερον ὄρχιν ἀφικνοῦνται μύες ἰσχνοὶ, ἐκφύεται δὲ ὁ μὲν ἐκ τῆς ἥβης, ὁ δὲ ἐκ τοῦ τῆς λαγόνος

998
ὀστοῦ δι’ ὑμενώδους συνδέσμου λεπτοῦ. καταφέρονται δὲ ἐντεῦθεν ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν διὰ τοῦ καθήκοντος ἐπὶ τὸν ὄρχιν πόρου, κἄπειτα πλατυνόμενοι περιλαμβάνουσι τὸν ἐρυθροειδῆ. τὸ δὲ ἔργον αὐτῶν ἀνατείνειν τὸν ὄρχιν. ὅθεν ἔνιοι κρεμαστῆρας αὐτοὺς ὀνομάζουσι.

Περὶ τοῦ κατὰ τὸν τράχηλον τῆς κύστεως μυός.

Σαρκώδης μῦς ἐν κύκλῳ περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως. τὸ πλεῖστον δὲ αὐτοῦ μέρος ὑποβέβληται κάτωθεν. οὗτος ὁ μῦς κλείει τὸ στόμα τῆς κύστεως ὑπὲρ τοῦ μηδὲν ἐκρεῖν ἀκουσίως, συναπωθεῖ δὲ καὶ τὸ δι’ αὐτοῦ φερόμενον οὖρον.

Περὶ τῶν τοῦ αἰδοίου.

Δύο μὲν ἔχει πάνυ λοξοὺς καὶ μικροὺς μῦς τὸ αἰδοῖον εἰς τὴν ἔκφυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δὲ ἄλλους συμφυεῖς ἢ ἕνα διφυῆ σαρκώδη, κατώθεν μὲν ὑποκειμένους αὐτῷ

999
μᾶλλον οὐ μὴν ἀλλὰ καὶ περιλαμβάνοντας ἐν κύκλῳ. τούτων μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαὶ, τῶν δ’ ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ ὀνομαζόμενα, δύνανται δὲ ἅπαντες οἱ προειρημένοι τέσσαρες μύες, τό τ’ ἀῤῥεπὲς ἐν ταῖς ἐκτάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν τῷ διασείειν τε καὶ ἀνασείειν αὐτοῦ κινήσεις.

Περὶ τῶν κατὰ τὴν ἕδραν.

Αὐτὸ μὲν τὸ ἐξωτάτω πέρας τῆς κεφαλῆς συγκεκραμένον ἔχει τῷ δέρματι μῦν, ὡς ἤτοι γε δερματώδη μῦν εἰπεῖν ἢ σαρκῶδες δέρμα καὶ μάλιστα τοῦθ’ εὑρεῖν ἐστιν ἐν τοῖς πρόσω μέρεσιν. ἄλλος δὲ μῦς ἀκριβῶς στρογγύλος, ἐγκάρσιος περιβέβληται τῇ ἕδρᾳ κλείων αὐτὴν ἀκριβῶς καὶ ἰσχυρῶς εἰ ταθείη. κατὰ μὲν τὸ σῶμα μέσον ἑαυτοῦ ψαύων τοῦ καλουμένου κοκκύδος, ἑκατέρωθεν δὲ εἰς τὴν ἔκφυσιν τοῦ αἰδοίου τελευτῶν, λοιποὶ δὲ δύο μύες ὑμενώδεις ὄντες ἐκφύονται μὲν ἐκ τῶν ἔνδον μερῶν τῶν τε τῆς ἥβης ὀστῶν

1000
καὶ τοῦ καλουμένου πλατέος ὀστοῦ. καταφύονται δ’ ἑκατέρωθεν εἷς λοξοὶ τείνοντες ἄνω τὴν ἕδραν, εὐθὺς δὲ καὶ τὴν ἔκφυσιν τοῦ αἰδοίου συνανασπῶσιν οἱ αὐτοὶ μύες.

Περὶ τῶν τὴν κατὰ τὸ ἰσχίον διάρθρωσιν κινούντων μυῶν.

Δέκα μένουσι μύες οἱ τὴν κατ’ ἰσχίον διάρθρωσιν κινοῦντες, ἐσφάλησαν δὲ οὐ μικρὰ περὶ αὐτοὺς οἵ τε ἄλλοι τῶν ἀνατομικῶν ἀνδρῶν καὶ ὁ τοῦ Κοΐντου μαθητὴς Λύκος πέντε νομίζων ὑπάρχειν αὐτούς· ἔσωθεν μὲν τρεῖς, ἔξωθεν δὲ δύο, τῶν δ’ ἄλλων πέντε παρέλιπε μὲν τρεῖς, ὑπήλλαξε δὲ δύο, τήν τε ἐνέργειαν ἀγνοήσας αὐτῶν καὶ τῇ θέσει μόνῃ προσέχων· ἅμα γὰρ τοῖς ἄλλοις ἅπασι τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν ἐπίκεινται τῷ μηρῷ. ἔχει δ’ οὐχ ὡς ὁ Λύκος οἴεται τἀληθὲς, ἀλλ’ ὡς ἡμεῖς ἐροῦμεν. ὁ μὲν ἕτερος αὐτῶν, ὅσπερ καὶ μέγιστός ἐστιν ἁπάντων τῶν ἐντεῦθεν μυῶν, εἴσω τε καὶ ὀπίσω προσάγει τὸν μηρὸν, ὁ

1001
δ’ ἕτερος εἴσω μέν τι βραχὺ καὶ τὴν κνήμην κινεῖ. τὸ πλεῖστον δὲ σύμπαντα τὸν μηρὸν, ὥστε λοιποὺς εἶναι τοὺς μόνην κινοῦντας τὴν κνήμην ὀκτώ. εἰ δέ τις βούλεται σαφῶς θεάσασθαι τοὺς τὴν κατ’ ἰσχίον διάρθρωσιν κινοῦντας μῦς, ἀφελεῖν χρὴ προτέρους τοὺς περὶ τὸν μηρὸν ἅπαντας, ὑφ’ ὧν ἡ κνήμη κινεῖται. ἐπεὶ δὲ ἡ τάξις τῆς θέσεως ἐπὶ τοὺς κατ’ ἰσχίον ἡμᾶς ἄγει προτέρους, ἐντεῦθεν ἄρξομαι τοῦ λόγου. τῆς ψόας οὐ μικροῦ τινος οὔσης μυὸς, ἀρχομένης δὲ ἀπὸ τῆς ἑνδεκάτης τοῦ θώρακος πλευρᾶς, ἡ μὲν ἔνδον μοῖρα δι’ εὐρώστου συνδέσμου καταφύεται τῷ κατ’ ἰσχίον ἔσωθεν μέρει, καθ’ ὃν μάλιστα τόπον ἄρχεται μὲν τὸ καλούμενον ἥβης ὀστοῦν, παύεται δὲ τὸ τῆς λαγόνος, ἡ δ’ ἔξωθεν εἰς τὴν ἀρχὴν καταφύεται τοῦ τῆς λαγόνος ὀστοῦ, τὸ δὲ ὑπόλοιπον ἅπαν τῆς ψόας τοῖς ἔνδον μέρεσι τοῦ τῆς λαγόνος ὀστοῦ παραφερόμενον ἄρχεταί τινα καὶ ἐξ ἐκείνου συχνὴν ἔμφυσιν σαρκώδη· κἄπειτα ἄμφω μία γενομένη δι’ εὐρώστου τένοντος ἀτρέμα πλατέως ἐμφύεται τῷ μικρῷ τοῦ μηροῦ τροχαντῆρι τὸ περιφερὲς ἅπαν αὐτοῦ κατειληφώς.
1002
οὗτος ὁ μῦς κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς μᾶλλον ἐπιστρέφει τὸν ὅλον μηρὸν τῷ προειρημένῳ τροχαντηρίῳ τῷ μικρῷ καὶ ἕτερός τις ἐμφύεται μῦς μικρὸς ἀπὸ τῆς βάσεως ἀρχόμενος τοῦ κατ’ ἰσχίον ὀστοῦ παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον τῆς πυγῆς τοῦ πιθήκου, πελιδνὸς τὴν χρόαν. ὁ τένων δ’ αὐτοῦ παραπλήσιος ὑπάρχων τοῖς προειρημένοις τὸ κάτω μέρος ἅπαν κατείληφε τοῦ μικροῦ τροχαντῆρος ἐπιλαμβάνων τι καὶ τῶν ἔνδον αὐτοῦ. ταπεινῆς προσαγωγῆς ὁ μῦς οὗτός ἐστιν αἴτιος οὐ δυνάμενος ὀφθῆναι πρὶν ἀφαιρεθῆναι τὸν μέγιστον τῶν κατὰ τὸν μηρὸν μυῶν, ὅστις ἐπίκειται μὲν ἅπαντι τῷ τῆς ἥβης ὀστῷ συνεπιλαμβάνων τι καὶ τῶν ἰσχίων ἐκ πλαγίων τε ἅμα καὶ κάτωθεν ἄχρι τοῦ ψιλοῦ καὶ ἀσάρκου. καταφύεται δὲ εἰς ὅλον κύκλῳ τὸν μηρὸν σαρκώδεσι λαβαῖς ἀντεχόμενος αὐτοῦ. ταῖς μὲν ἐκ τῶν κάτω μερῶν τῶν παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον ἐκφυομέναις ἰσὶν, αἷς ἐγγὺς τῆς κατὰ γόνυ διαρθρώσεως ἐξικνεῖται, πρὸς τοὐπίσω μᾶλλον ἀπάγων τὸν μηρὸν ἅμα τῷ
1003
προσάγειν ἀτρέμα πρὸς τὸν ἕτερον μηρόν· ταῖς δὲ ὑψηλοτέραις τούτων προσάγων μόνον, ταῖς δὲ ὑψηλοτάταις ἄνωθεν μὲν ἀρχομέναις, εἰς δὲ τὰ πρῶτα μέρη τοῦ μηροῦ καταφυομέναις προσάγων τε ἅμα καὶ ἀνατείνων αὐτόν. ἀνατεινομένου δὲ τούτου τοῦ μυὸς ὁ προειρημένος ὁ πελιδνὸς ἐναργῶς φαίνεται· καί τινες ἕτεραι περιγραφαὶ μυῶν οὐκ ἐναργεῖς, ἐνίοτε μὲν δυοῖν, ἐνίοτε δὲ τριῶν οὓς ἄν τις ἐν τοῖς μυσὶν ἀριθμῇ, πλείονας ἐρεῖ τῶν δέκα τοὺς κινοῦντας εἶναι τὴν κατ’ ἰσχίον διάρθρωσιν. ἐκ δὲ τῶν ὀπίσω μερῶν τῶν κατὰ τὴν πυγὴν πρῶτος μέν ἐστιν ὁ ἐπιπολῆς μῦς ἀνάλογον ἔχων τῷ τὴν ἐπωμίδα κατειληφότι κατά τε τὴν θέσιν καὶ τὴν χρείαν. ἐκτείνει γὰρ ἀκριβῶς τὸν μηρὸν ἐπισπώμενος εἰς τοὐπίσω. τῶν δὲ ἄνωθεν ἐκφύσεων αὐτοῦ δύο μέν εἰσι σαρκώδεις, ὑμενώδης δὲ μία. τῶν σαρκωδῶν δὲ ἡ μὲν μείζων ἄρχεται ἐκ τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ, ἡ δὲ ἐλάττων ἐκ δυοῖν ὀστοῖν ἰσχίου τε καὶ τοῦ καλουμένου κόκκυγος, τὸ μέσον δὲ τούτων ὑψηλὸν ὑμενώδεις ἅπαντες. οὗτος ὁ μῦς περιλαμβάνει τὸ ὀπίσθιον
1004
τῆς κεφαλῆς τοῦ μηροῦ καὶ βραχύ τι προελθὼν ἀπ’ αὐτῆς εἰς τένοντα πλατὺν τελευτήσας κατάντη φύεται τοῖς ὀπισθίοις μέρεσι τοῦ μηροῦ. παρακείμενος ἀκριβῶς ἐνταῦθα καὶ συμφυόμενος τῇ ἐκφύσει τοῦ πλατεῖάν τε καὶ σαρκώδη τὴν ἀπονεύρωσιν ἔχοντος μυὸς, ὃς εἰς τὰ τῆς κνήμης ἔξω καταφυόμενος μέρη τὴν κατὰ γόνυ διάρθρωσιν ἐπιστρέφει πρὸς τοὐκτός. οὐδὲ ἐστιν ἀκριβῶς θεάσασθαι τὴν προειρημένην τοῦ κατ’ ἰσχίον μυὸς ἔμφυσιν, εἰ μὴ τοῦτόν τις τὸν μῦν ἀνατέμῃ πρότερον. ἔστι δὲ αὐτοῦ καὶ ἑτέρα τις ἀπόφυσις σαρκώδης ἐπὶ τὸν μηρὸν καθήκουσα μεταξὺ τῶν δύο τῶν προσθίων μυῶν, ἐπιφυομένη τέ πως αὐτοῖς καὶ ὑμενώδους τένοντος ἐκπεφυκότος ἐξ ἁπάντων τῶν κάτω μερῶν αὐτοῦ περιλαμβάνουσα τοὺς προσθίους μῦς ἄχρι τοῦ γόνατος. δεύτερος δὲ ὑπὸ τῷ προειρημένῳ μυὶ τῆς ἐπιπολῆς, ἕτερός ἐστι μῦς ἱκανῶς παχὺς καὶ σαρκώδης ἐξ ἁπάντων σχεδόν τι τῶν ἔξωθεν μερῶν ἐκφυόμενος τοῦ τῆς ἥβης καὶ λαγόνος ὀστοῦ. συνεπιφυόμενος δὲ καὶ τῷ τῶν κάτω τοῦ
1005
πλατέος ὀστοῦ μερῶν μυὶ μέχρι τοῦ κόκκυγος. κατὰ μὲν τὸ τῆς λαγόνος ὀστοῦν ὑπόκειται τῷ προειρημένῳ μυὶ, τὸ δὲ ἄνω μέρος αὐτοῦ τὸ πρὸς τὴν ὀσφὺν ἀνατεινόμενον ὑπὸ τῷ δέρματι τέτακται, περιπεφυκυίας αὐτῷ τῆς λεχθείσης ὑμενώδους ἀρχῆς ἐκείνου τοῦ μυός. οὗτος ὁ μῦς εἰς τένοντα πλατὺν εὔρωστον τελευτῶν ἐμφύεται τῇ κορυφῇ πάσῃ τοῦ μεγάλου τροχαντῆρος, ἐκτείνων τε ἅμα τὸν ὅλον μηρὸν καὶ πρὸς τὴν ἐκτὸς χώραν ἐπισπώμενος αὐτοῦ τὴν κεφαλήν. ὑποφύεται δὲ αὐτῷ μῦς ἕτερος πελιδνὸς τὴν χρόαν ἐκ μὲν τῶν ἔνδον μερῶν ἐκφυόμενος τοῦ πλατέος ὀστοῦ, τὴν δὲ ἀπονεύρωσιν συμφυῆ ποιούμενος τῇ προειρημένῃ τοῦ μεγάλου μυὸς ἀπονευρώσει. ἀλλ’ ἐκείνη μὲν ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς ὑπερβαίνει τοῦ τροχαντῆρος. αὕτη δὲ ἐκ τῶν ὄπισθεν ἐκείνης ἐστὶν ἄχρι τε τῆς κορυφῆς ἀνιοῦσα τοῦ τροχαντῆρος καὶ συνεπιλαμβάνουσά τι καὶ τῆς ἔνδον χώρας. οὗτος ὁ μῦς ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπισπᾶται τὴν κεφαλὴν τοῦ μηροῦ· καὶ ἄλλος δέ τις μῦς μικρὸς καὶ
1006
παχὺς ἐκ τῶν ἔξω τε καὶ κάτω μερῶν τοῦ τῆς λαγόνος ὀστοῦ καὶ τοῦ κατ’ ἰσχίον τὴν ἔκφυσιν ποιησάμενος ὑποφύεται τῷ προειρημένῳ μεγάλῳ μυὶ τελευτῶν καὶ αὐτὸς εἰς εὔρωστον τένοντα πλατὺν ἐμφυόμενος τοῖς ἐντὸς μέρεσι τῆς πρώτης ἐκφύσεως τοῦ μεγάλου τροχαντῆρος ἄχρι τοῦ γλουτοῦ. οὗτος ὁ μῦς ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφει τοῦ μηροῦ τὴν κεφαλὴν, ὑπόλοιποι δὲ δύο μύες εἰσὶ τῶν κινούντων τὸν μηρὸν εἰς τὴν ὀπισθίαν ἐμφυόμενοι κοιλότητα τοῦ μεγάλου τροχαντῆρος ἰσχυροῖς τένουσιν ἀτρέμα πλατέσιν. ἐκφύονται δὲ ἐκ τῶν τῆς ἥβης ὀστῶν ὅλων ὁ μὲν ἔσωθεν, ὁ δὲ ἔξωθεν καὶ ἔστιν ἡ τοῦ ἔσωθεν τροχαντῆρος κατάφυσις ὑψηλοτέρα, συνεχὴς δ’ ἐστὶ καὶ ἡ ἔξωθεν. οὗτοι οἱ μύες καὶ τὸ φυσικὸν τρῆμα κατειλήφασι τοῦ τῆς ἥβης ὀστοῦ τὸ μέσον ἔχοντες ἑαυτῶν ὑμενώδη σύνδεσμον. ὀπίσω δὲ εἰς ταὐτὸν ἀλλήλοις ἥκουσι παραφυόμενοι τῷ κατ’ ἰσχίον ὀστῷ σαρκώδεσι λαβαῖς. ἔργον τούτων τῶν μυῶν ἐστι περιστρέφειν τὴν κεφαλὴν τοῦ μηροῦ ἔσω μὲν ἅμα καὶ πρόσω
1007
τοῦ πρώτου μυὸς, ἔξω δὲ ἅμα καὶ ὀπίσω τοῦ λοιποῦ. δέκατος δὲ ἐπὶ τοῖς εἰρημένοις ἐστὶ μῦς ἐκ τῶν ἔνδον μερῶν τοῦ μηροῦ κείμενος, ὃν ἴσως μέν τις καὶ τὴν κνήμην φήσει κινεῖν, ἐναργέστατα μὲν ὅλον εἴσω προσάγει τὸν μηρόν. ὀλίγον δ’ ὕστερον ὁποῖός τίς ἐστι διηγήσομαι, μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται.

Περὶ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν.

Ἐννέα μύες εἰσὶν οἱ τὴν κατὰ γόνυ κινοῦντες διάρθρωσιν, οὐχ ὡς ὁ Λύκος οἴεται δέκα σὺν πολλοῖς καὶ ἄλλοις ἀνατομικοῖς ἀνδράσιν, ἀγνοῶν ἕνα μῦν ὅλον, ὑπὲρ οὗ τελευταῖον ποιήσομαι τὸν λόγον, ἐξαπατώμενος ὑπό τε τοῦ καθήκοντος εἰς τὸν ἐντὸς τοῦ γόνατος κόνδυλον τοῦ μηροῦ· καὶ προσέτι τοῦ μεγίστου τοῦ κατ’ αὐτὸν μυὸς τοῦ τὴν ἔνδον ἅπασαν αὐτοῦ χώραν κατειληφότος, ἐπιλαμβάνοντος δὲ καὶ τῆς ὄπισθεν οὐκ ὀλίγον. ἀλλ’ οὗτός γε οὐ μόνον οὐκ ἐμφύεται τῷ τῆς κνήμης ὀστῷ, δέον ἐμφύεσθαί γε πάντως

1008
εἴπερ κινήσειν αὐτὴν ἔμελλεν, ἀλλ’ οὐδὲ τοῖς κατὰ τὴν διάρθρωσιν συνδέσμοις, ὡς ἔνιοι τῶν ἀμυδράν τινα κίνησιν ἐργαζομένων μυῶν. αἱ μὲν γὰρ σφοδραὶ κινήσεις πᾶσαι ὑπερβαινόντων τε τὰς διαρθρώσεις ἐμφυομένων τε τοῖς ἐφεξῆς βόλοις ἀποτελοῦνται. μικρὸν δέ τι συνεπιλαμβάνουσιν αὐταῖς αἱ τῶν εἰς τοὺς συνδέσμους ἐμβαλλόντων, ἀλλ’ ὅ γε μέγιστος τῶν κατὰ τὸν μηρὸν μυῶν οὐκ ἐμφύεται τῇ κατ’ ἄρνυ διαρθρώσει, καίτοι πλησίον ἀφικνούμενος αὐτῆς. εἰ δέ τις αὐτῶν ἐφάπτεσθαί πως λέγει τῶν συνδέσμων τῆς διαρθρώσεως, οὐδ’ οὕτω δίκαιον ἦν ἐκείνης μόνης ἴδιον ὑπολαμβάνειν τὸν μῦν τοῦτον. ἀλλ’ εἴπερ ἄρα κοινὸν ἀμφοτέρων τῆς θ’ ὑπερκειμένης τῆς κατ’ ἰσχίον καὶ τῆς νῦν ἡμῖν προκειμένης. τὴν μὲν γὰρ κατ’ ἰσχίον ἐναργῶς καὶ σφοδρῶς κινεῖ, ὡς ἂν τὴν ἔκφυσιν ἐξ ὅλου τοῦ τῆς ἥβης ὀστοῦ πεποιημένος καὶ τὴν κατάφυσιν εἰς ὅλον τὸν μηρόν. ἡ δὲ κατὰ γόνυ κίνησις εἴπερ καὶ ἦν, ἀμυδρά τις ἂν ἦν παντάπασιν, ὡς ἂν ὑπ’ ἐλαχίστων λαβῶν ἐπιτελουμένη. Περὶ
1009
μὲν δὴ τοῦ μεγίστου τῶν κατὰ τὸν μηρὸν μυῶν ἱκανὰ καὶ ταῦτα. τῶν δ’ ἄλλων πρῶτος ἐπιπολῆς ἐστιν ὁ στενότατός τε καὶ μακρότατος τὴν μὲν ἄνωθεν ἔμφυσιν ἐκ μέσης τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ πεποιημένος. διὰ δὲ τῶν ἔνδον τοῦ μηροῦ φερόμενος ἐπὶ τὸ γόνυ, κἀνταῦθα καταφυόμενος εἰς τὸ καλούμενον ἀντικνήμιον οὐ μετὰ πολὺ τῆς διαρθρώσεως. οὗτος μὲν οὖν κάμπτει τε ἅμα πρὸς τοὐκτὸς τὴν κνήμην καὶ ἀνατείνει πως ὑψηλὴν καὶ εἰς τοῦτ’ ἄγει τὸ σχῆμα τὸ σκέλος σύμπαν, ἐν οἵῳ μάλιστα καθίσταται μαλαττόντων ἡμῶν αὐτὸ καθ’ ἑτέρου. ὁ δ’ ἐφεξῆς τούτῳ τὴν ἔμφυσιν ἔχων εἰς τὸ τῆς κνήμης ὀστοῦν οὐ διὰ σαρκώδους πέρατος ὡς τὸ πρότερον, ἀλλὰ διὰ τένοντος ἠρέμα πλατέος. ἄρχεται μὲν ἐκ τῶν τῆς ἥβης ὀστῶν, καταφύεται δὲ εἰς αὐτὸ μάλιστα τὸ ἀντικνήμιον, ἔσω καὶ αὐτὸς ἐπιστρέφων τὴν κνήμην μετὰ τῆς ἐπὶ τὸ ὄρθιον ἀνατάσεως. ὁ δ’ ὡς τὸ πολὺ μὲν ἐκ τῶν ἔνδον μερῶν, ἐνίοτε δὲ βραχὺ τοῦ προειρημένου κατωτέρω, συνεχὴς αὐτῷ μῦς
1010
ὁμοίως τένοντι καταφυόμενος εἰς τὸ ἀντικνήμιον κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφει τὴν κνήμην λοξὴν, ὥσπερ καὶ αὐτὸς κεῖται λοξός· ἐκφυόμενος γὰρ ἐκ τῶν κάτω τε καὶ ἔξω μερῶν τοῦ κατ’ ἰσχίον ὀστοῦ, κἄπειτα διὰ τῶν ὀπίσω μερῶν τοῦ μηροῦ παρενεχθεὶς λοξός· εἶθ’ οὕτως εἰς τὴν διάρθρωσιν ὅλην ὑπερβὰς τὴν κατὰ γόνυ, μετὰ ταῦτα ἐπιστρέφεται πρὸς τοὐκτὸς ἐμφύεταί τε λοξὸς ἐπὶ τὸ τῆς κνήμης ἄσαρκον ὃ δὴ ἀντικνήμιον ὀνομάζεται. τούτῳ τῷ μυὶ συνεχῆ τὴν ἔκφυσιν ἔχοντες ἄλλοι τρεῖς εἰσι μύες· ὁ μὲν ἐκ τῶν ἕξω μερῶν σκέλους εὔρωστος ἱκανῶς, ὅστις καὶ διὰ τῶν ἐκτὸς τοῦ μηροῦ ἔξωθεν καταφερόμενος ἐμφύεται μετὰ τὸ γόνυ τοῖς ἔξω μέρεσι τῆς κνήμης, ἰσχνῷ καὶ πλατεῖ πέρατι σαρκώδει πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν, οἱ δὲ λοιποὶ δύο τὴν μὲν ἄνωθεν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν ἔχουσι τῶν προειρημένων δυοῖν ἐφεξῆς, ὡς εἶναι τὰς τέσσαρας ἐκφύσεις ἀλλήλαις ὁμιλούσας ἐκ τῶν ἐμπροσθίων μερῶν τῆς βάσεως ἐμφυομένας τοῦ κατ’ ἰσχίον ὀστοῦ. καθήκουσι
1011
δὲ ὁ μὲν ἐφεξῆς τῶν προειρημένων δυοῖν, ὅσπερ καὶ τὴν χρόαν εὑρίσκεται τοὐπίπαν πελιδνὸς εἰς τὸ τῆς κνήμης ἔνδον οὐ πολὺ τῆς διαρθρώσεως κάμπτων τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν διὰ τένοντος ἡρέμα στρογγύλου, ὁ δ’ οὖ πάλιν ἐφεξῆς τῶνδε τοῖς ἔνδον μέρεσι τοῦ μηροῦ τοῖς πρὸ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμφύεται μέχρι τοῦ κονδύλου τοῦ ἐκτὸς, ὅθεν καὶ ὁ ἕτερος τῶν κατὰ τὴν γαστροκνημίαν ἐκπέφυκε μυῶν, ᾧ καὶ αὐτῷ συνεπιφυόμενος ὁ προκείμενος ἐν τῷ λόγῳ μῦς συνεπισπᾶται δι’ ἐκείνου βραχύ τι τὴν κνήμην ἐπὶ τὰ ἔνδον μέρη καὶ μάλιστα ὅταν κατεσκληρυμένοι τυγχάνουσιν ὄντες. οὗτος ὁ μῦς ἔσω τε ἅμα καὶ ἐπ’ ὀλίγον ὀπίσω τὸν μηρὸν ἄγει. δέκατον αὐτὸν ὠνόμασα τῶν κινούντων τὸ κατ’ ἰσχίον ἄρθρον. ἀνεβαλλόμην δὲ τὴν διδασκαλίαν ποιήσασθαι τῆς ὅλης φύσεως αὐτοῦ μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται, ὑπὲρ οὗ πρόσθεν αὐτάρκως. διῆλθεν. οἱ δὲ ὑπόλοιποι τρεῖς μύες τῶν κατὰ τὸν μηρὸν οἱ πρόσθιοι τὴν κατὰ γόνυ διάρθρωσιν ἐκτείνουσιν· οἱ μὲν ἐπιπολῆς
1012
εὔρωστοι δύο τελευτῶσιν εἰς ἰσχυρὸν τένοντα πλατὺν, ὃς ἐμφυόμενός τε καὶ περιφυόμενος ἅπαντι τῷ τῆς ἐπιγονατίδος ὀστῷ προέρχεται μέχρι τῆς κνήμης ἐμφυόμενος αὐτοῖς τοῖς προσθίοις. ὁ δ’ ὑπὸ τούτοις κατακεκρυμμένος εἴς τε τὴν ἀρχὴν ἐμφύεται τῆς ἐπιγονατίδος καὶ τοῖς περὶ τὴν διάρθρωσιν ἐπιφύεται συνδέσμοις. οὐ νευρώδης ὥσπερ οἱ προειρημένοι τὸ πέρας, ἀλλὰ κατὰ μὲν τὰ πρόσθια, σαρκώδης δὲ κατὰ τὰ ἔνδον ποιούμενος· καὶ γὰρ διπλοῖς σαφῶς ἐστι καὶ ἔγωγε αὐτὸν οὐχ ἕνα μῦν, ἀλλὰ δύο μᾶλλον ἐτιθέμην. εἰ μὴ τὸ διαφέρεσθαι ταῖς τῶν πρεσβυτέρων διδασκαλίαις ἐφυλαττόμην, ἔνθα μὴ μέγα τι τὸ ἀναγκάζον ἐστίν. αἱ δ’ ἀρχαὶ τῶν προσθίων μυῶν τούτων τέσσαρές εἰσι τὸν ἀριθμόν· ἡ μέν τις ἐκ τῆς ἀνάντου ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ τὴν ἔκφυσιν ἔχουσα κατωτέρω τοῦ πρώτου πάντων λεχθέντος τοῦ στενοῦ, ἡ δέ τις ἀπὸ τῶν ἔξω μερῶν τοῦ μηροῦ κατ’ αὐτὸν μάλιστα τὸν γλουτόν. αὕτη μὲν οὖν ἡ κεφαλὴ τὸν μέγιστον τῶν προσθίων ἀπογεννᾷ μυῶν, ἅπασαν τὴν ἐκτὸς χώραν κατειληφότα τοῦ μηροῦ. ἡ
1013
προειρημένη δὲ τὸν τῶν ἄλλων μὲν μείζονα, τούτου δὲ ἥττονά πως τὸ μέγεθος ἅπασαν καὶ τοῦτον κατειληφότα τὴν προσθίαν χώραν τοῦ μηροῦ καί τι καὶ τῆς ἔνδον. ἔρχονται δὲ εἰς ταὐτὸν ἀλλήλοις οἱ δύο μύες οὗτοι καὶ μίαν ἀπονεύρωσιν ἐργάζονται. καθήκουσι δὲ, ὡς εἴρηται, πρόσθεν εἰς τὸ τῆς ἐπιγονατίδος ὀστοῦν, ὁ δ’ ὑποκείμενος αὐτοῖς μῦς διπλοῦς ὁ περιφυόμενος τῷ μηρῷ τὴν μὲν ἑτέραν τῶν κεφαλῶν ἁπτομένην ἔχει τῆς τε πρώτης ἐκφύσεως τοῦ μεγάλου τροχαντῆρος καὶ τοῦ κατὰ τὴν κεφαλὴν αὐχένος τοῦ μηροῦ, τὴν δ’ ἑτέραν ἐκ τῶν ταύτης κάτω μερῶν ἐκ τῆς προσθίου χώρας ἐκφυομένην τῶν μηρῶν, καθήκει δ’ αὐτὴ μὲν ἀκριβῶς εὐθεῖα διὰ τῶν προσθίων τοῦ μηροῦ μέχρι τῆς ἐπιγονατίδος ὅλη σαρκώδης μὲν οὖσα· ἡ δὲ ἑτέρα ἡ ἄνωθεν ἀρχομένη τὸ πέρας ὑμενῶδες ἐργασαμένη κατὰ τὴν ἐντὸς κεφαλὴν τοῦ μηροῦ τελευτᾷ. διὸ καὶ πολὺ μᾶλλον ἂν οὗτοι δύο μύες ὀνομάζονται ἢ οἱ τὸν ἕνα τένοντα γεννῶντες. οὗτοι μὲν οὖν ἅπαντες οἱ εἰρημένοι μύες ἄνωθεν καταφερόμενοι διὰ τοῦ μηροῦ καὶ τὴν κατὰ γόνυ διάρθρωσιν
1014
κινοῦντες. ὡς μὲν ἐγώ φημι, δικαιότερον ἂν ἐννέα ῥηθεῖεν, ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ μικροῖς διαφέρεσθαι πρὸς τοὺς πρεσβυτέρους ἡμῶν ἀνατομικοὺς, ὀκτώ. μικρὸς δέ τις ἄλλος μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει κατ’ αὐτὴν τὴν ἰγνύαν σύνδεσμον ἔχων τὴν κεφαλὴν ἰσχυρὰν καὶ στρογγύλον ἐκπεφυκότα κατὰ τὸν ἔξω κόνδυλον τοῦ μηροῦ. καθήκει δὲ οὗτος εἰς τὸ τῆς κνήμης ὀστοῦν λοξός πως μᾶλλον διὰ τῶν ὀπίσω μερῶν ἐποχούμενος τῇ διαρθρώσει κάμπτειν αὐτὴν πεφυκώς.

Περὶ τῶν κατὰ τὴν κνήμην ὑφ’ ὧν ὅ τε ποῦς ὅλος καὶ οἱ δάκτυλοι κινοῦνται.

Τεσσαρεσκαίδεκα μύες ἐν κύκλῳ περίκεινται τῇ κνήμῃ· ἑπτὰ μὲν ἐκ τῶν ὀπίσω μερῶν, ἑπτὰ δὲ ἐκ τῶν πρόσω. διὰ τί δὲ ὀκτὼ νομίζουσιν αὐτοὺς ὑπάρχειν οἱ μάλιστα ἀκριβῶς τὰ τοιαῦτα δοξάζοντες ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. τῶν μὲν οὖν ὀπίσω τῆς κνήμης τεταγμένων μυῶν οἱ τρεῖς μὲν εἰς τὸ τῆς πτέρνης ὀστοῦν τελευτῶσιν, οἱ δὲ

1015
τρεῖς τοὺς δακτύλους κάμπτουσι καὶ τὴν διάρθρωσιν ὅλου τοῦ ποδὸς, ὁ δ’ ἕβδομος εἰς τένοντα τελευτήσας ὑποφύεται τῷ ψιλῷ καὶ ἀσάρκῳ τοῦ ποδὸς ἅπαντι πλατυνόμενος. τῶν μὲν οὖν εἰς τὴν πτέρναν ἐμφυομένων οἱ δύο μὲν ἀπὸ τῶν ὀπίσω μερῶν ἐκπεφύκασι τῶν ἐνταῦθα τοῦ μηροῦ κεφαλῶν, ὁ τρίτος δὲ ὑποκείμενος αὐτοῖς ἐκ τοῦ τῆς περόνης ὀστοῦ κατ’ αὐτὴν τὴν κορυφήν· οὗτος μὲν δὴ σαρκώδης ἄχρι πέρατος μένει καθήκων ἐπὶ τὸ τῆς πτέρνης ὀστοῦν ὄπισθεν, οἱ δύο δὲ ὅταν εἰς ταυτὸν ἀλλήλοις ἀφίκωνται καὶ διεξέλθωσι τὴν καλουμένην γαστροκνημίαν τένοντα γεννήσαντες εὔρωστον ἐμφύονται δι’ αὐτοῦ τῷ πέρατι τῆς πτέρνης ἐφεξῆς τῇ προειρημένῃ καταφύσει τῇ σαρκώδει τοῦ τῆς περόνης ἐκπεφυκότος μυός. ἄλλος δὲ τέταρτος μῦς τὴν αὐτὴν μὲν ἔχει κορυφὴν θατέρῳ τῶν προειρημένων μυῶν τῷ κατὰ τὸν ἔξω κόνδυλον ἐμφυομένῳ τοῦ μηροῦ, κατὰ δὲ τὴν γαστροκνημίαν ἀποχωρίζεται, σαφῶς αὐτοῦ καὶ τελευτήσας εἰς εὐρύτατον τένοντα· πρῶτον μὲν ὑποτείνεται τῷ τῆς πτέρνης
1016
ὀστῷ κάτωθεν πλατυνθεὶς, ἔπειτα δ’, ὡς εἶπον, ὅλῳ τῷ ποδί. τούτου μὲν ἡ χρεία δυσπερίτρεπτόν τε καὶ τεταμένον καὶ σκληρὸν, ἔτι τε καὶ ψιλὸν τριχῶν εὐαίσθητόν τε κατασκευάσαι τὸ καλούμενον πέλμα. τῶν δὲ εἰς τὴν πτέρναν ἐκβαλλόντων ἀπάγειν ὀπίσω μετ’ αὐτῆς ὅλον τὸν πόδα. τούτων τῶν τεττάρων δύο μὲν ἴσοι πώς εἰσι κατὰ τὸ πάχος, ἐξ ὧν συνιόντων ὁ καταφυόμενος εἰς τὴν πτέρναν ἐλέχθη γεννᾶσθαι τένων. ὁ δ’ ὑψηλοτέραν τε καὶ σαρκοειδῆ τὴν εἰς αὐτὴν κατάφυσιν λαχὼν ἥμισύ πως μέρος ἐστὶν ἑκατέρου τῶνδε, πελιδνὸς ὢν τὴν χρόαν· ὁ δὲ τὸν ὑποφυόμενον τῷ ποδὶ γεννῶν τένοντα τρίτον πως μέρος ἐστὶν αὐτῶν, τῶν δ’ ὑπολοίπων τριῶν μυῶν τῶν ὄπισθεν· ὁ μὲν τῷ τῆς περόνης ὀστῷ παραφυόμενος ἐκ τῶν ταύτης μερῶν, ὅσπερ καὶ μείζων ἐστὶν εἰς εὔρωστόν πως τελευτήσας τένοντα μεταξὺ τοῦ τῆς πτέρνης ὀστοῦ καὶ τοῦ τῆς κνήμης πέρατος ἐπὶ τὰ κάτω τοῦ ποδὸς διεξέρχεται. παράκειται δ’ αὐτῷ κατὰ τοῦτο καὶ συνδιεξέρχεται κάτω τοῦ ποδὸς ἕτερος τένων ἀπὸ μυὸς γενόμενος
1017
ἐκ τῆς κνήμης ἐκπεφυκότος. οὗτοι μὲν οὖν οἱ δύο τένοντες εἰς τοὺς δακτύλους ἐμφύονται τοῦ ποδὸς ὁ μὲν πρότερος εἴς τε τὸν μέσον καὶ τὸν παράμεσον, ὁ δὲ δεύτερος εἴς τε τὸν μικρὸν καὶ τὸν οἷον λιχανόν. ὁ γὰρ μέγας δάκτυλος μόνος τῶν ἄλλων παρ’ ἀμφοτέρων ἀπόφυσιν λαμβάνει οὐ δυοῖν τενόντων εἰς αὐτὸν ἐμβαλλόντων, ἀλλ’ ἑνὸς ἐξ ἀμφοῖν γεννηθέντος. ἐνίοτε δὲ τοῦτο καὶ τῷ μέσῳ συμβαίνει δακτύλῳ. ἄλλος δέ τις τένων ἐξ ἑτέρου μυὸς μέσου τῶν εἰρημένων καταφερομένου τὴν ἔκφυσιν ἔχων μετὰ τὸ πλησίον ἀφικέσθαι τῆς πτέρνης ἀποχωρεῖ μόνος ἐπὶ τὰ πρόσω κατά τινος χώρας ἡρέμα κοῖλος ἐστηριγμένος ἐν τῇ τῆς κνήμης ἐπιφύσει κάτωθεν, εἶτα ἐντεῦθεν ἐπιστρεφόμενος αὖθις εἰς τὰ κάτω τοῦ ποδὸς κατ’ αὐτὸν μάλιστα τὸν ταρσὸν ἐμφύεται πλατυνόμενος ὡς πρὸς τὰ τοῦ μεγάλου δακτύλου μέρη μᾶλλον, ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων ἠρέμα τὸν πόδα, καθάπερ οἱ εἰς τὴν πτέρναν ἐμβάλλοντες ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἀπῆγον τὸν πόδα. καὶ δόξειεν ἂν ὁ μῦς οὗτος μέρος εἶναι τοῦ προειρημένου μυὸς, ὃν εἴς τε τὸν μικρὸν δάκτυλον καὶ τὸν οἷον λιχανὸν ἔλεγον ἐμφύεσθαι
1018
μέρος μικρὸν τοῦ προειρημένου τένοντος εἰς τὴν προειρημένην ἐμφύεται τοῦ μεγάλου δακτύλου φάλαγγα λοξὴν ἔκτασιν ἀτρέμα πρὸς τοὐκτὸς ἐργαζόμενον αὐτοῦ, αἱ δὲ ἄνωθεν ἐκφύσεις ὧδε ἔχουσι. τοῦ μὲν εἰς τοὺς δύο μέσους ἀφικνουμένου δακτύλου ἡ ἔκφυσις ἐκ τοῦ τῆς πτέρνης ἐστὶν ὀστοῦ κατὰ μῆκος ὅλης ἐκ τῶν ἄνω μερῶν ἀπὸ τῆς ἄνωθεν κορυφῆς ἄχρι τοῦ κάτω πέρατος. καὶ ἔστιν ἡ τοῦ τρίτου τῶν εἰς τὴν πτέρναν ἐμφυομένων μυῶν ἀρχὴ παρακειμένη τε καὶ ὑπερκειμένη τούτου κατὰ τὸ ὄπισθέν τε καὶ ἔνδον μᾶλλον· οὗτος γὰρ τὴν ἔκφυσιν ἔχει κατὰ τὰ ἔξω μᾶλλον τοῦ σκέλους. ἡ δὲ θατέρου μυὸς ἀρχὴ τοῦ τὸν μικρόν τε καὶ οἷον λιχανὸν κάμπτοντος ἐκ τῶν ὀπίσω τῆς κνήμης μερῶν ἐστι κατὰ τὴν κεφαλήν. ἔστι δὲ τῷ πάχει σχεδὸν ἥμισυς ὁ μῦς οὗτος τοῦ τοὺς μέσους δακτύλους κάμπτοντος, ὁ δὲ τρίτος μῦς ὁ τούτου μέρος νομιζόμενος, ὁ εἰς τὸν ταρσὸν ἐμβάλλων τοῦ ποδὸς οὐ δυνάμενος ὀφθῆναι πρὶν τούτους ἀνατμηθῆναι, κατείληφε τὴν μεταξὺ χώραν κνήμης τε καὶ περόνης ἀμφοτέροις τοῖς ὀστοῖς παραφυόμενος ἄνωθεν κάτω
1019
κατὰ τὸ μῆκος. ἔστι δὲ αὐτοῦ καὶ ἡ κορυφὴ κατὰ τὴν κεφαλὴν τῆς κνήμης εἰ συμβάλλει τῇ περόνῃ καὶ ὁ ἀποφυόμενος τένων σαφὴς ὑπάρχει καὶ πρὸ τῶν σφυρῶν ἐνταῦθα μὲν σφίγγονται δι’ ἐγκαρσίου συνδέσμου ῥωμαλέου συνδέοντος τὴν πτέρναν τῇ κνήμῃ. οἱ μὲν οὖν ὄπισθεν μύες τῆς κνήμης οὕτως ἔχουσιν, οἱ δὲ ἔμπροσθεν ὅσον μὲν ἐπὶ ταῖς πρώταις ἐκφύσεσι συνίημεν ἂν εἰκότως τρεῖς ἐνομίσθησαν ἐνίοις τῶν ἀνατομικῶν. ἄμεινον δ’ αὐτοὺς ἑπτὰ τίθεσθαι, καθάπερ ἀποδείκνυνται διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ὁ μὲν οὖν ἀνατείνων ὅλον τὸν πόδα καὶ καταφυόμενος εἰς τὸν ταρσὸν, ὅσπερ καὶ μέγιστός ἐστι τῶν προσθίων μυῶν ἄρχεται μὲν ἐκ τῶν ἔξω μερῶν τῆς κνήμης ἀπ’ αὐτῆς τῆς κεφαλῆς, ὅλη δὲ αὐτῇ κατὰ μῆκος περιφύεται. ὁ δὲ παρακείμενος αὐτῷ καὶ μέρος αὐτοῦ νομιζόμενος εἶναι τὴν μὲν αὐτὴν ἔκφυσιν πεποίηται τὸ ἄνω, τῷ δ’ ἄλλῳ παντὶ κατὰ τοῦ προειρημένου μυὸς ἔξωθεν ἐπιβέβληται, μὴ καθαπτόμενος μηδαμόθεν τῆς κνήμης. οὗτος ὁ μῦς εἰς
1020
τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύλου ἀνατείνων αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπονεύρωσις εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος, ὑφ’ ἧς ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς ἐκ τῆς μεταξὺ χώρας κνήμης τε καὶ περόνης ἀμφοτέρων ἀντιλαμβανόμενος τῶν ὀστῶν. ὅταν δὲ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ σύνδεσμόν τινα διεξέρχεται τοιαύτην ἔχοντα χρείαν, οἵαν ἐπὶ τῶν ἁρμάτων οἱ κυκλίσκοι, δι’ ὧν τὰς ἡνίας διεκβάλλουσι καὶ δύναιτ’ ἄν τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν, ὁ δὲ μετ’ αὐτὸν ὁ τοὺς δακτύλους ἐκτείνων, ἄρχεταί τε ἀπὸ τῆς κεφαλῆς τῆς περόνης καθὰ συνάπτεται τῇ κνήμῃ καὶ συμπάσῃ παραπέφυκεν αὐτῇ μακρὸς πάντων, μέσος κείμενος τῶν ἔμπροσθεν μυῶν. ἡ δὲ ἄνωθεν ἔκφυσις ἡ πρώτη τοῦ μυὸς τούτου σύνδεσμός ἐστιν ἐκ τῶν δεξιῶν μερῶν τῆς κνήμης ἐκπεφυκὼς παρ’ αὐτὴν ἀκριβῶς τὴν κεφαλὴν τῆς περόνης, μετὰ δὲ τούτους τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς περόνης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες· εἶς μὲν τὸν μέγαν δάκτυλον κάμπτων
1021
τοῦ ποδὸς, ἕτερος δὲ ἰσχνὸς τὸν μικρὸν ἑκτὸς ἀπάγων, ὁ δὲ τρίτος ἀνατείνων ὅλον τὸν πόδα. τὴν δὲ ἔκρυσιν ὁ μὲν πρῶτος ῥηθεὶς ἐξ αὐτῆς τῆς κεφαλῆς ἔχει τῆς περόνης ἐπιπολῆς ἐπὶ τῷ δέρματι τεταμένος· ἀφικνεῖται δ’ ἐντεῦθεν ὡς ἐπὶ τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν τοῦ ποδὸς παρεχόμενος ἐκ τῶν ἔξω μερῶν τὸν ἀστράγαλον, ἵνα περ καὶ τελευτήσας εἰς τένοντα στρογγύλον διὰ τῶν κάτω μερῶν τοῦ ποδὸς ἐπὶ τὸ πρῶτον ἄρθρον ἀφικνεῖται τοῦ μεγάλου δακτύλου. ἔνθα δὴ τούτου τοῦ μυὸς ἔκφυσις παύεται τοῦ δευτέρου τῶν εἰρημένων μυῶν ἐστιν ἡ κεφαλὴ καὶ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς ὁ μῦς οὗτος εἰς τένοντα τελευτᾷ στρογγύλον, ἰσχνὸς ὑπάρχων ὅλος. ἐφεξῆς δ’ αὐτῶν σχεδὸν ἤδη πλησίον ἐστὶ τὸ μέσον τῆς περόνης. ὅθεν ὁ τρίτος ἐκφύεται μῦς ὁ σείων τὸν πόδα, καθήκει τε καὶ οὗτος ἐπὶ τὰ ἐκτὸς μέρη τὰ παρὰ τὸν σφυρὸν καὶ τὸν ἀστράγαλον εἰς τένοντα τελευτῶν ἕνα καταφυόμενον εἰς τὸ προτεταγμένον ὀστοῦν τοῦ μικροῦ δακτύλου. δισχιδὴς δ’ οὗτος κατὰ τὴν ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι καὶ διεξέρχεταί τε αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς ἀπάγων. οἱ τρεῖς
1022
οὗτοι μύες εἶς ἐνομίσθησαν ἐνίοις διὰ τὴν κοινωνίαν τῆς πρώτης ἐκφύσεως· τούτων τῶν ἑπτά μυῶν μέγιστος μέν ἐστι καὶ παχύτατος ὁ πρῶτος εἰρημένος. ἴσοι δέ πως ἀλλήλοις ὁ δεύτερος καὶ ὁ πέμπτος ἄμφω καθήκοντες εἰς τὴν ἀρχὴν τοῦ πρώτου κατὰ τὸν μέγαν δάκτυλον ὀστοῦ· ὁ μὲν δεύτερος ἐκ τῶν ἄνωθέν τε καὶ ἔσωθεν τοῦ ποδὸς, ὁ δὲ πέμπτος ἐκ τῶν ὑποκάτω μερῶν· μετὰ δὲ τοὺς εἰρημένους ὅ τε μέσος ἁπάντων ὁ τοὺς δακτύλους ἐκτείνων καὶ ὁ ὕστατος εἰρημένος ὁ τὴν διάρθρωσιν κινῶν ὅλην. ἴσοι μέν πώς εἰσι τὸ πάχος, οὐκ ἴσοι δὲ τὸ μῆκος, ἀλλ’ ὁ τοὺς δακτύλους ἐκτείνων μακρότερος. λοιποὶ δὲ δύο μύες ὁ μικρὸς, ὅ τε τρίτος εἰρημένον ἐπὶ τὸν μέγαν δάκτυλον ὅλον καθήκων ἄνωθεν καὶ ὁ ἕκτος ἐπὶ τὸν μικρὸν ἔξωθεν, οὐδ’ αὐτοὶ κατὰ τὸ πάχος αὐτοῖς ὑπάρχουσιν ἴσοι· ἀλλ’ ἔστιν ὁ ἐπὶ τὸν μέγαν καθήκων δάκτυλον τριπλάσιος καὶ τετραπλάσιος τὸ πάχος· πάνυ γὰρ ἰσχνός ἐστιν ὁ ἐπὶ τὸν μικρὸν καθήκων δάκτυλον, τῷ μήκει δὲ ἴσοι ἀλλήλοις πως τυγχάνουσιν ὄντες. ἐν τούτοις
1023
μὲν οὖν πᾶσι τοῖς μυσὶν, εἰ καὶ παραλέλειπον τοῖς ἀνατομικοῖς ἀνδράσι καὶ ψεῦδος εἴρηται παρεωραμένον, ἀλλ’ οὐ τί γε μῦς ὅλως ὑπ’ αὐτῶν παρῶπται. τὸν δὲ κατὰ τὴν ἰγνύαν μῦν οὐκ οἶδ’ ὅπως ἅπαντες παρέλιπεν ὄντα μὲν τῷ μήκει βραχὺν, οὐ μὴν ἄῤῥωστόν γε καὶ μάλιστα κατὰ τὴν κεφαλὴν, ἥτις ἐστὶ σύνδεσμος ἰσχυρότατος ἐκφυόμενος τοῦ ἔξω κονδύλου τοῦ μηροῦ. κατακρύπτει δὲ αὐτὸν ἥ τε διάρθρωσις αὕτη καὶ ὁ σύνδεσμος ὁ παρατεταμένος ἔξωθεν ἐκ τοῦ μηροῦ εἰς τὴν κνήμην. ἔστι δὲ ἀτρέμα πως λοξὸς ὁ μῦς οὗτος· καὶ διὰ τοῦτο καὶ τὴν τῆς κνήμης καμπὴν οὐκ ἀκριβῶς εὐθεῖαν, ἀλλ’ ἐκκλίνουσαν ἠρέμα πρὸς τοὐκτὸς ἐργάζεται. πεντεκαιδέκατος οὗτος ἡμῖν ἀριθμείσθω μῦς τῶν κατὰ τὴν κνήμην ἔσχατος εἰρημένος ἐν τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν.

Περὶ τῶν ἐν τῷ ποδί.

Οὐχ ὥσπερ ἐν ἄκρᾳ τῇ χειρὶ δύο γένη μυῶν ἐστι μόνον κατὰ τὸ ἔνδον αὐτῆς ἑκάτερον κείμενον, οὕτως ἔχει κἀπὶ

1024
τοῦ ποδός. ἀλλ’ οἱ μὲν ὅλους τοὺς δακτύλους τὴν λοξὴν κίνησιν κινοῦντες ἑπτὰ τὸν ἀριθμὸν ὄντες ὁμοίαν ἔχουσι θέσιν, ἀνάλογον δὲ καὶ οἱ τὸ πρῶτον ἄρθρον ἑκάστου δακτύλου. δύο δὲ ἄλλα πρὸς τούτοις ἐστὶ γένη μυῶν ἐν ποσί· τὸ μὲν ἑτέρῳ ἄνωθεν ἐπικείμενον τῷ ταρσῷ, τὸ δ’ ἕτερον ὑποβεβλημένον ὁμοίως κάτωθεν. οἱ μὲν οὖν ἄνωθεν τοὺς δακτύλους κινοῦσι λοξὴν κίνησιν, ὁποίαν τοὺς ἐν ταῖς χερσὶν ἐκείνων, οἱ ἐκ τοῦ πήχεως καθήκοντες, οἱ κάτωθεν δὲ τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν δακτύλων κάμπτουσι.

Τὰ προεκδοθέντα περὶ τῶν κατὰ τὸν πόδα μυῶν.

Ἐπειδὴ τοῖς ἑτέροις ἔδοξε συντομώτερον ἢ κατὰ τὴν τῶν ἄλλων ἀναλογίαν ἑρμηνεῦσαι τὰ κατὰ τὸν πόδα, διὰ τοῦτο τὰ ἐν τῷ δευτέρῳ τῶν ἀνατομικῶν ἐγχειρήσεων εἰρημένα καταλέγειν ἐνταῦθα μετήνεγκα τόνδε τὸν τρόπον ἔχοντα· κατὰ τὸν πόδα τέσσαρα γένη μυῶν εἰσιν, οὐχ ὡς ἐν χειρὶ δύο· τρία μὲν ἐν τοῖς κάτω τοῦ ποδὸς, ἓν δὲ ἐν τοῖς ἄνω

1025
κατὰ τοῦ παραλλήλου τεταγμένον. εἰσὶ δὲ καὶ οὗτοι μὲν οἱ μύες πέντε λοξῶν κινήσεων ἐξηγούμενοι τοῖς δακτύλοις ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἔξωθεν, οἱ δὲ ὑποκάτω τοῦ ποδὸς ἑπτὰ μὲν κἀνταῦθα ταῖς ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἑπτὰ μυσὶ κινήσεσιν ἕκαστον τῶν δακτύλων κινούντων, ὧν οἱ δύο μύες καθάπερ ἐν τῇ χειρὶ τῶν πρώτων κατὰ τὸν καρπὸν ὀστῶν ἀπεφύοντο καὶ οὗτοι κατὰ τὸν πόδα τῶν πρώτων κατὰ τὸν ταρσὸν ἐπὶ πλεῖστον ἀπάγοντες τῶν ἄλλων δακτύλων τοὺς ἔξωθεν, ἄλλοι δὲ ἐκ τῶν κάτω μερῶν εἰσι μύες μικροὶ ἐκπεφυκότες ἐκ τῶν τοὺς δακτύλους καμπτόντων τενόντων πρὶν ἀκριβῶς ἕκαστον αὐτῶν σχισθῆναι. τὸ δὲ ἔργον τῶν μυῶν τούτων κάμπτειν τὸ μέσον ἄρθρον ἑκάστου δακτύλου· τοῖς γὰρ ἐσχισμένοις ἤδη τένουσιν ἕτεροι μικρότεροι μύες ἐπιφύονται. τοῖς δ’ ἔνδον ἐν τῇ χειρὶ τῆς λοξῆς κινήσεως ἐξηγουμένοις ἑκάστῳ δακτύλῳ τὴν αὐτὴν ἀναλογίαν ἔχοντες. τέσσαρες δέ εἰσι καὶ οὗτοι τὸν ἀριθμὸν ὥσπερ κἀκεῖνοι. προσελθόντων δὲ αὐτοῖς δυοῖν μὲν τῶν τοὺς ἐσχάτους
1026
δακτύλους ἐπὶ πλεῖστον ἀπαγόντων, ὥσπερ εἰρήκαμεν, ἑνὸς δὲ ἔτι τοῦ μεγάλου προσάγοντος τῷ λιχανῷ τὸ σύμπαν πλῆθος ἑπτὰ γίνονται. τρίτον δὲ ἄλλο γένος ἐστὶ μυῶν ἐν τοῖς ποσὶ κάτω τῶν αὐτοῖς τοῖς ὀστοῖς ἐπιπεφυκότων ἀνάλογον τοῖς ἀγνοηθεῖσι τελέως ἐν μυσὶν οὓς δηλονότι θεάσῃ, τοὺς τένοντας ἅπαντας ἐκτεμὼν, ὥσπερ κἀκεῖ. καὶ ἥ γε θέσις αὐτῶν πᾶσα καὶ ὁ ἀριθμὸς καὶ ἡ χρεία κατὰ τοὺς ἐν τῇ χειρὶ προειρημένους ἐστί· δύο γὰρ ἑκάστου δακτύλου τῆς πρώτης διαρθρώσεως προτεταγμένοι κάμπτουσι μετρίως αὐτὴν, ἅμα μὲν ἐνεργήσαντες ἰσόῤῥοπον, ἰδίᾳ δ’ ἑκάτερος ἐγκλίνων ἀτρέμα πρὸς τὸ πλάγιον, εὑρίσκονται δὲ ἐνίοτε ἀλλήλοις συνεχεῖς οὕτως, ὡς ἕνα δοκεῖν εἶναι καθ’ ἕκαστον δάκτυλον.