In Hippocratis Aphorismos Commentarii VII
Galen
Galen, In Hippocratis Aphorismos Commentarii VII
Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα.
Καθάπερ τῶν φυμάτων ἁπάντων διττή τίς ἐστιν ἡ διαφορὰ, τῶν μὲν ἀνατεινομένων εἰς ὀξὺ καὶ ὑψηλῶν γινομένων, τῶν δ’ ἐκτεινομένων μὲν ἐπὶ πλέονα τόπον, οὐ μὴν εἰς ὕψος αἰρομένων. οὕτως καὶ τῶν ἐξανθημάτων ἔνια μὲν ὑψηλὰ γίνεται, τινὰ δὲ πλατέα. τὰ μὲν οὖν ὑψηλότερα φύματα καὶ ἐξανθήματα θερμότερος ἐργάζεται χυμὸς, τὰ δὲ ταπεινότερα ψυχρότερος, ὥστε διὰ διττὴν τὴν αἰτίαν οὐ πάνυ τι κνησμώδεα γίνεται τὰ πλατῆ. διαπνεῖται γὰρ εἰς πλάτος ἐκτεταμένα καὶ τὸν ἐργαζόμενον αὐτὰ χυμὸν ἧττον ἔχει δριμύν.
Κεφαλὴν πονέοντι περιωδυνέοντι πῦον ἢ ὕδωρ ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὸ στόμα λύει τὸ νόσημα.
Πολλὰ καὶ ἄλλα οὕτω δέδεικται λέγων ὁ Ἱπποκράτης, ἐφ’ ὧν ἐὰν μὴ προσέχῃ τις τὸν νοῦν, δοκεῖ μόνον εἶναι τὸ λεγόμενον ὑπ’ αὐτοῦ θεραπευτικὸν τοῦ πάθους, ἄλλο δὲ οὐδέν. ὁ δὲ οὐ τοῦτο μόνον φησὶν, ἀλλ’ ἁπλῶς ὅτι πῦον ἢ ὕδωρ ῥυὲν, ἤτοι διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν λύει τὸ νόσημα. καὶ εἴ γε οὕτως ἀντιστρέφων εἰρήκει, καθάπερ ἐγὼ νῦν, ἀνέγκλητος ἂν ἦν ὁ λόγος. ἐπειδὰν ἤτοι διὰ φλεγμονὴν ἢ ὑγρῶν ἀπέπτων πλῆθος ἠθροισμένον ἐν τῇ κεφαλῇ τὴν ὀδύνην συμβαίνει γίνεσθαι, τηνικαῦτα τῆς φλεγμονῆς διαπυησάσης ἢ τῆς ὑγρότητος ἐκκριθείσης λύσιν γίνεσθαι τῆς ὀδύνης. ἐὰν δὲ διὰ πνεῦμα φυσῶδες ἢ αἵματος πλῆθος ἢ
Τοῖσι μελαγχολικοῖσι καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι ἀγαθόν.
Οὐ τῷ τῆς κενώσεως μόνον λόγῳ αἱμοῤῥοΐδες ἰῶνται τὰ τοιαῦτα τῶν παθῶν, ἀλλὰ καὶ αὐτὴ ἡ ποιότης τοῦ κενουμένου. παχὺ γὰρ εἰώθασιν αἱ τοιαῦται κενοῦν αἷμα μεστὸν τοῦ μελαγχολικοῦ χυμοῦ, παραπλησίαν ἔχοντος ἐν αἵματι δύναμιν, οἵαν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ὥστ’ οὐδὲν θαυμαστὸν καὶ μελαγχολίαν καὶ νεφρῖτιν ἰᾶσθαι διὰ τῶν αἱμοῤῥοΐδων, ἐκκενοῦν πεφυκυιῶν τὴν οἷον ἰλὺν τοῦ αἵματος.
Αἱμοῤῥοΐδας ἰηθέντι χρονίας, ἢν μὴ μία διαφυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.
Τὰς αἱμοῤῥοΐδας ἀδύνατον γενέσθαι χωρὶς τοῦ διὰ πλῆθός τε καὶ πάχος αἵματος ἀναστομωθῆναί τινας φλέβας, ἀποτιθεμένου τοῦ ἥπατος εἰς αὐτὰς ἰλυῶδές τε καὶ μελαγχολικὸν αἷμα. ἐὰν οὖν ἀποκλείσῃ τις αὐτὸ τῆς ἐντεῦθεν φορᾶς, ἅμα μὲν σκιῤῥῶδες ἐργάζεται τὸ ἧπαρ, ἅμα δὲ καὶ τῷ πλήθει καὶ τῷ πάχει βαρυνόμενον ἀποσβέννυσι τὴν ἐν αὐτῷ θερμασίαν, ὁμοίου τοῦ συμβαίνοντος ὄντος τῷ κατὰ τὰς ἐκτὸς φλόγας, ὑφ’ ὧν κακῶς ξύλα πολλὰ σωρευθέντα πνίγει τε καὶ σβέννυσι τὸ πῦρ. εἴπερ οὖν ὑπὸ τῆς ἐμφύτου θερμασίας γεννᾶται τὸ αἷμα, πρόδηλον ὡς οὐκέτι γεννηθήσεται σβεννυμένης αὐτῆς, ὁ δὲ ὕδερος ἀποτυχίᾳ τῆς αἱματώσεως γίνεται. ἐὰν δέ ποτε δυνηθῇ τὸ ἧπαρ ἀπώσασθαι τὸ πλῆθος ἐπὶ τὰς ἐν τῷ πνεύμονι φλέβας, ἀγγείου ῥαγέντος ἐνταῦθα φθινώδεις γίνονται. εἰκότως οὖν συμβουλεύει κἂν μίαν φυλάττειν αἱμοῤῥοΐδα, ὡς διὰ ταύτης ἐκκενοῦσθαι τὴν ἰλυώδη κακοχυμίαν τοῦ ἥπατος καὶ μάλιστα ἐφ’ ὧν ἐμελέτησε χρόνῳ πλείονι διὰ τούτων ἐκκρίνειν αὐτὰς φλεβῶν.
Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγινόμενοι λύουσι τὸν λυγμόν.
Καθάπερ αὐτὸς εἶπεν ὑπὸ πληρώσεώς τε καὶ κενώσεως γίνεσθαι τὸν σπασμὸν, οὕτω καὶ τὸν λυγμόν. ὅταν οὖν ὑπὸ πληρώσεως γένηται, τοὐπίπαν δὲ οὕτω συνίσταται, βιαίας δεῖται κενώσεως, ἵν’ ὥσπερ μοχλευθέντα τὰ κατὰ τούτων ὑγρὰ διαπνεύσῃ τε καὶ κενωθῇ. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς σπανίως ἐπιγινομένους οὐκ ἰᾶται πταρμός. ὅτι δ’ ἐπὶ πληρώσει συνεχῶς γίνεται λυγμὸς, ὁρᾶται κἀπὶ τῶν παιδίων λυζόντων πολλάκις, ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ψύξις τῷ δυσδιάπνευστα ἐργάζεσθαι πάντα τὰ νευρώδη σώματα τὴν πλήρωσιν αὐτῶν ἀποτελεῖ καὶ διὰ τοῦτο λύζουσιν ἐπ’ αὐτῶν.
Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην ὕδατος ῥυέντος λύσις.
Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινομένων ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομένων οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον.
Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπ’ αὐτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.
Ἓν καὶ τοῦτό ἐστιν ὡσαύτως παράδειγμα τῶν καλῶν ὑπὸ τῆς φύσεως γινομένων, ὃ χρὴ μιμεῖσθαι τὸν ἰατρόν. ἡ δὲ ὠφέλεια τῷ τῆς ἀντισπάσεως λόγῳ.
Ὑπὸ πλευρίτιδος ἢ ὑπὸ περιπνευμονίης ἐχομένῳ διαῤῥοίη ἐπιγινομένη κακόν.
Τοῖς πάσχουσι μορίοις οὐχ ἁπλῶς ἕτερα συμπάσχειν πέφυκεν, ἀλλ’ ὅταν ἐν ἰσχυρῷ γένωνται πάθει. κατὰ τοῦτ’ οὖν καὶ τῷ ἥπατι παθόντι λυγμὸς μὲν ἐπιγίνεται, στομάχου συμπαθόντος, βὴξ δὲ καὶ δύσπνοια τῶν ἀναπνευστικῶν ὀργάνων. οὕτω γοῦν καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις μεγάλως κακοπραγοῦσι τὸ ἧπαρ συμπάσχει, καὶ τοῦτό γε σαφῶς ἐνεδείξατο καὶ αὐτὸς ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἰπὼν ὑπὸ πλευρίτιδος ἢ περιπνευμονίας ἐκταραχθεῖσαν τὴν κοιλίαν κακὸν εἶναι σημεῖον, ἀλλὰ προσθεὶς τῷ ἐχομένῳ, ὡσεὶ κατεχομένῳ καὶ βιαζομένῳ τῷ κάμνοντι πρὸς τῶν τοιούτων παθῶν, εἰρήκει τὴν διάῤῥοιαν ἐπιγινομένην κακὸν εἶναι σημεῖον, ἐπειδὴ τοῖς οὕτως ἔχουσι διάῤῥοια γίνεται, μήθ’ ἕλκειν ἔτι καλῶς εἰς ἑαυτὸ τὴν τροφὴν δυναμένου τοῦ
Ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίης ληφθῆναι ἀγαθόν.
Οὐχ ὡς σημεῖον τοῦτο τῶν ὀφθαλμιώντων ἀγαθὸν, ἀλλ’ ὡς αἴτιον παρ’ αὐτοῦ εἴρηται, διὰ τὸ τὴν πλεονεξίαν τῶν χυμῶν ἐκκενοῦν τε ἅμα καὶ ἀντισπᾷν κάτω. ἔστι δ’ αὐτῷ καὶ τοῦτο παράδειγμα ἓν τῶν αὐτομάτως ἐπ’ ὠφελείᾳ κενουμένων, ἃ χρὴ τὸν ἰατρὸν μιμεῖσθαι, ἀμέλει καὶ ποιοῦσιν οὕτω πάντες ἐν ὀφθαλμίαις, τὴν γαστέρα διά τε κλυστήρων καὶ καθάρσεων ὑπάγοντες.
Κύστιν διακοπέντι ἢ ἐγκέφαλον ἢ καρδίην ἢ φρένας ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν ἢ κοιλίην ἢ ἧπαρ θανατῶδες.
Τὸ θανατῶδες ὄνομα πολλάκις εἴρηται ἐν ἄλλοις τε καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἐπὶ τῶν ἔξ ἀνάγκης τεθνηξομένων, πολλάκις δὲ τῶν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ νῦν ἄδηλόν ἐστιν εἴτε πάντως ἀποφαίνεται θάνατον ἕπεσθαι ταῖς τῶν εἰρημένων μορίων διακοπαῖς, εἴτ’ ἐπί τινων ἐγχωρεῖ
Ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται.
Αὔξεσθαι μὲν γὰρ λέγει τὸ γεννᾶσθαί τινα ἑτέραν οὐσίαν τοιαύτην, οἷα τοῦ διακοπέντος ἐστὶν, ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ὁρᾶται σὰρξ βλαστάνουσα, συμφύεσθαι δὲ ὅταν τοῦ διακοπέντος σώματος τὰ χείλη κολληθῇ. τὸ μὲν οὖν μὴ γεννᾶσθαι χόνδρον ἢ ὀστοῦν ὡμολόγηται,
Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.
Τινὲς μὲν χωρὶς ἄρθρου γράφουσιν ἢν ἐς κοιλίην αἷμα ἐκχυθῇ, βουλόμενοι πᾶσαν δηλοῦσθαι κοιλότητα. μαρτυρεῖ γ’ αὐτοῖς ἡ τοῦ παρὰ φύσιν προσθήκη, τοιοῦτόν τι δι’ αὐτῆς ἐνδεικνυμένου τοῦ Ἱπποκράτους· ἐὰν ἐκχυθῇ ποτε τῆς οἰκείας κοιλότητος τὸ αἷμα καὶ εἰς ἑτέραν κοιλότητα ἡντιναοῦν ἀφίκηται, μένειν αἵματι τούτῳ παντάπασιν ἀμήχανον. οὕτω γοῦν καὶ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἐκχυμώσεις ὀνομαζομένας φαίνεται γιγνόμενον ἐπὶ μὲν τῶν φλεγμονῶν κατὰ μικρὰ διασπειρομένου τοῦ αἵματος εἰς τὰς λόγῳ θεωρητὰς ἐν ταῖς μυσὶ κοιλότητας, ἐπὶ δὲ τῶν ἐκχυμώσεων εἰς τὰς περικειμένας χώρας τοῖς ἀγγείοις ἐκχεομένου.
Τοῖσι μαινομένοισι κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων τῆς μανίης λύσις.
Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν καλεῖ, οὐχὶ τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρεσις τῶν φλεβῶν τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν ἀπὸ παχέος καὶ μελαγχολικοῦ γενόμενος αἵματος, ὥστε ὠθούσης τῆς φύσεως εἰς ἀκυρώτερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς
Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομία λύει.
Κάλλιον ἔνιοι γράφουσιν ὁκόσα ἀλγήματα. τὸ γάρ τοι ῥῆγμα μεταβαίνειν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, εἴ γε δὴ διασπωμένου τε καὶ ῥηγνυμένου κατὰ τὸ σαρκῶδες αὐτοῦ μορίου τοῦ μυὸς γίνεται τὸ ῥῆγμα. φαίνεται γοῦν ἐνίοτε πάνυ σαφῶς ἀθροιζόμενον ἐν τῇ τῆς ῥήξεως χώρᾳ τὸ αἷμα καὶ ἡ ἴασις ἐν τῷ διαφορῆσαι τοῦτο κεῖται. τὰ δ’ ἄλλα τὰ κατὰ τὸν νῶτον ἀλγήματα μεθιστάμενα καταῤῥέων ἐργάζεται χυμὸς, ἐνίοτε μὲν καὶ μόνος, ὡς τὰ πολλὰ δὲ καὶ μετὰ φυσώδους καὶ παχέος πνεύματος, ὃν ἐκλαμβάνειν τε χρὴ καὶ κενοῦν διὰ τῆς κατ’ ἀγκῶνα φλεβοτομίας, ὅταν ἐνταῦθα φανεῖται ῥέων· αὐτὸς γὰρ ἐκέλευσε κατὰ τὰς ῥοπὰς
Ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέει, μελαγχολικὸν τὸ τοιοῦτον.
Ἐὰν μὴ διά τινας φανερὰς αἰτίας φοβεῖταί τις ἢ δυσθυμῇ φανερῶς ἐστι μελαγχολικὰ καὶ τὰ τοιαῦτα συμπτώματα καὶ μᾶλλον εἰ τύχῃ κεχρονικότα. διὰ μέντοι φανερὰν αἰτίαν ἀρξάμενα, κἄπειτα χρονίζοντα μὴ λανθανέτω σε μελαγχολίαν ἐνδεικνύμενα. καὶ γὰρ καὶ μανία πολλοῖς ἤδη
Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.
Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν ἐδήλωσεν, οὖ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφαλος. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθομεν δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς καὶ ἐξαιρεῖν ἄμεινον.
Ἐρυσίπελας ἔξωθεν μὲν εἴσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω ἀγαθόν.
Οὐκ ἐρυσίπελας μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο ὁτιοῦν μεθιστάμενον ἐκ τῶν βαθέων τε καὶ κυρίων μερῶν ἐπὶ τὸ δέρμα, τῶν ἀγαθῶν εἶναι σημείων τε ἅμα καὶ αἰτίων ὑποληπτέον ἐστὶν· ἔμπαλιν δὲ μεθιστάμενόν γε ἐπὶ τὸ βάθος τῶν κακῶν. ἀλλὰ καὶ ἄλλα πολλὰ φαίνεται κατὰ τὸ βιβλίον ὁμοίως εἰρηκὼς ὁ Ἱπποκράτης, ὥσπερ τινὰ παραδείγματα τῶν καθόλου λόγων, ἐφ’ ὦν καὶ τὴν τοῦ συμβαίνοντος ἐμπειρίαν ἐναργεστέραν ἔχειν δυνάμεθα· τοιαῦτα γὰρ εἶναι χρὴ τὰ παραδείγματα.
Οἶσιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται παρακοπὴ λύει.
Εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης τοὺς τοιούτους ἀφορισμοὺς ἔγραψεν, οἷον παραδείγματα λόγων γενικωτέρων τε καὶ καθολικωτέρων, εἴτ’ ἄλλοι παρέθεσαν, ἐάσαντες ζητεῖν ἑτέροις, ἐκεῖνο μόνον ἐπ’ αὐτῶν φυλάττοιμεν, ὅπερ καὶ πρόσθεν
Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου πάντως ἀπόλλυνται.
Ἐμπύους ὀνομάζειν μάλιστα εἴωθε τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ τὸ πῦον ἔχοντας, οὓς ὅπως χρὴ καίειν εἴρηκεν ἐν τῷ μεγάλῳ περὶ παθῶν, οὗ ἡ ἀρχή· ἢν τοῦ πνεύμονος αἱ ἀρτηρίαι. τινὲς δ’ ἐπιγράφουσι τὸ βιβλίον τοῦτο περὶ ἐμπύων. δέονται μὲν οὖν καύσεως οἱ πλεῖστον ἔχοντες πῦον, ὡς ἀπογνῶναι διὰ τῶν πτυσμάτων ἐκκαθαρθῆναι, τοῖς δ’ αὐτοῖς τούτοις καὶ ἡ δύσπνοια γίνεται σφοδρὰ διὰ τὴν στενοχωρίαν, ὥστε καὶ διὰ ταύτην ἡμᾶς ἀναγκάζεσθαι καίειν αὐτούς. ἐπὶ δὲ τῶν ὑδρωπικῶν αἱ παρακεντήσεις ὀνομαζόμεναι μᾶλλον τῶν καύσεων ἐν ἔθει τοῖς ἰατροῖς εἰσιν. ἀλλὰ νῦν γε τὸ κοινὸν παρακεντήσεώς τε καὶ καύσεως, ὅπερ ἐστὶν ἀθρόα κένωσις, ὁ Ἱπποκράτης συμβουλεύει φυλάττεσθαι. φαίνεται γὰρ οὕτως ἀποβαῖνον ὡς λέγει. γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλέον ὡς φάσκοντος αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς τε φερούσης καὶ θάνατον. ὁρῶμεν δὲ ἐπὶ τῶν ἄλλων μορίων, ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας,
Εὐνοῦχοι οὐ ποδαγριῶσιν οὐδὲ φαλακροὶ γίνονται.
Τοὺς εὐνούχους τὸ τῆς τομῆς τῶν ὄρχεων πάθος ὁμοίους ταῖς γυναιξὶ ποιεῖ. ἐκείναις οὖν ὥσπερ οὐ γίνεται φαλάκρωσις, οὕτως οὐδὲ τοῖς εὐνούχοις διὰ τὸ ψυχρὸν τῆς κράσεως. τὸ μέντοι μὴ ποδαγριᾷν αὐτοὺς ἐν μὲν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦν ἀληθὲς, ἐν δὲ τῷ νῦν οὐκέτι, διὰ τὴν ὑπερβάλλουσαν ἀργίαν τε ἅμα καὶ ἀκολασίαν τῆς διαίτης. ἔχει δὲ ὧδε τὸ σύμπαν· ἀναγκαῖον μὲν ἀσθενεστέρους ἔχειν τοὺς πόδας, μέλλει τις ἁλῶναι ποδάγρα, καθάπερ τὸν ἐγκέφαλον, εἰ μέλλει τις ἐπιληπτικὸς ἔσεσθαι. οὐ μὴν ἀναγκαῖόν γε πάντως ἑκάτερον ἁλῶναι τῷ πάθει μηδὲν ἐν τῷ βίῳ πλημμελοῦντα. μαθήσῃ δὲ ἐναργῶς ὅτι τοῦ μέρους ἡ ἀσθένεια τὸ πάθος οὐχ ἱκανὴ ποιεῖν ἐστιν ἐν τῷ μεταξὺ χρόνῳ τῶν παροξυσμῶν, ἐν ᾧ μηδὲν ὅλως ἐνοχλοῦνται, καίτοι τῆς φυσικῆς ἀσθενείας διὰ παντὸς ὑπαρχούσης αὐτῇ. εὔδηλον δὲ καὶ τοῦτ’ ἔστιν ἐπὶ τῶν ποδαγρικῶν ἐναργῶς φαινόμενον, ὡς ἐπιῤῥέοντος αὐτοῖς τινος ἐπὶ τοὺς πόδας χυμοῦ περιττοῦ συνίσταται τὸ πάθος. ἐὰν οὖν μηδέποθ’ οὗτος ἐπιῤῥέει, πρόδηλον ὡς οὐδὲ τὸ πάθος