Περὶ τῶν ἰδίων τοῦ λαμβδοειδοῦς ὀστοῦ μυῶν, ὅπερ καὶ υἱοειδὲς ὀνομάζεται.
Τὸ ἐπικείμενον ὀστοῦν τῇ κεφαλῇ τοῦ λάρυγγος ἔνιοι υἱοειδὲς, ἔνιοι δὲ λαμβδοειδὲς ὀνομάζουσιν. ἔστι δὲ ἡ μὲν εὐθεῖα τῶν γραμμῶν αὐτοῦ κατὰ τὸ μῆκος τεταγμένη τοῦ τραχήλου ὀστοῦν ἀτρέμα πλατύ. τέτταρες δὲ αἱ λοιπαὶ λοξαὶ κατὰ δύο συζυγίας ἀποφυόμεναι τοῦ προειμέρους ἐκ μὲν τῶν ἄνω μερῶν ἡ ἑτέρα συζυγία λεπτῶν τε καὶ ἰσχνῶν, ὡς γραφείου περάτων, ἡ λοιπὴ δὲ ἐκ τῶν κάτω μερῶν μετρίως πλατέων. ἄλλαι μὲν ἰσχναὶ δύο πλευραὶ δύο πλευραὶ διὰ συνδέσμων στρογγύλων καὶ λεπτῶν τοῖς πέρασι τῶν βελονοειδῶν ἐκφύσεων συνδοῦνται. τὰς δὲ λοιπὰς δύο τὰς κάτω συνάπτουσιν ἰσχυρῶς δεσμοὶ παρὰ τὸ ἀρυταινοειδῆ χόνδρον· καὶ μὴν καὶ δύο μύες πλατεῖς τῇ κάτω γένυι συνάπτουσι τὸ υἱοειδὲς ὀστοῦν. ἐκ μὲν τῶν πλαγίων μερῶν τῆς εὐθείας αὐτῶν γραμμῆς ἐκφυόμενοι, καταφυόμενοι δὲ εἰς τὰ πλάγια
958
μέρη τῆς γένυος μετὰ τὴν τῶν ἰδίων αὐτῆς μυῶν ἔκφυσιν, ἄλλοι δὲ δύο μύες ἐπ’ ἄκραν ἥκουσι τὴν γένυν ἀλλήλοις ἐπιζευγνύμενοι. ἀρχὴ δὲ αὐτῶν ἐστι τὸ ἄνω πέρας τῆς εὐθείας γραμμῆς τοῦ λαμβδοειδοῦς. ἕτεροι δὲ δύο μύες ἐκ μὲν τῆς ῥίζης ἄρχονται τοῦ γραφοειδοῦς, ἐμπεφύκασι δὲ ταῖς ὀρθαῖς γραμμαῖς τοῦ λαμβδοειδοῦς τῷ κάτω πέρατι καθ’ ἑκάτερον μέρος εἶς· αὗται μὲν αἱ τρεῖς συζυγίαι τῶν μυῶν αὐτοῦ μόνου τοῦ λαμβδοειδοῦς εἰσιν ἴδιαι, βραχείας τινὰς αὐτῷ διδοῦσαι κινήσεις· ἡ μὲν ἀπὸ τῆς βάσεως τῶν βελονοειδῶν ἀρχομένη πρὸς τὴν ὀπίσω χώραν ἀπάγουσα. αἱ λοιπαὶ δὲ ἐπὶ τὰ πλάγια τῆς γένυος διορίζουσαι καὶ πρὸς τὴν γένυν ἀνατείνουσαι, οἱ δὲ ἄλλοι μύες οἱ ἀπὸ τοῦ ὑιοειδοῦς ὀστοῦ πεφυκότες ἑτέρων ἕνεκεν γεγόνασι μορίων μᾶλλον. οἱ μὲν εἰς ὠμοπλάτας ὑπὲρ τοῦ κινεῖν ἐκείνας, ὡς ἔμπροσθεν εἶπον, οἱ δὲ ἐπὶ τὴν γλῶσσαν, ὡς καὶ περὶ ταύτης εἰρήσεται. καὶ λοιπὸς ἐπ’ αὐτοῖς ὁ κατὰ τῆς φάρυγγος ἔξωθεν ἐπιβεβλημένος, εἴθ’ ἕνα τις αὐτὸν ἐθέλει προσαγορεύειν διφυῆ εἴτε δύο παραφυομένους ἀλλήλοις, ὅπερ ἄμεινον
959
εἷναί μοι δοκεῖ. προστέλλουσι δὲ οὗτοι τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸ λαμβδοειδὲς ἀντισπῶσι κάτω.
Περὶ τῶν τὴν γλῶσσαν κινούντων μυῶν.
Ὡς μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ ἐν γλώττης ἀνατομῇ γράφει, μύες ἓξ καὶ δέκα βοείας εἰσὶ γλώττης, ἡμῖν δὲ νῦν, ὡς ἐν ἀρχῇ προείρηται, γυμνασθῆναι πρόκειται περὶ πιθήκων εἰς σῶμα διὰ τὴν πρὸς ἄνθρωπον ὁμοιότητα. τῶν τοίνυν κινούντων τὴν γλῶσσαν μυῶν οἱ δύο μὲν ἀπὸ τῶν βάσεων τῶν βελονοειδῶν ἐκφύσεων ἀρξάμενοι, στενοὶ καὶ μακροὶ προήκοντες εἰς τὰ πλάγια μέρη τῆς γλώττης ἑκατέρωθεν εἶς ἐμφύονται, λοξῶν κινήσεων ἐξηγούμενοι, οἱ δὲ ὑπόλοιποι πάντες ἐκφύονται μὲν ἐκ τοῦ περιέχοντος ὀστοῦ τὴν κεφαλὴν τοῦ λάρυγγος, ὃ καλοῦμεν ὑιοειδές τε καὶ λαμβδοειδὲς, ἐμβάλλουσι δὲ εἰς τὴν γλῶσσαν οἱ τέσσαρες μὲν κατὰ δύο συζυγίας ἐναργῶς κινοῦντες αὐτὴν, ὁ πέμπτος δὲ ὁ διφυὴς ἐκ τοῦ ἄνωθεν πέρατος ἀρχόμενος τῆς εὐθείας
960
γραμμῆς τοῦ ὑιοειδοῦς ὑποπέφυκε τῇ γλώττῃ κατὰ τὸ μῆκος αὐτῆς ἀφικόμενος, ἕως ἄκρας τῆς κάτω γένους ἐπὶ τὸ καλούμενον γένειον, ἔνθα συμπέφυκεν αὐτῆς τὰ ὀστᾶ. οὗτος ὁ μῦς ἀντισπᾷ μὲν ἄνω τῇ γενειάδι ἀντιτεταγμένος τοῖς κατασπῶσιν ἐπὶ τὸ στέρνον αὐτό. σαφῆ δὲ οὐδεμίαν ἐπὶ τῆς γλώττης ἐργάζεται κίνησιν· ἀλλ’ οἵ γε ἐναργῶς αὐτὴν κινοῦντες οἱ λοιποὶ τέσσαρές εἰσιν. ἐκφύονται δὲ οἱ δύο μὲν ἐκ τῶν ἄνω μερῶν τοῦ εἰδοῦς, ὅθεν περ καὶ ὁ προειρημένος ὁ διφυὴς ἤδη πως ἐν τοῖς πλαγίοις αὐτοῦ μᾶλλον, οἱ δὲ ὑπόλοιποι δύο τούτων ἐφεξῆς ἔκ τε τῶν πλαγίων τῆς εὐθείας γραμμῆς καὶ τῶν ταπεινῶν αὐτοῦ πλευρῶν. ἐμφύονται δὲ οἱ μὲν μείζους εἰς τὴν μέσην χώραν τῆς γλώττης ἀλλήλων ψαύοντες ἄχρι παντὸς, ἐξήκουσι δὲ πρὸς τὸ δεδεμένον αὐτῆς τὸ πρόσω. οἱ δὲ ἐλάττους εἰς τὰ πλάγια μεταξὺ τούτων τε καὶ τῶν ἀφ’ ἑκατέρας βάσεως τῆς βελονοειδοῦς ἐκφύσεως ἡκόντων. αἱ κινήσεις δὲ ἑκάστου τούτων
961
ἀνάλογον τῇ θέσει· λοξαὶ μὲν τῶν λοξῶν, εὐθεῖαι δὲ τῶν εὐθειῶν, ὥσπερ γε καὶ τῶν πρώτων ῥηθέντων πλαγίων πλάγιαι· καὶ δὴ καὶ καλείσθωσαν ἕνεκεν σαφοῦς διδασκαλίας οἱ μὲν ἀπὸ τῶν βελονοειδῶν ἐκφύσεων ἀνιόντες μύες πλάγιοι. λοξοὶ δὲ οἱ τῶν λοξῶν μερῶν ἀποφυόμενοι τοῦ λαμβδοειδοῦς, εὐθεῖς δὲ οἱ τοῦ ἄνω πέρατος. ὑποβέβληνται δὲ τοῖς εἰρημένοις ἅπασι μυσὶν ἐκ τῶν κάτω μερῶν οἱ τὰς ἐγκαρσίας ἔχοντες ἶνας, ἀποπεφυκότες μὲν ὅλῃ τῇ γλώσσῃ, καταφυόμενοι δὲ εἰς τὸ τῆς γένυος ὀστοῦν σχεδὸν ὅλον πλὴν τοῦ γενείου. δύνανται δὲ οἱ μύες οὗτοι ἐπᾶραι τε καὶ κυρτῶσαι τὴν γλῶσσαν.
Περὶ τῶν τῆς φάρυγγος μυῶν.
Χώρα τις πρόκειται κοινὴ στομάχου τε καὶ φάρυγγος, εἰς ἣν ἑκατέρου τὸ στόμα ἀνήκει. καλοῦσι δὲ αὐτὴν μὲν τὴν χώραν ἰσθμὸν, ἐπειδὴ στενὴ καὶ προμήκης ἐστὶ, τὸ περιέχον
962
δὲ αὐτὴν σῶμα φάρυγγα, καθ’ ἣν ἑκατέρωθεν εἷς ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ καταπίνειν ἐνεργῶν, ἡ κεφαλὴ δὲ αὐτῶν πλησίον τέτακται τοῖς κάτωθεν ἀνιοῦσιν εἰς τὰ πλάγια τῆς γλώσσης μυσίν.