De Humero iis Modis Prolapso quos Hippocrates non Vidit

Galen

De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829

Ὁ μὲν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέναι φησὶν ὀλισθαίνοντα βραχίονα· τῶν δὲ μετ’ αὐτὸν ἰατρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς οἷόν τε καὶ αὐτοὶ καὶ ἡμεῖς δὲ αὐτοὶ πεντάκις εἴδομεν ἄχρι δεῦρο, κατὰ μὲν τὴν Ἀσίαν ἅπαξ, ἐν Ῥώμῃ δὲ τετράκις. ὁσάκις δὲ, οἶμαι, καὶ συνέβη τινὶ γενέσθαι πάθημα τοιοῦτον ἐν τῇ πόλει διὰ τὸ πάντας ἰατροὺς ἐοικέναι ἐμοὶ τὰ παράδοξα δεικνύναι

347
συμβολῆς ἕνεκα, ἐγένοντο μὲν τέτταρες ἐκπτώσεις ἅπασαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διαφέρουσαι δὲ ἀλλήλων· πλησιέστερον ἢ ποῤῥώτερον εἶναι τῆς διαρθρώσεως κατὰ τὸ μῆκος τοῦ κώλου καὶ πλάτος. ἐθαύμαζον δή πως τοῦ μὲν οὐδ’ ὅλως, τῶν δὲ μετ’ αὐτὸν ἑωρακέναι λεγόντων ὁ μέν τις ἅπαξ, ὁ δὲ δὶς, οὐδεὶς δ’ οὕτω πολλάκις, ὡς ἡμεῖς ἄχρι δεῦρο. τάχ’ ἂν καὶ αὖθις ὀφθῇ μοί τι τοιοῦτον. νομίζω γὰρ οὐ κατὰ τύχην, ἀλλὰ δι’ αἰτίας εὐλόγους οὕτως ἀπηντηκέναι τὸ πρᾶγμα,’ περὶ οὖ ἑξῆς ἐρῶ. κατὰ μέν γε τὴν ἡμετέραν Ἀσίαν τὸ πρῶτον ἐθεασάμην ἔκπτωσιν τοιαύτην, ἔθ’ ὑπὸ τοῖς ἐκεῖ διδασκάλοις παιδευόμενος ἐν Σμύρνῃ. ἔστι δὲ ἡ πόλις αὕτη πολλαπλασία τὸ μέγεθος, ἧς Ἱπποκράτης μέμνηται συνεχῶς ὡς ἐπὶ τὸ πλεῖστον ἐν αὐτῇ διατρίψας, μετὰ τὸ τριακοστὸν ἔτος ἐν Ῥώμῃ διέτριψα, πόλει τοσοῦτον ἀνθρώπων πλῆθος ἐχούσῃ, ὡς ἐπαινεῖσθαι Πολέμωνα τὸν ῥήτορα τῆς οἰκουμένης ἐπιτομὴν αὐτὴν εἰπόντα. καὶ τοίνυν ὅτι τέτταρες ἐν αὐτῇ γεγόνασι μέχρι νῦν ἐξαρθρήσεις τοιαῦται σαφές. διὰ δὲ τὸ πάντας, ὡς ἔφην, ἐμοὶ τοὺς ἰατροὺς
348
κοινοῦσθαι περὶ τῶν παραδόξων ὀφθέντων, οὐ μόνον ἐν Ῥώμῃ λαθεῖν οὐκ ἐδύνατο συμβαῖνόν τι τοιοῦτον, ἀλλὰ οὐδὲ κατὰ τὸν λιμένα καὶ τὴν πλησίον αὐτοῦ πόλιν ἣν Ὀστίαν ὀνομάζουσι διὰ τὸ καὶ τοὺς ἐν ἐκείνοις τοῖς χωρίοις ἰατρεύοντας ἅπαντας εἶναι φίλους, οὖσι καὶ αὐτοῖς πολυανθρώποις. αἱ δὲ πόλεις, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, ὡς ἐν αὐταῖς ἐπὶ πλέον διατρίψας ἑνὸς ἀμφόδου τῶν ἐν Ῥώμῃ πλείονας οὐκ εἶχον οἰκήτορας. οὐδὲν οὖν θαυμαστὸν ἐν πόλει πλῆθος ἀνθρώπων ἐχούσῃ πλείους ὁμοίως παθόντας. ἔτι δὲ κἀκεῖνο διδαχθεὶς ἀπὸ τῆς πείρας εἰς τὴν τῆς αἰτίας εὕρεσιν ἐποδηγήθην. ἔνιοι μὲν γὰρ ἐν παλαίστραις τοιούτῳ τρόπῳ πεσόντες, ἐνίοις δὲ ἔοικεν ὑπὸ τῶν ἰατρῶν γενέσθαι. δύο γάρ τινες τῶν ὀφθέντων μοι τὴν μέν ἔκπτωσιν ἔλεγον εἰς μασχάλην γεγονέναι, μοχλευόντων δὲ ἀμαθῶς τῶν ἰατρῶν σφηνωθῆναι τὸ ἄρθρον, οὐχ ὡς ἑωρᾶτο κατὰ συμβολὰς τῶν μυῶν· ὥστε τῷ κατὰ τὴν τῶν Ῥωμαίων πόλιν πλήθει, εἰ προθείης τὰς εἰρημένας αἰτίας δύο, ζητήσεις οὐ διὰ τί τοσούτους γε εἶδον, ἀλλὰ διὰ τί γε οὐχὶ
349
πλείους εἶδον, οἷς οὕτως ἐξήρθρησεν. ἐπὶ γάρ τοι τῶν Ἱπποκράτους χρόνων οἱ ἰατρεύοντες ἐμεμαθήκεισαν νομίμως καὶ μάλιστα περὶ τὰς τοιαύτας χειρουργίας τέχνην. οἱ δὲ νῦν μὴ μαθόντες ὅλως ἢ παντάπασιν ὀλίγῳ χρόνῳ μαθόντες· εἶτα τῶν παλαισμάτων τῇ ἐμπειρίᾳ θαυμαστὸν ὅσον ἐπιδέδωκε τῶν διδασκόντων αὐτὰ πολυειδῶς ἐκστρεφόντων καὶ λυγιζόντων τὰ κῶλα. ζητήσεις οὖν, ἔφην, οὐ διὰ τί τοσούτους εἶπον, ἀλλὰ διὰ τί πλείους οὐκ εἶδον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων ὑπὸ πολλῶν μὲν παιδοτριβῶν, παμπόλλων δὲ ἰατρῶν ἀμαθῶν εἰς τοιαύτας ἐξαρθρήσεις ἀγομένων. ἡ δ’ οὖν ἐμβολὴ καίτοι τῶν ἐξαρθρημάτων τοῖς αὐτοῖς τάσσεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ ἀποθέσει. προσήκει δὲ οὐκ ἐπὶ μασχάλης ἐκπτώσεως, οὕτω καὶ νῦν μὲν μοχλεύειν. ἐπ’ ἐκείνης μὲν γὰρ ἔδει πρόσω πρῶτον, εἶτ’ ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρις ἂν ἐπ’ εὐθείας γένηται τῇ κοιλότητι. νῦν δὲ ἐπειδὴ πάντως μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς διαρθρώσεώς ἐστιν, ἤτοι δ’ ἐγκέκλεισται πρὸς τὴν ἔνδον ἢ τὴν ἔξω χώραν ἐσφηνωμένον ἐν τοῖς μυσὶν
350
ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν ἐμβαλόντα τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην ἐνεχθῆναι. μάλιστα μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατὰ ταύτην δὲ τὴν ἀντίτασιν οὐδὲ χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ τινι συνέβη διαπλωθείσης τῆς χειρὸς ὑπὸ τοῦ παλαίοντος, ὅστις μάλιστα τρόπος εἰς τὸ πρόσω δύναται μεταστῆσαι τὸ ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀντίτασιν ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλησίαν ὄπισθεν μὲν καθίσαντές τινα, περιβάλλοντες δὲ τὴν μασχάλην πλατὺν ἱμάντα προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπληρώματος. αὐτοὶ δὲ, ὡς ἔφην, ἔξω τῶν προσφιγγόντων τὸ ἄρθρον μυῶν ἀπώσαντες, εἶτ’ ἀνέντες τὴν κατάτασιν ἐπετρέψαμεν ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἐμβληθῆναι τῇ κοιλότητι. τοῦτο μὲν οὖν εὐκόλως ἐνέπεσε· καὶ γὰρ παραχρῆμα κατ’ αὐτὴν τὴν παλαίστραν ἐπεχειρήσαμεν τῇ θεραπείᾳ. καὶ ἤρκεσέ γε ἡ τῆς πεπονθυίας
351
χειρὸς ἡ κατάτασις ὑφ’ ἡμῶν αὑτῶν γινομένη, καθάπερ ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου, ἄλλοτε δὴ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα. χρὴ δὲ ἰσότονον εἶναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος ὅ τ’ ἐκ δυοῖν διαντέων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου, περὶ οὗ ποιήσει τὴν διδασκαλίαν αὐτὸς ἐπὶ προήκοντι τῷ συγγράμματι, νυνὶ δὲ ἀρκέσει τῶν κατολισθημάτων. ἑξῆς οὖν αὐτῷ περὶ τῆς διαφορᾶς αὐτῶν τῶν σωμάτων, ἐν οἷς ἧττον καὶ μᾶλλον ἐκπίπτει τὰ ἄρθρα διδάσκοντι συνακολουθήσομεν.

Εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα. διενέγκοι μὲν γὰρ ἅν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον. πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών.
352

Συντελέσας τὸν περὶ τῶν ἐμβολῶν λόγον ἤρξατο νῦν διδάσκειν αἰτίας. τισὶν ἐκπίπτει μὲν οὖν ῥᾳδίως ἐμβάλλεταί τε χωρὶς τῆς μεγάλης πραγματείας ὁτιοῦν ἄρθρον. ἐν οἷς δὲ ἐκπίπτει ὀλιγάκις, ἐμβάλλεταί γε χαλεπῶς. εἴρηται δ’ ὑφ’ ἡμῶν ἔμπροσθεν ἤδη τήν τε τῶν ὀστῶν διάρθρωσιν ἀντιωμένων, τήν τε τῶν προκειμένων αὐτοῖς μυῶν, ἤτοι συντονίαν ἢ χαλαρότητα.

Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τῶν νεύρων τὴν ἀπάρτισιν ἢ χαλαρά τε εἴη φύσει καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίστανται ἀνωδύνως καὶ καθίστανται ἀνωδύνως.

Ἐνηλλαγμένως μοὶ δοκεῖ τὴν ἑρμηνείαν ποιεῖσθαι· διὰ γὰρ τὴν ὑγρότητα τῆς φύσεως τοῦ ἀνθρώπου γιγνομένων

353
τῶν νευρωδῶν σωμάτων χαλαρῶν, οὐ διότι ταῦτά ἐστι χαλαρὰ, διὰ τοῦτο ὑγραινομένων τῶν περὶ τὰ ἄρθρα. ἡ λέξις αὐτοῦ τὸ ἐναντίον εἴρηκε, δοκεῖ μοι βουληθεὶς τὴν ἑτοιμοτάτην ἐπὶ πλέον ἔκτασιν τῶν νευρωδῶν ποιεῖσθαι σωμάτων, ἐκ τῆς τῶν ἀνθρώπων ὑγρότητος οὐ κρατῆσαι τούτων κατὰ τὴν ἑρμηνείαν, ἀλλὰ χρησάμενος οὐ κυρίως λίαν συνδέσμῳ πρὸς τὴν τῆς αἰτίας νόησιν ἄγει τοὺς ἀναγινώσκοντας.

Διαφέρει μέντοι καὶ σχέσις τις σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον. ὅταν δὲ αὐτοὶ σφῶν αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῥᾷον. σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφῶν αὐτῶν λεπτότατοι ἔωσι. γίνονται δὲ καὶ βόες λεπτότατοι τοῦ χειμῶνος τελευτῶντος, τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα. εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι, δεῖ δέ.
354

Αἱ μὲν φύσεις καὶ διαφοραὶ τῶν ἄρθρων, ἐφ’ αἷς ἢ τὸ ῥᾳδίως ἢ μόγις αἵ τε ἐξαρθρήσεις καὶ ἐμβολαὶ γίνονται, δύο εἰσὶν, ἃς ἐγὼ πολλάκις εἶπον ἔν τε τῇ πρὸ ταύτης ἔγραψα ῥήσει. προσέρχεται δὲ αὐταῖς ἐνίοτε καὶ τρίτη, περὶ ἧς νῦν διδάσκει, κατὰ πάχος τε καὶ λεπτότητα τοῦ σώματος γιγνομένη, ἣν ὀνομάζουσι σχέσιν. ὅσοι γὰρ ἂν εὑρεθῶσιν εὐσαρκότεροι γενηθεῖσιν ἑαυτῶν οἱ ἄνθρωποι, τοσούτῳ δυσκολώτεροι αἵ τε ἐμπτώσεις τῶν ἄρθρων αὐτοῖς, αἵ τε ἐμβολαὶ συντελοῦνται διὰ τὸ σφίγγεσθαι πανταχόθεν αὐτὰ τῷ πλήθει τῶν σαρκῶν. ἔμπαλιν δὲ τοῖς λεπτυνθεῖσι χαλαρὸν μὲν τὸ δέρμα γίνεται τῶν περικειμένων ταῖς ἀρθρώσεσι σαρκῶν ὀλίγοισί τε εἰκῆ ταῖς διαρθρώσεσιν. ἐὰν μέντοι τις ἰσχνὸς ᾖ φύσει, κάκιον οὐδὲν ἔχει τοῦ παχυτέρου. δέδεικται γὰρ ἐν τοῖς περὶ κράσεων ὁ μὲν ἰσχνότερος φύσει ξηρότερος ὢν τὴν κρᾶσιν, ὁ δὲ παχύτερος ὑγρότερος, ὥστε τῶν μὲν ἰσχνῶν σύντονος οὖσα τῶν μυῶν ἡ οὐσία σφίγγει τὴν διάρθρωσιν, τῶν δὲ παχυτέρων, καθόσον μὲν πλείους αἱ σάρκες εἰσὶν, ἀποκλείουσί γε τὴν πέριξ τῶν ἄρθρων

355
χώραν, καθόσον δὲ μαλακαὶ ῥᾳδίως ἀνατρέπονται, παραδέχουσαι τὰς κεφαλὰς ἑξῆς τῶν ἐξισταμένων φαλακρῶν ὀστῶν, ὥστε ἀνίστασθαι τὰ κατὰ τὰς ἐκπτώσεις ἑκατέροις. εἰ μέντοι τις εὔσαρκος φύσει κατά τινα καιρὸν ἰσχνότερος ἑαυτοῦ γίνηται, ῥᾷον ἂν ἐκπίπτει τε τούτῳ καὶ αὖθις ἐμπίπτει κατὰ τὸν καιρὸν ἐκεῖνον ἢ πρόσθεν, ὥσπερ καὶ εἰ σαρκωθείη τις ὢν φύσει λεπτὸς, ἐκπίπτει τ’ ἂν αὐτῷ μόγις, ἐμβάλλοιτό τε χαλεπῶς, τούτου τε λόγου τὰ κατὰ τοὺς βοῦς φαινόμενα γράφει μαρτύρια σαφῶς ἑρμηνεύων, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι, πλὴν εἰ λέξις τις εἴη μία που καὶ δύο τοιαῦται, περὶ ὧν ἐπισημανοῦμαι κἀγώ.

    Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται· τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν
    356
    τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς βραχεῖας πόας οὐ δύνανται.

    Πρόβατα νῦν εἷπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·

  1. Πολλά τέ οἱ πρόβατ’ ἐστί.
  2. βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.

    Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφώδοντα ἐόντα. δύναται μὲν γὰρ σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχεῖαν

    357
    πόην ὑποβάλλειν τοὺς ὀδόντας καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ πόῃ μᾶλλον ἢ τῇ βαθείῃ. καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείας, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθεῖαν. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη·

  1. ὡς δ’ ὁπότ’ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν.
  2. ὅτι ἀσμενωτάτη τοῖσι αὐτοῖσιν ἡ βαθεῖα πόη φαίνεται. ἀτὰρ καὶ ἄλλως ὁ βοῦς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων, διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ, διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοΐ μάλιστα. πλείω δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστι. περὶ οὗ νῦν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, ὡς θᾶσσον ἐμπίπτειν ἢ τοῖσιν εὖ σεσαρκωμένοισι καὶ ἧσσον ἐπιφλεγμαίνουσι τοῖσιν ὑγροῖσι καὶ τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισι.

358

Τὸ σαρκάζειν ἔνιοι μὲν δηλοῦν φασι συνάγειν ἀλλήλοις τὰ χείλη σφοδρῶς οὕτως, ὡς δύνασθαι καὶ ἀποσπᾶσθαί τι βοτάνης μέρος ὑπ’ αὐτῶν, ἔνιοι δὲ τὸ τοῖς ὀδοῦσι τὸ κάτω μετὰ τοῦ ἄνω ἐργάζεσθαι ταὐτὸ, ἐπειδὴ καὶ οἱ σαρκάζοντές τινες δάκνουσι τοῖς ὀδοῦσι τὸ χεῖλος. ἀλλ’ ἐκεῖνοι μὲν τοῖς ἄνωθεν ὀδοῦσι τὸ κάτω χεῖλος δάκνουσι, τὰ δὲ μηρυκίζοντα τὸν κάτω στοῖχον μόνον ἔχοντα τῶν ὀδόντων, χρῆσθαι πρὸς τοὺς δάκνοντας διότι μὲν ὠνόμασται, φασὶ, σαρκάζειν, ἐπειδὴ καὶ σαρκοφαγοῦντα τοῖς ζώοις ἑκατέροις χρῆται· καὶ τούτοις ἔοικε τὰ συμφραζόμενα τῇ λέξει μαρτυρεῖν, οὐ τὰ· μηρυκίζοντα τῶν ζώων εἰρηκότος αὐτοῦ σαρκάζειν, ἀλλὰ τὰ τοὺς δύο τῶν ὀδόντων ἔχοντα στοίχους ἃ καλοῦσιν ἀμφόδοντα. ταῦτα μὲν δύναται καὶ τὰς βραχείας νέμεσθαι πόας, τουτέστι βοτάνας, οἷον ἵπποι καὶ ὄνοι καὶ ἡμίονοι. τῶν δὲ τὸν ἕνα στοῖχον ἐχόντων ἐκεῖνα μόνα δύνανται, οἷς λεπτὴ τοῦ χείλους ἐστὶ προβολὴ καὶ διὰ τοῦτο

359
μόνοι τῶν βοτάνας ἐσθιόντων ζώων οἱ βόες ἀποροῦσι τροφῆς ἐν χειμῶνι, διότι μήτε σαρκάζειν δύνανται τὴν βραχεῖαν πόαν, τουτέστι τοῖς ὀδοῦσιν ἀποτέμνειν αὐτὴν, μηδὲ τοῖς χείλεσι παραλαμβάνειν δύνασθαι τὴν βραχεῖαν πόαν ὁμοίως αἰξὶ καὶ προβάτοις. ταῦτα μὲν οὖν τὰ τρία γένη τῶν ζώων ἔχει χηλάς. μώνυχα δέ ἐστι τὰ ἀμφόδοντα, συνῃρημένου τοῦ ὀνόματος, ὥς φασιν οἱ τὰς ἐτυμολογίας τιμῶντες, ἐκ τοῦ μονώνυχας, ἐπειδήπερ ἔχουσιν ὄνων ὄνυχας. τοιοῦτον γὰρ ἐν τοῖς ὅπλοις ἔχουσι ζώοις, οἷς ἐστὶ τὸ κατ’ ἄκρους τοὺς πόδας, οἷον ἀνθρώποις οἱ ὄνυχες, καὶ ἧσσον ἐπιφλεγμαίνει τούτοις, ὅτι καὶ ῥᾷον ἐκπίπτει. τούτῳ γὰρ ἕπεται καὶ τὸ τὸ ἐμβάλλεσθαι, τούτοις δ’ αὖ πάλιν τὸ μικρὰν ἢ μηδ’ ὅλως ἕπεσθαι φλεγμονήν. ἐν γὰρ ταῖς βιαίοις ἐκπτώσεσιν, ὥσπερ καὶ ταῖς ἐμβολαῖς, ὀδύναι γίνονται τοῖς μυσὶν, αἷς ἕπονται φλεγμοναί.

360
Καὶ ἧσσόν γε δέδειται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου, μὴ ξὺν φλεγμονῇ δὲ, οὕτως ἂν ὀλισθηρὸν εἴη. μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν.

Ἅπαντα δύναται λέγειν διττὸν ὄντα χρόνον τόν τε μετὰ τὴν ἐμβολὴν εὐθέως, ἐν ᾧ θεραπεύονται τὰ φλεγμαίνοντα μόρια καὶ τὸν τῆς διαδεχομένης αὐτὸν ἑξῆς ἀοχλήτου καταστάσεως. ὁ μὲν γὰρ μετὰ τὴν ἐμβολὴν εὐθέως, ὅταν μετὰ φλεγμονῆς ᾖ, δι’ αὐτὴν ἐκείνην ἔχει ἐσφιγμένον τὸ ἄρθρον, ὡς καὶ αὐτὸς εἴρηκεν, ὁ δὲ μετὰ τὴν θεραπείαν ὅτι σύντονός ἐστιν ἐπὶ τῶν τοιούτων ἀνθρώπων ἡ τῶν μυῶν οὐσία καὶ ὅτι διὰ τὰς ἐπιγινομένας φλεγμονὰς μεγάλας οὔσας ὑπολείπεταί τις ἐν τοῖς μυσὶ σκληρότης, ὡς ὑπὸ δεσμοῦ σφίγγεται τὸ ἄρθρον.

361
Καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων αἱ τῶν λεπτῶν μυξωδέστεραί εἰσιν ἢ αἱ τῶν παχέων. ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον. διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν εἰ μή τι ἢ πλέον ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο· οἷσι μὲν οὖν ὅταν ἐκπέσῃ τὸ ἄρθρον καὶ μὴ ἐπιφλεγμήνῃ τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται. οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελεῖσθαι. ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων. τοῖσι τοιούτοισιν ἐκπίπτει καὶ αὖθις μᾶλλον καὶ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, τοῦτο κατὰ πάντα τῷ ἀνθρώπῳ οὕτως ἔχει καὶ μάλιστα κατ’ ὦμον καὶ κατὰ γόνυ. μάλιστα γὰρ οὖν καὶ ὀλισθαίνῃ ταῦτα. οἶσι δ’ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. τοὺς οὖν τοιούτους ἰᾶσθαι
362
χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ὑποδέοντα. ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσαντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον. τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα, οὕτω γὰρ ἂν οἵη ἑκάστῳ εἴη χωρίου, ἐς ὃ ὄλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. χρὴ δὲ ὅταν ἐπιδήσῃς τὸν ὦμον ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα.

Ὅσοι διὰ λιμὸν ἢ διὰ πολιορκίαν ἢ πένθος ἢ λύπην ἢ ἀνορεξίαν ἐνδεῶς προσφερόμενοι τροφὴν ἐλεπτύνθησαν, οὐκ εὐθέως αἱ σάρκες αὐτοῖς γίνονται ξηραὶ, καθάπερ τοῖς ὑπὸ τέχνης ὀρθῶς λελιμαγχημένοις. ἀλλ’ ὑγροτέρας τοὐπίπαν ἐν ἁπάσαις εἴρηκε περιστάσεσιν ἀποτελούσας συντήξεων τινῶν ἐν αὐταῖς γιγνομένων διὰ τὴν ἔνδειαν. οἶς δὲ καὶ λυπεῖσθαι πρόσεστι καὶ μᾶλλον οὗτοι συντήκονται δὴ καὶ

363
μελεδόνας οἱ ποιηταὶ τὰς λύπας καλοῦσιν ἐν ἴσῳ τὰ μέλη ἐδούσας καὶ κατεσθιούσας. συντήκεται δὲ ἐν αὐταῖς ἥ τε πιμελὴ πᾶσα καὶ ὅση μαλθακὴ καὶ ὅση νεοπαγής ἐστι σάρξ. ὅταν δὲ ἰατρὸς ἑκὼν ἰσχνότερον ἐργάζηταί τι, σῶμα μέν εὑρημένοις τε τοῦτο πράττῃ καὶ μετὰ τοῦτο τρίβει ὅτε χρή. εἴ τις γένοιτο σύντηξις, ἐκκενοῦν αὐτὴν εἴτε διὰ τῶν ἱδρώτων αἰσθητῶς ἢ λόγῳ θεωρητῶς κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν. εἰκὸς δὲ δήπου καὶ τῶν ἐδεσμάτων τε καὶ πομάτων οὐκ ἀμελῶς ἔχειν αὐτὸν, ἀλλὰ καὶ διὰ τούτων ἐπιχειρεῖν εὐλύτους ἐργάζεσθαι τὰς ἐκκρίσεις ἁπάσας, οὐ μόνον ὅσαι διὰ τῆς γαστρὸς, ἀλλὰ καὶ διὰ τῶν οὔρων γιγνομένας. οὕτω γὰρ ἂν μάλιστα πανταχόθεν, εἴ τις εἵη κατὰ τὸ σῶμα διὰ τὴν σύντηξιν ὑγρότης περὶ τὴν κένωσιν ἔξω τοῦ σώματος ποιοῖτο. μένουσα γὰρ ἔνδον ὑπομυξώδεις τῷ χρόνῳ τὰς σάρκας ἐργάζεται, κατὰ τὴν ἄδηλον διαπνοὴν ἄνευ τῶν ἄλλων μᾶλλον γιγνομένην. ὅσον μὲν γὰρ ἀκριβῶς λεπτόν ἐστι καὶ ὀῤῥῶδες ἐν τοῖς συντήγμασιν ἀπέρχεταί τε καὶ διαφορεῖται. τὸ δὲ ὑποπαχύτερον ὑπομένει μόνον, ὅπερ
364
ἑνὶ τῷ χρόνῳ γλισχρότητά τινα προσλαμβάνον ὅμοιον μύξῃ γίγνεται.

Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχέως καὶ λιπαρῶς. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰατρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτοῦ ὀνόματος οὐ τὸ αὐτὸ ἀποβαίνει. καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις χαλαρώτερον τοῦ καιροῦ ἐὸν καὶ λύσειεν ἄρθρον σκληρότερον τοῦ καιροῦ ἐόν. ἄλλα διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθακοῖσι χρὴ χερσὶν ἀνατρίβειν, συμφέρει γὰρ καὶ ἄλλως πρῃέως.

Εἰς τὸ μηδὲν ὑπολειφθῆναι λείψανον τῆς φλεγμονῆς σκιῤῥῶδες ἐπιτήδειός ἐστιν ἡσύχως τε καὶ λιπαρῶς ἡ τρίψις γιγνομένη. χρὴ δ’ αὐτὴν ποιεῖσθαι πολυειδῶς, περιφέρεσθαι τὰς χεῖρας ἄνωθέν τε κάτω καὶ κάτωθεν ἄνω·

365
κἄπειτα λοξὰς οὐ κάτωθεν ἄνω μόνον, ἀλλὰ καὶ ἄνωθεν κάτω. καὶ μὲν δὴ καὶ τὰς ἐν κύκλῳ τε καὶ οἷον ἐγκαρσίας ἀπό τε τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ αὖθις ἐπ’ ἐκείνων ἐπὶ τὰ δεξιὰ, χάριν τοῦ τὰς ἶνας ἁπάσας μαλάττεσθαι τῶν μυῶν. τὸ γὰρ τῆς ἀνατρίψεως ὄνομα τοῖς παλαιοῖς ἀντὶ τοῦ τῆς τρίψεως ἐλέγετο. μὴ τοίνυν ὑπονοήσῃς πῶς ἔδοξάν τινες ἀξιοῦν αὐτὸν ἐκ τῶν κάτω μερῶν ἄνω ποιεῖσθαι τὴν φορὰν τῶν χειρῶν, ὁπότε τὸν ὦμον ἀνατρίβομεν, ἀλλὰ τὸ ἀνατρίβειν αὐτὸ συμβαίνει ὅλου τοῦ γένους τῶν τρίψεων ὂν δηλωτικὸν οὐ μιᾶς διαφορᾶς τῆς κάτωθεν ἄνω. δῆλον δὲ τοῦτο ποιεῖ λέγων αὐτὸς, ἀλλὰ διώρισται περὶ ἀνατρίψεως ἐν ἄλλῳ λόγῳ· οὐ γὰρ δήπου τὸν περὶ μιᾶς διαφορᾶς λόγον ἐρεῖν ἐπαγγέλλεται, τὰς ἄλλας λιπών. καὶ μέντοι κἀν τῷ κατ’ ἰητρεῖον ἁπάσας ἐδήλωσεν αὐτὰς ὀνομάζων κἀκεῖ τὸ γένος ὅλον, ἀνάτριψις δύναται λύσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι καὶ τὰ τούτοις ἐφεξῆς, ὑπὲρ ὧν ἐν
366
τε τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασι λέλεκται καὶ μέντοι κατὰ τὴν ὑγιεινὴν πραγματείαν εἴρηται τελεώτατα.

Τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινήσεται. καθίσταται δὲ πάντα τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ’ ἐν ἐλάσσονι.

Οὐδέν ἐστι χρησιμώτερον τῆς τοιαύτης κινήσεως ἐν παρακμαζούσαις φλεγμοναῖς. λύει γὰρ αὐτῶν τὸ λείψανον ἅπαν, ἐξ οὗ πέφυκεν ἀμεληθέντος ἀγκυλοῦσθαί τε καὶ δεσμεῖσθαι τὰ ἄρθρα, καλοῦσι γὰρ ἑκατέρως τὸ πάθημα.

Γινώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τούτοισι χρὴ τοῖσι σημείοισι.
367

Κἀν τῷ περὶ τῶν ἀγμῶν ἐπὶ τοὺς ἁμαρτάνοντας ἧκε τῷ λόγῳ προτέρους καὶ νῦν οὕτω πράξας, ἐπειδὴ συνάψας τῷ πρὸς ἐκείνους ἐλέγχῳ καὶ περὶ τῆς ἐμβολῆς εἶπεν, οὐ μόνον ἑπομένοις τοῖς εἰρημένοις, ἀλλὰ καὶ μαρτυροῦσιν, ἐπ’ ἐκείνην ἀφίκετο προτέραν, εἶθ’ ἑξῆς νῦν διδάσκει τὰ γνωρίσματα τοῦ κατ’ ὦμον ὀλισθήματος. ἐπὶ μὲν τῶν ἔργων τῆς τέχνης ἐξ ἀνάγκης προηγούμενα, κατὰ δὲ τὴν διδασκαλίαν οὐκ ἐξ ἀνάγκης. ἔστω δέ σοι τὸ γνώρισμα τῶν ἑπομένων ἢ προηγουμένων ἐξ ἀνάγκης τὸ μὴ δύνασθαι καλῶς ἤτοι πραχθῆναι τὸ ἑπόμενον ἔργον ἢ νοηθῆναι τὸ μάθημα, πρὶν γνωρισθῆναι τὸ ἡγούμενον. ἡ τοίνυν ἐμβολὴ τῶν ἐξηρθρηκότων πρὸ μὲν τοῦ νοηθῆναι τὴν μετάστασιν τοῦ ἐκπεσόντος εἰς τὶ χωρίον ἐγένετο, διδαχθῆναι σαφῶς οὐ δύναται, πρὶν μέντοι τὰ σημεῖα μαθεῖν αὐτῆς, ἐγχωρεῖ διδαχθῆναι. μόνον γοῦν τοῦτο μεμαθηκότος ἐν ἀρχῇ τοῦ λόγου τὸ γίγνεσθαι τὴν ἔκπτωσιν εἰς μασχάλην, αὐτοί γ· ἐπινοῆσαι τὴν ἐμβολὴν ἐδυνάμεθα καὶ διδάσκοντος ἑτέρου μαθεῖν, οὐ μὴν ἄνευ τοῦ γνῶναι σαφῶς ὅτι εἰς μασχάλην

368
ἔκπτωσις γίγνεται πρὸ τοῦ γνῶναι τὴν φύσιν ἅπασαν τῆς διαρθρώσεως. εἰ μὲν οὖν τις εἰπὼν ἐμβολὴν ἐφεξῆς διδάσκει ποίας διαφορὰς ὀλισθήματος εἴρηκεν ἐμβολὴν, ἐναλλάττει τάξιν ἀναγκαίαν, ὥσπερ εἰ καὶ ὅσον τις ἐπὶ τὴν διαφορὰν τῆς ἐκπτώσεως ἀφικόμενος ἐν τῇ διδασκαλίᾳ πρότερον αὐτῆς ἐπὶ τὴν φύσιν ἔρχεται τῆς διαρθρώσεως. εἰ γὰρ ὅλως ἐνόησέ τις ὅπως εἰς μασχάλην ἔκπτωσις γίγνεται περιττὸν αὐτῷ διδάσκεσθαι τὴν φύσιν τῆς διαρθρώσεως. εἰ, δὲ πρώτην μὲν ἀκουστέον, ὡς μάθοι ταύτην ὁποία τίς ἐστιν, ἐφεξῆς δὲ τὴν ἔκπτωσιν, οὐδὲν ἐνδεῖ τοῦτο πρὸς τὴν τῆς ἐμβολῆς διδασκαλίαν. ἀμέλει καὶ νῦν ἡμῖν οὐδὲν ἐνενόησεν εἰς τὴν τῶν ἐμβολῶν νόησιν ἡ τῶν σημείων ἄγνοια καὶ τοῦτο ἐν πάσῃ διδασκαλίᾳ θεραπείας ἐστί. δύναται γάρ τις ἥπατος φλεγμονῆς διδάσκεσθαι θεραπείαν ἢ κοιλίας ἢ νεφρῶν ἢ κώλου πρὸ τῆς διαγνώσεως τῶν ἐν αὐτοῖς παθῶν, οὐ μὴν θεραπεῦσαι δύναται πρὸ τῆς διαγνώσεως, ὥσπερ οὐ κατὰ μέθοδον ἢ εὑρεῖν τὴν θεραπείαν ἢ διδαχθῆναι πρὸς
369
ἑτέρου, πρὶν ἀκριβῶς γνῶναι τοῦ θεραπευομένου μορίου τὴν φύσιν.

Τοῦτο μὲν ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς μήτ’ ἀλλότρια ἄρθρα καθορῶντα.

Τὸ ἀκριβῶς ἴσον ἑκατέρωθεν ἐκ δεξιῶν γε καὶ ἀριστερῶν δίκαιον ὠνόμασεν, ἐπεὶ δὲ τῶν κώλων ἰδέαι διαφέρουσαι τοῖς ἀνθρώποις εἰσὶν, ἀξιοῖ παραβάλλεσθαι τὸ τοῦ πεπονθότος αὐτοῦ κῶλον ὁμόζυγον ἐξ ἐκείνου τε τεκμαίρεσθαι πόσον ἐξήλλακται τοῦ κατὰ φύσιν.

370
Ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν, ἄλλα τὰ αὐτὰ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι.

Τοὺς ἐκκείμενα καὶ προὔχοντα κεκτημένους τὰ ἄρθρα κέκληκεν ἐξάρθρους ἐν αὐτῷ τῷ κατὰ φύσιν ἔχειν.

Καὶ τοῦτο εἰρήσεται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν. διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν.

Οὐχ ἁπλῶς ἅπασαν ἄγνοιαν ὀνομάζει παρασύνεσιν, ἀλλὰ τὴν παρακειμένην τε καὶ τὴν πλησιάζουσαν τῇ γνώσει. διδάξει δ’ αὐτὸς διὰ τῶν ἐφεξῆς, ὅπως ἐξαπατᾶσθαι συμβαίνει τοῖς ἐνίοτε παραβάλλουσι τὸ ἐφεξῆς τὸ ὑγιὲς τῷ πεπονθότι.

371
Πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ ὑπ’ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων. ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθιστάναι, ἐς οἶά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. προξυνιέναι δὲ δεῖ οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρὴ, ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη, πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου ὀστέου ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.

Μίαν μὲν τήνδε παρασύνεσιν, ὧς αὐτὸς ὠνόμασεν, ἐδίδαξεν ἐν τῷ νῦν λόγῳ περὶ τὰ σχήματα γιγνομένην, ἐνίοτε γὰρ οὐ δύνανταί τινα σχήματα περιτιθέναι τοῖς πεπονθόσι κώλοις. οἱ κάμνοντες δὲ οὐ δι’ ἔκπτωσιν ἄρθρου τοῦτο πάσχουσι, ἀλλὰ δι’ ὀδύνην ἢ σύστασιν μυός. ἐφεξῆς δὲ ἑτέραν ἄγνοιαν διδάσκει.

372
Παραξύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστι.

Τὸ κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεσθαι τὸ χωρίον, ἔχειν τινὰ διαμαρτίαν φησὶν, ἣν ὕστερον ἐρεῖν ἐπαγγέλλεται. γίγνεται γὰρ ἐνίοτε τοῦτο διασπασθείσης τῆς κλειδὸς ἀπὸ τῆς ὠμοπλάτης.

Τοῦτο δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.

Τοῦτο σημεῖον ἔχει παρακείμενον σφάλμα καὶ εἰ ἔτι ὁ κατὰ τὴν μασχάλην ἀγκὼν ὑποπιπτούσης ἐνταῦθα τοῖς ἁπτομένοις τῆς κεφαλῆς τοῦ βραχίονος, δι’ ἣν οὐδὲ προσάγειν δύναται ταῖς πλευραῖς τὴν χεῖρα χωρὶς ὀδύνης μεγάλης.

373
Τοῦτο δὲ ἆραι ἄνω τὴν χεῖρα παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται, ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ γεγραμμέναι αἵ τε ἰητρεῖαι αὗται.

Τοῦτο τὸ σημεῖον ὃ μικρὸν ἔμπροσθεν ἔφη παρασύνεσιν ἔχειν. δῆλον δὲ ἐξ ὧν ἐπήνεγκεν εἰπών· πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθιστάναι, εἰς οἷάπερ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. εἰσενεγκεῖν τὰς χεῖρας πρὸς τὰς πλευρὰς, ὡς εἴρηκεν, ἑτοίμως τις δύναται, βέβαιον γνώρισμά ἐστι τοῦ κατὰ φύσιν ἔχειν τὸ ἄρθρον. ἐὰν δὲ ἐμποδίζηται κατά τι, δυνατόν ἐστι δι’ ὀδύνην ἢ σύντασιν μυῶν τοῦτο γίγνεσθαι.

374
Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους. πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὰν τἄλλα πάντα ἀξιόχρεοι ὄντες, πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορὰν ἅμα τε ἐπάξιον καὶ διὰ τοῦτο ὅτι μηδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲν ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας κατά τε τὴν ἐπωμίδα κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τὸ ὄπισθεν ὀλίγον τῆς ἐπωμίδος. αὗται οὖν αἱ καύσιες, εἰ μὲν εἰς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων ἢ ἐς τοὔμπροσθεν ἢ ἐς τοὔπισθεν ὀρθῶς ἂν ἔκαιον. νῦν δὲ δὴ ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐμβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον ἢ κωλύουσιν. ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα
375
ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ’ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ’ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει.

Καὶ ἐν τούτῳ τῷ λόγῳ τὰ πλεῖστά ἐστι σαφῆ, ὧν οὐ μνημονεύσομεν, πλὴν ἐν οἷς ἀσάφειά τις περιέχεται.

Ἔπειτα δὲ οὕτως ἀφειλκυσμένον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην.

Ἀξιοῖ μηδὲν ἄκαυστον καταλιπεῖν τοῦ ἀνατεινομένου δέρματος, ἀλλὰ διεκβάλλειν τὸ διάπυρον σιδήριον ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μασχάλης καὶ ἐξ ἐκείνων ἐπὶ τὰ δεξιά.