In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Γίνεται δὲ καὶ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου.
246

Ἠγνόηται καὶ τοῦτο τοῖς πλείστοις καὶ διὰ τοῦτο θαυμάζουσιν ἐκ μαντικῆς τέ τινος οἴονται προλέγεσθαι πολλάκις ὑφ’ ἡμῶν, ὡς οὔτε τις τεταρταῖον ἔχων πυρετὸν ἀπαλλαγήσεται μεθ’ ἡμέρας, εἰ τύχοι πεντεκαίδεκα, καίτοι γε ἐπὶ τῶν τριταίων οὐ θαυμάζουσι τὴν πρόῤῥησιν. ἔστι δὲ κοινὸς ἀμφοῖν ὁ λόγος. ὥσπερ γὰρ ἐπὶ τῶν συνεχῶν πυρετῶν ἀριθμοῦμεν ἁπάσας ἐφεξῆς τὰς ἡμέρας εἰς πρόγνωσιν τῆς ἐσομένης κρίσεως, οὕτως ἐπὶ τῶν διαλειπόντων τὰς ἐπισημασίας, ἵν’ ὅπερ ἐπὶ τῶν συνεχῶν ἡ ἑβδόμη τῶν ἡμερῶν, τοῦτ’ ἐπὶ τῶν διαλειπόντων ἡ ἑβδόμη περίοδος ἐργάσηται. κατὰ τοῦτό γέ τοι ὁ ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις, οὐχ ἡμέραις ἑπτὰ κρίνεσθαι πέφυκε. καὶ μὲν δὴ καὶ ὅπερ ἡ τετάρτη τῶν ἡμερῶν ἀπ’ ἀρχῆς ἀριθμοῦντι πρὸς τὴν ἑβδόμην ἐστὶ, τοῦθ’ ἡ τετάρτη περίοδος ὡς πρὸς τὴν ἑβδόμην περίοδον. ἐπίδηλος μὲν γὰρ ἡ τετάρτη τῶν ἡμερῶν ἐστι τῆς ἑβδόμης, ἐπίδηλος δὲ καὶ ἡ τετάρτη περίοδος τῆς ἑβδόμης περιόδου. λέλεκται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων. ὅθεν ἀρκέσει νῦν ἀκηκοέναι

247
τό γε τοσοῦτον, ὡς καὶ τῶν τεταρταίων πυρετῶν αἱ κρίσεις κατὰ τὸν ἀριθμὸν γίνονται τῶν περιόδων, οὐ τῶν ἡμερῶν ἐκ τοιούτου τοῦ κόσμου. κόσμον εἴρηκε τὴν τάξιν τῶν κρινουσῶν ἡμερῶν. ὥσπερ γὰρ ἀκοσμίας ἴδιόν ἐστιν ἡ ἀταξία, οὕτως ἡ τάξις τοῦ κόσμου. κατὰ τοῦτό γέ τοι καὶ τόδε τὸ πᾶν ὠνόμασαν οἱ ἄνθρωποι κόσμον, ἐπειδὴ τέτακται τὰ κατ’ αὐτόν· ἐν μέσῳ μὲν αὐτῶν τῆς γῆς κειμένης, ἔξωθεν δὲ ταύτης περικεχυμένης τῆς θαλάττης, περιέχοντος δὲ ταύτην ἀέρος, ἐκεῖνον δὲ αἰθέρος, εἶτ’ οὐρανοῦ πᾶσι τούτοις κύκλῳ περιβεβλημένου. καὶ μὲν δὴ καὶ αἱ κινήσεις τῶν μὲν ἀπλανῶν ἀστέρων τί δεῖ καὶ λέγειν εἰς ὅσον ἥκουσι κόσμον, διὰ παντὸς ὡσαύτως ἔχουσαι; τῶν πλανωμένων δ’ εἰ μὴ καὶ καθ’ ἑκάστην ἡμέραν εἰσὶν ἴσαι, τό γε τεταγμένον ἔχουσιν ἐν ἴσαις χρόνου περιόδοις, ἀεὶ τοὺς αὐτοὺς τόπους τοῦ ζωδιακοῦ διεξερχομένων αὐτῶν.

248
Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα προγινώσκεσθαι. μέγιστα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆς αὐτέοισίν ἐστιν. οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι καὶ κοιμώμενοι τὰς νύκτας τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα. οἱ δὲ ἀπολλύμενοι δύσπνοοι γίνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες.

Τὸ μὲν εὐπετέως ἐῤῥέθη καὶ πρόσθεν ἑτοίμως τε καὶ ῥᾳδίως σημαῖνον, τὸ δ’ εὐπετέστερα ῥᾴονα δηλονότι λέγει καὶ πρὸς τὴν διάγνωσιν ἑτοιμότερα. πρὸ ὀλίγου μὲν οὖν εἶπεν, οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν. ἀλλὰ νῦν γε ἐπανέλαβεν αὐτὸ χάριν τοῦ διὰ παραδειγμάτων ἐνδείξασθαι σαφέστερον ὁποῖα τὰ σημεῖα τὰ κάλλιστά ἐστιν. αὐτὸς γοῦν ἐπιφέρων φησὶν, οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοι καὶ ἀνώδυνοι καὶ κοιμώμενοι τὰς νύκτας, 

249
οἱ δ’ ἀπολούμενοι δύσπνοοι, ἀλλοφάσσοντες, ἀγρυπνέοντες. εἶθ’ ἑκατέρῳ τῷ λόγῳ προσέθηκε, τῷ μὲν πρώτῳ καὶ τἄλλα σημεῖα ἔχοντες ἀσφαλέστατα, τῷ δὲ δευτέρῳ καὶ τἄλλα σημεῖα κάκιστα ἔχοντες, ἐπιδεικνύμενος σαφῶς ὅτι παραδειγμάτων ἕνεκεν ἐμνημόνευσεν ἐξ ἑκατέρου τοῦ γένους τῶν σημείων. εἰκότως δὲ καὶ τοῦτο προσέθηκε τῷ λόγῳ. μέγιστα γὰρ τὰ διαφέροντα αὐτοῖσιν ἀπ’ ἀρχῆς ἐστιν, ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, ὡς παμπόλλη τίς ἐστιν ἡ διαφορὰ πρὸς ἄλληλα τῶν μελλόντων ἐν ἐλαχίστῳ χρόνῳ κρίνεσθαι νοσημάτων ἐπ’ ὀλέθρῳ τε καὶ σωτηρίᾳ, καθάπερ τῶν εἰς πλεῖστον χρόνον ἐκτεινομένων, ὅτι παραπλήσια κατὰ τὴν ἀρχήν ἐστι τὰ σημεῖα. τὸ δὲ ἀλλοφάσσοντες, εἴρηται γὰρ καὶ τοῦτο τοὔνομα κατὰ τὴν ῥῆσιν, οὐ πάνυ τι σύνηθες ὂν ἤτοι τοὺς παραφρονοῦντας ἢ τοὺς μεταῤῥιπτοῦντας ἑαυτοὺς, ὅπερ ἐστὶν ἀσωμένους, ἐνδείκνυται. βέλτιον δ’, ὅσον ἐξ αὐτῆς τῆς φωνῆς οἷόν τε τεκμαίρεσθαι, τὸ πρότερον, ἵν’ ᾖ γεγενημένον τοὔνομα τὸ ἀλλοφάσσοντες ἐκ τῶν ἄλλοτε φάσκειν ἄλλα. τινὲς δὲ ἀπὸ τοῦ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο σχῆμα
250
τὰ φάη, τουτέστι τοὺς ὀφθαλμοὺς, γεγονέναι φασὶ τὴν προσηγορίαν.

Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ κατά τε τὸν χρόνον κατά τε τὴν πρόσθεσιν ἑκάστην, ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων.

Ὥσπερ ὅσα περὶ τῆς πρώτης τετράδος εἶπε κατὰ τὴν ἀρχὴν ἐπανέλαβε μετὰ τοῦ προσθεῖναι καὶ παραδείγματα, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐν τῇδε τῇ ῥήσει διέρχεται τὰ κατ’ ἐκείνην αὐτῷ προγεγραμμένα, δι’ ἧς φησιν· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμεῖσθαι καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην ἐπισκέπτεσθαι, καὶ οὐ λήσει ὅπη τρέψεται.

Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίνονται.
251

Καθ’ ἣν ἂν ἡμέραν ἀποκυήσῃ, ἡ ἀρχὴ τῆς ἐξαριθμήσεως γινέσθω σοι, μὴ καθ’ ἣν ἤρξατο πυρέττειν. ἐνίαις γοῦν ἤτοι περὶ δευτέραν ἢ τρίτην ἡμέραν ἄρχονται μετὰ τὸν τόκον, ἀφ’ ἧς ἀριθμοῦσιν οἱ πολλοὶ τὴν ἐσομένην κρίσιν. ἔχει δὲ οὐχ οὕτως, ἀλλ’ ἀφ’ ἧς ἀποκυήσει τὴν συναρίθμησιν δεῖ γενέσθαι τῶν ἡμερῶν. ὁπότ’ οὖν ταῦτα ἅπαντα περὶ τῶν κρισίμων ἡμερῶν ἐπὶ κεφαλαίων διῆλθεν ὁ Ἱπποκράτης, ἀναμνῆσαί σε βούλομαι τοῦ πολλάκις ἐν πολλοῖς ὑπ’ ἐμοῦ λεγομένου. τὸ δ’ ἐστὶ τοιοῦτο ὅτι τῶν ζητουμένων ἔνια μηδὲν εἰς τὰ τῆς τέχνης ἔργα συμβαλλόμενα λογικὴν ἔχει τὴν σκέψιν. ἡ μὲν γὰρ χρεία τῆς προγνώσεως ἔστιν ἐν τῷ γνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα, τὸ δὲ εἴτε ὀξὺ κλητέον εἴτε κάτοξυ τὸ τοιοῦτον εἴτε χρόνιον εἴτε ὀξὺ παρηυξημένον εἴτε κατὰ μετάπτωσιν ὀξὺ, περὶ ὀνομάτων ἐστὶ μᾶλλον ἢ περὶ πραγμάτων ζητεῖν. εἰ δὲ καὶ περὶ πραγμάτων ἐθέλοι τις εἶναι τὴν τοιαύτην ζήτησιν, ἀλλ’ οὔτι γε περὶ τοιούτων πραγμάτων ἐστὶν, ἐξ οἵων ἄν τις ὁρμώμενος ἢ προγνοίη τὸ γενησόμενον ἢ θεραπεύσειεν ὀρθῶς.

252
ὑποκείσθω γοῦν ἡμῖν προεγνῶσθαι ἀληθῶς τὸν νοσοῦντα κατὰ τὴν εἰκοστὴν ἡμέραν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος· εἶτα γενομένου τοῦ πράγματος ὡς ἠλπίσθη τὸν μέν τινα λέγειν ὀξὺ νόσημα γεγονέναι τἀνθρώπῳ, τινὰ δ’ οὐκ ἐπιτρέπειν ὀξὺ προσαγορεύειν αὐτὸ, πέρας γὰρ εἶναι τῶν ὀξέων τὴν ιδ΄ ἡμέραν. εἶθ’ αὑτοὺς πάλιν ἀλλήλοις διαφέρεσθαι, τοῦ μέν τινος, ἐπειδὴ τῶν ὀξέων ἐξέπεσεν ἡ νόσος, ἄντικρυς αὐτὴν ὀνομάζοντος χρονίαν, εἶναι γὰρ οὐδεμίαν ἄλλην τρίτην διαφορὰν ἀπὸ χρόνου ποσότητος ἐν τοῖς νοσήμασιν ὑποληπτέον, ἑτέρου δὲ ἐκ μεταπτώσεως ὀξὺ τὸ τοιοῦτον νόσημα καλοῦντος, ἄλλου δ’ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ παρηυξημένον ἐπ’ ὀλίγον ὀξὺ καλοῦντος. ἵνα γοῦν τις ἀκούσῃ πρῶτον μὲν ἐκ τίνων πιθανῶν ἕκαστος τῶν διαφωνούντων ὁρμᾶται, διακρίνῃ δ’ ἐφεξῆς ὅστις ἄμεινον αὐτῶν ἢ χεῖρον γινώσκει, κατατρίψει μὲν οὐκ ὀλίγον χρόνον, ὀνήσεται δ’ οὐδὲν εἰς τὴν τέχνην. οὕτως δὲ καὶ ὅστις μὲν οἶδε προγνῶναι κατὰ τὴν εἰκοστὴν ἑβδόμην λυθησόμενον
253
τὸ νόσημα, μὴ δύναται δ’ ἀποφαίνεσθαι πότερον ὀξὺ κλητέον ἢ χρόνιον ἢ παρυηξημένον ὀξὺ ἢ ἐκ μεταπτώσεως ὀξὺ, βέβλαπταί τι πρὸς τὴν τέχνην οὐδὲ οὗτος οὐδέν. ἄριστον μὲν γάρ ἐστιν ἐν ταῖς κατὰ χρόνον διαφοραῖς τῶν νοσημάτων τοσοῦτον αὐτῶν ὑπολαμβάνειν εἶναι τὸν ἀριθμὸν, ὅσος περ καὶ τῶν κρινουσῶν περιόδων, ὡς εἶναι τὸν μὲν ὀλιγοχρονιώτατον ἐν τῇ πρώτῃ τετράδι περιγραφόμενον, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν δευτέραν, εἶθ’ ἑξῆς τὸν κατὰ τὴν τρίτην, εἶτα τὸν κατὰ τὴν τετάρτην καὶ μετὰ τοῦτον τὸν κατὰ πέμπτην, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν ἕκτην, ἥτις εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφικνεῖται. μετὰ δὲ ταύτην ἐκλύεσθαι μὲν τὰς τετράδας, ἑβδομαδικὰς δὲ γίνεσθαι κρίσεις. εἶτα καὶ ταύτας ἐκλύεσθαι τοῦ χρόνου προϊόντος, ὡς δι’ εἴκοσιν ἡμερῶν τὰς λύσεις τῶν νοσημάτων ἀποτελεῖσθαι καὶ μετὰ ταῦτα εἰς ἀριθμὸν μεταβαίνειν μηνῶν. δύο γὰρ προθεσμίαι χρόνων εἰσὶ τοῖς νοσήμασιν, ὡς τὰ μὲν ὀξέα, τὰ δὲ χρόνια λέγεσθαι. ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας πολλάκις οὕτως ὀνομάζομεν, εἶθ’ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀναγκαζόμεθα μεταξὺ πάλιν αὐτῶν ἕτερα 
254
τιθέναι τὰ ἐκ μεταπτώσεως ὀξέα καὶ ποιεῖν τρεῖς τὰς πάσας διαφορὰς, αὖθις δὲ τούτων ἑκάστην τέμνειν, οἷον εὐθὺς ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶς ὀξὺ, τὸ δὲ κάτοξυ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὠνόμασται, κάτοξυ μὲν τὸ τῆς ἑβδόμης ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν αὐτῷ βραχύ τι προστιθέμενον ὁρῶντες ἀπορούμεθα, προσηγορίαν ἰδίαν οὐκ ἔχοντες θέσθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κρινομένῳ νοσήματι, καθάπερ οὐδὲ τῷ κατὰ τὴν εἰκοστὴν τῆς καλουμένης σωρειτικῆς ἀπορίας κατὰ τὸ πρᾶγμα φαινομένης, ὥστ’ ἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν εἰκοστὴν ἡμέραν ὅρον θέσθαι τῶν ὀξέων, οὐ τὴν τεσσαρεσκαιδεκάτην οὔσης καὶ ἄλλης οὐ σμικρᾶς ἀπορίας κατὰ τὸ πρᾶγμα. τὸ γὰρ ὀξὺ νόσημα μετὰ μεγέθους τινὸς νοεῖται καὶ συνεχείας πυρετοῦ. τὸ γάρ τοι μὴ τοιοῦτον εἴ γε καὶ περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ θᾶττον λυθείη,
255
τῆς αὐτῆς προσηγορίας οὐκ ἀξιοῦμεν. αὗται μὲν οὖν αἱ διαφοραὶ καὶ τοσαῦται περὶ τῶν ὀξέων νοσημάτων εἰσὶ τῆς προθεσμίας, ἄλλαι δὲ περὶ τῶν μετὰ τὴν εἰκοστὴν ἡμέραν κρισίμων, εἰς πλάτος ἱκανὸν ἐκτεταμένων. κἀκείνων δ’ εὔλογον οἶμαι τὰ μὲν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας προϊόντα κατά τινα διαφορὰν ἰδίαν τίθεσθαι, τὰ δὲ ἀπὸ τούτων ἄχρι μηνῶν ἑπτὰ κατ’ ἄλλην διαφοράν. ὥσπερ γε καὶ τὰ ἐνιαύσια κατ’ ἄλλην αὖ πάλιν καὶ ταῦτα· καὶ πρός γε τούτοις ἔτι τὰς συναριθμήσεις ἐτῶν οὐ μηνῶν ἔχοντα, ὅπερ οὖν ἀεὶ λέγω τὰ μὲν τοιαῦτα παραλειπτέον ἐστὶν, ἀσκητέον δὲ αὐτὸν ἱκανὸν εἶναι προγινώσκειν, ὁπότε λυθήσεται τὸ νόσημα. φαίνεται γοῦν ὁ Ἱπποκράτης ἐφ’ ἑνὸς εἴδους νοσήματος, ὃ καλεῖν εἴωθεν ἐμπύημα, τισὶ μὲν αὐτῶν τὴν εἰκοστὴν ἡμέραν ὅρον τῆς ῥήξεως τιθέμενος, ἐνίοις δὲ τὴν τριακοστὴν ἢ τεσσαρακοστὴν ἢ ἑξηκοστήν· ἐπιτρέψας οὖν τὰς προσηγορίας ἑτέροις ἐπ’ αὐτῶν τίθεσθαι τοῖς περὶ τὰ τοιαῦτα δεινοῖς αὐτὸς σπούδαζε προγινώσκειν εἰς ἥντινα τῶν προειρημένων ἡμερῶν ἡ προθεσμία τῆς
256
ῥήξεως ἀφίξεται. τοῦτο δὲ εὑρήσεις διὰ δυοῖν ὥσπερ ὀργάνων ἐμπειρίας τε καὶ λόγου, τῆς μὲν ἐμπειρίας ἓν καὶ δεύτερον ἐμπύημα διδαξάσης ἐῤῥωγὸς, ἑκάτερον ἰδίᾳ προθεσμίᾳ τοῦ λόγου δὲ γινώσκοντος τήν τε τῆς ὕλης τῶν ἐμπυημάτων οὐσίαν, τό τε δραστικὸν αἴτιον αὐτῆς, τά τε τούτῳ συνεργοῦντα. θεασάμενος γάρ τις τὸ πρῶτον ἐμπύημα κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν, εἰ τύχοι, ῥαγὲν, ὑπὸ τοῦ τοιοῦδε χυμοῦ γεγονὸς, οἷον ὅτι μετρίως ψυχροῦ καὶ καθ’ ὥραν ὡσαύτως μετρίως ψυχρὰν, ἡλικίαν τε καὶ χώραν καὶ φύσιν ὅλου τοῦ σώματος καὶ τοῦ πεπονθότος μορίου καὶ πάλιν ἕτερον θεασάμενος ἑξηκοσταῖον διεῤῥωγὸς, ἐπὶ ψυχροτέροις ἅπασι τοῖς προειρημένοις, εἶτ’ εἰ οὕτως ἔτυχεν εἰκοσταῖον ἐπὶ θερμοτέροις. ἐκ τούτων ὁρμώμενος ἱκανὸς ἔσται περὶ τῶν ἄλλων ἐμπυημάτων στοχάζεσθαι, σκοποῖς μὲν χρώμενος τοῖς ἐμπείρως ὁραθεῖσι, παραβάλλων δὲ ἐκείνοις τὰ νῦν γενόμενα κατὰ θερμότητα καὶ ψύξιν αὐτῶν τε τῶν μεταβαλλομένων χυμῶν καὶ τῆς ἀλλοιούσης αὐτοὺς αἰτίας δραστικῆς, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὅσα τ’ ἄλλα
257
ταύτῃ συνεργεῖ κατὰ χώραν καὶ ὥραν καὶ κατάστασιν. αὐτῆς δὲ τῆς δραστικῆς αἰτίας τὸ μέγεθος ἔκ τε τῆς ἡλικίας τεκμαιρόμενος ἔτι τε τῆς ἰδίας φύσεως αὐτοῦ καὶ τοῦ μορίου καθ’ ὃ συνέβη τὴν ἐκπύησιν γίνεσθαι καὶ τῶν ἄλλων σημείων, ὅσα ῥώμην τε καὶ ἀῤῥωστίαν ἐνδείκνυται τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας δυνάμεως. ὁ γὰρ μηδὲν τούτων ἐπιστάμενος, ἀλλὰ περιμένων ἐκ παρατηρήσεως διδαχθῆναι περὶ πάντων τῶν ἐμπυημάτων ἐτῶν εἰς τοῦτο χιλίων χρόνος οὐκ ἐξαρκέσει, ὥσπερ αὖ πάλιν ὁ πρὸς τὴν ἔμφυτον ἀποβλέπων θερμασίαν ὁπόση τις ἐστι καὶ ταύτῃ παραβάλλων τὴν φύσιν τῶν πεφθησομένων χυμῶν ὁδὸν ἔχει τῆς εὑρέσεως οὗ ζητῶν τυγχάνει πράγματος. οὗτος οὖν ἐστιν ὁ δυνάμενος ἐξ ὧν οἶδε καὶ περὶ ὧν οὐκ οἶδε τεκμαίρεσθαι τεχνικῶς. οὗτος ἐρεῖ μόνος ὡς περὶ μὲν τὴν εἰκοστὴν ἡμέραν ἐκπυήσει τόδε τι, περὶ δὲ τὴν τριακοστὴν τόδε τι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως οὐδὲν ἔτι προστιθέναι δεόμενος, εἴτ’ ὀξὺ χρὴ καλεῖν εἴτε χρόνιον εἴτ’ ἐκ μεταπτώσεως
258
ὀξὺ τὸ νόσημα. ταῦτα γὰρ ἔργον ἐστὶ διακρίνειν, οὐκ ἰατρῶν νὴ Δία περὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων, ἀλλὰ σοφιστῶν λόγοις σχολαζόντων, καὶ διὰ τοῦτο περὶ μὲν τῶν τοιούτων προβλημάτων ἐφ’ ὑψηλοῦ θρόνου καθήμενοι σεμνῶς πάνυ καταντλοῦσι λόγοις οἱ πολλοὶ τοὺς μαθητάς. ὁποῖον δέ τι γενήσεται τῷ κάμνοντι μᾶλλον αὐτοὺς λέληθεν ἢ τῆς θαλάττης χοαί. ἕτεροι δ’ ἔμπαλιν ἱκανοὶ μέν εἰσι καὶ διαγνῶναι τὰ νοσήματα καὶ προγνῶναι τὰ γενησόμενα, λέγειν δ’ οὐδὲν ἔχουσιν εἰς τὰ λογικὰ ζητήματα, κἀκ ταύτης τῆς αἰτίας ἄλλοι μὲν ἰατροὶ νομίζονται παρὰ τοῖς ἀνθρώποις, ἕτεροι δὲ σοφισταὶ καὶ λογιατροί· καλοῦσι γὰρ αὐτοὺς οὕτως· κἂν θεάσωνταί τινα βιβλίον ἀναγινώσκοντα καὶ λόγῳ χρώμενον εἰς ἑρμηνείαν τῶν χρησίμων φαρμάκων, ὑποπτεύουσι τοῦτον ἐκ τῶν λογιατρῶν εἶναι.

Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον 
259
κάρτα· εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ καὶ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἐκπύησιν, ἄλλως τε κἂν ὀδύνη περὶ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ᾖ.

Ἀτακτότερον ἡρμήνευται χρησιμώτατον εἰς πρόγνωσιν ὂν πρᾶγμα. κατὰ τάξιν δ’ ἂν οὕτως ῥηθείη. κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ συνεχεῖς σὺν πυρετῷ εἰ μέν τι τῶν θανατωδῶν σημείων προσγένηται, τελέως ὀλέθριον· εἰ δ’ ἐξ ὧν ἔμαθες ἐλπίζοις τι περὶ τοῦ νοσοῦντος ὡς σωθησομένου, κατ’ ἀρχὰς μὲν ἄχρι τῆς ἑβδόμης ἡμέρας αἱμοῤῥαγίαν διὰ ῥινῶν προσδέχου, προελθόντος δὲ τοῦ χρόνου καὶ τοῦτο μὲν ἔτι. πῦον δ’ ἂν ἔλθῃ διὰ ῥινῶν ἢ δι’ ὤτων ἐπὶ σωτηρίᾳ τοῦ κάμνοντος. εἰ δὲ ἄχρι τῶν εἴκοσι ἡμερῶν ἐκταθείη

260
τὸ σύμπτωμα τῆς κεφαλαλγίας, ἔτι καὶ τότε τὴν αἱμοῤῥαγίαν σπανιωτέραν ἔλπιζε, μᾶλλον δὲ ἐκπύησιν ἢ ἀπόστασιν εἰς τὰ κάτω χωρία προσδέχου. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον, καθ’ ὃν ἂν τὴν αἱμοῤῥαγίαν ἐλπίσῃς, αὐξήσει σου τὴν ἐλπίδα κατὰ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ὀδύνη σφοδρὰ παραμένουσα.

Μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ αἵματος μὲν τὴν ῥῆξιν τοῖσι νεωτέροισι πεντεκαιτριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.

Ἀπὸ τῆς ἡλικίας ὁ διορισμὸς εἰς τὸ μᾶλλον ἐλπίζειν διὰ ῥινῶν αἱμοῤῥαγίαν. ἡ δ’ αἰτία πρόδηλος εἰρημένη πολλάκις, ὡς ἡ μέχρι πέντε καὶ τριάκοντα ἐτῶν ἡλικία πλεῖστον αἷμα γεννᾷ. πρόσεστι δὲ καὶ τοῦτο καὶ τὸ θερμότερόν τε καὶ χολωδέστερον εἶναι ἐν ταύτῃ τῇ ἡλικίᾳ τὸ αἷμα. λέλεκται δὲ καὶ πρόσθεν εἰς τὰς ὑπὸ τῆς φύσεως γενομένας

261
αἱμοῤῥαγίας τὸ τοιοῦτον ἐπιτήδειον ὑπάρχειν· ἐπὶ δὲ τῶν γεραιτέρων τῶν περαιτέρω τῶν τριάκοντα καὶ πέντε ἐτῶν μᾶλλον προσδοκῆσαι τὴν ἐκπύησιν.

Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν. κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. ὡς οὖν τουτέου τοῦ τρόπου σφαλεροῦ ἐόντος ταχέως δεῖ προσέχειν τὸν νόον καὶ τοῖσιν ἄλλοισι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης.

Οὐδέποτε γίνεται ὀδύνη σφοδρὰ ἐπὶ τῶν φαινομένων τούτων ὤτων, οὔτ’ εἰ καὶ γένοιτο κίνδυνος ἀκολουθήσει, μήτ’ αὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντος μήτε κυρίῳ τινὶ συνεχοῦς ὄντος. ἀλλ’ εἰώθασιν ὠταλγίας ὀνομάζειν, ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουστικὸν πόρον ἡ τῆς ὀδύνης αἴσθησις γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάσχει τὸ ἀκουστικὸν ὀνομαζόμενον νεῦρον, οὐ διὰ μακροῦ συνάπτον

262
τῷ ἐγκεφάλῳ. εἰκότως οὖν ἀπόλλυνται πολλοὶ κατὰ τὰς σφοδρὰς ὠταλγίας εἰς συμπάθειαν ἐρχομένου τοῦ ἐγκεφάλου, διὸ καὶ παραφρονοῦσι τῶν καμνόντων ἔνιοι καὶ μέντοι καὶ ἀποθνήσκουσιν αὐτῶν τινες ἐξαίφνης ὃν τρόπον οἱ ἀπόπληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀφίκηται ἀθρόως τὸ τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.

Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τοῦ νουσήματος τουτέου, οἱ δὲ γεραίτεροι πολλῷ βραδύτερον. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι. ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νοσήματος ἐπιγινόμεναι ἀποκτείνουσι τοὺς πλείστους. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆσαι τὸ οὖς ἀπόλλυνται. ἐπήν γε ῥυῇ τὸ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι τῷ νέῳ, ἤν τι καὶ ἄλλο χρηστὸν αὐτέῳ ἐπιγένηται σημεῖον.
263

Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἢ ἐκπυΐσκονται τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα τῆς κράσεως ὁ τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δ’ ἄλλα τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.

Φάρυγξ δὲ ἑλκουμένη σὺν πυρετῷ δεινὸν, ἀλλ’ ἤν τι καὶ ἄλλο σημεῖον ἐπιγένηται τῶν προκεκριμένων πονηρῶν εἶναι προλέγειν, ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου.

Ἡ ἑλκουμένη φάρυγξ σημεῖόν ἐστι κακοχυμίας διαβρωτικῆς. αἴτιον δὲ δυσκολίας οὐ σμικρᾶς διὰ τὸ μετὰ πόνου καταπίνειν. ἐπιβλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα σημεῖα πρὸς ἀκριβεστέραν γνῶσιν τοῦ γενησομένου. κοινὸν δὲ ἐπὶ 

264
πάντων ἔστω σοι παράγγελμα, μάλιστα δ’ ἐπὶ τῶν μήτ’ ἀκριβῶς ἀρίστων μήτε χειρίστων. ἐφ’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης εἴωθεν ἀξιοῦν συνεπισκέπτεσθαι καὶ τἄλλα σημεῖα.

Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσιν, ὁκόσαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι.

Ὅτι φάρυγγα τὴν προκειμένην χώραν στομάχου τε καὶ λάρυγγος ὀνομάζει δῆλόν ἐστι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείνας τὰς κυνάγχας δεινοτάτας εἶναι λέγων, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι μήτε κατὰ τὸν αὐχένα διάθεσίν τινα παρὰ φύσιν ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φάρυγγα δὲ τὴν ἐν

265
τῷ διανοῖξαι τὸ στόμα καὶ πιλῆσαι τὴν γλῶσσαν κάτω φαινομένην εὐρυχωρίαν, ἐν ᾗ τὰ δύο στόματά ἐστι, τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος. ὅταν οὖν ἐν μηδετέρῳ τούτων ἐπίδηλον ᾖ τι παρὰ τὸ κατὰ φύσιν, ἡγεῖσθαι χρὴ τῶν ἔνδον τοῦ λάρυγγος σωμάτων εἶναι φλεγμονὴν, ἐφ’ ᾗ πνίγονται. στενῆς δ’ οὔσης φύσει τῆς ὁδοῦ τοῦ πνεύματος ἀναγκαῖόν ἐστι πνίγεσθαι κλειομένης αὐτῆς τελέως διὰ τὴν φλεγμονὴν τῶν περιεχόντων σωμάτων. ἀναγκάζονται τοιγαροῦν ὀρθοῦντες τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὑπτίαι κατακλίσεις ἀποκλείουσιν ἐσχάτως αὐτὸν καταπιπτόντων μᾶλλον τῶν πρόσω σωμάτων, ὡς ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουσιν οἱ κατὰ τὸν λάρυγγα μύες εἰκότως ὀδυνῶνται.

Ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐν τῇ φάρυγγι ἐρυθήματα ποιέουσιν,
266
ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γένηται.

Δευτέρας διαφορᾶς μέμνηται κυνάγχης, ἐν ᾗ συνεπαίρεται μὲν τὰ κατὰ τὸν αὐχένα καὶ ἡ φάρυγξ ἐρυθραίνεται. πονοῦσι δ’ ὁμοίως τοῖς προειρημένοις, οὐ μὴν ὀρθόπνοιά τις αὐτοῖς ἐστιν, ὅπερ ἐστὶν οὐ δυσπνοοῦσι σφοδρῶς, ὅτι μηδὲ φλεγμαίνουσιν ἰσχυρῶς οἱ κατὰ τὸν λάρυγγα μύες. εἰκότως οὖν αὐτὰς ὀλεθρίους εἶναί φησιν, οὐ μὴν ὁμοίως ταῖς πρὸ αὐτῶν ἀναιρεῖν ὀξύταται.

Ὁκόσοισι δὲ ξυνεξαιρεθῇ ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι καὶ μάλιστα ἐξ αὐτέων περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω.
267

Τρίτην ταύτην διαφορὰν ἑρμηνεύει κυνάγχης, ἣν ἔνιοι διὰ τοῦ σ γράμματος ὀνομάζουσι συνάγχην, οὐ διὰ τοῦ κ κυνάγχην. ἐφ’ ᾗ γὰρ ἰσχυρῶς μὲν πνίγονται, φαίνεται δ’ οὐδὲν οὔτε φλεγμονῶδες οὔτ’ ἐρυσιπελατῶδες ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν φάρυγγα, κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν. ἀλλ’ ὅπερ ἀεὶ λέγω φαίνεται καὶ ὁ Ἱπποκράτης ποιῶν, οὐ μικρολογούμενος ἐν ὀνόμασιν, ὡς δ’ ἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά τινα τῶν παλαιῶν ἀντιγράφων ἡ ἀρχὴ τῆς ῥήσεως διὰ τοῦ σ γράμματος, αἱ δὲ συνάγχαι, ᾧ καὶ δῆλον ὡς οὐδὲν ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ σ διαφέρεσθαι, καθάπερ οἱ νεώτεροι πράττουσι τῶν ἰατρῶν. ὅπου γὰρ ὁμολογεῖται τὸ πρᾶγμα, σκαιόν ἐστι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται δὲ τὸ πρᾶγμα τοῖς γινώσκουσι τὰ τῆς τέχνης ἔργα. τῶν γὰρ ἰσχυρῶς πνιγομένων ὡς ἀνακαθίζειν ἀναγκάζεσθαι χείριστα διάγουσιν οἱ σφοδρῶς μὲν ὀδυνώμενοι, μηδὲν δὲ ἔχοντες ἐν τῷ τραχήλῳ καὶ τῇ φάρυγγι σύμπτωμα. τούτων

268
δ’ ἐφεξῆς οἱ μὴ δυσπνοοῦντες μὲν, ὀδυνώμενοι δὲ σφόδρα μετὰ τοῦ συνεξῇρθαι μὲν αὐτοῖς τὸν τράχηλον, ἐρυθροτέραν δὲ φαίνεσθαι τὴν φάρυγγα. τρίτοι δ’ ἐπ’ αὐτοῖς εἰσι περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆσιν ὁ Ἱπποκράτης διῆλθεν, οἱ μήτε ὀδυνώμενοι σφοδρῶς μήτε δυσπνοοῦντες, ἀπαθοῦς μὲν αὐτοῖς διαμένοντος τοῦ λάρυγγος ἤτοι δ’ εἰς τὴν φάρυγγα τοῦ ῥεύματος ἢ εἰς τὸν τράχηλον ἢ εἰς ἄμφω ταῦτα τραπέντος. ἔσται δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέστερον, ὡς ἤτοι ἄντικρυς ἐρυσίπελας ἢ φλεγμονὴν ἐρυσιπελατώδη ποιεῖν, ὅθεν καὶ αὐτὸς ἔφη, εἰ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω. φλεγματῶδες δὲ εἴ ποτ’ αὐτοῖς γένοιτο τὸ οἴδημα, τάχιστα θεραπεύεται καὶ τὴν ἀρχὴν οὐδὲ τῶν ὀξέων ἐστὶ τὸ τοιοῦτον πάθημα. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμοισιν ἀφανίζηται τὸ ἐρυσίπελας μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ 
269
μήτε πῦον ἀποβήσσῃ ῥηιδίως τε καὶ ἀπόνως ἔχειν δοκέει, θάνατον σημαίνει ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος.

Τὸ μὲν ἄνευ φύματος ἢ πτυσμάτων εὐπετῶς ἀναγομένων ἀφανισθῆναι τὸ ἐρυσίπελας ἢ τὸ ἔρευθος, ἑκατέρως γὰρ γέγραπται, πρόδηλον ὅπως ἔσται μοχθηρόν. τὸ δὲ μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι ἄξιον ἐπισκέψασθαι πότερον οὕτως ἀκουστέον ἐστὶν ὡς ἂν ἐν κρισίμοις ἡμέραις ἀφανίζηται, μηδενὸς ἐσομένου μοχθηροῦ σημείου αὐτῷ ἢ οὒ, ἐξηγήσαντο γὰρ αὐτὸ οὕτω τινὲς, ἢ συνάψαι χρὴ τοῦτο τοῖς ἐφεξῆς ὡς κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτους ἐν ἡμέρᾳ γίνεσθαι κρισίμῳ χάριν τῆς βεβαίας πίστεως, ὅπερ ἀληθέστερόν ἐστιν. ἐὰν γὰρ ἐν κρισίμοις ἡμέραις ἡ μετάστασις εἰς τὸν πνεύμονα γένηται, παλινδρομοῦντος ἔσω τοῦ ἐρυσιπέλατος, οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐ μόνον οὐκ ἀγαθόν ἐστι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιστον κακὸν, ἐκ τοῦ τῆς ἡμέρας πιστοῦ τὸ βέβαιον τῆς κακίας προσλαμβανόμενον. εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸς γενέσθαι,

270
ῥᾳδίως δ’ ἀποβήττειν, ἀπόλλυται τὸ ἐρυσίπελας ἢ τὸ ἐρύθημα, τηνικαῦτα θάνατον οὐκέτι προσδοκᾷν χρὴ τῷ κάμνοντι γενέσθαι.

Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα, ὡς μάλιστα ἔξω τρέπεσθαι. ἢν δὲ ἐς τὸν πνεύμονα τράπηται, παράνοιάν τε ποιέει καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς γίνονται ὡς τὰ πολλά.

Καὶ ταῦτα καὶ τὰ τούτων ἐφεξῆς δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι καὶ καίεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ὦσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι. ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι κατισχναίνειν πειρᾶσθαι ἐν τουτέῳ τῷ χρόνῳ.
271
ὁκόταν δὲ ἀποκριθῇ ἤδη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. ἄμεινον δὲ καὶ ὑποκενώσαντα τὴν κοιλίην τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.

Προγνωστικῷ θεωρήματι μέμικται θεραπευτικόν τι σμικρὸν, οὖ χωρὶς οὐχ οἶόν τε ἦν ἀσφαλῶς διδαχθῆναι τὸ προγνωστικόν. τοὺς γάρ τοι γαργαρεῶνας εἰ φλεγμαίνοντας ἀποτέμνοις ἢ ἀποσχάζοις, ἀκολουθήσουσιν αἱ αἱμοῤῥαγίαι τε καὶ φλεγμοναί· ὅταν δ’ ἀποκριθῇ ὃ δὴ σταφυλὴν καλοῦσι καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δ’ ἄνω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν καὶ μάλιστα τῆς κοιλίας προϋπελθούσης δαψιλῶς εἴτ’ οὖν αὐτομάτως εἴτε κατὰ πρόνοιαν τοῦ ἰατροῦ.

272
Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύονται μήτε σημείων γινομένων λυτηρίων μήτε ἐν ἡμέρῃσι κρισίμοισι, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν.

Ὅταν μηδέτερον ὦν εἶπε γένηται, τότε χρὴ προσδέχεσθαι τὴν ὑποστροφὴν, οὐχ ὅταν τὸ ἕτερον μὲν αὐτῶν γένηται, τὸ δὲ ἕτερον μή. τὰ γὰρ ἀλόγως ῥᾳστωνήσαντα φιλυπόστροφα, κἂν ἐν ἡμέρῃσι κρισίμοις γένηται τοῦτο. δῆλον δ’ ὅτι ταῦτ’ ἀλόγως ῥᾳστωνῆσαι λέγοιτ’ ἂν, ὅσα μήτε μετὰ σημείων λυτηρίων μήτ’ ἐν κρισίμοις ἡμέραις ἔδοξε πεπαῦσθαι.

Ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν, μετ’ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων καὶ οὐχ ἧσσον τῶν κάτω.
273

Ἃ διὰ τῶν ἔμπροσθεν εἶπε κατὰ μέρος περὶ πρώτων μὲν τῶν καθ’ ὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθόλου. τρίτης γὰρ οὔσης τῆς αἰτίας τοῦ μηκύνειν τοὺς πυρετοὺς ἢ διά τι μόριον πεπονθὸς δυσιάτως ἢ διὰ χυμοὺς ὠμοὺς καὶ παχεῖς καὶ ἀπέπτους ἢ διά τι τῶν ἡμαρτημένων, ἐὰν μήτε μόριον ᾖ πεπονθὸς ἢ ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνοντος ἁμαρτάνοντος ἢ τῶν θεραπευόντων αὐτὸν ἢ διά τι τῶν ἔξωθεν, οἶον ὥραν, χώραν, κατάστασιν, οἴκησιν μοχθηρὰν, ὀχλήσεις, φροντίδας, λύπας, λείπεται τοῦτον ἐπὶ χυμοῖς ὠμοῖς καὶ δυσπέπτοις μηκύνειν. τούτους οὖν εἴωθεν ἡ φύσις εἰς τὴν τῶν ἀκυρωτέρων μορίων ἀποτίθεσθαι χώραν, ὅταν μὴ δυνηθῇ δι’ ἐκκρίσεως ἔξω τοῦ σώματος ἀπώσασθαι. λέλεκται γὰρ ἤδη πολλάκις ὡς οἱ θερμότεροί τε καὶ λεπτότεροι τοῦ σώματος χυμοὶ πρὸς τὰς ἐκκρίσεις εἰσὶν ἐπιτηδειότατοι, τοὺς δ’ ὠμοὺς καὶ παχεῖς ἤτοι δι’ ἀποστάσεως ἢ κατὰ σύμπεψιν ἡ φύσις ἰᾶται, καὶ 

274
αὐτὸ δὲ τοῦτο τὸ κατὰ σύμπεψιν ἔκκρισίς τίς ἐστι δι’ οὔρων γινομένη τὰ πολλὰ, σπανίως δέ ποτε καὶ κατὰ γαστέρα.

Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων.

Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας δι’ ἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις, ἐφ’ ὧν ἥ τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ, μήτ’ ἐκκρίσει μήτ’ ἀποστάσει κρινόμεναι, ἀλλ’ ἤτοι διαφθείρουσαι τοὺς κάμνοντας ἢ χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι. μέσαι δ’ ἀμφοῖν εἰσιν αἱ δι’ ἀποστάσεως κρινόμεναι, καθ’ ἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν ἐστὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτερον

275
δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως ἡ ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν, εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. ἡ διάγνωσις δὲ τῆς δυνάμεως ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάστην αὐτῶν εἴρηται πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, ἡ δὲ ἀπὸ τῆς ἡλικίας κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν ὁ Ἱπποκράτης διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται, μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθ’ ὃν ὁ Ἱπποκράτης εἶπεν, ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ, περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἐμφανέα. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.

276
Ὑποσκέπτεσθαι δὲ χρὴ τουτέοισιν εὐθέως περὶ τὰ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ.

Καὶ διὰ τῶν ἔμπροσθεν ἤδη περὶ τῶν χρονιζόντων νοσημάτων διαλεγόμενος ἐμνημόνευσε τῆς κ΄ ἡμέρας ὡς ἄχρι ταύτης, μηδέπω χρονίων ὑπαρχόντων αὐτῶν. εἴρηται δὲ πρόσθεν ἡ αἰτία τοῦ μὴ δύνασθαί τινα βέβαιον ὅρον ἕνα θέσθαι νοσημάτων ὀξέων, ὥστ’ οὐδὲν θαυμαστόν ἐστιν ἐν τεσσαρεσκαίδεκά τε λέγειν αὐτὸν ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, αὖθίς τε τῆς εἰκοστῆς μνημονεύειν. καὶ γὰρ καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς ἔνθα, τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔσχατον ἔθετο τῆς κρίσεως τῶν ὀξέων νοσημάτων, ἐμνημόνευσε καὶ τῆς ιζ΄. ἔστι δ’ ἀρχὴ μὲν ἐκείνου τοῦ ἀφορισμοῦ τὰ ὀξέα τῶν νοσημάτων, κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τελευτὴ δὲ θεωρητὴ πάλιν ἡ ιζ΄. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς ιδ΄, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄.

277
Τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνονται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ.

Δεόντως, ἐπειδὴ καὶ τοῖς ἀποστάσει τινὶ μέλλουσι κρίνεσθαι τὴν δύναμιν τόνον ἔχειν τινὰ προσήκει καὶ μὴ παντάπασιν εἰς ἐσχάτην ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτ’ οὖν εἰς ὅσον ἂν ἡλικίας προήκοιεν τὰς ἀποστάσεις ἧττον γενέσθαι συμβαίνει, τοῖς γέρουσι δὲ οὐχ ἧττον, ἀλλ’ ἥκιστα. νυνὶ δ’ οὐ τοὺς γέροντας ἁπλῶς εἶπεν, ἀλλὰ τοῖσι τριάκοντα ἔτεσι παραβάλλων, γεραιτέρους ὠνόμασε τοὺς τούτων πρεσβυτέρους. ὅτι δ’ οὕτω χρῆται τῇ τοῦ γεραιτέρου προσηγορίᾳ καὶ διὰ τῶν ἔμπροσθεν ἐδείχθη καὶ διὰ τῶν ἑξῆς οὐδὲν ἧττον φανεῖται.