In Hippocratis De articulis
Galen
In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829
Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος.
Οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ ἡ καθ’ ἕτερον μέρος ἐξάρθρωσις. ἡ δὲ κατ’ ἄμφω διάπλασίς ἐστι χαλεπωτέρα πάντας
Καρώδεις γὰρ οἱ μύες οὗτοι καὶ ἀλλοιούμενοι καὶ ἐντεινόμενοι παρὰ φύσιν.
Ἱκανὸν ἑκάτερον τῶν εἰρημένων ἐργάσασθαι καιρὸν, ἥ τ’ ἀλλοίωσις καὶ ἡ τάσις τῶν μυῶν εἰς ἐμπάθειαν τῆς σαρκὸς ἀγομένης κατ’ ἄμφω. ἡ μὲν οὖν τάσις αὕτη γίνεται
Φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα ὀλίγα καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσι.
Τὸ μὲν ἐν τοῖς ὀξυτάτοις πυρετοῖς ἄκρητα χολώδεα γεννᾶσθαι κατὰ τὸ σῶμα θαυμαστὸν οὐδέν· εἴ γε δὴ καὶ πιμελὴ καὶ σὰρξ ἁπαλὴ καὶ νεοπαγὴς ὑπὸ τῶν τοιούτων πυρετῶν τήκεται καὶ κατοπτᾶται τὸ αἷμα. τὸ δὲ καὶ συῤῥεῖν εἰς τὴν γαστέρα καὶ ἔντερα τὰς τοιαύτας συντήξεις ἴδιον τῶν ὀδυνωμένων ἐπὶ νευρώδεσι μόνων. ὅτι τε σὺν
Οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.
Ἔστι καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς ἐνίοτε μάλιστα φωνῆς τὸ σημαινόμενον τοιοῦτον εὑρεῖν, οἷον καὶ νῦν φαίνεται
Ἢν δὲ καταγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐγκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον παρά γε τὴν γλῶσσαν451πλαγίαν ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδειν, ὡς ἂν ξυμφέρει, κἂν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα δὲ δὴ χρυσίῳ. ἔστ’ ἂν κρατηθῇ τὸ ὀστέον· εἰ δὲ μὴ, ἐν λίνῳ. ἔπειτα ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν.
Ὅταν τοῦ καταγέντος ὀστοῦ μηδὲν ἀπαθὲς ὑπολείπηται, διαλυθέντων ἀπ’ ἀλλήλων τῶν μερῶν, ὡς κατὰ μηδὲν τοῦτο συνέχεσθαι τὸ εἶδος τοῦ κατάγματος οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι καυληδὸν, ἐπειδὴ καὶ ὁ Ἱπποκράτης εἶπεν, ἐὰν μὴ ἀποκαυλισθῇ παντάπασι. τὰ δ’ ἄλλα καὶ ταύτης τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς σαφῆ, πλὴν εἴ πού τι βραχὺ παρεμπίπτοι καὶ τοῦτ’ ἐπισημαινούμεθα.
Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ἐπίδεσις ὀθονίων γνάθῳ καταγείσῃ μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δὲ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο.
Τὸ μὲν μέγα βλάπτειν τὴν μοχθηρὰν ἐπίδεσιν κοινὸν ἁπάντων καταγμάτων ἐστὶ, τὸ δὲ μηδὲν ὠφελεῖν μέγα τὴν ἀγαθὴν ἐπίδεσιν ἐν τοῖς τῆς γένυος κατάγμασιν οὐκ ἄρα πάντων κοινόν ἐστι τῶν ὀστῶν, ἀλλὰ μόνων ἐκείνων ὅσα τὴν ἐν κύκλῳ περιβολὴν οὐ δέχεται τῶν ὀθονίων, εἴ τις φυλάττοι τὸ πεπονθὸς ὀστοῦν, ὅπως ἂν αὐτὸ διαπεπλασμένον ὑπὸ τοῦ ἰατροῦ παραλάβῃ. πρόσεστι δ’ ἐξαίρετον τῇ γνάθῳ καὶ τὸ τῆς ἐπιδέσεως ἄσηρον, ὡς ἂν εἰθισμένῃ γυμνῇ καὶ ἀσκεπάστῳ διὰ παντὸς εἶναι.
Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσμάττεσθαι χρὴ καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου 453τὸ ἐγκλιθέν. ἄριστον δὲ εἰ ἀεὶ δύναιτο, ἀλλ’ οὐχ οἷόν τε. ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον, ὀλιγάκις δὲ τοῦτο γίνεται, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτως καθάπερ εἴρηται. ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνύναι, ὡς ἔμπροσθεν εἴρηται· μέγα γὰρ ἂν συλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ εἴ τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ τὰς ῥαφὰς ῥάψας· ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως ἡγέεσθαι, ἀλλ’ ὑποτυπέεσθαι χρὴ ἀπὸ τῶν γεγραμμένων.
Τὸ μὲν μάττεσθαι ζητεῖν σημαίνει, τὸ δὲ ἐσμάττεσθαι τῶν ἐν βάθει τι ζητεῖν, ὥσπερ καὶ νῦν. ἀξιοῖ γὰρ ὁ Ἱπποκράτης ἐμβάλλοντα τῷ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μὴ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ, πρὸς ὅ τί περ ἃν δόξῃ συμφέρειν ἀντωθοῦντα εἰς ὃ ῥέπει πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δ’ οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν,
Ἔπειτα χρὴ δέρματος Καρχηδονίου, ἢν μὲν νεώτερος ᾖ ὁ τρωθεὶς, ἀρκέει τῷ λοιπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ᾖ αὐτῷ τῷ δέρματι τάμνοντα χρὴ εὖρος ὡς τριδάκτυλον ἢ ὅκως ἂν ἁρμόζει ὑπαλείψαντα κόμμι τὴν γνάθον. εὐμενέστερον γὰρ κόλλῃ προσκολλῆσαι τὴν δέριν ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον. τοῦτο μὲν ἐς τὸ κάτω μέρος, ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκει ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου, ἕτερον δὲ ἱμᾶντα τοιοῦτον ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου ἀπολιπόντα κατὰ τοσοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν. ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν.
Μαλακὸν εἶναι βούλεται τὸ δέρμα, καθάπερ ἦν ἴσως τότ’ ἐν Καρχηδόνι. τούτων γὰρ ἐμνημόνευσεν ὀνομαστὶ παραδείγματος ἕνεκεν, ὥσπερ καὶ πρόσθεν ἐν τῷ περὶ ἀγμῶν Αἰγυπτίου δέρματος. εὔδηλον δ’ ὅτι τοῦ δέρματος τούτου τοῦ ἐξωτάτου σκληρότερόν τε καὶ πυκνότερον ὀνομάζει λοιπόν. ὅπως δ’ αὐτῷ χρῆται, τῆς ἀντιτάσεως ἕνεκα τῶν κατεαγότων μορίων τῆς γένυος, αὐτὸς δηλώσει παρακολουθούντων ἡμῶν τῷ σκοπῷ τοῦ γιγνομένου. βούλεται γὰρ τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον, τὸ κατώτερον τείνεσθαι ἄνω πρὸς τὴν κεφαλήν.
Ἀποξέες δ’ ἔστωσαν οἱ ἱμᾶντες ἀμφὶ τὴν ξυναφὴν, ἔνθα ξυνάπτεσθαί τε καὶ συνδεῖσθαι εἰς τὰ πέρατα τῶν ἱμάντων.
Ἐνταῦθα κελεύει στενότερά πως ὑπάρχειν αὐτὰ, μειουμένου κατὰ βραχὺ τοῦ πλάτους, ὅπως ἡ δέσις ἀσφαλεστέρα
Ἐν δὲ τῇ κολλήσει ἡ σάρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως.
Τὸ σκύτος ἐκ δέρματος ζώου γίνεται διττὴν ἔχοντος φύσιν. ὅσον μὲν γὰρ ἔξωθέν ἐστι τοῦ δέρματος ὁμιλοῦν τῷ πέριξ ἀέρι πυκνότερόν τε γίγνεται καὶ νευρωδέστερον, ὅσον δ’ ἐντὸς τοῦδε, μαλακώτερόν τι καὶ ἀραιότερον. αὐτοῦ δὲ τούτου τὸ μὲν ἐγγύτερον τοῦ ἔξω πέρατος ἧττόν ἐστι, τὸ δὲ ἔνδον οὐ ψαύει τῶν ὑποκειμένων τῷ δέρματι, μᾶλλόν τε ἀραιὸν καὶ σαρκῶδες, ὅπερ δὴ καὶ σάρκας τοῦ σκύτους ὠνόμασε καὶ συμβουλεύει κατὰ τοῦτο γίγνεσθαι τὴν κόλλησιν, ἅτε γὰρ μαλακώτερον καὶ ἀραιότερον ἐπιτηδειότερόν ἐστιν εἰς τοιαύτην χρείαν.
Ἔπειτα κατατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμᾶντα, μᾶλλον δέ τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀποσμιλαίνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμᾶντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι.
Ἀνενεχθέντων δηλονότι πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφοτέρων τῶν περάτων τοῦ ἱμᾶντος ἡ δέσις αὐτῶν πρὸς τὴν κορυφὴν αὐτῆς. μᾶλλον δὲ βούλεται τετάσθαι τὸν κάτω χάριν τοῦ τὴν γένυν, ὡς αὐτὸς εἶπε, μὴ ἀποσμιλαίνειν, ὅπερ ἐστὶν εἰς ὀξὺ παράγεσθαι.
Καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέει τὰ δεσμὰ, τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερῶν δέκα, ἔπειτα ἀνατρέφειν μὴ βραδέως. ἢ γὰρ οὖν τῇσι πρώτῃσιν ἡμέρῃσι 458μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσι γνάθος κρατύνεται. τελέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν συμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. αὕτη ἡ διάστασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς καὶ εὐταμίευτος καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. τῶν δὲ ἰητρῶν οἱ μὲν σὺν νόῳ εὔχειρες καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν. ἐπιδέουσι γὰρ τὴν γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς.
Τὸ κατὰ πάντων ἔξωθεν ἐπιβαλλόμενον οὕτως ὠνόμασεν, εἴτε τῶν καλουμένων παραρμάτων εἴτε τῶν ὁμοίων εἴη τι. καλεῖ δ’ αὐτὸς, ὥσπερ νῦν ἔτι συνήθως ὀνομάζεται, παράρματα παραιρούμενα ὑπὸ τῶν ἀμφιεσμάτων, ὑπὸ τῶν ῥαπτόντων αὐτά. μάλιστα γὰρ ἐπιτήδεια διὰ μαλακότητα, ταῦτά ἐστιν εἰς τὴν προκειμένην χρείαν, δύναιτο δ’ ἄν τις ἀπορῶν αὐτῶν ἐπὶ τῶν ὁμοίων ἀφικνεῖσθαι.
Πᾶσα γὰρ ἔνδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάταγμα ῥέποντα μᾶλλον ἢ ἐς τὴν φύσιν ἄγει.
Τῆς οὕτω, φησὶ, καταγείσης γένυος, τουτέστι τῆς καυληδὸν, ἡ ἐπίδεσις ἐκκλίνει μᾶλλον εἰς τὸ κάταγμα ἢ ἐξευθύνει τὰ ὀστᾶ διὰ τὸ μὴ δύνασθαι περιελιχθῆναι τὰ ὀθόνια κύκλῳ τὰ περὶ τὸ πεπονθὸς, ἀλλ’ ἔξωθεν μόνον ἐπικαλέεσθαι.
Ἤν δὲ ἡ κάτω γνάθος κατὰ τὴν σύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον. ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον σύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστι. τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ εἰς τὸ εἴσω μέρος460προσβάλλοντα τοὺς δακτύλους, τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος ἐνερείσαντα τοὺς δακτύλους· ἐς διάστασιν μέντοι διατεινάμενοι ταῦτα χρὴ ποιέειν.
Ἐκ δυοῖν μὲν ἡ κάτω γένυς ὀστῶν σύγκειται κατ’ ἄκρον τὸ γένειον ἀκριβῶς ξυμπεφυκότων, ἐκ πολλῶν δὲ ἡ ἄνω κατὰ συνάρθρωσιν κειμένων. ἀλλ’ ἡ τοιαύτη τῶν ὀνομάτων λεπτουργία παρὰ τοῖς παλαιοῖς οὐκ ἦν. διὸ καὶ Ἱπποκράτης τὴν ἄνω γένυν ξυντιθέντων τῶν ὀστῶν τὰς ἁρμονίας ὑπὸ τῆς ξυμφύσεως ἔταξε γένος, ἑνὶ γνωρίσματι προσέχων τὸν νοῦν ἐπ’ αὐτῶν μηδεμίαν αἰσθητὴν κίνησιν ἐν ταῖς τοιαύταις τῶν ὀστῶν συνθέσεσι.
Ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. τοῦτο παρὰ πάντα τὰ ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν461δὲ κατορθώσῃ, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν.
Ἔθος ἐστὶν Ἱπποκράτους, ὅσα κοινὰ παραγγέλματα τῶν κατὰ μέρος ἐστὶν ἅπαξ αὐτὰ περὶ ἑνὸς εἰπόντα δηλῶσαι τοῦ πράγματος τὴν δύναμιν, ὅτι κοινὴ πάντων τῶν ὁμοίων, ὥσπερ καὶ νῦν ἀξίως τὰ προδιατείνοντα τὴν κάτω γένυν οὕτω διαπλάττειν ἐπήνεγκε. ῥᾷον γὰρ εἰς τὴν φύσιν ἥξει ἢ εἴ τις ἐγχρίπτων εἰς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. αὐτὸ τὸ νῦν εἰρημένον, ὅτι κοινὰ ἁπάντων ἐστὶ τῶν διαπλαττομένων ὀστῶν, ἐπεσημήνατο διὰ τῆς προκειμένης ῥήσεως.
Ἐπίδεσιν δὲ βραχείην ἢ ποικίλην, μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν.
Ἀκριβῶς μὲν ἰσόῤῥοπόν ἐστι μόριον, ὅταν ὁμοιότατον ᾖ κατὰ τὸ σχῆμα κυλίνδρῳ. καλῶ δὲ κύλινδρον οὐχ ᾧ παίζουσιν αἱ παῖδες, ἀλλὰ καὶ τὸ τοῖς κίοσιν ὑπάρχον σχῆμα. τοῦτο δ’ ἀκριβῶς μὲν οὐδενὶ τῶν ὀστῶν ἐστι, μᾶλλον μέντοι τῶν ἄλλων ἐν μηρῷ καὶ βραχίονι. τῆς δὲ ἄνω γένυος ὅτι μὲν οὐκ ἔστι τοιοῦτον σχῆμα πρόδηλον, ὥσπερ οὐδὲ ἰσόῤῥοπον αὐτὴν εἶναί φασιν, ἐγγὺς μέντοι τοῦ ἰσοῤῥόπου διὰ τοῦτ’ αὐτὴν εἶπεν, ὅτι τὸ ἀριστερὸν μέρος τῷ δεξιῷ κατὰ πᾶν ἐξωμοίωται καὶ ἴσον ἐστὶ καὶ διὰ τοῦτο τὸ συγκείμενον ἐξ ἀμφοῖν ἰσόῤῥοπον γίνεται μηδεμίαν ἔχον ῥοπὴν ἐπὶ θάτερα μέρη. δέχεται δὲ ποικίλας ἐπιδέσεις ἡ γένυς, ὡς κἀν τῇ τῶν ἐπιδέσμων γυμνασίᾳ πρώτῃ πάντων οὔσῃ μεμαθήκατε.
Τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιά· ἐπὶ δεξιὰ δὲ νομίζεται εἶναι, ἢν ἡ δεξιὰ χεὶρ ἡγέηται τῆς ἐπιδέσιος· ἢν δὲ ἡ 463ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν κἂν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχεῖα μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται, ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσα, οἱ ὀδόντες δὲ καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.
Ἐλέχθη καὶ πρόσθεν ἐπὶ τῶν ἑλκῶν ὅσα χεῖλος ἐξῃρημένον ἔχει, τὴν μὲν ἀρχὴν βάλλεσθαι τῆς ὀθόνης ὄπισθεν τοῦ τοιούτου χείλους, ἑλίττειν δ’ οὕτω κατ’ αὐτὸν τὸν ἐπίδεσμον, ὡς προσάγεσθαι θάτερα χείλη τοῦ ἕλκους. ἔστι γὰρ τοῦτο κοινὸν ἁπάντων τῶν ἐπανάγεσθαι δεομένων εἰς τὴν ἀρχαίαν φύσιν. οὕτως οὖν καὶ νῦν τὸ κοινὸν τοῦτο φυλακτέον ἐστὶ προστέλλον τε καὶ καταναγκάζον τὸ ἐφεστηκὸς μέρος. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ. προσαχθήσεται δὲ, εἰ μὲν τὸ δεξιὸν εἴη μέρος τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀγομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων ἐπίδεσμον. εἰ δὲ τὸ ἀριστερὸν εἴη τὸ πεπονθὸς, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ τὸ δεξιὸν δὲ ἀφικνουμένων. ὁ
Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατάξιος.
Αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους· ἤτοι γὰρ μέρος αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε κάτω χωρῆσαι μήτ’ ἐφ’ ἑκάτερα παραστραφῆναι, ἢ καὶ τούτων τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ πρόσω τούτων τι συμβαίνειν εἴωθεν, ἢ κατὰ τὸ λοιπὸν τὸ ὀστῶδες.
Ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα καὶ μάλιστα.
Εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων, ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.
Ἐπιδεσίων γάρ ἐστιν αὕτη ἡ ποικιλωτάτη καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλήψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον ἐγχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς καταγείσης ἐπιτυγχάνουσιν ὡς ἐπιδήσωσι. μίαν μὲν οὖν ἡμέρην ἢ δύο ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ καὶ ὁ ἐπιδεδεμένος, ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος466κορίσκεται· ἀσηρὸν γὰρ τὸ φρόνημα. ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος. τοῦτο μὲν γὰρ ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμότεροι ἂν εἶεν, τοῦτο δὲ ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἢ ῥὶς ἢ κατὰ τὸν χόνδρον ἢ ἀνωτέρω, δῆλον ὅτι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον.
Σκέπαρνον μὲν ἐπίδεσμον ὅτι καλεῖ τὸν ἐγκεκλιμένον ὀλίγον ἐκ τῆς ἐγκαρσίας ἐπιβολῆς ἔμπροσθεν εἴρηται. διαῤῥωγὰς δὲ λέγει τὰ μεταξὺ διαστήματα τῶν ὀθονίων. ῥομβοειδῆ δὲ σχήματα τὰ ἰσόπλευρα μὲν, οὐκ ὀρθογώνια δέ· καὶ γὰρ καὶ ὁρίζεται τὸν ῥόμβον οὕτως ὁ Εὐκλείδης. ἔμαθες δὲ ὡς ἐν τοῖς ἐπιδέσμοις πάντων σχεδὸν πρῶτον ὀνομάζουσι ῥόμβον ἀπὸ τοῦ τὰ τοιαῦτα μάλιστα ἐργάσασθαι σχήματα.