In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.

Τοῖς ἐλλέβορον εἰληφόσι λευκὸν, δηλονότι, τοῦτο γὰρ ἁπλῶς εἰώθασιν ὀνομάζειν ἐλλέβορον, οὐχ ὥσπερ τὸν μέλανα μετὰ προσθήκης, τούτοις οὖν ἐὰν καθαιρομένοις ἐπιγένηται σπασμὸς, ὀλέθριον εἶναί φησι τὸ σύμπτωμα. γίνεται μὲν γὰρ οὐ κατὰ τὴν ἀρχὴν τῆς καθάρσεως ἡνίκα

782
τοῦ πνιγῆναι κίνδυνος, ἀλλ’ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες, δι’ αὐτὴν μάλιστα τὴν ἐν τοῖς ἐμέτοις συντονίαν πονησάντων τῶν νευρῶν κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς, ἐφ’ ᾧ καὶ ἄλλως ἑωράκαμεν, ὅταν ἰσχυρῶς δηχθῇ, γεγενημένους σπασμοὺς ὥσπερ καὶ τῷ νεανίσκῳ τὸν ἰὸν ἐμέσαντι. βέλτιον γὰρ ἰὸν, οὐκ ἰώδη τὸν ἔμετον ὀνομάζειν ἐκεῖνον, ἐπειδήπερ ἦν οἷος ἀκριβὴς ἰὸς ὀνομαζόμενος εὐανθέστατος. ἀλλὰ κατά γε τὸν ἔμετον ἐσπάσθη πᾶν τὸ σῶμα καὶ ὅ τε πυρετὸς αὐτοῦ καὶ ὁ σπασμὸς ἐπαύσατο παραχρῆμα κενωθέντος τοῦ ἰοῦ. τοιοῦτον δ’ ἦν τὸ ἐμεθὲν, οἷον εἴ τις ὕδατι δεύσειεν ἰὸν τὸν ἄριστον, ὡς γενέσθαι σύστασιν ἐξ ἀμφοῖν σιραίου πάχει προσεοικυῖαν. οὐκ ἀδύνατον μὲν οὖν, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς γενέσθαι σπασμὸν ἐπ’ ἐλλεβόρῳ λευκῷ, καὶ εἴη ἂν ὁ μετριώτατος σπασμὸς οὗτος. ἐγχωρεῖ δὲ καὶ δι’ αὐτὴν τὴν κένωσιν ὑπερκαθαιρομένοις αὐτοῖς γενέσθαι σπασμὸν, ὡς καὶ τοῖς χολερικοῖς ἐπιγίνονται συνολκαὶ
783
πολλάκις καὶ μάλιστα τῶν κατὰ τὰς γαστροκνημίας μυῶν. οὐκ ἀδύνατον δὲ οὐδὲ διὰ τὴν ἐνέργειαν τοῦ φαρμάκου τὰ ἐκ τῶν νεύρων ὑγρὰ πρὸς ἑαυτὸ βίᾳ σπῶντος ἐκ τῆς κακοπαθείας ταύτης ἐπιγενέσθαι σπασμόν· ἀλλὰ καὶ τῆς δυνάμεως ἐνίοτε τοῦ ἐλλεβόρου πρὸς ἀνάδοσιν ὁρμησάσης σφοδρότερον, ἐγχωρεῖ τὴν τῶν νεύρων οὐσίαν ξηρανθῆναι βιαιότερον. ἐδίδαξε δ’ ἡμᾶς αὐτὸς ὁ Ἱπποκράτης ὡς ὁ σπασμὸς ἐπὶ κενώσει καὶ πληρώσει γίγνεται τῶν νευρωδῶν δηλονότι σωμάτων, ὑφ’ ὧν αἱ κατὰ προαίρεσιν ἐνεργοῦνται κινήσεις. ἔστι δὲ ταῦτα τόνοι, σύνδεσμοι καὶ μῦες καὶ τένοντες· ὥσπερ ὁρῶμεν ἐπὶ τῶν ἐκτὸς ἱμάντας τε καὶ χορδὰς τεινομένας, ἐάν τε ξηρανθῶσιν ἐπὶ πλέον ἐάν θ’ ὑγρότητι πολλῇ διαβραχῶσιν, οὕτω καὶ κατὰ τῶν ζώων σώματα τὰ πολλὰ τὸν σπασμὸν εἰκὸς γίνεσθαι· πρόδηλον δ’ ὡς ὁ μὲν ἐπὶ πληρώσει δυνατός ἐστι ἰαθῆναι κενώσει, τὸν δ’ ἐπὶ κενώσει τε καὶ ξηρότητι τῶν νεύρων οὐ πάνυ τι δυνατόν ἐστιν ἰάσασθαι. γίνεται δ’, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν σπασμὸς, ὃν οὐχ ἡγητέον ὑπὸ τοῦ Ἱπποκράτους
784
παραλελεῖφθαι. τὸν γὰρ πρώτως γιγνόμενον σπασμὸν ἐδήλωσεν ἐν τῷ φάναι, σπασμὸν ἐπὶ πληρώσει καὶ κενώσει συνίστασθαι, καὶ μὴν καὶ τῷ λόγῳ τῆς δήξεως ἴσμεν ἐπὶ τῷ στομάχῳ λυγμὸν γινόμενον, ὡς ἄν τινα καὶ τὰ νεῦρα πάσχειν ὁμοίως προσδοκῆσαι καὶ δόξει καὶ ὁ σπασμὸς οὗτος ἐνίοτε γίνεσθαι τοῖς ἐπ’ ἐλλεβόρου καθαιρομένοις ὑφ’ Ἱπποκράτους οὐκ εἰρημένος· εἰ μὴ, νὴ Δία, φαίη τις αὐτὸν ἐπὶ κενώσει συμβαίνειν τῶν δακνόντων χυμῶν ξηραντικῶν ὑπερεχόντων. οὗτοι μὲν οἱ τρόποι τῶν ἐπ’ ἐλλεβόρῳ σπωμένων· θεραπεύονται δ’ αὐτῶν ὅ τε διὰ δῆξιν καὶ ὁ διὰ τὴν συντονίαν τὴν ἐπὶ τοῖς ἐμέτοις, ὁ δὲ διὰ ξηρότητα τῶν ἀνιάτων ἐστίν· εἰκότως. τοιγαροῦν ὅλον τὸ γένος τοῦ τοιούτου σπασμοῦ φησι θανάσιμον ὑπάρχειν ὁ Ἱπποκράτης, ἐπειδή τινες μὲν αὐτοῦ διαφοραὶ δυσίατοι, μία δ’ ἀνίατός ἐστιν.

785
Ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον.

Ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδη τε καὶ τελευτῶντα πολλάκις εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκης τε καὶ διὰ παντὸς ἐπιφέροντα θάνατον, ἀλλ’ ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θανασίμου ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνεται σπώμενα τά τε κατ’ εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’ οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ σῶμα.

786
Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.

Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν, μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων, ὡς προείρηται.