In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Και ὄψοισιν ἁπαλοῖσιν χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.
406

Ἢ πτισάνῃ δηλονότι ἢ τεύτλῳ ἢ μαλάχῃ ἢ ἀτραφάξει, εἴτε καὶ βλίτῳ καὶ κολοκύνθῃ καὶ τῶν ἰχθύων τοῖς ἁπαλοσάρκοις.

Οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι.

Ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’ οἴνου τε καὶ κρεοφαγίας φαύλη τέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ ἐπὶ χυλῷ μόνης πτισάνης ἢ μελικράτου καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ ἀμφοῖν ἐστιν ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.

Ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος.
407

Ἀνακομίζεσθαι, τουτέστιν ἀνατρέφεσθαι, τὸν ἔχοντα κάταγμα μετὰ ταύτην συμβουλεύει. τὸ δὲ ἐκ προσαγωγῆς ἀντίκειται τῷ ἀθρόως, σημαῖνον τὸ κατὰ βραχύ. μέμφεται γὰρ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ ὁτιοῦν ἄλλο ποιεῖν.

Ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χειρίξιος. ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται.

Τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν· χείριξιν δὲ ἤτοι τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.

408
Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ μὴ ὀρθῶς ποιεύμενα.

Ἁπλοῦν τὸν τρόπον ὀνομάζει κατάγματός τε καὶ ἐξαρθρήματος, ἐφ’ οὗ μήθ’ ἕλκος ἐγένετο μήτ’ ὀστοῦν ἐγυμνώθη μήτ’ αὐτὸ τὸ κατεαγὸς ὀστοῦν πολυειδῶς συνετρίβη, ὅνπερ δὴ τρόπον κατάγματος οἱ νεώτεροι προσαγορεύουσιν ἀλφιτηδὸν, ὥσθ’ ἕκαστον μὲν, ὡς εἶπον, οὐχ ἁπλοῦν εἶναι, μόνον δ’ ἁπλοῦν ἐκεῖνο ἐφ’ οὗ μηδὲν ἄλλο προσεγένετο τῷ κατάγματι σύμπτωμα, οὕτως δ’ ὅτι χρῆται τῷ ὀνόματι σαφῶς ἐνδείκνυται κατ’ αὐτὸ τοῦτο βιβλίον, οὐ μετὰ ταῦτα πάνυ πολλὰ γράφων ἰδίως. εἰ δ’ ἂν τὰ ὀστέα κατέαγεν ἁπλῷ τρόπῳ τοῦ κατάγματος τὸ ἁμάρτημα γίγνεται μικρὸν μὲν τῇ φαντασίᾳ, τῷ γε μὴν πάντ’ ἀκριβῶς ἀθροῦντι μέγιστον δὴ τῇ δυνάμει. διαφθείρεται γοῦν ἡ ἔμπροσθεν ἐπιμέλεια

409
πᾶσα παροφθέντος αὐτοῦ, καὶ τοῦτό τί ποτ’ ἐστὶν ἐφεξῆς σε διδάξει. γράφεται δὲ καὶ ἑτέρως ἡ αὐτὴ λέξις ὡδί πως, καίτοι πᾶσα μελέτη καὶ πᾶσα ἐπίδεσις οἵα τε διαφθείρεσθαί ἐστι μὴ ὀρθῶς ποιευμένη, ἵνα τὴν ἐπιμέλειαν αὐτὴν, ὅταν κατά τι πλημμεληθῇ, φαίνηται μεμφομένη ὡς ἱκανὴν διαφθεῖραι τὰ περὶ τὸ πεπονθὸς μέρος ὀρθῶς κεχρισμένα.

Ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένος, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτο ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος.

Ἀξιοῖ σε προσεπιβλέπειν ἀκριβῶς ὁποία τις ἡ ἀνάλυσις ἔσται τῆς ὅλης χειρὸς, ὅταν ἤδη περιέρχηται καὶ μηκέτι κατακείμενος ὁ ἄνθρωπος ᾖ, τουτέστι μετὰ τὴν

410
δεκάτην ἡμέραν. ἔμπροσθεν μὲν γὰρ ὡς τὸ πολὺ κατέκειτο τῆς χειρὸς ἀποκειμένης σχηματισμὸν ἔμπροσθεν ἔμαθες, ὑψηλότερον δὲ ἐχούσης ἔμβραχύ τὸ ἄκρον αὐτῆς. ὁπότε δὲ ἤδη περιέρχηται, καθάπερ εἴθισται γίγνεσθαι, τοῦ τραχήλου ταινίαν ἐξαμμένου οὕτω πλατεῖαν, ὡς ὅλον ἐπ’ αὐτῇ ὀχεῖσθαι τὸν πῆχυν τὴν ταινίαν τινὰ περιβάλλειν, ἀλλ’ ὁμαλῶς ἀποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν ἑαυτοῦ ὄντι μέρος ἀστήρικτον, ἀφ’ οὗ τῷ συμφύτῳ μέρει ῥέπον τὸ τοῦ πήχεος ὀστοῦν κυρτωθήσεται πρὸς τὸ κάτω καὶ διαστραφήσεται. πρὶν μὲν γὰρ παθεῖν συνεχὲς ὅλον ὑπῆρχε, διαφθαρείσης δ’ αὐτοῦ τῆς ἑνώσεως, ἡνίκα συνετρίβη, δύναται τότε τὸ μὲν ἕτερον τῶν μερῶν αὐτῶν στηρίζεσθαι κατὰ τῆς ὑποτεταμένης ταινίας, τὸ δ’ ἕτερον ἅτε μηκέτι συνεχὲς ὂν ἐκείνῳ ῥέπον εἰς τὸ κάτω διαστρέφεσθαι. δύναται δὲ καὶ αὐτῶν μέρος ἐνίοτε διὰ τὸ μοχθηρῶς ὑποτετάσθαι τὴν ταινίαν, τὸ μὲν ἕτερον πέρας ὑπ’ αὐτῆς ὀχούμενον ὑψηλὸν διαμένειν, τὸ δ’ ἕτερον ὑποῤῥέον κάτω διαστρέφεσθαι ταύτῃ. κατὰ τέτταρας οὖν τρόπους ἡ ταινία μοχθηρῶς
411
ὑποβλήσεται τῷ πήχει, πρῶτον μὲν ἐπειδὰν ἐπ’ αὐτῆς μόνης ὀχῆται τὸ κατεαγὸς αὐτὸ, τὸ δὲ ἑκατέρωθεν αἰωρῆται. δεύτερον δὲ ὅταν ἐστηριγμένων ἀκριβῶς τῶν περάτων τοῦ πήχεος τῇ ταινίᾳ, τοῦ τε ἄνω πρὸς τῷ ἀγκῶνι καὶ τοῦ κάτω πρὸς τῷ καρπῷ τὸ μέσον ἀστήρικτον ᾖ. τρίτον δὲ καὶ τέταρτον ποτὲ μὲν τῶν πρόσω τοῦ πήχεος μόνον ἀνεχομένων ὑπὸ τῆς ταινίας, ποτὲ δὲ τῶν ὀπίσω μόνων τούτων τῶν τεττάρων τρόπων τοὺς δύο μὲν ἔγραψεν, οἵπερ καὶ μάλιστα διαστρέφουσι τὸ κῶλον, τοὺς δύο δὲ παρέλιπε καὶ τοῖς ῥηθεῖσι συνεπινοεῖσθαι δυναμένους. ὧν δ’ οὖν εἶπεν ὁ ἕτερος ἐν τῇ προκειμένῃ νῦν ἡμῖν διδάσκεται λέξει, καθ’ ἣν ἀξιοῖ πρῶτον μὲν ἐπὶ τῶν ἤτοι ἀμφότερα τὰ ὀστέα τοῦ πήχεος καταγέντων ἢ τὸ κάτωθεν ὅπερ ἰδίως ὀνομάζεται πῆχυς ἀκούειν ἡμᾶς τῶν λεγομένων· ἀλλὰ τοῦτο μὲν κοινὸν ἀμφοτέρων τῶν τρόπων, ὑπὲρ ὧν ποιήσεται τὸν λόγον, ἴδιον δ’ ἑκατέρου τοῦ μὲν προτέρου τοῦ νῦν διδασκομένου τὴν ὑποβεβλημένην τῷ πήχει ταινίαν στενωτέραν οὖσαν ὡς ὑποτείνεσθαι μὴ δύνασθαι παντὶ τῷ κώλῳ, μόνον ὀχεῖν ἐφ’ ἑαυτῷ τὸ κάταγμα, τοῦ δὲ δευτέρου πάλιν ὡς μόνον τὸ
412
κατεαγὸς ἀστήρικτον αἰωρεῖσθαι τῶν ἑκατέρωθεν ἀνειλημμένων. διαστρέφεσθαι δέ φησι κατὰ μὲν τὸν πρότερον ἄνω τὴν χεῖρα, κατὰ δὲ τὸν δεύτερον τρόπον κάτω διὰ τῆς ἐφεξῆς διδάσκει ῥήσεως. ὅτι δὲ κατὰ τὸν πρότερον ἄνω διὰ τήνδε, βασταζομένου γὰρ ὑπὸ τῆς ταινίας τοῦ κατεαγότος μέρους τῆς χειρὸς, ἑκατέρωθεν δὲ τῶν ἄλλων ῥεπόντων κάτω διὰ τὸ μηδεμίαν ἔχειν ἕδραν ἀσφαλῆ, συμβήσεται πωρωθῆναι τὸ πρὸς τῆς ταινίας ὀχούμενον ὑψηλότερον. ἐν ᾧ δ’ ἂν σχήματι πωρωθῇ τὸ κῶλον, ἐκεῖνο φυλάττει τοῦ λοιποῦ χρόνου παντὸς, ὥστε πολλάκις ἡμᾶς ἀναγκάζεσθαι πάλιν ἐπ’ ἀρχὴν ἄγειν τὰ οὕτω διαστραφέντα κατατείνοντας μὲν τὸ κῶλον, ἐργασαμένους δ’ αὖθις αὐτὸ τὸ ἐξ ἀρχῆς κάταγμα, περὶ οὗ καὶ πρόσθεν εἶπον, ὡς δ’ οὐδ’ ὅλως μὲν ἑνοῦται, συνδιαιτᾶται δ’ ὑπὸ τοῦ περιφύντος αὐτοῦ πώρου. τοῦτον οὖν ἐν τῇ κατατάσει διασπάσαντες αὖθις ἐν τῷ προσήκοντι σχήματι τὴν πώρωσιν ἐργασόμεθα τοῦ κατάγματος. ὅτι δ’ οὐχ ἑνοῦται πάντως τὰ συντριβόμενα τῶν ὀστῶν ἔνεστί σοι θεάσασθαι κἀπὶ τῶν ἄλλων ζώων. καὶ 
413
γὰρ ὑῶν ἡμέρων ἀγρίων τε καὶ βοῶν, αἰγῶν τε καὶ προβάτων, ἔτι τε ἀλεκτρυόνων καὶ ἀλεκτρυονίδων, ἐάν ποθ’ εὕρῃς ἐπὶ συντρίμματι πεπωρωμένων ὀστοῦν, εὑρήσεις δὲ πολλὰ, καθάπερ καὶ ἡμεῖς εὕρομεν, ἐάν σοι τούτου μελέτη, πῶρον ἀποξύσας ὄψει παρακείμενα μὲν ἀλλήλοις τὰ χείλη τοῦ κατάγματος, οὐ μὴν ἡνωμένα τε καὶ συμπεφυκότα καθάπερ ἐπὶ τῶν τραυμάτων ἡ κολλωμένη σὰρξ ἑνοῦται. διὰ τί δ’ εἰ μὲν ἄμφω τὰ τοῦ πήχεος ὀστᾶ καταγῇ, ὅ τε ἴδιος ὀνομαζόμενος πῆχυς καὶ τὸ ἕτερον ὃ καλοῦσι κερκίδα συμβαίνει μεγίστην γίνεσθαι τὴν διαστροφὴν τοῦ κώλου κατὰ τὸ κάταγμα τῆς ἀναλήψεως πλημμεληθείσης. εἰ δὲ τὸ ἕτερον μόνον τὸ τοῦ πήχεος, ἧττον. εἰ δὲ τὸ τῆς κερκίδος μόνον, οὐδ’ ὅλως γίνεσθαι διαστροφὴν ἐπὶ τῆς μοχθηρᾶς ἀναλήψεως, οὐχ ἁπλῶς εὑρήσεις ὧν αὐτὸς εἶπέ σοι μεμνημένον, φησὶν, ὅ ἐστιν ὁ πῆχυς ἀντὶ θεμελίου γίγνεται τῷ κατεαγότι καὶ κωλύει τὴν διαστροφὴν αὐτοῦ. ἄνευ μέντοι τῆς κερκίδος, ὅταν ἀπαθὴς μένῃ, συναπευθύνει μέν πως ἑαυτῷ τὸν πῆχυν, ὅταν ὀρθῶς ἐπιδεθῇ. τελέως δ’ ἀδιάστροφον
414
οὐ δύναται φυλάξαι, πλημμεληθείσης τῆς ἀναλήψεως, ἐπειδὴ κάτωθεν ὑποτεταγμένος ὁ πῆχυς οὐδὲν ἔχει στηρίζον ἑαυτὸν, ὅτι μὴ τὴν ἐπίδεσιν.

Ἢν δὲ κατεηγότων τῶν ὀστέων οὕτως ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ᾖ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων.

Τὸν δεύτερον τρόπον ἐνταῦθα διδάσκει ὑπ’ ἐμοῦ τεττάρων ὀλίγῳ ἔμπροσθεν εἰρημένων ὑπεναντίως ἔχοντα τῷ πρώτῳ· ὑπ’ ἐκείνου μὲν γὰρ ἐπὶ τῆς ταινίας μόνον ἐβαστάζετο τὸ κάταγμα. νυνὶ δὲ τῶν ἄλλων ἁπάντων βασταζομένων μερῶν τοῦ πήχεος οὐ βαστάζεται μόνον ἐκεῖνο, καθ’ ὃ τὸ κάταγμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τῆς ἔμπροσθεν εἰρημένης ἀναλήψεως, ἐπειδὴ τὸ μὲν ὀχούμενον ὑπὸ τῆς ταινίας τοῦ κώλου μέρος, ἔνθα τὸ κάταγμα ὑπάρχει, ὑψηλότερον ᾖ,

415
τὸ δ’ ἄλλο πᾶν ἐφ’ ἑκατέρου ταπεινότερον εὐλόγως ἔφη διαστρέφεσθαι πρὸς τὸ ἄνω τὸν ὅλον πῆχυν. οὕτω τοίνυν, ἐπειδὴ τὸ κάταγμα μόνον οὐκ ὀχεῖται, ταπεινωθήσεται τοῦτο τὸ μέρος τοῦ κώλου μόνον ὑποῤῥέον εἰς τὸ κάτω καὶ ταύτῃ κυρτωθῆναι συμβήσεται τὸν πῆχυν καὶ διὰ τοῦτο πόῤῥωθεν τὸ διεστραμμένον εἰς τὸ κάτω φέρεσθαι. ἡ μὲν οὖν ὅλη διάνοια τῆς προκειμένης ῥήσεως εἴρηταί μοι. γραφαὶ δ’ εὑρίσκονται δύο κατὰ ταῦτα ἐναντιώταται μὲν, ὡς ἄν τῳ δόξειεν αὐταῖς ταῖς φωναῖς μόναις, προσέχοντι δὲ τὸν νοῦν ὁμολογούσαις μὲν ἀλλήλαις κατὰ τὰ δηλούμενα πράγματα. μετέωρον τοίνυν πῆχυν οἱ μὲν τὸν ἀστήρικτον ἀκούουσιν ἐπὶ μόνου τοῦ ἀέρος ὀχούμενον, οἱ δὲ τοὐναντίον ἅπαν ἐπὶ τῆς ταινίας ἐστηριγμένον, ὡς τοῦ μὴ τοιούτου ῥέποντός γε κάτω καὶ δι’ αὐτὸ τοῦτο ταπεινοτέρου γιγνομένου, ὅπερ ἐστὶν ἐναντίον τῷ μετεώρῳ. εἰκότως οὖν αἱ γραφαὶ μαχόμεναι μὲν ἀλλήλαις ἐγένοντο κατὰ τὴν λέξιν, ὁμολογοῦσαι δὲ κατὰ διάνοιαν. τῆς γὰρ μετεώρου φωνῆς ἐπ’ ἐναντία σημαινόμενα πρὸς τῶν ἐξηγητῶν ἀχθείσης εἰκότως οἱ μὲν ἄνευ
416
τῆς ἀποφάσεως ἔγραψαν, ὁ δ’ ὅλος πῆχυς μὴ μετέωρος ἢ κατὰ τὸ δοκοῦν καθ’ ἑκάτερα τῆς μετεώρου φωνῆς σημαινόμενα ἀπευθύνοντες τὴν γραφήν.

Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι.

Ἐν ταύτῃ τῇ ῥήσει καὶ περὶ τῶν παραλελειμμένων δυοῖν ἀναλήψεων ἐνεδείξετο. λέγω δ’ ἀναλήψεις δύο κοινὸν μὲν ἐχούσας τὸ κατ’ ἄκρον τὸν πῆχυν ὑποτετάσθαι τὰς ταινίας, ἴδιον δὲ ἑκατέρας τὸ κατὰ τὸν καρπὸν μόνον ἢ κατὰ τὸν ἀγκῶνα. προειρηκὼς γὰρ ἐπὶ τῆς κατὰ τὸ σύντριμμα μόνον ὑποβεβλημμένης ταινίας ἔτι τὸ τῆς κατ’ ἄμφω τὰ πέρατα καὶ μετὰ ταῦτα γράψας τὴν νῦν προκειμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν ὁμαλῶς ἐστηρίχθαι κατὰ τῆς ταινίας, εὔδηλός

417
ἐστι καὶ τὰς ὑπολοίπους δύο μεμφόμενος ἀναλήψεις οὐκ ἐχούσας ὃ κελεύει μάλιστα ἔχειν. οὐδετέρα γὰρ αὐτῶν τὸν καρπὸν ἅμα καὶ τὸ πλεῖστον τοῦ πήχεος ὁμαλῶς στηρίζει, οὐ μὴν ἥξει ἐν ταύταις ἰδίας διδασκαλίας, μάλιστα μὲν, ὡς ἔφην, ὅτι συνεπινοοῦνται ταῖς εἰρημέναις, ἔπειτα δὲ καὶ διότι μικρὰ παντάπασί τισιν ἡ ἀπ’ αὐτῶν γίγνεται βλάβη, τῆς ἐπιδέσεως ἀμέμπτως ἐχούσης· αἱ γάρ τοι προειρημέναι δύο ἀναλήψεις διὰ τοῦτ’ ἦσαν ἱκανῶς μοχθηραὶ, διότι τὸ κάταγμα τοῖς ἑκατέρωθεν αὐτοῦ μέρεσιν ἐναντίως διέκειτο, ποτὲ μὲν ἄνω μόνον ὑπὸ τῆς ταινίας ἀνασπώμενον οὐδενὸς ἄλλου μορίου κατ’ αὐτῆς ἐστηριγμένου, ποτὲ δὲ κάτω μόνον.

418
Ἢν δὲ ὁ βραχίων καταγῇ.

Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον, ὃ μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώσεώς ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’ αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν

419
τῆς κατ’ ὦμόν τε καὶ ἀγκῶνα τὸ περιεχόμενον ὀστοῦν ἐν αὐτῷ, τινὲς δὲ τὰ μόρια μὲν οὕτως αὐτὸν ὀνομάζειν φασὶ τὰ μεταξὺ τῶν διαρθρώσεων, οὐ μὴν αὐτά γε τὰ ὀστέα. σύνηθες γὰρ εἶναι καὶ ἡμῖν οὕτως λέγειν, ἐπλήγη τὴν κεφαλὴν ὅδε τις ἢ τὴν γένυν ἢ τὴν ῥῖνα κἂν ἐν αὐτῷ μόνῳ τῷ δέρματι συστῇ τὸ γινόμενον ἐκ τῆς πληγῆς πάθημα, κἂν συνδιατεθῇ τι τῶν ἔνδον οἷον ὑμένα μυὸς ἢ νεῦρον ἢ ἀρτηρίαν ἢ φλέβα. καὶ τοίνυν ὅταν φῶμεν ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦμεν τῇ λέξει τῇδε· γεγονέναι πάθος ἐν βραχίονι τὸ καλούμενον ἕλκος. ἐπεὶ δ’ ἐν τῷ λόγῳ τοῦ ἕλκους ἡ σὰρξ περιέχεται, κἂν μὴ διὰ τῆς ἰδίας αὐτὴν προσηγορίας καλέσωμεν, ἀλλά γε διὰ τοῦ ἕλκους ἐπεδειξάμεθα. τὴν γὰρ ἐν τῇ σαρκὶ διαίρεσιν ἕλκος ὀνομάζομεν, ὥστε ἐν τῷ φάναι Δίωνος, εἰ οὕτως ἔτυχεν, ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦσθαι τὴν ἐν τῷ βραχίονι σάρκα. κατὰ τὸν αὐτὸν οὗν τρόπον ἐν τῷ φάναι καταγέντα τὸν βραχίονα καὶ ἑλκοῦσθαί φασι κατ’ ἐκεῖνο τὸ μόριον ὀστοῦν πεπονθέναι τὸ πάθος ὃ προσαγορεύεται κάταγμα. τοῦτο μὲν οὖν ἐν
420
ὀνόματι καὶ σημαινομένῳ τὴν ἀμφισβήτησιν ἔχει, μήτ’ ὠφελοῦν μήτε βλάπτον ἡμᾶς εἰς τὴν τοῦ κατάγματος ἴασιν. ἃ δὲ ἐφεξῆς λέγει διδασκαλία τῆς ἰάσεώς ἐστιν, ἣν ποιεῖσθαι προσήκει συντριβέντος τοῦ βραχίονος, ὡς μὲν ἐμοὶ φαίνεται, σαφὴς οὖσα πᾶσα, καθάπερ καὶ ἄλλα τὰ πρόσθεν, ὅσα περὶ τοῦ πήχεος ἔγραψε· καὶ γὰρ κἀκείνων πλὴν ὀλιγίστων λέξεων ἦν σαφῆ προστιθέντα δι’ ἣν εἰς τὴν ἑκάστου τῶν κελευομένων ὑπ’ αὐτοῦ πράττεσθαι τὸ τῆς αἰτίας ἐμηκύναμεν τὸν λόγον ἔξω μὲν ὄντα τοῖ κατὰ τὸ κύριον σημαινομένου τῆς ἐξηγήσεως, εἰθισμένον δ’, ὡς ἔφην, τοῖς ἐξηγηταῖς. ἀλλὰ καὶ τούτους αὐτοὺς τοὺς λογισμοὺς ἑτέρωθι διὰ βραχέων αὐτοῦ εἰρηκότος οὐδ’ ἐνταῦθα τὴν εὕρεσιν αὐτῶν ἡμεῖς προσεθήκαμεν, ἀλλὰ τὴν τάξιν ὑπηλλάξαμεν. ἐπὶ δὲ τοῦ νῦν προκειμένου παντὸς καὶ ὁ λόγος σαφής ἐστι καθ’ ἑαυτὸν ἐξεταζόμενος καὶ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἔχει προειρημένην ἐν τοῖς περὶ τοῦ πήχεος λόγοις, ὑπὸ γὰρ τὰ καθόλου συμβουλευόμενα κατ’ ἐκεῖνον ἐπάγεται καὶ ταῦτα, πρῶτον μὲν τὸ σχῆμα τῆς ὅλης χειρὸς, εἶθ’ ἡ κατάστασις, εἶθ’ ἡ διάπλασις, ἐφ’ ᾗ θέσις ἐσχάτη καὶ ταῦτ’
421
ἤτοι γε εἴη διαφορά τις ἢ ἀνάληψις. ἐπὶ προεγνωσμένοις οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησόμεθα διὰ τῶν ἑξῆς.

Ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται. ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει.

Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιῤῥέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’ οὐ χρὴ μεταβάλλειν τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’ αὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς

422
ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐῤῥέθη. εἰ δ’ αὖ πάλιν ἐμφυλάττῃς, ἐν ᾧ κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλαρὸν ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνην τε παρέξει καὶ δι’ ἐκείνην φλεγμονήν.

Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθικνεῖσθαι τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι. ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν
423
μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν, εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω.

Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δ’ αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦτον ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί. σκαφίας δὲ δηλονότι κέκληκε δι’ ὧν σκάπτομεν τὴν γῆν

424
ἐν οἷς εἰσι καὶ αἱ καλούμεναι δίκελλαι, σμινύας δ’ αὐτὰς ὀνομάζουσιν οἱ Ἀττικοί. βούλεται δὲ τὸ παρατεταμένον ξύλον μὲν εἶναι ἀκίνητον, ὡς μήτε ἀνωτέρω μήτε κατωτέρω μεθίστασθαι κατὰ τὴν χειρουργίαν. ἔξεστι δὲ τοῦτο σειραῖς αὐτοῦ δεθέντος ἐξ ἑκατέρου τῶν περάτων, ἃς σειραῖς ἐνῆφθαι χρὴ πρὸς ὑψηλόν τι χάριν τοῦ κρέμασθαι τὸν στειλαιόν. ὑποβάλλειν οὖν πρόσθεν αὐτοῦ τὸν θεραπευόμενον ἀξιοῖ τὴν χεῖρα, τοῦτο δ’ ἔσται κατὰ τὴν μασχάλην ἐνταθέντος ἐγκαρσίου τοῦ στειλαιοῦ. τὸν δ’ ἄνθρωπον αὐτὸν οὗ καταγεὶς ὁ βραχίων κελεύει καθίζειν οὕτως ὑψηλὸν, ὡς μικροῦ δεῖν μετέωρον εἶναι. καθίζειν μὲν οὖν αὐτὸν προστάττει βουλόμενος αὐτὸν ἐξαρκέσαι τῇ χειρουργίᾳ καὶ μὴ κάμνειν ἑστῶτα. μὴ ταπεινὸν δὲ τοῦτο πράττειν, ἀλλ’ ὡς ἄν τις μάλιστα καθήμενος ὑψηλότερος γένηται. καὶ διὰ τὸν ἰατρὸν μὲν ὅπως ὀρθῶς ἐνεργοῖτο καὶ μὴ ἐπὶ πλεῖστον ἀναγκάζοιτο νεύειν κάτω. χειριζομένῳ δ’ αὐτῷ βέλτιον οὕτω καθῆσθαι· πεφύκασι γὰρ ἐν ταῖς κατατάσεσι τῆς χειρὸς οἱ κάμνοντες ὀδυνώμενοι καὶ συνακολουθοῦντες τοῖς κατατείνουσιν,
425
ἐπανατίθεσθαί τε καὶ μηκέτι φυλάττειν ἀκριβῶς τὴν ἐξ ἀρχῆς ἕδραν. ἐν τούτῳ δὲ συμβαίνει τὴν κατάτασιν ἐκλύεσθαι. ὅπως οὖν μὴ γίγνοιτο τοῦτο καὶ τὸν ἔσχατον ὅρον τῆς ὑψηλῆς καθήσεως τὸν πεπονθότα σχηματίζει μετέωρον, εἰ βραχὺ μετεωρισθείη, στήσεται. τοῦτο δὲ ποιήσας οὔτ’ αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους λήσεται, μὴ λαθὼν δὲ ῥᾳδίως αὖθις ἐπὶ τὸ πρῶτον σχῆμα πρὸς τὸ τῶν ἄλλων ἀχθήσεται καὶ αὐτὸς ἐφ’ ἑαυτό. καὶ μὲν δὴ καὶ ὅτι τοῖς μὲν οὕτω καθημένοις ἐπὶ τὸ στῆναι βραχυτάτη μεταβολὴ, τοῖς ταπεινοῖς δὲ παμπόλλη, ὥστε καὶ τὴν ἐκ τοῦ μεταβάλλειν τε τῆς καθέδρας σχῆμα βλάβην ἐσομένην ἐλαχίστην μὲν γίγνεσθαι τοῖς ὑψηλοῖς καθημένοις, μεγίστην δὲ τοῖς ταπεινοῖς. εὔδηλον οὖν ὅτι διὰ τοῦτο χρῆται καὶ τῷ πλαγίῳ ξύλῳ κατὰ τὴν μασχάλην, ἵνα μὲν κατατεινομένης τῆς χειρὸς ἀκολουθῶν ὁ ἄνθρωπος ἐκλύῃ τὴν τάσιν, ὅπερ ἡμεῖς εἰώθαμεν ἄνευ ξύλου πολλάκις ἐργάζεσθαι διὰ βρόχων περιβεβλημένων τῇ μασχάλῃ. χρὴ δὲ δηλονότι τῶν βρόχων τούτων τὰ πέρατα τείνεσθαι πρὸς τοὐπίσω, καθάπερ πάλιν ἑτέρων βρόχων περιθέσει διατείνομεν ἐφ’ ἑκάτερον τὸ κατεαγὸς
426
ὀστοῦν, ὅταν ἡ διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέρα τοῦ προσήκοντος ᾖ. ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρόχων, ἔτι δὲ μᾶλλον οὐδ’ ὀργάνων ἐχόντων ἄξονας, οἷς περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζόμεθα τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτ’ ἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, ὃ οὗτος ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφ’ οὗ καθεζόμενος ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφαλαίων εἴτ’ ἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ κατ’ ἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δ’ εἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός· καὶ μέντοι καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ἢ ταινίαν εὔτονον δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βραχίονος, ἐξ οὗ τῶν σταθμίων ἡ ἐξάρτησις ἔσται.

427
Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων. κατορθώσας δὲ τοῖσιν θέναρσι τὸ ὀστέον, ῥηϊδίως δὲ κατορθώσεται. ἀγαθὴ γὰρ ἡ κατάτασις, ἥν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη χειριζέτω καὶ ἐρωτήματα ταῦτα ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, ἢν μετρίως ἔχῃ ἢ οὔ. καὶ διὰ τρίτης ἐπιδείτω καὶ ἐπὶ μᾶλλον πιεζέτω.

Ὡς ἑδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατ’ ἰητρεῖον ἠξίωσε γράψας· ἑστεῶτα δὲ δεῖ ἐπ’ ἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.

428
Καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω· καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος μετεπιδησάτω.

Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας ἐπιβάλλειν, ἀλλ’ ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.

429
Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑποβάλῃ, λύειν χρὴ καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισιν καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν καὶ πλείω χρόνον, τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ τὴν ῥώμην ὁρῶν.

Τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ ὁ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δ’ ἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεόμενα.

Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ
430
καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα εἰς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.

Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντ’ ἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶνος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλ’ ἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκείνην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας

431
ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.

Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη.

Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ, τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνάλογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον. χεῖρα δὲ οὐκέθ’ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἄκραν προσέθηκε. ταῦθ’ ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν·

432
ἀκόλουθος μὲν ἦν οἶς ἔμπροσθεν διῆλθεν ὁ περὶ τῆς ἄκρας χειρὸς λόγος. ὁ δ’ οὐ περὶ ταύτης μόνης, ἀλλὰ καὶ περὶ τοῦ ποδὸς ἅμα διδάσκει καὶ πλείω λόγον ὑπὲρ ἐκείνου ποιεῖται, διότι πλείονος ἐπιμελείας δεῖται. φησὶν οὖν ἐκ πολλῶν καὶ μικρῶν ἄμφω συγκεῖσθαι τὰ μόρια, προστιθέντες δ’ ἡμεῖς εἴπωμεν ἂν καὶ σκληρῶν· ἀμύελά τε γάρ ἐστι καὶ ἥκιστα σηραγγώδη, λιθιδίοις ἐοικότα μικροῖς. ἔστι δ’ ὅλης τῆς χειρὸς ἀναλογία πρὸς ὅλῳ τῷ σκέλει, οὕτως καὶ τοῖς ἄκροις αὐτῶν. ὁποῖος μὲν γάρ ἐστιν ἐν χειρὶ καρπὸς, τοιοῦτος ἐν ποδὶ ταρσὸς, ὁποῖον δὲ μετακάρπιον ἐν χειρὶ, τοιοῦτον τὸ πεδίον ἐν ποδί. περὶ δὲ τῆς τῶν δακτύλων ἀναλογίας, κἂν ἐγὼ μὴ λέγω, δῆλον. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶν ἐν τῷ ποδὶ τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, διὸ καὶ τοῦ ποδὸς ὁ λόγος αὐτῷ γίγνεται μακρότερος ἤπερ τῆς ἄκρας χειρός. οἷα μὲν γὰρ πρὸς ἐκείνην αὐτῷ κοινὰ πρῶτον διῆλθεν, ὅσα δὲ ἴδια προσέθηκεν ἐκείνοις ἐφεξῆς· ὁ μὲν οὖν καρπὸς ἐξ ὀκτὼ πάντων ὀστῶν σύγκειται, τὸ δὲ μετακάρπιον ἐκ τεττάρων, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν, ὡς
433
εἶναι τὰ πάντα τῆς ἄκρας χειρὸς ἑπτὰ καὶ εἴκοσι. τά γε μὴν τοῦ ποδὸς αὐτῶν μὲν τῶν δακτύλων εἰσὶ τεσσαρακαίδεκα· δύο γὰρ ὀστᾶ μέγας ὁ δάκτυλος αὐτοῦ ἔχει, τὸ δὲ πεδίον ἐκ πέντε σύγκειται, καὶ διὰ τοῦτ’ ἀμφοτέρων τῶν μορίων ἐννεακαίδεκά ἐστιν ὅσαπερ ἐν ἄκρᾳ χειρὶ μετακαρπίου τε καὶ δακτύλων. ἑνὶ μὲν γὰρ ἀπολείπεται τὸ μετακάρπιον ὀστῷ τοῦ πεδίου, ἑνὶ δὲ οἱ δάκτυλοι τῆς χειρὸς ὀστῷ πλεονεκτοῦσι τῶν ἐν τῷ ποδί. καὶ διὰ τοῦτο συναμφότερα συναμφοτέροις ἴσον ἔχει τὸν ἀριθμόν· λοιπὸν ἐν χειρὶ μὲν ὁ καρπὸς ἐξ ὀκτὼ τῶν πάντων ὀστῶν ἐστιν, ἐν ποδὶ δὲ ταρσὸς ἅμα τῇ πτέρνῃ τε καὶ ἀστραγάλῳ τῶν πάντων ὀκτώ. τοῦ γὰρ τῆς πτέρνης ὀστοῦ μεγίστου ὄντος ἁπάντων τῶν ἐν ἄκροις ἀμφοτέροις τοῖς κώλοις ὑπεστηριγμένου τε τῷ ἀστραγάλῳ καὶ τῇ κνήμῃ καὶ σχεδὸν ὅλον τὸ σῶμα βαστάζοντος, ὁπόταν ὀρθοὶ στῶμεν, ἐν δὲ τοῖς πρόσω μέρεσι συνηρθρωμένου πρὸς τὸ κυβοειδὲς, ὥσπερ γε καὶ τοῦ ἀστραγάλου κεφαλὴ πρὸς τὸ σκαφοειδὲς, οἷς ἀμφοτέροις ἄλλα τε περιδιήρθρωται τὰ κατὰ τὸν ταρσὸν τοῦ ποδὸς μάλιστα
434
κείμενα· καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ σκέλει προσνέμειν, ὁ αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζ΄ καὶ κ΄ εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στ΄ καὶ κ΄ εἰπόντας. εἰ μὲν γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζ΄ καὶ κ΄ ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στ΄ καὶ κ΄ ὀστᾶ γίνεται. διὰ τοῦτ’ οὖν ὀρθῶς προσεῖπε· ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δέ ὧν ἐμάθομεν εἰς τὰ παρόντα χρησίμων· οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆκεν, ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιάζοντα σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵν’ ὅταν ἐκ τῆς ἰδίας χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοίμως αὐτῷ καταντῶμεν.

435
    Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ ἰητρεύειν.

    Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ χρώμενος ἐν οἷς φησιν·

  1. Ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων.
  2. καὶ ἔμπαλιν·

  3. Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
  4. ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ

    436
    ὀστᾶ χωρὶς ἕλκους· τῷ γὰρ σὺν χρωτὶ τιτρωσκομένῳ τὸ αὐτὸ σημαίνει τῷ μεθ’ ἕλκους, οὐδὲ διάφορον οἴεται κατὰ τὸν ἐνεστῶτα λόγον ἕλκους εἰπεῖν ἢ τραύματος. ὀλίγιστον δέ ἐστιν ἐν ἄκροις τοῖς κώλοις. τὸ γὰρ σαρκῶδες, ὥσπερ πλεῖστον ἐν βραχίονί τε καὶ μηρῷ, τοῦτ’ οὖν τὸ ὅλον ἑτοίμως πάσχει προσπεσόντος τινὸς ἔξωθεν ἄκρᾳ χειρὶ καὶ ποδὶ τοῦ δυναμένου κατάξαι τι τῶν ἐν αὐτοῖς ὀστῶν. αἰτίαι γάρ εἰσι γοῦν γενικώταται τέσσαρες ὀστῶν κατάγματος ἤτοι θλάσαι τι δυνάμενον ἰσχυρῶς ἐμπεσόν. ἔστι δὲ δῆλον ὅτι χρὴ τὸ τοιοῦτον σῶμα σκληρὸν μὲν κατὰ τὴν οὐσίαν, οὐ σμικρὸν δὲ κατὰ τὸν ὄγκον ἢ διατεμνόμενον τὸ δέρμα μόνον ἤ τι τῶν μετ’ αὐτὸ τὸ μέχρι τῶν ὀστῶν, ἀλλὰ καὶ αὐτὰ τὰ ὀστᾶ· καὶ καλεῖ γ’ ἕδραν αὐτὸς τὸ τοιοῦτον πάθημα τῶν ὀστῶν ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων καὶ μέντοι καὶ καθαλλόμενοί τινες ἀφ’ ὑψηλοῦ διέκλασαν ἤτοι τῆς κνήμης ὀστοῦν ἢ τὸ τοῦ μηροῦ ξηροτέρων αὐτοῖς καὶ οὐ πάνυ πυκνῶν ὄντων. ἴδομεν δὲ καὶ κατὰ παλαίστραν κάταγμα γιγνόμενον κατὰ περίκλασιν. οὕτω
    437
    γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κἀπὶ τοῦ συντριβέντος τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ παλαίοντος κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφ’ ἡμῶν αὐτῶν. ἐπιτιθέντες γὰρ αὐτὰ καθ’ ἑκατέρου μηροῦ λοξὰ κἀπὶ τῶν χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα.

    Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’ εὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας διακλᾶται μέσον τοιούτων. ἀλλ’ ὁ τοιοῦτος τρόπος τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ ὅταν ἀφ’ ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς

    438
    τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κατάγνυται. τοῦτο δ’ αὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρότητα μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν οὐδὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόν τε τῶν ὀστῶν ὑπάρχον, ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐδὲ τοῦ δέρματος φείδεται, καθάπερ οὐδ’ ὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ· καὶ γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον ἃ τοῖς ὀστοῖς ἐπίκειται, πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλ’ ἐπεὶ μέλλει περὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν διδασκαλίαν, ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.