Adversus ea quae Juliano in Hippocratis Aphorismos enuntiata sunt

Galen

Galen, Adversus ea quae Juliano in Hippocratis Aphorismos enuntiata sunt

Ἄμεινον μὲν ἦν, ὥσπερ οἱ νομοθέται τοὺς ψευδῶς ἐγκαλέσαντας ὁμοίως τιμωροῦνται τοῖς ἐγκληθεῖσιν, εἴπερ ἥλωσαν, οὕτω καὶ τοὺς ἀντιλέγοντας ψευδῶς ὧν οὐκ ἔμαθον ὑπέχειν ἀξίαν ὧν πλημμελοῦσι τιμωρίαν ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως ὕβρεως μὲν ἐφεῖται δικάζεσθαι, νόμος δ’ οὐδεὶς κεῖται περὶ τῶν ψευδῶς ἐγκαλούντων, εἰκότως οἶμαι

247
κατὰ τῶν ἀρίστων ἀνδρῶν οἱ σκαιότατοι λέγειν τολμῶσιν. ἐχρῆν γὰρ ὥσπερ ἐν Αἰγύπτῳ πάλαι τῶν κατὰ τὰς τέχνας εὑρισκομένων ἕκαστον ὑπὸ κοινοῦ συνεδρίου τῶν πεπαιδευμένων κριθὲν ἐνεγράφετο στήλαισί τισιν ἀποκειμέναις ἐν ἱεροῖς χωρίοις, οὕτω καὶ παρ’ ἡμῖν εἶναί τι συνέδριον ἀνδρῶν δικαίων τε, ἅμα καὶ πεπαιδευμένων, οἳ δοκιμάζοντες τὰ νέα συγγράμματα θήσουσι μὲν ἐν δημοσίοις χωρίοις τὰ χρηστὰ. διαφθεροῦσι δ’ ὅσα μοχθηρὰ, βέλτιον δ’ ἦν, εἰ μηδὲ τοὔνομα τοῦ γράψαντος ἐφύλαττον, ὥσπερ οὐδ’ ἐν Αἰγύπτῳ τὸ ἀρχαῖον. ἐκωλύθη γὰρ ἂν οὐχ ἥκιστα κἀκ τοῦδε τῶν φιλοτίμων ἡ περὶ δόξαν ἄμετρος σπουδή. νῦν δ’ ἐπειδὴ καὶ γράφειν ἔξεστιν ἅπασι καὶ κρίνειν τοῖς ἐπιτυχοῦσιν, εὐδοκιμοῦσι παρὰ τοῖς πολλοῖς οἱ τολμηρότατοι, καθάπερ ὁ Θεσσαλὸς ὧν ἔγραψε λοιδορηθεὶς Ἱπποκράτει καίτοι βιβλίον ἓν συνθεὶς, ἐν ᾧ καθάπερ οἴεται, τοὺς ἀφορισμοὺς ἐξελέγχει δεικνὺς ἐναργῶς ἡμῖν ἑαυτὸν οὐδὲ
248
τοὐλάχιστον ἐπιστάμενον τῆς Ἱπποκράτους τέχνης. καίτοι δίκαιόν γε ἦν ἐκμαθόντα πρότερον αὐτὴν οὕτως ἐπιχειρεῖν ἀντιλέγειν, ἣ τοῦτο μὲν ἴσως οὐκ ὀρθῶς εἶπον. οὐ γὰρ ἂν ἐτόλμησε τοῖς ἀληθέσιν ἀντειπεῖν, εἵπερ ἔμαθεν αὐτὴν πλὴν εἰ παντάπασιν ἀναίσχυντός τις ἦν οἷος καὶ ὁ νῦν ἐπὶ τῆς Ἀλεξανδρείας γέγονεν Ἰουλιανὸς, οὖ βίβλους εἶναί φασιν ὀκτὼ καὶ τεσσαράκοντα πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς, ἐξ ὧν ἔναγχος ἔλαβε τὴν δευτέραν, ἐν ᾗ τὸν ἀφορισμὸν, ὡς οἴεται, ψευδῆ εἶναι τοῦτον· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὴ καὶ κενεαγγείη, ἢν μὲν οἷα δεῖ γίγνεσθαι γίγνηται, συμφέρει τε καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τοὐναντίον. χάρις γε τύχῃ τοῦτο ἡμῖν πρῶτον ἐγχειρισαμένῃ τὸ βιβλίον, ὅπως μὴ μάτην ὁ χρόνος τρίβοιτο μακρὸν ἀναγινωσκόντων ὧν ἔγραψε πρὸς τὸν πρῶτον ἀφορισμὸν, ὧν ἑξῆς ἁπάντων ἐστὶ προοίμιον. ἴσως γὰρ ἂν ἠναγκάσθην τι καὶ πρὸς ἐκεῖνα γράψας
249
οὐδὲν μέγα δοκεῖν πεποιηκέναι, διὰ τὸ μηδέπω θεωρίας ἰατρικῆς ἅπτεσθαι τὸν λόγον. ἀλλ’ ὅ γε προειρημένος ἀφορισμὸς οὐ περὶ μικρῶν τῆς τέχνης διαλέγεται, συμβουλεύων τὸν ἰατρὸν τῶν αὐτομάτων γιγνομένων κενώσεων, διά τε τῆς ἄνω καὶ κάτω γαστρὸς μιμεῖσθαι τὰς ὠφελούσας, καὶ διδάσκει γε τίνες εἰσὶν αὗται καὶ πῶς αὐτὰς γνωριοῦμεν, ὥσπερ γε καὶ τίνες αἱ βλάπτουσαι σὺν τοῖς οἰκείοις γνωρίσμασιν. εἰ μὲν οὖν ἐμεμαθήκει τὴν τέχνην Ἰουλιανὸς ὑπὸ διδασκάλων Ἱπποκρατείων, οὐκ ἂν ἐτόλμησε τοῖς ἀληθέσιν ἀντιλέγειν. ἐπεὶ δὲ οὔτ’ αὐτὸς οὔθ’ ὁ τῆς τοιαύτης ἐμπληξίας ἡγεμὼν αὐτοῦ Θεσσαλὸς ἐγνώκασι τὴν τῶν Ἀσκληπιαδῶν τέχνην, θαυμαστόν γ’ οὐδὲν ἀγνοεῖν αὐτοὺς ἃ μηδ’ οἱ χωρὶς λόγου φάσκοντες ἰατρεύειν ἠγνόησαν. ἀκοῦσαι γοῦν ἐστιν ἐκείνων λεγόντων αὐξηθῆναι μάλιστα τὴν τέχνην ἐκ τῆς μιμητικῆς πείρας. ὅσα γὰρ ἐκ περιπτώσεως γενόμενα τοὺς κάμνοντας ὠφέλησε, ταῦθ’ ἡμεῖς, φασὶ, μιμούμενοι πολλάκις συνεστησάμεθα καὶ διαιρούμενοι ταῦτα φυσικὰ μὲν ὀνομάζουσιν ἐν ἐκ τοῦ σώματος ἡ αἰτία. κατὰ
250
τύχην δὲ γίγνεσθαί φασιν ὧν ἔξωθεν, ὥστε μὴ μόνης φύσεως, ἀλλὰ καὶ τύχης εἶναι μιμητικὸν τὸν ἰατρόν. εἴρηται γοῦν ὑπ’ ἐκείνων τῶν ἀνδρῶν ἄλλα τε πολλὰ τῶν κατὰ τύχην ὠφελησάντων παραδείγματα καὶ ὁ τὴν ἐν μετώπῳ φλέβα διακοπεὶς ἐκ τοῦ καταπεσεῖν. ἐπεὶ γὰρ ὁμοίως διακειμένου τὴν αὐτὴν φλέβα τεμεῖν ἐτόλμησαν, φασὶν, ἐλπίδι τῆς αὐτῆς ὠφελείας. ἀλλὰ καὶ γαστὴρ ἀξιολόγως ὑπελθοῦσα φλεγμαινόντων ὀφθαλμῶν, εἶτ’ ὀνήσασα μεγάλως ἐπὶ τὴν τοῦ γενομένου μίμησιν ἡμᾶς προὐτρέψατο. ὡσαύτως δὲ καὶ τοὺς ἰκτεριῶντας ἀθρόα χολωδῶν διαχωρημάτων [ἔμετος] ὤφθη πολλάκις ὠφελοῦσα καὶ τοὺς ὑδεριῶντας ὑδατωδῶν καὶ τοὺς τὸν καλούμενον ἐλέφαντα νοσοῦντας ἡ τῶν μελανῶν χυμῶν κένωσις, καὶ ἐκ τούτων πρόδηλόν ἐστιν ὅτι καὶ τοῖς ἰατροῖς προσήκει μιμεῖσθαι. καὶ τί δεῖ λέγειν αὐτομάτους κενώσεις, ὅπου καὶ τὰ τῶν διδασκάλων ἔργα μιμούμενοι μανθάνομεν τὴν τέχνην; ἢ Θεσσαλὸν μὲν, ἐὰν διὰ κλύσματος οὗτινος ὑπαγωγοῦ τὴν γαστέρα θεραπεύσῃ τὸν κάμνοντα, μιμητέον ἐστὶ τοὺς τούτου μαθητάς, ἐὰν δ’ 
251
αὐτομάτως ὑπελθοῦσα τύχῃ, φευκτέον; ἢ τῆς ἐμμήνου καθάρσεως ἐχομένης, ἐὰν αἵματος μέγεθος γένηται τῇ γυναικὶ, κἄπειτα Θεσσαλὸς ἤιοι κινήσας τὴν κάθαρσιν ἢ φλέβα τεμὼν ἰάσηται τὸ πάθος, οὐκ ἂν ἁμάρτοιεν οἱ μαθηταὶ μιμούμενοι τὸν διδάσκαλον, ἐὰν δ’ αὐτομάτως ῥαγέντων τῶν καταμηνίων ἡ κάμνουσα ῥᾳστωνήσῃ, τοῦτο οὐκέτ’ αὐτοὺς μιμητέον; καὶ μὴν οὐδὲν διαφέρει πρὸς τὴν ἑκατέραν μίμησιν ἄν θ’ ὑπὸ τῆς μαίας ἄν θ’ ὑπὸ τοῦ Θεσσαλοῦ κινηθέντων τῶν καταμηνίων ἄν τε καὶ χωρὶς τούτων αὐτομάτως ἐκκριθέντων ἡ κάμνουσα ῥᾳστωνήσῃ. διὰ γάρ τοι τὴν κένωσιν, οὐ διὰ τὸ ποιῆσαι αὐτὴν ἡ ὠφέλεια γίγνεται, καὶ τοῦτο διδάσκων ὁ Ἱπποκράτης ἔγραψε τὸν ἀφορισμὸν ἐκεῖνον· γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις. ὅπως ἂν ῥαγῇ, φησὶ, τὰ καταμήνια λύσις ἔσται τοῦ παθήματος, εἴτε φυσικῶς εἴτε καὶ ἡμῶν τοῦτο ἐργασαμένων. οὐ γὰρ τὰ ποιῆσαν αἴτιον, ἀλλὰ τὸ γινόμενον ὠφελεῖ τὴν νοσοῦσαν. ἓν μόνον ὑπαρχέτω τοῖς καταμηνίοις τὸ ἀθρόως ἐκκριθῆναι, ὅπως ὁ Ἱπποκράτης ὠνόμασε,
252
ῥαγέντων, ἔθος ὂν αὐτῷ τὰς ἀθρόας κενώσεις οὕτω προσαγορεύειν, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἰρῆσθαι, γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ἀθρόως ἐκκριθέντων λύσις. ἐπιλείποι δ’ ἄν με ἡ ἡμέρα διερχόμενον ὅσα μιμοῦνται τῶν αὐτομάτως γιγνομένων οἱ ἄνθρωποι, οὐ μὴν οὐδ’ ἀμφισβητεῖ τις ἕτερος, ἀλλ’ ὡς κοινήν ἔννοιαν δέχονται, πλὴν τῶν μιαρῶν σοφιστῶν, ὅσοι περὶ μὲν τὰ τῆς τέχνης ἔργα καὶ τῶν ἰδιωτῶν εἰσι χείρους, ἱκανοὶ δ’ ἀπαναισχυντῆσαι καὶ μακρὰς φλυαρίας συνθεῖναι κατὰ τῶν ἀρίστων ἰατρῶν, οἷος καὶ νῦν γέγονεν Ἰουλιανὸς οὗτος, ὃν οἱ πάντες μὲν ἴσασι μηδεπώποτε τῶν τῆς τέχνης ἔργων μεταχειρισάμενον, ἀναισχύντως δ’ ὑβρίζοντα τοὺς παλαιοὺς ἰατρούς.

Ἅ γ’ οὖν ἐτόλμησε γράψαι πρὸς τὸν ἀρτίως εἰρημένον ἀφορισμὸν οὐδ’ εἰπεῖν οἷόν τε πηλίκην ἤτοι γε ἀμαθίαν ἢ ἀναισχυντίαν ἢ τόλμην ἐνδείκνυται, μᾶλλον δ’ εἰ χρὴ

253
τἀληθὲς εἰπεῖν καὶ ταῦτα πάντα καὶ τούτων ἔτι πλείω. τάχα μὲν οὖν ἄμεινον ἦν μηδ’ ἀντιλογίας ἀξιοῦν αὐτὰ τῆς διὰ γραμμάτων, μηδ’ ἀπολλύναι τινὰ καὶ πρὸς τοῦτο χρόνον. δεηθέντων δέ μου λιπαρῶς πάνυ πολλῶν φίλων, ὅσα προκομισθέντος μοι τοῦ βιβλίου, καθ’ ὃ τὸν προειρημένον ἀφορισμὸν ἐξελέγχειν Ἰουλιανὸς ἐπεχείρει, διῆλθον ἐν ὑπομνήμασιν αὐτὰ παρασχεῖν, ὑπέμεινα καὶ τοῦτον οὐ σμικρὸν ἆθλον, ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, πολὺ μείζω τῶν κατὰ τοὺς αὐτοσχεδίους, οὓς ἡμερῶν ἕξ ἢ πλεόνων ἐποιησάμην, ἐπιδεικνὺς τὸ πλῆθος τῶν λήρων τῶν Ἰουλιανοῦ λόγων, ὧν ἐνέγραψε τῷ βιβλίῳ. κυριώτατον γὰρ ἄν τις εἴποι τοῦτο δὴ τὸ σύνηθες λεγόμενον, ὡς οὐδέν ἐστιν ἀπεραντολογώτερον τἀνθρώπου. Θερσίτης δέ τις μοῦνος ἀμετροεπὴς ἐλάλει, τούτῳ μᾶλλον ἂν ἢ Θερσίτῃ πρέπει, πάντας ὑπερβάλλοντα τοὺς πώποτε γεγονότας ἐν ἀμετροεπίαις. καὶ τοίνυν οἱ παραγενόμενοι τοῖς λόγοις ἀναγινωσκόμενοι αὐτοὺς,
254
δύο ταύτας ἔθεντο προσηγορίας τἀνθρώπῳ, τὴν ἀμετροεπίαν καὶ τὴν ἀπραντολογίαν, ὥστ’ οὐκ ἐμοῦ σωφρονίζοντος, ἀλλ’ Ὀδυσσέως τινὸς ἐδεῖτο τοῦ τῷ σκήπτρῳ καθεζομένου. σωφρονίσαι γὰρ τὸν οὕτως ἔμπληκτον οὐδ’ αὐτὸς ὁ τῶν Μουσῶν δύναται χορός. ἐπεὶ τοίνυν ἄκων ἠναγκάσθην γράφειν, ταῦτα δ’ εἰσὶ μοι προοιμίου τινὸς, ὅπως μὴ καταγνωσθῇ ὑπὸ τῶν ἀναγνωσομένων αὐτά. μέλλων γὰρ ἐλέγχειν ἄνθρωπον ἔμπληκτον, ἀμαθῆ, δοξόσοφον, ἐν ἀπαιδεύτοις μειρακίοις ἅπαντι τῷ βίῳ φλυαρήσαντα, παρ’ οἷς ἐξ ὧν ἐβλασφήμει τοὺς παλαιοὺς ἐπίστευσέ τις εἶναι. δέομαι οὖν συγχωρῆσαί μοι κολάσαι τὴν ἀπαιδευσίαν αὐτοῦ λόγοις τραχυτέροις, ὧν οὐκ εἴθισμαι χρῆσθαι. δεινὸν γὰρ εἰ τοῦτον ἐξέσται λοιδορεῖσθαι τῶν παλαιῶν τοῖς ἀρίστοις, ἡμῖν δ’ οὐκ ἐξέσται δι’ ἀποδείξεων ἐναργῶν ἐξελέγχειν αὐτοῦ τὴν ἀπαιδευσίαν. εἰς τοσοῦτον γὰρ ἥκει μεγέθους ὡς οὐδ’ ὅθεν ἄρξηταί τις εὑρεῖν εὐπετές.

255

Κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον ἀποτείνεται καταλιπὼν τὸν Ἱπποκράτην, καὶ τοῦτο μὲν, ὡς ἔοικεν, ἐν ἁπάσῃ ποιεῖ τῇ πραγματείᾳ. καίτοι πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς ἐπιγράφει αὐτὴν, οὐ πρὸς τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλὰ, καθάπερ ἔθος αὐτῷ, λῆρόν τινα ῥημάτων ἀσαφῶν συντιθεὶς, ὧν εἰ μὲν ἐλέγχειν τις ἐπιχειροῖ, φθάσει πληρώσας βιβλίον μέγιστον, πρὶν ἅψασθαι δόξῃ, συγχωρῶν οὐ λελέχθαι πάντα. γράφοντα μὲν οὖν δυσδιάθετον καὶ τοῦτο, μᾶλλον δ’ ἄπορον ἐσχάτως. ἐν μέντοι τοῖς αὐτοσχεδίοις λόγοις, οὓς πολλάκις ἐποιησάμεθα, παρόντων ἀνδρῶν πεπαιδευμένων ἐπιδέδεικταί τις ἡμῖν εὐπορία, καθ’ ὁμοιότητα τῶν εἰς τοὺς παλαιοὺς ἐξηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν βιβλίον ἐν ταῖς δημοσίοις ἐπιδείξεσιν ἐξηγούμεθα. * * * * εἰ δὲ ὁ μεθοδικὸς φαίη λεληθότως φυσικευόμενος, ὅτι μὴ ἀλαζὼν μηδὲ μεγαληγόρος, μηδ’ εἰς μέσον φέρω τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυμμένου δόγματος, δύο εἶναι τὰ 

256
σώματος πάθη. τῷ γὰρ κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύσειαν τροπαὶ καὶ μεταβολαὶ ἀλλήλαις ἐναντίαι, ἢ συναγομένου πλείω ἢ χεομένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν, οὐ μὲν διαφυσικευομένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν ὅλων ὕλης διειλεγμένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη μέν σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν Ἰουλιανοῦ λόγων, οἷς ἀποχωρῶν ὧν ὁ Ἀσκληπιάδης καὶ Θεμίσων καὶ Θεσσαλὸς ἔθεντο στοιχεῖα, ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν. ἑτέρα δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν καὶ μήτ’ ἐκείνης κατάσχοιμ’ αὐτὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι. τί γὰρ ἂν ἐμοὶ τόδε; ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς, ὥσπερ ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. ἐκείνων γὰρ πρώτων τῶν γόνων ἔγγονα ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτοις θρόνοις καὶ μετεωροτάτοις καθημένη ἡ μέθοδος ἐλάνθανεν, ἣν ὑπὸ ἐπιεικείας καὶ μετριότητος βουλόμενος λανθάνειν.
257
ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα μόνος καὶ πρῶτος ἐπισκοτοῦν νέφος παραγαγὼν καὶ ἐλευθερώσας. ταῦτ’ οὖν ὁ Ἰουλιανὸς λέγει καὶ τούτων ἑξῆς. ἄλλο τι μὴ νῦν ξυμφεροίμην Ἐπικούρῳ οὐχ ἑλόμενος αὐτοῦ τὰ στοιχεῖα, οὐχ ἑνώσαντι τὴν οὐσίαν. ἐν μὲν δὴ τῷ περὶ τῆς μεθόδου ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται, τὸ βιβλίον ὅλον Ἰουλιανοῦ ἐπιγράφοντος Φίλωνα. δι’ ἄλλου δ’ αὖθις, ἐν ᾧ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν ὁ λόγος ἐστὶν αὐτῷ, γράφει ταυτί· σύμμετρον μὲν δὴ κατάστασιν καὶ μεμετρημένην συναγωγῆς τε καὶ χύσεως ὑποστησάμενοι ἐπὶ τῶν ἀνθρωπείων συγκριμάτων, ὄνομα αὐτῇ ἐθέμεθα ὑγείαν. ἥδε δὲ ἡ μεσότης ὑπὸ τῶν νόσων ἐπιβουλευθεῖσα ἐξ ἀνάγκης πάσχει τὰ σώματα συναγόμενα καὶ σκληρυνόμενα καὶ ξηρότερα γιγνόμενα ἢ χεόμενα καὶ μαλακυνόμενα καὶ ὑγραινόμενα.

Αὗται μὲν οὖν αἱ ῥήσεις τοῦ λαμπροτάτου σοφιστοῦ, Ζήνωνι καὶ Ἀριστοτέλει καὶ Πλάτωνι τοὺς μεθοδικοὺς ἰατροὺς

258
ἕπεσθαι φάσκοντος. ἡμεῖς δ’ αὖθις ἀναμνήσομεν αὐτῶν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅμα πολλοῖς τοῖς μετ’ αὐτὸν εὐκρασίαν μὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. νοσήματα δὲ γίγνεσθαι τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρημένων ἢ ἐλλείποντος, εἶναι δὲ καὶ χυμοὺς ἐν τῷ σώματι, τοὺς μὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναμιν, ἐνίους δὲ θερμοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήμασιν. οὕτω Πλάτων ἅμα τοῖς ὑπ’ αὐτοῦ πᾶσιν, οὕτως Ἀριστοτέλης ἅμα τοῖς ἐκ τοῦ περιπάτου, οὕτω Ζήνων καὶ Χρύσιππος ἅμα τοῖς ἄλλοις στωϊκοῖς ἐγίνωσκον. Ἰουλιανὸς δ’ οὐδ’ ἀνέγνω τι βιβλίον ὧν εἶπον ἀνδρῶν, οὔθ’ ὅλως ἀκολούθου καὶ μαχομένου σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ μὲν ἀναιρούσῃ τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόμενα, τοῦθ’ ὑπάρχειν εἰπούσῃ συμμετρίαν μέν τινα πόρων εἶναι τὴν ὑγείαν. ἐν στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτὸ φερομένων συνίστασθαι τὰ κατὰ διαίτην νοσήματα. πότερον οὖν Ἀριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων περιπατητικῶν
259
τε καὶ στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσήματα τέτταρα ὑπάρχειν φασὶν, ὥσπερ καὶ τὰ στοιχεῖα τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ἢ τοῦτο μὲν ὡς ἂν οὐχ ἓν ἢ δύο βιβλία πληρῶσαι δυνάμενον, ἀλλὰ καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄμεινον, ἀρκεσθῆναι δὲ μόνον τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις. εἰς οὓς ἅμεινον τοῦτο πρᾶξαι καὶ μὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει σοφιστῇ. τοσοῦτον μόνον εἰπὼν ὑπὲρ τῶν ἐκ τοῦ περιπάτου τε καὶ τῆς στοᾶς τῶν φιλοσόφων ἀπαλλάξομεν. οὐδὲν ἂν εὑροῖς οὔτ’ Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης τε καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε τὰς διαφορὰς αὐτῶν διέρχονται, τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλμυρὸν ἢ ἁλυκὸν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως,
260
ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν διαλέγεται. εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δ’ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων τῶν στωϊκῶν ἢ περιπατητικῶν ἑκάστου ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην πληρώσει· ἀλλ’ ὥσπερ ἔφην, ἐάσας τούτους, ἀρκεσθήσομαι μόνον τοῦ Πλάτωνος ῥήσεσιν, ἑπομένου κατὰ πάντα τοῖς τοῦ Ἱπποκράτους δόγμασιν. οὐ μὴν οὐδὲ παρὰ τούτων τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθησόμενος μόνου τοῦ Τιμαίου περιγράφομαι ταῦτα. τὸ δὲ τῶν νόσων ὃ ξυνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς καὶ ὕδατός τε καὶ πυρὸς καὶ ἀέρος, τούτων ἡ παρὰ τὴν φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γινομένη. πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνει καὶ πάνθ’ ὅσα τοιαῦτα, εἰ στάσεις 
261
καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνειεν ὅσα ἄν περ πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται νοτερὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη μεταβολὰς δέχεται. ἐν ταύτῃ μὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ Ἱπποκράτει κατὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς μετὰ ταῦτα καὶ τοὺς χυμούς πως αἰτιώμενος τῶν νοσημάτων ὡδί πως φησί· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ σῶμα, λεύκας, ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα ἀποτῖκτον. μετὰ δὲ χολῆς μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ ξυνταράττον αὐτὰς, καθ’ ὕπνου μὲν ἐὸν πρᾳότερον, ἐγρηγορόσι δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον· νόσημα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται. καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρον ἑτέραν φησί· φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν, πηγὴ πάντων νοσημάτων ὅσα γίνεται καταῤῥοικὰ,
262
διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας, παντοῖα ὀνόματα εἴληφεν. οὕτω μὲν οὖν ὁ Πλάτων περὶ τοῦ φλέγματος ἀπεφήνατο καὶ σὺν αὐτῷ μελαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα μὲν οὖν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φυσήματα ζέουσα, καθειργνυμένη δὲ ἐντὸς πυρίκαυστα νοσήματα πολλὰ ἐμποιεῖ. μέγιστον δ’ ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα, ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος ἐκρέοι, μήτ’ αὖ πυκνότερον δυσκίνητον ὂν μόγις ἀντιστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεότος αἵματος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγοι, διαχεῖται πᾶν τὸ λοιπὸν αἷμα. ἐαθεῖσαι δὲ παχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυμπηγνύασι. ταύτην δὴ τὴν
263
δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ, κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν. πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει. πλεῖον δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς θερμότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσωσε. καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος, καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα, μεθήκε δὲ ἐλευθέραν. ὅταν δὲ ἐλάττων ᾖ, τό τε σῶμα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶμα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώματος ἐκπίπτουσα, διαῤῥοίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα νοσήματα πάντα παρέχετο. ταυτὶ μὲν οὖν ἐν μόνῳ τῷ Τιμαίῳ Πλάτων εἶπεν ἑπόμενος Ἱπποκράτει· τὰ δὲ τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι, πάντα δόξει μιμεῖσθαι μακρολογίας ἕνεκα τὸν Ἰουλιανόν. ἔτι δὲ δὴ μᾶλλον
264
εἰ τὰ παρὰ Θεοφράστου καὶ Ἀριστοτέλους καὶ Χρυσίππου καὶ πᾶσι τοῖς περιπατητικοῖς τε καὶ στωϊκοῖς εἰρημένα, περὶ θερμοῦ καὶ ὑγροῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ χολῆς καὶ φλέγματος, ὑγείας τε καὶ νόσου παραγράφῃ σύμπαντα. καὶ γὰρ νῦν ἡγοῦμαι ἤδη τινὰς μέμφεσθαι τοῦ μήκους ἡμῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειμένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοὶ, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώματος στοιχείων ὑφ’ Ἱπποκράτους εἰρημένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοιοῦτος εἰπεῖν αἰδεσθῇ; ἢ ταῦτα μὲν ἀφείσθω.

Σκέψαι δ’ ἑξῆς ἃ γράφει μὴ συγχωρῶν, ὡς ἔοικε, μηδὲ τοὔνομά τινι σκέψασθαι τῆς φύσεως. ἔστι δ’ ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡμᾶς τε ἢ αὐτοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστὶν, ἣν ἄνω τε

265
καὶ κάτω θρυλοῦσι τραγῳδοῦντες πανταχοῦ ἤτοι θερμὸν ἁπλοῦν ἢ κρᾶμα κἀκ μίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύματος. κἄπειτα ἑξῆς τούτῳ ἐπιφέρει μὴ πολλὰ συγχωρῶν ἐγγνῶναι φύσεως οὐσίαν, ὥσπερ Ἱπποκράτους γεγραφότος ὄνομα φύσεως ἐν τῷ προκειμένῳ νῦν ἡμῖν ἀφορισμῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτομάτοις γιγνόμενον εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνομα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους Ἰουλιανοῦ φλυαρίας ἀφορμὴν παρέξει λόγου μακροῦ, ὃν ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς μὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύμενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε μὲν ἐξ αὐτοῦ τοῦ τῶν καμνόντων ὁρμᾶσθαι σώματος, ἔστι δ’ ὅτ’ ἔξωθεν ἀφορμὴν ταύτην εἶχε περὶ τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόματος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε. φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις. ἀλλ’, ὦ γενναιότατε 
266
σοφιστῶν οὐδ’ ὅτι ψυχὴν ἔχομεν ἢ αἴσθησιν ἢ νοῦν ἢ λογισμὸν ἢ μνήμην ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυμαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν, ὃν ἐναργέστατα βλέπομεν, οὐκ ἴσμεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἤ πού τε περὶ φύσεως ἢ ψυχῆς ἢ μνήμης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίμως ἀποφανούμεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα αὐτῶν ὀρθῶς εἰρήκαμεν καὶ οὕτως ὅταν τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχωμεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῶον ὑπὸ φύσεώς τε ἅμα καὶ ψυχῆς. εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς ἕξεως αὐτῆς κινήσεως ψυχὴν, ὥστ’ οὐδεὶς ἡμῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’ ἐπειδὴ ταῦτα γιγνώσκει καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς οἷός τε, καθάπερ οὐδὲ τὴν τοῦ
267
ἡλίου, ἀλλ’ ἀνατέλλοντα μὲν αὐτὸν ὁρῶμεν ἐναργῶς, ὥσπερ γε καὶ δυόμενον ἅπαντά τε τὸν μεταξὺ τόπον ἀμείβοντα τάξει καὶ χρόνῳ ἀφωρισμένῳ, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ χολῇ ζητοῦμεν. εἰ μὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίνονται, χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν αὐτῆς ἐργαζομένης αὐτὰς φύσεως, εἰκότως ἂν δείξας ἐκεῖνος ἄγνωστον, εὐθὺς αὐτῇ συνανῄρηκε τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γιγνώσκειν, ἐκ περιττοῦ φλυαρεῖ ταῦτα πάνθ’ ὁ θαυμασιώτατος Ἰουλιανός. ἡμεῖς γὰρ, ὅταν χωρὶς φαρμάκου καθαίροντος ἔμετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε κατὰ τὰς μήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαμὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς. οὐδὲν γὰρ διαφέρει, μιμούμεθά τε φανερῶς ὠφελήσαντες τοὺς κάμνοντας. Ἰουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡμέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ φύσιν μὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ
268
φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδὲν τῶν τοιούτων ὀνομάτων χρῆσθαι, μὴ πρότερον ἐπισταμένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦμεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν. ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶμεν ἐκ περιουσίας καὶ συγχωρήσομεν, εἰ μὴ πρότερον εἰδείημιν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ τὰ σώμαθ’ ἡμῶν συνέστηκεν, ἀμήχανον εἶναι μιμήσασθαι τὰ καλὰ ὑπὸ φύσεως ἢ τύχης γιγνόμενα. τί οὖν κωλύει γιγνώσκειν ἡμᾶς ἀκριβῶς τοῦτο μέχρις ἂν ἡμεῖς τε λέγειν ἔχωμεν ἀπόδειξιν δόγματος, οἵ τ’ ἄριστοι τῶν φιλοσόφων, οὓς καὶ σὺ θαυμάζεις αὐτὸς, ὁμολογῶσιν Ἱπποκράτει τε καὶ ἀλλήλοις, εἰ μή τις τὴν διαφωνίαν ἱκανὸν οἴεται μάρτυρα εἶναι τῆς ἀγνοίας τοῦ δόγματος, ἐξαίφνης ἀπορητικός τις ἀντὶ στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ, φάσκοντι μηδὲν τῶν διαπεφωνημένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι, τί δή ποτε οὐ πολὺ πρῶτον
269
ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν, ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα μέθοδος ἐγέννησεν; ἀλλ’ οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀμυδρῶς, ἐναργῶς δὲ, ὡς νομίζει ὁ Θεσσαλὸς, καὶ τό γε μεῖζον τούτου, ὅτι καίτοι θεασαμένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαμπροτάτῳ χορῷ τῶν ἀμφ’ αὐτὸν ἰατρῶν, ὅμως οὐδεὶς οὐδενὶ συνεφώνησαν, ἀλλ’ ἄχρι δεῦρο πολεμοῦσι μείζονα πόλεμον, ὃν Θεσσαλὸς ἐπολέμησε τοῖς συμφοιτηταῖς. εἴπερ οὖν διαφωνία σημεῖόν ἐστι τῆς τῶν πραγμάτων ἀγνοίας, ἁπασῶν πρῶτον ἀπιστητέον ταῖς τοῦ Θεσσαλοῦ κοινότησι, ὅσον καὶ πλείστη γε περὶ αὐτῶν ἐστιν ἡ διαφωνία. τὸ μέντοι γε τὴν τοῦ σώματος ἡμῶν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ συμμέτρως ἀλλήλοις κεκραμένων γεγονέναι διαπεφώνηται μὲν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζήνων, Ἀριστοτέλης τε καὶ Θεόφραστος, Εὔδημός τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅμα πολλοῖς φιλοσόφοις,
270
ὧν οἱ μὲν στωϊκοὺς, οἱ δὲ περιπατητικοὺς, οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόμασαν, ὁμολογοῦσιν ἀμφ’ αὐτάς· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρημέναι, τοσούτου δέουσιν ἀρέσκειν τοῖς ἄλλοις ἰατροῖς, ὥστ’ οὐδ’ αὐταὶ τούτοις ὁμολογοῦνται τοῖς ἀμεθόδοις μὲν ὄντως, ὀνόματι δὲ σεμνῷ τῷ τῆς μεθόδου, καθάπερ τινὶ προβλήματι κεχρημένοις. οὔτε γάρ Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Μνησίθεος οὔτε Φιλότιμος οὔτε Ἐρασίστρατος οὔτε Ἡρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε λογικὸς οὔτ’ ἐμπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ μὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ μικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τοῦ Θεσσαλοῦ κοινότητα. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐμπειρίας ὄντες οἵ τε δογματίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ μικράν τινα χρὴ νομίζειν τὴν τοιαύτην διαφωνίαν, ἀνυπέρβλητον τὸ μέγεθος αὐτῆς γίγνεται, μήτ’ αὐτοῦ 
271
τοῦ γεννήσαντος τὰς κοινότητας Θεμίσωνος μήτε τῶν ἀπ’ αὐτοῦ μηδενὸς, ἀλλὰ μήτε τῶν ἀμεθόδων Θεσσαλείων μηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι προσέθηκεν αὐταῖς ἄλλο ἢ ἀφεῖλεν ἢ μετεκόσμησέ πως. καίτοι γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω σμικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συμφέρονται, μόνος οὖν ἀπολείπεται ὁ Θεσσαλὸς ἔχων οὐδένα, πρὶν ἄχρι λόγου τοῦτον τὸν Ἰουλιανόν. ἔργῳ μὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ καὶ ὅστις περὶ τούτου πεισθῆναι βούλεται, τοῖς περὶ τῆς μεθοδικῆς αἱρέσεως ὑπομνήμασιν ἡμῶν ἐντυχέτω. ἀλλὰ καίτοι μόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζομένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον καὶ συμφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ μὲν οὐ προκαταγινώσκομεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος Ἱπποκράτους, ᾧ πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων μαρτυροῦσιν, ἀπιστήσομεν δ’ ἐκ μόνης διαφωνίας;
272
τίς ἂν τοῦτον ἀνασχέσθαι δύναται; τίς περιμεῖναι τῷ λόγῳ τοιούτῳ; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου, μήθ’ ὧν αὐτὸς εἶπε μεμνημένου μήθ’ ὧν γράφει συνιέντος; ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιμίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθοι φλυαροῦντος.

Ἀλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρημένων ἀκούσωμεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησι τὸν προκείμενον ἀφορισμὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν τῶν νοσημάτων ἐστὶ συνεκτικὸν αἴτιον. ἄμεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόμασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ αὐτίκα ὧδέ πως εἰρημένον. καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν ἀντίῤῥησιν. ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, ὡς τὸ παραλειπόμενον τοῦ ἀφορισμοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν

273
ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώματα, κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγμένον τὸ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν, ψευδὴς γὰρ ἡ δόξα συναποδέδεικται καὶ ἡ τοῦ ἀφορισμοῦ μοχθηρία, ὅτι ἀδήλῳ σπέρματι ἕπονται ψεύδη. αὕτη μὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἀνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας, μὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέμενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὄντος μεστοῦ ἀνδρῶν πεπαιδευμένων, ἐρέσθαι τὸν Ἰουλιανὸν, ὁποίας ὁρμώμενος ἀποδεικτικῆς μεθόδου τὸν εἰρημένον ὑπ’ αὐτοῦ ἀληθῆ λόγον νομίζει. γενήσεται γὰρ, εἴ τις ἑρμηνεύσει αὐτὸν, ἐν ᾧ προσήκει τοιόσδε· τοῖς ἡγουμένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάμνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος. εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ὡς ἐπαίδευσα θεάτρου πεπαιδευμένων ἀνδρῶν, ἵνα κἂν ἐκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐμπληξίας ὁ ληρώδης Ἰουλιανός. ἐκ μὲν γὰρ αὐτῶν τῶν λεγομένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε
274
ὄντι. τοιοῦτος γάρ ἐστιν, οἷον ἑαυτὸν ἐνδείκνυσι διὰ τῶν γραμμάτων, ἀλλ’ ὡς ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτομοῦσι παμπόλλους τῶν πυρεττόντων. εἰ μὲν βλάπτεσθαι νομίζουσιν ἐκ τῆς κενώσεως αὐτοὺς, οὐκ ὀρθῶς φλεβοτομοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτεθέντες πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· καὶ τὶς ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως; πρὸς ὃν ἀποκρίνεσθαί μοι ῥᾷον, ὡς ἀνάγκη μὲν οὐδεμία. λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑμετέρας οὑτωσὶ καὶ δείξω τὸν Ἰουλιανὸν, ἐκεῖνόν τε φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω μὲν ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῷ. νυνὶ δὲ, οὐ γὰρ ἔχομεν θέατρον, εἰς τὰς αὐτὰς λαβὰς ὀλίγοι ἥκουσι, πάντες ἄν τ’ ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς. Ἰουλιανός τε γὰρ ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ, μηδεπώποτε φροντίσας ἀληθείας. ἔγωγε παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον οὐδὲν
275
οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον μὲν ἀποδεικτικὴν ἐπιστήμην, ἀσκηθῆναι δ’ αὐτῆς αὐτὴν μετὰ πάσης σπουδῆς, ἔοικα κάμνειν μάτην. ὅσοι μὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα μὲν καὶ γινώσκουσιν ὅτι μηδέπω τῶν Ἰουλιανοῦ ἐφιστάμενοι λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ τὴν ἀρχὴν οὐδὲν μανθάνουσι τῶν λεγομένων. διὰ ταῦτα τοίνυν αὐτὰ καὶ πρόσθεν ἔλεγον, οὐ μικρόν μοι τοῖον ἆθλον οἱ φίλοι προέταξαν, ὧν ἕνεκεν ἐπιστημονικωτέρων ἅψομαι λόγων. ἐχρῆν μὲν δήπου μὴ φθέγγεσθαι μόνον ὀνόματα τῆς διαφορᾶς τῶν αἰτίων προσήκοντα τὸν Ἰουλιανὸν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σημαινόμενα. νυνὶ δὲ, καὶ γὰρ τοῦτο ἕν ἐστι τῆς ἐμπληξίας ἁπάντων τῶν μεθοδικῶν κοινὸν, ἄχρι μὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπη διαφέρει τῶν προηγουμένων ἢ πάντως ἂν ἐγίνωσκον ὅτι ἡ τῶν νοσημάτων αὔξησις τῶν προηγουμένων ἔργων ἐστὶν. ἃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήματος, ἀνάγκη ταῦτα αὐξάνειν αὐτὰ μέχρι 
276
περ ἐνεργῆ τι παρόμοιον. εἰ οὕτως ἔτυχε δριμὺ φάρμακον, ὡς ἑλκοῦν δύνασθαι, μιᾷ μὲν ὥρᾳ κατὰ τοῦ δέρματος ἐπιτεθὲν, αὐτὴν μόνην ἑλκώσει τὴν καλουμένην ἐπιδερμίδα. πλέονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου μὲν τοῦ δέρματος, εἶτα καὶ τῶν ὑποκειμένων σαρκῶν. καὶ τά γε καλούμενα σηπτὰ μέχρι μὲν τῶν ὑποκειμένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειμένην αὐτοῖς ἅπασαν σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουμένων αἰτιῶν, οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι μενόντων. ὅπου γὰρ ἐδείχθη μεῖζον γινόμενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούμενα τῶν αἰτιῶν οἷόν περ καὶ τὸ πλῆθος, ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούμενον, εἰ μή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι καί διὰ τοῦτο Ἀσκληπιάδης πλῆθος ἡγεῖται προκατάρχειν νόσων, ὑπό τε τῆς κενώσεως αὐτῆς φησιν ὠφελεῖσθαι τοὺς κάμνοντας, οὐκ εἰς τὸ λύειν ὧν ἐποίει ἤδη
277
παθῶν, ἀλλ’ εἰς τὸ μηκέτι αὔξεσθαι αὐτὰ, ἀπαιτεῖ τοῖς ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν. ἀλλὰ γὰρ ὑποκείσθω τὸ πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτικὸν, ἀναγκαῖον αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσημα. καὶ μὴν οὐδέποτέ ἐστιν, ὥς φησιν Ἀσκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας γὰρ ἐνταῦθα, ληρώδους Ἰουλιανοῦ βέλτιον Ἀσκληπιάδῃ διαλεχθῆναι, κἂν εἰ μηδὲν ἄλλο νομίμως ὑπάρχοντι σοφιστῇ. λόγους γὰρ εἴωθεν ὁ ἀνὴρ οὗτος πιθανωτάτους ἐρωτᾷν, οὐκ ἀκόμψως πεπανουργημένους, ὅπερ ἦν ἔργον οἶμαι σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς, οὐ μὰ τὸν Δία τῆς δυνάμεως αἰσθανόμενος ἑαυτοῦ. πάντα γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους, ἀλλ’ ἀπομνημονεύσας εἰρημένων ὑπὸ Ἀσκληπιάδου. ὡς εἴ γε τῶν ἰδίων Ἰουλιανοῦ λόγων ἦν, ὁμοίως ἀνεφαίνετο τοῖς ἔμπροσθεν ληρώδης. ὁ τοίνυν Ἀσκληπιάδης φησὶν ὡς, εἴπερ ἦν συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν ἐπὶ δαψιλέσι κενότησιν ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γινομέναις, εὐθὺς
278
ἁπάντων ὀχληρῶν ὁ κάμνων ἀπαλλάττεται· νυνὶ δὲ φαίνεται πολλάκις αὐξανομένας τὰς νόσους ἤδη τοῦ πλήθους καθῃρημένου. οὗτος ὁ λόγος ἱκανὸς πιθανός ἐστι καὶ διὰ τοῦτο δεῖται λύσεως ἰδίας, οὐ μὴν ἅπτεται τῶν κατὰ τὸν ἀφορισμὸν Ἱπποκράτους εἰρημένων. οὐ γὰρ ἐκ δόγματος ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισμοῦ κοινοῦ πάντων ἀνθρώπων, ᾦ καὶ τοὺς ἐμπειρικοὺς ἔφην χρῆσθαι, διὸ καὶ λύομεν αὐτὸν τὸν Ἀσκληπιάδον λόγον, οὐχ ὡς προσήκοντα τοῖς κατὰ τὸν ἀφορισμὸν εἰρημένοις. ἀλλ’ ἐπειδὴ βέλτιον εἶναι δοκεῖ τῶν Ἰουλιανοῦ λήρων ἀνεσχημένον ἄχρι δεῦρο γυμνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ προσπελάσαντας ὅτι σοφιστῇ. ὅταν οὖν ὀνομάζῃ πλῆθος ὁ Ἀσκληπιάδης, ἐρωτάτω αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ πρὸς τὴν δύναμιν, εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ δὴ κατὰ τὸ ἔγχυμα καλεῖν εἰσιν εἰθισμένοι; καὶ πότερον τὸ καθ’ ὅλον τὸ σῶμα γιγνόμενον, ἢ κἂν ἐν μέρει τινὶ συνίσταται. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν οὐδ’ εἰπεῖν
279
αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάμεις σχεδὸν ἁπάσας αἷς διοικεῖται τὸ ζῶον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων. ἔστι μὲν δήπου καὶ τοῦτο διττὸν ἢ τῷ κατὰ φύσιν μέτρῳ παραβαλλόμενον ἢ ψιλῷ καὶ μόνῳ τῷ μὴ τέγγεσθαι. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν τὸ ζῶον ἢ καθ’ ἕν τι μόριον ἢ πλείω. καὶ δέδεικται πρὸς ἡμῶν ἔν τε τοῖς ὑπομνήμασιν, ἐν οἷς τὰς αἰτίας τῶν συμπτωμάτων διερχόμεθα, κἀν τῷ τῶν παρὰ φύσιν ὄγκων, ὅτι ὁ σπασμὸς ἐνίοτε καὶ ὁ τρόμος ἥ τε φλεγμονὴ διὰ παντὸς ἐρυσίπελάς τε καὶ τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν οἴδημα καὶ πρὸς τούτοις ἕτερά τε πάθη πληθωρικὴν ὑπόθεσιν ἔχονται καὶ εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ μόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενον. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τε τοὔνομα καὶ τὸ πρᾶγμα αὐτὸ, καθ’ οὗ τοὔνομα τῆς στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν, οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος,
280
ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὲ Διὰ, ὅσα τῶν ἁπλῶν ὄντων ἐστὶν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ἐν τούτῳ μὲν ἡ λύσις τοῦ σοφίσματος. ἅπαντα δὲ μεταφέρειν ἐνταῦθα τῆς Ἰουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡμέτερον, ἀλλ’ ἐφ’ ἕτερόν τι τῶν προβεβλημένων ἴωμεν ὃ κοινῇ πρὸς ἅπαν ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων τὸ γένος ὑπάρχει διττὸν, ἐν πλήθει μὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον, ἀλλ’ ἀμφοῖν γε ῥᾴδιον ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ δυναμένων ἡμῶν καὶ τοῦ πλεονάζοντος ἀποχέεσθαι τὸ περιττὸν καὶ τὸ διεφθαρμένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε χρονίσειν νόσημα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ τε ἅμα καὶ σύντομον ἀσαφῶς καὶ μακρῶς ὁ Ἰουλιανὸς ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα ἐν τῷ ἀφορισμῷ λῆμμα συνηρπάσθαι οὐκ ἀποδεδειγμένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ ἢ μεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος 
281
ὄνομα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους διαφθορὰν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινομένου ὠφέλειαν ἔσεσθαι φαντάζεται σφόδρα. τὰ μὲν πρόσθεν τὴν ἀπὸ τοῦ ἀμάχου φαινομένην κρίσιν, ὑγροῦ τινος ἐν τῷ σώματι πλῆθος, τῆς νόσου τὸ αἴτιον εἶναι νομίζειν ἢ οὐ πλῆθος μὲν, προπὴν δέ. ἀδιανόητον γὰρ καὶ πρὸς τὴν ἀλήθειαν ἀσύμφωνον τόδε τυγχάνειν. ὤμην γὰρ τὰ πάθη εὔλυτα πάντα καὶ ἂν ἦν τι χρόνιον, ἥ τε θεραπεία πᾶσα μονοειδὴς, οὐδ’ ἡντιναοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ παρακειμένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς δεῖσθαι μόνου κενωτικοῦ βοηθήματος καὶ τοῦτο παρὰ πάντα καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵματος μὲν ὄντος μόνῃ ἀρκεῖσθαι φλεβοτομίᾳ, φλέγματος δὲ φλεγμαγωγῷ, χολῆς δὲ χολαγωγῷ.

282

Αὕτη μὲν ἡ τοῦ Ἰουλιανοῦ ῥῆσις. ἔστι δ’, ὡς ἔφην, ὁ κατὰ ταύτην λόγος τοιόσδε· εἴπερ ἐν ὑγροῖς εἴη τὰ τῶν νόσων αἴτια, δυνατόν ἐστιν ἡμῖν ἐν τάχει κενοῦν αὐτὰ μηδενὶ νοσήματι χρονίζειν ἐπιτρέπειν. ἀλλὰ μὴν χρονίζει γε πολὺ, κἂν κατὰ τὴν ἀρχὴν αὐτῶν ἱκανῶς ἐκκενώσομεν τὸ σῶμα. οὐκ ἆρά εἰσιν ἐν ὑγροῖς τὰ αἴτια. ἀλλ’ ὅ γε λόγος οὗτος, εἰ μὲν περὶ τοῦ πρὸς τὴν χώραν τῶν ἀγγείων ἐν ὅλῳ τῷ σώματι συνισταμένου πλήθους ἐστὶν, ἀληθὲς ὑπάρχει. βουληθέντες γὰρ εὐθέως ἐν ἀρχῇ τῆς νόσου κενῶσαι τὸ περιττὸν, ἐκκενοῦμεν ἅπασαν πληθωρικὴν διάθεσιν. εἰ δὲ καὶ περὶ τοῦ κατά τι μόριον, ἐν ᾧ καὶ πλεῖον γιγνόμενον ψευδές. ἐπιδέδεικται γὰρ ἡμῖν ἐκεῖνο τὸ πλῆθος οὐκ ἀεὶ κενοῦσθαι ταχέως δυνάμενον. οὕτω δὴ καὶ περὶ τῆς διαφθορᾶς ὁ λόγος ἐρωτώμενος πρόχειρον ἔχει τὴν λύσιν, οὐ γὰρ οἷόν τε ταχέως αὐτὴν ἐκκενῶσαι, καθάπερ ἐξ ἀσκοῦ τινος ἢ πίθου. κἂν ἐκ τούτων ὅλων ἐκκενώσαιμεν πῇ ποτε τὸ μοχθηρὸν ὑγρὸν οὐκ εὐθέως ἀντεγχέομεν

283
ἕτερον χρηστὸν, ἀλλὰ διανίψαντες καὶ πλύναντες ἀκριβῶς τὸ ἀγγεῖον. ἆρ’ οὖν οὕτω δυνατὸν ἐν ἀνθρώπου σώματι κενῶσαι μὲν τὸ διεφθαρμένον αἷμα, χρηστὸν δὲ ἀντεγχέειν παραχρῆμα τοῖς ἐκείνου μορίοις, ἄξιον τοῦτο. πῶς οὖν ἐν τάχει φασὶ δύνασθαι κενωθῆναι τὴν διαφθοράν; οὕτως ὡς καὶ τἄλλα πάντα λέγουσιν εὐχερῶς, οὐδενὶ προσέχοντες τὸν νοῦν, οὐδὲ μετὰ περισκέψεως ἀκριβεστέρας ὅλον ἀθροῦντες τὸ πρᾶγμα. καὶ μὴν καὶ χολῆς περιεχομένης ἐν τῷ σώματι πολλῆς, ἄνευ μὲν πυρετοῦ ῥᾴδιον ἐκκενῶσαι πολλάκις. εἰ δ’ ἁλῶναι φθάσειεν ὁ ἄνθρωπος ὀξεῖ πυρετῷ, χαλεπώτατον. οὐ γὰρ οὔτ’ ἐγχωρεῖ χρῆσθαι καθαίροντι φαρμάκῳ ἀκινδύνως. ὁμοίως δὲ καὶ περὶ φλέγματος ἔχει καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. εἴρηται δὲ καὶ περὶ τούτων ἁπάντων ἐν ἄλλαις πραγματείαις καὶ χρὴ τὸν βουλόμενον ἀκριβῶς τι γνῶναι περὶ αὐτῶν ἐκεῖθεν ἐκμανθάνειν. ὅτι μὲν οὖν ἡ φλεγμονὴ πληθωρικόν τι νόσημά ἐστιν, οὐκ ἐν αὐτοῖς μόνοις τοῖς ἀγγείοις στεγομένου τοῦ πλήθους,
284
ἀλλὰ καὶ τὰς ἐν τοῖς μυσὶ χώρας κενὰς ἁπάσας καταλαμβάνοντος, ἐξ ἐκείνου μάλιστα μαθήσῃ τοῦ γράμματος, ἐν ᾧ περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί μοι. ὅτε δ’ οὐχ οἷόν τε φλεγμονὴν ἅπασαν ἰάσασθαι ταχέως, ἐν τοῖς θεραπευτικῆς μεθόδου γράμμασιν εἵρηται, κατ’ ἐκεῖνα μάλιστα τὰ βιβλία, δι’ ὧν ἡ μέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως ἐμπλάττονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυμοὶ, ὥστε κίνδυνον εἶναι χρονιζόντων αὐτῶν ἀκολουθήσειν σκίῤῥον. ἀλλ’ οἱ μηδὲν τούτων εἰδότες, ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς τέχνης ἐπίκαιρα κατηγορεῖν Ἱπποκράτους. καίτοι γε ἀντιστρέψας ἄν τις, εἰ μὲν ἤτοι ψυχθείη τῶν στερεῶν σωμάτων ἢ θερμανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τῆς εἰς τὰ κατὰ φύσιν ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη ποτὲ ἢ μανώτερον γεννηθείη. τό τε γὰρ ψυχθὲν θερμῆναι καὶ τὸ θερμαθὲν ψύξαι καὶ τό τε πυκνωθὲν ἀραιῶσαι καὶ τὸ μανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν. ἐμπεπλασμένον δὲ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι μορίοις
285
ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ πού γε τῶν σαρκοειδῶν ἕτοιμον. ὥστε πάνυ μοχθηρὸς ὁ λόγος αὐτὰς ἐν ὑγροῖς αἰτίοις ἐναντιωτέρας εἶναι φάσκων ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ μὲν γὰρ ἁπλῶς πλῆθος εἴη, καθ’ ὅλην τοῦ ζώου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόμενον, ὅπερ ἰδίως ὀνομάζουσι πλῆθος, ἕτοιμόν τε παραχρῆμα κενῶσαι τοῦτο καὶ τῶν συμπτωμάτων ὁ κάμνων ἀπαλλαγήσεται δι’ αὐτοῦ. κακοχυμίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι τὸν ἄνθρωπον, καὶ μέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόμενα. πολλοὶ μὲν γὰρ βαρυνόμενοί τε τὸ σῶμα καὶ τάσεως αἰσθανόμενοι παραχρῆμα τῶν συμπτωμάτων ἀπηλλάγησαν ἐπὶ ταῖς φλεβοτομίαις. ἔνιοι δὲ μῆνα ὅλον ὑπὸ διαφθορᾶς ὀχλούμενοι διετέλεσαν, μήτ’ ἀθρόως ἐκκενῶσαι τὸ μοχθηρὸν αἷμα δυναμένων ἡμῶν μήθ’ ἕτερον ἀντεγχέαι χρηστόν. ἐκ μὲν γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέντων 
286
ἐν τῷ τοῦ ζώου σώματι, γεννᾶσθαι τὸ χρητὸν αἷμα πέφυκεν. ἐν αὐτῷ δὲ τῷ προσφέρειν τροφὰς ἐπιτηδείους, κίνδυνός ἐστι τῷ προϋπάρχοντι μοχθηρῷ συνδιαφθαρῆναι τὸ χρηστὸν, ὅθεν οὐδὲ πᾶσαν οἴονται διαφθορὸν ἰάσασθαι, ἀλλ’ ἐκείνην μόνην, ἐφ’ ἧς ἰσχυρὸν μὲν ἔτι τὸ σῶμά ἐστιν, ἡ δύναμις δ’ εὔρωστος. οὐ μὴν ἰῶδες ἐγένετο τὸ αἷμα παντάπασιν, οὐδ’ ὅσον συνδιαφθεῖραι τὴν ἐπιῤῥέουσαν τροφὴν, ἀλλ’ αὐτὸ μᾶλλον ὑπ’ ἐκείνης ἐπικραθῆναι. οὐ μὴν οὐδὲ ὅταν τὸ πρὸς τὴν δύναμιν πλῆθος συστῇ, δυνατὸν ἰάσασθαι ταχέως αὐτὸ, συγκαταλυομένης ἐνίοτε τῇ κενώσει τῆς δυνάμεως. εἴρηται δὲ ἡμῖν καὶ περὶ τῆς διαθέσεως τῆς τοιαύτης ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ. ὀλιγάκις οὖν ἐπὶ τῇ κενώσει τὸν ἄνθρωπον δείξεις ὑγιαίνοντα παραχρῆμα. γενήσεται μέντοι ποτὲ τοῦτο, καθάπερ καὶ φαίνεται καὶ δείκνυσιν ἐναργῶς καὶ πεῖρα τοῦ λόγου τὴν ἀλήθειαν. ἔνιοι γὰρ ἐπὶ ταῖς κενώσεσιν αὐτίκα πάντων ἀπαλλάττονται τῶν ὀχληρῶν, ἀλλ’ οὐδ’ ἴσασι τὰς διαθέσεις αὐτῶν οἱ ἰατροὶ πάντες, οὔτ’ εἰ γινώσκουσιν, εὐθέως διαγινώσκειν
287
δύνανται. οὗτοι τοίνυν οἱ μάλιστα ληροῦντες, ὧν εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ κορυφαῖός ἐστιν Ἰουλιανὸς, ἀνομίλητος μὲν ἀεὶ διατελέσας τοῖς ἔργοις τῆς τέχνης. ἐξ ὧν δὲ αὐτὸς γιγνώσκει θρασυνόμενος, ἀλλ’ ἡμεῖς γε δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης πολλάκις ἐδείξαμεν ἐπὶ τῇ κενώσει τοῦ πλήθους ἑκατέρου παραχρῆμα τοὺς ἀνθρώπους ὑγιασθέντας. ἑκάτερον δὲ λέγω, τό θ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ καὶ πληθώραν ὀνομάζουσι, τό τε πρὸς τὴν δύναμιν, ὅταν μὴ καταλύηται τῇ κενώσει. ταῦτα μὲν οὖν ὅταν ἄρξηται ταὐτῶν ἐπισκέπτεσθαι τοὺς ἀῤῥώστους, ἅμα τοῖς ἐπισταμένοις ἰάσασθαι μαθήσεται.

Τὰ δ’ ἑξῆς ἴδωμεν, ἐν οἷς τὸν Ἀσκληπιάδου λόγον ὁ Ἰουλιανὸς μεταχειρίσεται, τοῦτον δὴ τὸν πολυθρύλητον, ὡς οὐχ ἕλκει τῶν οἰκείων χυμῶν ἕκαστον τῶν καθαιρόντων φαρμάκων, ἀλλ’ αὐτὸν γεννᾷ. λέλεκται δέ μοι

288
περὶ τούτου βραχέα μέν τινα κἀπὶ τῆς. τελευτῆς τοῦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὥσπερ κἀν τῷ πρώτῳ τῶν φυσικῶν δυνάμεων. ὕστερον δὲ τῶν ἑταίρων ἀξιωσάντων καὶ δι’ ἑνὸς ὅλου γράμματος, ὃ περὶ τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγέγραπται, τὸν μὲν ὅλον λόγον ὁ βουλόμενος ἐξ ἐκείνων μανθανέτω, τοῖς δ’ ὑπὸ Θεσσάλου εἰρημένοις, ἐνταῦθα ἀπανθήσω προσγράψας αὐτὰ κατὰ λέξιν. ἀθλητὴν γὰρ λαμβάνοντες εὐέκτην ὃν βούλονται κατὰ φύσιν ἔχοντα, χρηστῆς τούτῳ τῆς ὕλης ἐν τῷ σώματι ὑποκειμένης καὶ ἀτρέπτου καθαρτικὸν δίδομεν καὶ δείκνυμεν τὰ ἀποκρινόμενα καὶ σφόδρα διεφθορότα. εἶτ’ ἐπιλογιζόμεθα μηδενὸς ἐνίστασθαι δυναμένου πρὸς τὸ λεγόμενον ἐναντιωτικῶς, ὡς δὴ ἃ νῦν ἐκκρίνεται, δριμύτατά τε καὶ διεφθαρμένα, πρὸ μὲν τοῦ καθαρτικοῦ οὐχ ὑπόκειται τοιάδε τῷ ἀθλητῇ, εὐέκτης γὰρ ἐτύγχανεν ὤν. λείπεται οὖν μηδὲν ἄλλο ἡμᾶς δύνασθαι λέγειν ἢ ὅτι ὑπὸ τοῦ φαρμάκου ἀμφότερα γίνεται, πρῶτον μὲν τὸ τὴν ὕλην μεταβάλλειν
289
εἰς διαφθορὰν, δεύτερον δὲ καὶ ἀποκρίνεσθαι, εἴτε δι’ ἔμετον εἴη εἴτε διὰ γαστρός. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις· ἀκούσατε δὲ καὶ πρὸς ἡμῶν ἐν μέρει ὡς τὸ καθαίρεσθαι πάντας χυμοὺς τὸν εὐέκτην οὐ μᾶλλόν τι τοῦ γεννᾶσθαι νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περιέχεσθαι πρόσθεν. μάτην οὖν εἴρηκε μηδ’ ἑτέραν γε τῶν αἱρέσεων, μήτ’ ἀνατρέπων ἐξ ἀνάγκης μήτε κατασκευάζων. εἰ δὲ τῶν ὑπαγόντων τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρμακῶδές γε τοῦτό ἐστιν αὐτοῖς, οὐδ’ ὥσπερ ἀναίσχυντος Θερσίτης δίδομεν λέγειν καὶ δείκνυμεν, μήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε, μηδ’ ἄλλου δόντος ἢ δείξαντος θεασάμενος. οὐ μὴν ἡμεῖς γε τοιοῦτοι τολμῶντες λέγειν ἢ γράφειν ἃ μὴ πράττομεν, ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς, τηνικαῦτα· τὴν ἀμφ’ αὐτὰ τέχνην ἐξηγούμεθα, ἅπερ ἐστὶν ἀκοῦσαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους μὲν ὑδερικοὺς ὑδραγωγῷ φαρμάκῳ καθήρας αὐτίκα τὴν γαστέρα προσεσταλμένην ἀπέφηνα, πόσους ἰκτεριῶντας χολαγωγῷ
290
παραχρῆμα τὸν ἴκτερον ἰασάμην. ἀλλ’ οὐδὲ τούτων οὐδὲν οὐδ’ ἄλλο τοιοῦτον Ἰουλιανὸς ἐθεάσατο. διὰ τῶν ἀθλητῶν, φησὶ, δίδωμι καθαρτικὸν καὶ δείκνυμι. ἀκόλουθον μὲν γὰρ δηλαδὴ τῷ τοσαύτης ἐμπληξίας μεστῷ καθαίρειν μὲν τοὺς εὐχύμους ἀθλητὰς, μὴ καθαίρειν δὲ μήθ’ ὑδεριῶντας μήτε μελαγχολῶντας, μήτε τὸν καλούμενον ἐλέφαντα νοσοῦντα, μήτε καρκίνῳ κάμνοντα, μήθ’ ὑπὸ φαγεδαίνης ἢ ἐρυσιπέλατος ἐνοχλούμενον, ἤ τινος ἄλλου κακοχύμου νοσήματος. ἅλις ἤδη μοι καὶ τούτων αὐτοῦ τῶν λήρων. εἰ γὰρ ἅπαντα λέγειν ὧν ἐστιν ἄξιος ἀκούειν Ἰουλιανὸς ἐπιχειρήσειέ τις, οὐ μιᾶς ἢ δυοῖν, ἀλλὰ παμπόλλων αὐτῷ χρεία βίβλων ἐστίν. ἀλλ’ ἀκούσωμεν οὖν αὐτοῦ τι τῶν ἐφεξῆς ὡδί πως γράφοντος. ἄλλο δή φημι ἰσχυρότατον ὃ μᾶλλον ὁρῶντας σωφρονίζεσθαι ἐχρῆν καὶ μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν. ὅτι δὴ χολῆς ὑπεῖναι δοξαζομένης φλεγμαγωγὸν δίδομεν, καὶ χολὴ μὲν ἀποκρίνεται, φλέγμα δὲ οὐκ, ἢ φλέγματος ὑπονοουμένου φλεγμαγωγὸν, καὶ φλέγμα μὲν οὐκ 
291
ἀποκρίνεται, χολὴ δὲ ἐπ’ ἀμφοῖν, ὑδραγωγὸν δίδομεν καὶ τόδε οὔτε ὕδωρ φανήσεται τὸ φερόμενον, πάντων μάλιστα παραδοξότατον, ὑδρωπικῶν σαφῶς ὕδατος παρακειμένου, ἀπόκρισις γένοιτ’ ἂν, χολῇ μὲν διὰ χολαγωγοῦ, φλέγματι δὲ διὰ φλεγμαγαγωγοῦ. αὕτη μὲν ἡ ῥῆσις· ἄξιον δὲ αὐτοῦ ἄγασθαι πρῶτον μὲν τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ὡς χρῆν μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν. μελαγχολῶντας γὰρ ἡμᾶς δηλονότι λέγει τοὺς ἐπαινοῦντας Ἱπποκράτην. ἀλλ’ οὗτός γε ὁ χαριεντισμὸς ἑτέροις μᾶλλον ἔπρεπεν, ὅσοι δογματίζουσιν ὑπὸ μελαίνης χολῆς ἐνοχλεῖσθαι τοὺς μελαγχολῶντας. Ἰουλιανὸς δὲ ὁμοιότατός ἐστι τῷ κατὰ τὸν Αἰσώπου λόγον ὄνῳ, ὃς θεασάμενος ἓν τῶν Μελιταίων κυνίδιον Ἀριστοσίτῳ δεσπότῃ συγκατακείμενον, ἁλλόμενόν τε περὶ αὐτὸν καὶ σκιρτῶν καὶ σεῖον τὴν οὐρὰν, καί τι καὶ φώνημα τερπνὸν ὑποφθεγγόμενον, ἐφ’ οἷς ἥδοντό τε καὶ κατεφίλουν αὐτὸ πάντες οἱ σύνδειπνοι, μηδὲν μελλήσας ἀλλ’ εὐθὺς ἀναπηδήσας ἐπὶ τὴν κλίνην ὀγκᾶται καὶ κατ’ αὐτὸν εἰλεῖτο, σείων τὴν οὐράν. ἀλλὰ τούτῳ παραπλησίως ὢν
292
Ἰουλιανὸς ἐπισκήπτει χαριεντιζόμενος εἰς μελαγχολίαν ἡμᾶς, ἣν αὐτός φησιν ὑπὸ μελαίνης γίγνεσθαι χολῆς. κατέλειπε τοίνυν ἡμᾶς ἐπί σοι λέγειν τὴν μέλαιναν, ὃς οὐδὲ τῶν ἰατρικῶν παιδαρίων ἀμείνων ὑπάρχων τὴν τέχνην ἐπιτιμᾷς Ἱπποκράτους. τίς ταύτης μείζων μελαγχολία; τίς ἀπαιδευσία φανερωτέρα; τὶς τόλμη προπετεστέρα; καθ’ ἡμῶν, Ἰουλιανὲ, χαριεντίζῃ τοιαῦτα καὶ συνάπτεις αὐτὰ λόγοις ἀμαθέσιν, ὡς ἂν μὴ παῖδα λαθεῖν αὐτῶν τὴν ἀτοπίαν. Ἱπποκράτους γὰρ εἰρηκότος οὔθ’ ἡλικίαν οὔθ’ ὥραν ἔτους οὔθ’ ὅλως οὐδένα καιρὸν εὑρεθῆναι δύνασθαι, καθ’ ὃν ἀπόλλυταί τις ἐκ τοῦ σώματος ἡμῶν χυμὸς, ὃν αὐτὸς ἀεί φησιν ὑπάρχειν, αἵματος δηλονότι καὶ φλέγματος καὶ χολῶν διττῶν. ἅπαντας μὲν γὰρ εἶναι διὰ παντὸς, αὐξάνεσθαι δ’ ἄλλον ἐν ἄλλῃ κράσει καὶ φύσει σώματος, ἡλικίᾳ τε καὶ ὥρᾳ καὶ χώρᾳ καὶ νοσήματι νομίζεις καταβάλλεσθαι τὸν λόγον, εἰ τῷ χολῶντι φλέγματος ἀγωγὸν δοθείη φάρμακον, τουτὶ μὲν κενούμενον φαίνοιτο, χολὴ δὲ οὐ κενοῦται.
293
φέρε τοίνυν ἡμῖν τοῦτο φαίνεται γιγνόμενον, μηδ’ ἐκκενοῦν τὸ φάρμακον ἀεὶ τὸν οἰκεῖον ἑαυτῷ χυμόν. ἆρ’ οὖν ἐναργῶς ἐδόκει ψευδὲς εἶναι τὸ Ἱπποκράτους δόγμα; εἰ γὰρ ὁμοτίμως μὲν ἅπαντας ἕλκει τοὺς χυμοὺς ἕκαστον τῶν καθαιρόντων, ἀλλοιοῦν δ’ εἰς μίαν ἰδέαν αὐτοὺς, ἣν πέφυκεν, οὐδὲν διοίσει τοῦ φλεβοτομεῖν τὸ καθαίρειν. ἀλλ’ εἴπερ τοῦτο οὕτως ἔχει, ῥᾷστον ἤδη τῇ πείρᾳ κρῖναι τὸ δόγμα καὶ δυοῖν ἀνθρώπων ἀσκίτην ὕδερον ἐχόντων ἴσον τὸ μέγεθος, ἐπὶ τῇ τοῦ σώματος ἕξει τε καὶ ἡλικίᾳ παραπλησίως διακειμένων, τῷ μὲν ἑτέρῳ δοῦναι τῶν ὑδραγωγῶν τι φάρμακον, τοῦ δ’ ἑτέρου τεμεῖν τὴν φλέβα, κἄπειτα θεάσασθαι τίς μὲν ἐξ αὐτῶν ὠφελεῖται, τίς δὲ βλάπτεται. δίκαιον μὲν ἦν ἴσον ἑκατέρῳ ποιήσασθαι τὸ πλῆθος τῆς κενώσεως, τοσαύτας κοτύλας ἐκχέοντας τοῦ αἵματος, ὅσας τοῦ κενωθέντος, ὡς οὗτοι νομίζουσιν ὕδατος ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου. κἂν τοῦτο συγχωρήσωμεν αὐτοῖς καὶ τοῦ μὲν ἑτέρου διὰ τῆς καθάρσεως κενώσομεν κοτύλας ὕδατος, εἰ τύχοι ιε΄, τοῦ δ’ ἑτέρου διὰ τῆς φλεβοτομίας
294
δύο μόνας ἐπίδωμεν ὅστις μὲν αὐτῶν ἐσφάγη. τί γὰρ ἂν ἄλλο τις εἴποι περὶ τοῦ φλεβοτομηθέντος ὑδεριῶντος; ὅστις δ’ ὤνηται τὰ μέγιστα. τί, λέγομεν, ὦ οὗτος; ἆρα ἴσως ἢ παραπλησίως ὁ νῦν εἰρημένος ἔλεγχος ὅσῳ μικρὸν ἔμπροσθεν ἐγχειρήσας, καθαρτικὸν χολῆς, φησὶ, διδόσθω τινὶ τῶν ὑδεριόντων, κενώσει μὲν, ὦ οὗτος, καὶ τουτὶ χολὴν, ἀλλ’ ὀλίγην τε καὶ σὺν οὐδενὶ χρηστῷ· καθαρτικὸν ὑδατώδους ἰχῶρος διδόσθω τῷ χολῶντι, κενώσει μὲν ὑδατῶδες, ἀλλ’ ὀλίγον τε καὶ μετὰ βλάβης. πάλιν οὖν διδόσθω τὸ μὲν ὑδραγωγὸν τῷ τὸν· ἀσκίτην νοσοῦντι, τὸ δὲ χολαγωγὸν τῷ τὸν ἴκτερον, καὶ πολὺ κενωθήσεται τῶν ἀνθρώπων ἑκάτερος καὶ σὺν ὠφελείᾳ μεγάλῃ. ταῦτα εἰ μὲν οὐδέπω ἀνέγνω γεγραμμένα παρὰ τινι τῶν ἰατρῶν ὁ Ἰουλιανὸς, θαυμάζω τὴν φιλοπονίαν τἀνδρός. ἀναγνοὺς δ’ εἰ ἐτόλμησε γράφειν ἅπερ ἔγραψεν, ἄξιον ἄγασθαι τὴν σύνεσιν αὐτοῦ. νομίζω γὰρ ἐγὼ νῦν ἀκούσασι τῶν εἰρημένων ἀρτήσειν αὐτῶν τὰ ὦτα. Ἰουλιανὸς δ’ ἐν οἷς ἔγραψε περὶ
295
αὐτῶν ἡγεῖται μελαγχολᾷν ἡμᾶς. ἀποκρίνασθαι τοιγαροῦν ἀναμνησθεὶς τῶν φιλοσόφων οὓς ἐπῄνεσε, παρὰ τίνος αὐτῶν ἔμαθε νόμον ἀποδείξεως τοιοῦτον, οἵῳ φαίνεται κεχρημένος. εἰ γὰρ ἐπεφύκει, φησὶ, τὸ χολαγωγὸν φάρμακον ἐκκαθαίρειν τοῦ ζώου τὴν χολὴν, οὐκ αὐτὴν γεννᾷν, οὐκ ἂν ἐκενοῦντο χολὴν τοῖς φλεγματώδεσι. θαυμαστή γε ἡ τοῦ ἀκολούθου γνῶσις· ὦ τῆς μεγάλης διαλεκτικῆς τοῦ σοφιστοῦ. τί συνετὸν οὕτω Χρύσιππος ἢ Ἀριστοτέλης ἢ Πλάτων εἶπεν; οἵ γε, εἰ περὶ τούτων αὐτῶν ἐπισκέψασθαι προὐτάθη, τὸ μηδὲ ὅλως περιέχεσθαι κατὰ τὸ σῶμα χολὴν πάντες ἂν ἔφασαν ἕπεσθαι τὸ μηδ’ ὅλως ὑπὸ τῶν χολαγωγῶν ἐκκενοῦσθαι, τὸ δ’ ὀλίγον περιέχεσθαι, τὸ τὴν ἑλκομένην ὑπ’ αὐτῶν ὀλίγην ὑπάρχειν, ὥσπερ γε εἰ πολὺ περιέχοιτο, πολλὴν εἶναι τὴν ἑλκομένην. ἀλλ’ Ἰουλιανὸς ὁ τῆς καινῆς διαλεκτικῆς σοφιστὴς ἀξιοῖ μηδ’ ὅλως ἕπεσθαι χολὴν τοῖς χολαγωγοῖς, ὅταν ὀλίγη ποθ’ ὑπάρχῃ κατὰ τὸ ζῶον. εἶθ’ ἡμᾶς μὲν λέγει μελαγχολῶντας τοὺς ὑδραγωγὸν διδόντας 
296
φάρμακον τοῖς ὑδεριῶσιν. ἑαυτὸν δὲ σωφρονεῖν, οὗ τοῖς δόγμασιν ἕπεται φλεβοτομεῖν αὐτούς. ὁμοιότατον δὲ τούτοις αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχομένων εἰρημένων ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τὸ πλεῖστον ἐναλλὰξ ἐπίτασις τε καὶ ἄνεσις, ὑγεία ἀδιόριστος· ὁμοιούμενός τις, ὡς πρὸς ἡμῶν κατὰ πᾶν συνεχείας, ἐν τῷ σπανίως ὀλιγάκις τε φαινομένῳ. ἐν τούτοις Ἰουλιανὸς καταβάλλει τὴν δόξαν τῶν οἰομένων ἀεὶ σωματικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν, ταῦτα ὡς μαρτυροῦντα, γράφοντας ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν νοσημάτων, οἰόμενος συμφωνεῖν μὲν τῇ δόξῃ τῶν μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι ταὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ μὲν γὰρ τοῖς στερεοῖς τοῦ ζώου μέρεσι διαθέσεις ἐστηριγμέναι τ’ εἰσὶ καὶ μόνιμοι, τὰ δὲ ὑγρὰ καὶ μεταῤῥεῖν εἰκὸς εἰς ἄλλο μόριον τοῦ ζώου καὶ διαφορεῖσθαι λεπτυνόμενα καὶ κατά τινας αἰσθητοὺς πόρους ἐκκρίνεσθαι, καὶ ποτὲ μὲν ὑπὸ τῆς διοικούσης τὰ ζῶα φύσεως πεπτόμενα χρηστότερα γίνεσθαι,
297
ποτὲ δ’ ὑπὸ πυρετώδους θερμασίας ἀλλοιούμενα μοχθηρότερα, καὶ τὰ μὲν διαπνεῖσθαι ὑπὸ τῆς πυρετώδους θερμότητος, τὰ δ’ αὐτῶν βελτίω γίγνεσθαι κεραννύμενα χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιῤῥεούσαις, ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις μοχθηραῖς ἢ μὴ καλῶς ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις, * * * * τοὺς δ’ ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένους οὐδὲν δήπου θαυμαστόν ἐστιν ὡς ἂν ἐκεῖνα τύχῃ κατά τε χώρας ἀθροιζόμενά τε καὶ σηπόμενα καὶ κενούμενα, τάς τε γενέσεις ἴσχειν καὶ τὰς παρακμάς. ἀλλ’ ἐν μὲν τούτοις ἀνάσχοιτ’ ἄν τις ἴσως αὐτῶν· ὃ δ’ ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς οὐκ ἔτι κοινὸν. ἁπάντων ὑπάρχον, ἀλλ’ ἴδιον ἐξαίρετον ἑαυτῷ, τοῦτ’ ἤδη σοι δίειμι. ὅλην δ’ ἄμεινόν μοι δοκεῖ παραγράψαι τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν ἔχουσαν ὧδε. ὅτι δ’ ἀδιανόητον ἐπὶ πλῆθος ἢ διαφθορὰν, ὃ ἄν τι πρὸς τοῦ νῦν τιθέναι, ἀναφέρειν τὸ ποιητικὸν τῆς νόσου, τί δ’ ἄν τις συμμελέστατα διαγνοίη τοῦ πάθους δι’ ὅλου τοῦ σώματος ἀπιόντος; ἀναγκαῖον ὁμολογεῖν πάντα περιττεύειν
298
ἐν παντὶ μέρει τε καὶ μορίῳ. τῷ ἀποτελέσματι γὰρ συμπαρατείνεσθαι χρὴ τὸ συνέχον αἴτιον. χωρεῖ δὲ δι’ ὅλου πάθη, ὡς πυρετοὶ ἄλλα τε μύρια, ἐφ’ ὧν ἐν τῷ ὅλῳ καὶ τὸ πλῆθος εἶναι δεῖ. καὶ τὸ τοῖς πλεῖον ὅταν πλεῖον καὶ τὸ νόσημα ᾖ καὶ τὸ τοῖς πλεῖον καὶ συγκεχωρημένον ὧδέ πως φάναι. εἰ δέ γε * * * * διὰ ἀντιφῶν τὸ πλῆθος τοῦ ὑγροῦ. καὶ μὴν Ἰουλιανὸς οὐ βούλεται τῶν καθόλου τὸ σῶμα νοσημάτων ἐν ἑνὶ τόπῳ τὴν συνεκτικὴν ὑπάρχειν αἰτίαν. ἀλλὰ κἂν τὴν ῥύσιν ὑπόθηταί τις ἐπὶ τῷ βουβῶνι γίγνεσθαι συνέχον αἴτιον οὖσαν τοῦ πυρετοῦ, εἰς τοσαύτην ἀπορίαν ὁ λόγος ἀχθήσεται. λυομένου γὰρ τοῦ βουβῶνος οὔτε διαμένειν αὐτὴν οὔτε παύεσθαι δυνατὸν, ἐπειδὴ μενούσης μὲν ἀναγκαῖόν ἐστι καὶ τὸν πυρετὸν διαλύεσθαι, λυομένης δὲ συνεκτικὸν ἑαυτῆς αἴτιον ἔχειν τὸν βουβῶνα, κἀν τούτῳ τὸν λόγον ἀνατρέπεσθαι, τοῦ θαυμαστοῦ προστάτου, φάσκοντος ἀδύνατον εἶναι τὸ καθ’ ὅλον τοῦ σῶμα πάθος αἴτιον ἐν ἑνὶ τόπῳ συστῆναι. καὶ μὴν
299
οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου, παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι στωϊκὸν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τινα καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρὸν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια, μηδ’ ἐμπλήκτων τρόπον, ἀλλὰ τἄλλα φανταζέσθω, ποτὲ μὲν ἐπαινῶν στωϊκοὺς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα.