Περὶ τῶν τὴν γλῶσσαν κινούντων μυῶν.
Ὡς μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ ἐν γλώττης ἀνατομῇ γράφει, μύες ἓξ καὶ δέκα βοείας εἰσὶ γλώττης, ἡμῖν δὲ νῦν, ὡς ἐν ἀρχῇ προείρηται, γυμνασθῆναι πρόκειται περὶ πιθήκων εἰς σῶμα διὰ τὴν πρὸς ἄνθρωπον ὁμοιότητα. τῶν τοίνυν κινούντων τὴν γλῶσσαν μυῶν οἱ δύο μὲν ἀπὸ τῶν βάσεων τῶν βελονοειδῶν ἐκφύσεων ἀρξάμενοι, στενοὶ καὶ μακροὶ προήκοντες εἰς τὰ πλάγια μέρη τῆς γλώττης ἑκατέρωθεν εἶς ἐμφύονται, λοξῶν κινήσεων ἐξηγούμενοι, οἱ δὲ ὑπόλοιποι πάντες ἐκφύονται μὲν ἐκ τοῦ περιέχοντος ὀστοῦ τὴν κεφαλὴν τοῦ λάρυγγος, ὃ καλοῦμεν ὑιοειδές τε καὶ λαμβδοειδὲς, ἐμβάλλουσι δὲ εἰς τὴν γλῶσσαν οἱ τέσσαρες μὲν κατὰ δύο συζυγίας ἐναργῶς κινοῦντες αὐτὴν, ὁ πέμπτος δὲ ὁ διφυὴς ἐκ τοῦ ἄνωθεν πέρατος ἀρχόμενος τῆς εὐθείας
960
γραμμῆς τοῦ ὑιοειδοῦς ὑποπέφυκε τῇ γλώττῃ κατὰ τὸ μῆκος αὐτῆς ἀφικόμενος, ἕως ἄκρας τῆς κάτω γένους ἐπὶ τὸ καλούμενον γένειον, ἔνθα συμπέφυκεν αὐτῆς τὰ ὀστᾶ. οὗτος ὁ μῦς ἀντισπᾷ μὲν ἄνω τῇ γενειάδι ἀντιτεταγμένος τοῖς κατασπῶσιν ἐπὶ τὸ στέρνον αὐτό. σαφῆ δὲ οὐδεμίαν ἐπὶ τῆς γλώττης ἐργάζεται κίνησιν· ἀλλ’ οἵ γε ἐναργῶς αὐτὴν κινοῦντες οἱ λοιποὶ τέσσαρές εἰσιν. ἐκφύονται δὲ οἱ δύο μὲν ἐκ τῶν ἄνω μερῶν τοῦ εἰδοῦς, ὅθεν περ καὶ ὁ προειρημένος ὁ διφυὴς ἤδη πως ἐν τοῖς πλαγίοις αὐτοῦ μᾶλλον, οἱ δὲ ὑπόλοιποι δύο τούτων ἐφεξῆς ἔκ τε τῶν πλαγίων τῆς εὐθείας γραμμῆς καὶ τῶν ταπεινῶν αὐτοῦ πλευρῶν. ἐμφύονται δὲ οἱ μὲν μείζους εἰς τὴν μέσην χώραν τῆς γλώττης ἀλλήλων ψαύοντες ἄχρι παντὸς, ἐξήκουσι δὲ πρὸς τὸ δεδεμένον αὐτῆς τὸ πρόσω. οἱ δὲ ἐλάττους εἰς τὰ πλάγια μεταξὺ τούτων τε καὶ τῶν ἀφ’ ἑκατέρας βάσεως τῆς βελονοειδοῦς ἐκφύσεως ἡκόντων. αἱ κινήσεις δὲ ἑκάστου τούτων
961
ἀνάλογον τῇ θέσει· λοξαὶ μὲν τῶν λοξῶν, εὐθεῖαι δὲ τῶν εὐθειῶν, ὥσπερ γε καὶ τῶν πρώτων ῥηθέντων πλαγίων πλάγιαι· καὶ δὴ καὶ καλείσθωσαν ἕνεκεν σαφοῦς διδασκαλίας οἱ μὲν ἀπὸ τῶν βελονοειδῶν ἐκφύσεων ἀνιόντες μύες πλάγιοι. λοξοὶ δὲ οἱ τῶν λοξῶν μερῶν ἀποφυόμενοι τοῦ λαμβδοειδοῦς, εὐθεῖς δὲ οἱ τοῦ ἄνω πέρατος. ὑποβέβληνται δὲ τοῖς εἰρημένοις ἅπασι μυσὶν ἐκ τῶν κάτω μερῶν οἱ τὰς ἐγκαρσίας ἔχοντες ἶνας, ἀποπεφυκότες μὲν ὅλῃ τῇ γλώσσῃ, καταφυόμενοι δὲ εἰς τὸ τῆς γένυος ὀστοῦν σχεδὸν ὅλον πλὴν τοῦ γενείου. δύνανται δὲ οἱ μύες οὗτοι ἐπᾶραι τε καὶ κυρτῶσαι τὴν γλῶσσαν.