In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.

Τοῖς ἐλλέβορον εἰληφόσι λευκὸν, δηλονότι, τοῦτο γὰρ ἁπλῶς εἰώθασιν ὀνομάζειν ἐλλέβορον, οὐχ ὥσπερ τὸν μέλανα μετὰ προσθήκης, τούτοις οὖν ἐὰν καθαιρομένοις ἐπιγένηται σπασμὸς, ὀλέθριον εἶναί φησι τὸ σύμπτωμα. γίνεται μὲν γὰρ οὐ κατὰ τὴν ἀρχὴν τῆς καθάρσεως ἡνίκα

782
τοῦ πνιγῆναι κίνδυνος, ἀλλ’ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες, δι’ αὐτὴν μάλιστα τὴν ἐν τοῖς ἐμέτοις συντονίαν πονησάντων τῶν νευρῶν κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς, ἐφ’ ᾧ καὶ ἄλλως ἑωράκαμεν, ὅταν ἰσχυρῶς δηχθῇ, γεγενημένους σπασμοὺς ὥσπερ καὶ τῷ νεανίσκῳ τὸν ἰὸν ἐμέσαντι. βέλτιον γὰρ ἰὸν, οὐκ ἰώδη τὸν ἔμετον ὀνομάζειν ἐκεῖνον, ἐπειδήπερ ἦν οἷος ἀκριβὴς ἰὸς ὀνομαζόμενος εὐανθέστατος. ἀλλὰ κατά γε τὸν ἔμετον ἐσπάσθη πᾶν τὸ σῶμα καὶ ὅ τε πυρετὸς αὐτοῦ καὶ ὁ σπασμὸς ἐπαύσατο παραχρῆμα κενωθέντος τοῦ ἰοῦ. τοιοῦτον δ’ ἦν τὸ ἐμεθὲν, οἷον εἴ τις ὕδατι δεύσειεν ἰὸν τὸν ἄριστον, ὡς γενέσθαι σύστασιν ἐξ ἀμφοῖν σιραίου πάχει προσεοικυῖαν. οὐκ ἀδύνατον μὲν οὖν, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς γενέσθαι σπασμὸν ἐπ’ ἐλλεβόρῳ λευκῷ, καὶ εἴη ἂν ὁ μετριώτατος σπασμὸς οὗτος. ἐγχωρεῖ δὲ καὶ δι’ αὐτὴν τὴν κένωσιν ὑπερκαθαιρομένοις αὐτοῖς γενέσθαι σπασμὸν, ὡς καὶ τοῖς χολερικοῖς ἐπιγίνονται συνολκαὶ
783
πολλάκις καὶ μάλιστα τῶν κατὰ τὰς γαστροκνημίας μυῶν. οὐκ ἀδύνατον δὲ οὐδὲ διὰ τὴν ἐνέργειαν τοῦ φαρμάκου τὰ ἐκ τῶν νεύρων ὑγρὰ πρὸς ἑαυτὸ βίᾳ σπῶντος ἐκ τῆς κακοπαθείας ταύτης ἐπιγενέσθαι σπασμόν· ἀλλὰ καὶ τῆς δυνάμεως ἐνίοτε τοῦ ἐλλεβόρου πρὸς ἀνάδοσιν ὁρμησάσης σφοδρότερον, ἐγχωρεῖ τὴν τῶν νεύρων οὐσίαν ξηρανθῆναι βιαιότερον. ἐδίδαξε δ’ ἡμᾶς αὐτὸς ὁ Ἱπποκράτης ὡς ὁ σπασμὸς ἐπὶ κενώσει καὶ πληρώσει γίγνεται τῶν νευρωδῶν δηλονότι σωμάτων, ὑφ’ ὧν αἱ κατὰ προαίρεσιν ἐνεργοῦνται κινήσεις. ἔστι δὲ ταῦτα τόνοι, σύνδεσμοι καὶ μῦες καὶ τένοντες· ὥσπερ ὁρῶμεν ἐπὶ τῶν ἐκτὸς ἱμάντας τε καὶ χορδὰς τεινομένας, ἐάν τε ξηρανθῶσιν ἐπὶ πλέον ἐάν θ’ ὑγρότητι πολλῇ διαβραχῶσιν, οὕτω καὶ κατὰ τῶν ζώων σώματα τὰ πολλὰ τὸν σπασμὸν εἰκὸς γίνεσθαι· πρόδηλον δ’ ὡς ὁ μὲν ἐπὶ πληρώσει δυνατός ἐστι ἰαθῆναι κενώσει, τὸν δ’ ἐπὶ κενώσει τε καὶ ξηρότητι τῶν νεύρων οὐ πάνυ τι δυνατόν ἐστιν ἰάσασθαι. γίνεται δ’, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν σπασμὸς, ὃν οὐχ ἡγητέον ὑπὸ τοῦ Ἱπποκράτους
784
παραλελεῖφθαι. τὸν γὰρ πρώτως γιγνόμενον σπασμὸν ἐδήλωσεν ἐν τῷ φάναι, σπασμὸν ἐπὶ πληρώσει καὶ κενώσει συνίστασθαι, καὶ μὴν καὶ τῷ λόγῳ τῆς δήξεως ἴσμεν ἐπὶ τῷ στομάχῳ λυγμὸν γινόμενον, ὡς ἄν τινα καὶ τὰ νεῦρα πάσχειν ὁμοίως προσδοκῆσαι καὶ δόξει καὶ ὁ σπασμὸς οὗτος ἐνίοτε γίνεσθαι τοῖς ἐπ’ ἐλλεβόρου καθαιρομένοις ὑφ’ Ἱπποκράτους οὐκ εἰρημένος· εἰ μὴ, νὴ Δία, φαίη τις αὐτὸν ἐπὶ κενώσει συμβαίνειν τῶν δακνόντων χυμῶν ξηραντικῶν ὑπερεχόντων. οὗτοι μὲν οἱ τρόποι τῶν ἐπ’ ἐλλεβόρῳ σπωμένων· θεραπεύονται δ’ αὐτῶν ὅ τε διὰ δῆξιν καὶ ὁ διὰ τὴν συντονίαν τὴν ἐπὶ τοῖς ἐμέτοις, ὁ δὲ διὰ ξηρότητα τῶν ἀνιάτων ἐστίν· εἰκότως. τοιγαροῦν ὅλον τὸ γένος τοῦ τοιούτου σπασμοῦ φησι θανάσιμον ὑπάρχειν ὁ Ἱπποκράτης, ἐπειδή τινες μὲν αὐτοῦ διαφοραὶ δυσίατοι, μία δ’ ἀνίατός ἐστιν.

785
Ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον.

Ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδη τε καὶ τελευτῶντα πολλάκις εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκης τε καὶ διὰ παντὸς ἐπιφέροντα θάνατον, ἀλλ’ ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θανασίμου ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνεται σπώμενα τά τε κατ’ εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’ οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ σῶμα.

786
Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.

Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν, μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων, ὡς προείρηται.

Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινόμενος κακόν.
787

Ὅπερ ἐνίοτε τοῖς ἐλλέβορον εἰληφόσιν ἐλέγομεν γίγνεσθαι, τοῦτο νῦν ὑπὲρ ἁπάντων ἀπεφήνατο τῶν ὁπωσοῦν καθαιρομένων. σπῶνται γὰρ οἱ ὑπερκαθαιρόμενοι κατὰ τὰς εἰρημένας αἰτίας ἐπὶ τὸν ἐλλέβορον εἰληφότων, κίνδυνός τε καταλαμβάνει τοὺς οὕτω κάμνοντας οὐ μικρὸς, ἐπειδὴ πολὺ χείρων ἐστὶν ὁ ἐπὶ κενώσει σπασμὸς τοῦ διὰ πλήρωσιν. ὅτι δὲ καὶ ὁ λυγμὸς σπασμός ἐστι στομάχου κατὰ τὸν Ἱπποκράτην γινώσκομεν δήπου.

Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.

Πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπασμός. εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερμὸς ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν

788
ἐγκαταδύεται καὶ μάλισθ’ ὅταν μὴ πάνυ τι παχυμερὴς ᾖ. τῷ μὲν οὖν πλήθει τῆς οὐσίας τὸν σπασμὸν ἐπιφέρει τοῖς νεύροις, τῇ ποιότητι δὲ θεραπεύει πάλιν αὐτὸς ἣν εἰργάσατο διάθεσιν, ἐκθερμαίνων τε καὶ ξηραίνων τὰ νεῦρα. ἐὰν οὖν ποτε τοῦτο μὴ δυνηθῇ ποιῆσαι, θάνατον ἀκολουθεῖν ἀναγκαῖόν ἐστιν. ᾗ δὲ δυνάμει τὸν οἶνον ἔφαμεν ἰᾶσθαι τοὺς σπασμοὺς, ταύτῃ δηλονότι καὶ ὁ πυρετὸς ἰᾶται. προσεκτέον δ’ ἐνταῦθα μάλιστα τῷ ἔθει τοῦ Ἱπποκράτους, ἀφώνους ὀνομάζοντος τοὺς ὁπωσοῦν καρουμένους. ἀλλὰ κυρίως λέγεται κάρος ἡ παντὸς τοῦ σώματος αἰφνίδιος ἀναισθησία τε καὶ ἀκινησία· ταύτην οὖν τὴν διάθεσιν ἀφ’ ἑνὸς τῶν συμπτωμάτων ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης καὶ γίνεται δηλονότι τῆς ἀρχῆς τῶν νεύρων παθούσης. οὐδὲ γὰρ οὐδὲ ἄλλως ὅλως οἶόν τε σπασθῆναι τὸ σῶμα πρὸ τοῦ ταύτην παθεῖν, ἤτοι πρώτως ἢ κατὰ συμπάθειαν ἑτέρου προπεπονθότος μορίου. κραιπάλας δ’ ὅτι πάντες οἱ Ἕλληνες ὀνομάζουσι τὰς ἐξ οἴνου βλάβας τῆς κεφαλῆς εὔδηλον. οὕτως γοῦν ἔνιοι καὶ τὴν ἐτυμολογίαν ἐποιήσαντο
789
τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι φάσκοντες. τὴν δ’ ὥραν καθ’ ἣν αἱ κραιπάλαι λύονται, κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’ οὗτος οὐκ ἀποτετμημένος, οὐδὲ περιγεγραμμένος ἅπασιν ἑνὶ μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύσαντο τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην αὐτὴν νύκτα, τινὲς δ’ ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται τοῦτο διά τε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴνου καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕτως οὐδ’ ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν, καθ’ ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνήξεται πάντως σπασθείς.

Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται ἐν τέτρασιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
790

Κάτοξυ πάθος ὁ τέτανός ἐστιν ὡς ἂν ἐξ ὀπισθοτόνου τε καὶ ἐμπροσθοτόνου συγκείμενος, ὥστ’ εἰκότως αὐτὸν συντομωτέραν ποιεῖσθαι τὴν κρίσιν, οὐ φερούσης τὸν ἐπὶ τῇ τάσει κάματον τῆς φύσεως ἐν πλείονι χρόνῳ. κατὰ τὴν πρώτην οὖν περίοδον τῶν κρισίμων ἡμερῶν ἡ κρίσις τῷ πάθει.

Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἤβης γίνεται, μετάστασιν ἔχει. ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ συναποθνήσκει.

Κυρίως μὲν ὀνομάζονται μεταστάσεις πάθους, ὅταν ἐξ ἑτέρου μέρους εἰς ἕτερον μετέρχωνται, καταχρωμένων δὲ καὶ αἱ λύσεις οὕτω προσαγορεύονται. καί μοι δοκεῖ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ δεύτερον σημαινόμενον κεχρῆσθαι τῇ προσηγορίᾳ. οὐ μόνον γὰρ εἰς ἕτερα μόρια μεθισταμένων τῶν τὴν ἐπιληψίαν ἐργαζομένων χυμῶν λύεται τὸ

791
πάθος, ἀλλὰ καὶ τελέως ἐκθεραπευομένων· εἰσὶ μὲν γὰρ οὗτοι παχεῖς καὶ ψυχροὶ καὶ φλεγματικοί. παύονται δ’ ὑπό τε τῆς ἡλικίας ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης καὶ διὰ γυμνασίαν καὶ διὰ δίαιταν ξηραντικὴν, ἅμα τοῖς ἐπιτηδείοις φαρμάκοις. ἀλλὰ νῦν γε ὁ Ἱπποκράτης μόνης τῆς καθ’ ἡλικίαν μέμνηται μεταβολῆς ὑφ’ ἧς διδασκόμενοι καὶ τὸ τῆς διαίτης εἶδος ἅμα τοῖς φαρμάκοις εὑρήσομεν. ὅπερ οὖν ἐν ἑτέρῳ μέρει τῶν ἀφορισμῶν εἶπε, τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεγάλαι μεταβολαὶ, μάλιστα τῆς ἡλικίας καὶ τῶν χωρίων καὶ τῶν βίων καὶ τόπων ποιέουσι, ταῦτα νῦν ἐπ’ αὐτῶν τῶν παθῶν ἐδήλωσε, τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα τῶν ἐπιληπτικῶν παθῶν παύεσθαι λέγων ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, τὰ δ’ ἐξωτέρω τῶν εἴκοσι πέντε ἐτῶν συναποθνήσκειν, ᾧ καὶ δῆλον ὡς καὶ τὸν τῆς ἥβης χρόνον ἕως τῶν πέντε καὶ εἴκοσιν ἐτῶν ἐκτετάσθαι νομίζει, τὴν ἀρχὴν λαμβάνοντα μετὰ τὴν δευτέραν ἑβδομάδα. πρόδηλον δὲ ὡς οὔτε πᾶσιν ἰαθήσεται τὸ πάθος ὑπὸ τῆς ἡβηστικῆς ἡλικίας, εἰ μὴ καὶ τἄλλα πράττειν
792
ὀρθῶς, οὔθ’ οἷς ἐν ταύτῃ συνέστη διὰ παντὸς παραμένει καλῶς διαιτωμένοις. ἀλλ’ ὅτι γε τὴν ἀπὸ τῆς ἡλικίας ἴασιν οὐκ ἔχει, συγκαταγηράσει δ’ ὅσον ἐπ’ αὐτῇ τὸ πάθος αὐτοῖς ἐδήλωσε σαφῶς, οὐ μὴν σαφῶς γέ τι λέλεκται· καίτοι δοκοῦν εἶναι σαφὲς τοῖς ἀμελέστερον ἀκούουσι τοῖς πέντε καὶ εἴκοσιν ἐτῶν συναποθνήσκειν τὸ πάθος οἷς ἐγένετο πέμπτον καὶ εἰκοστὸν ἔτος ἄγουσιν, ἀλλ’ ἔτι καὶ μᾶλλον οἷς ἐξωτέρω. προσθέντες οὖν τὸ λεῖπον τῇ λέξει τοῦ Ἱπποκράτους ἀληθῆ τελέως αὐτὴν ἀπεργασόμεθα, τὰ ἐπιληπτικὰ παθήματα. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα κατὰ τὸν ἐκείνης λύεται καιρὸν, τὰ δ’ ἐξωτέρω τῆς ἥβης συναποθνήσκει. καιρὸς δ’ ἥβης ἐστὶν ὁ μετὰ τεσσαρεσκαίδεκα μέχρι πέντε καὶ εἴκοσιν ἐτῶν. ἔστι δὲ καὶ ἄλλη τις γραφὴ τοιαύτη· οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τὰ πολλὰ συναποθνήσκει, σημαίνοντος τοῦ τὰ πολλά ταὐτὸν τῷ ὡς ἐπὶ τὸ πολύ.

793
Ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, τουτέοισιν ἐς ἐμπύημα μεθίσταται.

Τὴν διὰ τῶν πτυσμάτων κένωσιν τῶν τὴν πλευρῖτιν ἐργασαμένων χυμῶν ἀνακάθαρσιν καὶ κάθαρσιν εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης, ὥσπερ γε καὶ τὸ πτύειν τούτους καθαίρεσθαι κατά τε τὸ περὶ διαίτης ὀξέων καὶ τὸ προγνωστικὸν ὠνόμασεν. ἀλλὰ νῦν γε χρόνον ὁρίζει τῆς καθάρσεως, ἐν ᾧ μὴ γενομένης αὐτῆς εἰς ἐμπύημά φησι μεθίστασθαι τὴν πλευρῖτιν, ἤτοι τὴν εἰς πῦον μεταβολὴν οὕτως ὀνομάζων ἅπασαν, ὥσπερ κἀν τῷ προγνωστικῷ πολλάκις, ἢ τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος ἔκχυσιν τοῦ πύου. γίνεται γὰρ ἑκάτερον τούτων, ὅταν οἱ πλευριτικοὶ μὴ καθαρθῶσι διὰ τῶν πτυσμάτων. ἀλλὰ τό γε δεύτερον τῶν εἰρημένων ἐν τοῖς ἐφεξῆς αὐτὸς ὠνόμασε ῥῆξιν ἐμπυήματος.

794
Ἡ φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα.

Διὰ τῶν ἔμπροσθεν ἀφορισμῶν ἡνίκα τὰ νοσήματα κατὰ τὰς ἡλικίας διηγεῖτο, τοῖς δὲ νεανίσκοισιν αἵματος πτύσιες ἔφη· νυνὶ δὲ καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν προσέθηκεν, οὐ διὰ τοῦτο γράψας πάλιν ἄνωθεν ὑπὲρ αὐτῶν, ἀλλὰ τῇ κοινωνίᾳ τῶν κατὰ θώρακά τε καὶ πνεύμονα παθῶν. διὰ τί μὲν οὖν οἱ νεανίσκοι καὶ μάλιστα τοῖς τοιούτοις ἁλίσκονται παθήμασιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν κατὰ τὰς ἡλικίας ἐτῶν ἐν τῷδε διοριστέον, ἐπεὶ καὶ ὁ Ἱπποκράτης ἔφη φθίσιν γενέσθαι ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι τριάκοντα πέντε. τὸ γὰρ ἡλικίῃσι πληθυντικῶς εἰρημένον ἔνδειξίν τινα ἔχει τοῦ μὴ μίαν ἡλικίαν ὑπολαμβάνειν εἶναι τὸν Ἱπποκράτην τὴν μεταξὺ τῶν εἰρημένων ἐτῶν. οὐδὲ γάρ ἐστι μία σκοπουμένοις ἀκριβέστερον, ἀλλ’ ἡ μὲν ἀπὸ τῶν ὀκτωκαίδεκα μέχρι τῶν

795
πέντε καὶ εἴκοσι ἐτῶν μειρακίων ἐστίν. ἡ δ’ ἀπὸ τοῦδε τῶν νεανίσκων μέχρι πέντε καὶ τριάκοντα.

Ὁκόσοι κυνάγχην διαφεύγουσιν, ἐς τὸν πνεύμονα αὐτέοισι τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν. ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται.

Περὶ μεταστάσεως ὁ λόγος αὐτῷ νῦν ἐστι τῆς ἐκ κυνάγχης εἰς τὸν πνεύμονα γινομένης, ἥντινά φησιν ἀναιρεῖν μὲν ὡς τὰ πολλὰ ὑπὸ τῶν ἑπτὰ ἡμερῶν πνιγομένου δηλονότι τοῦ κάμνοντος. εἰ δ’ ὑπερβαλεῖν αὐτὰς δυνηθεῖεν, μεταβάλλοντος εἰς πῦον τοῦ ῥεύματος ἐμπύους γίνεσθαι. γνωρίζεται δὲ ἐς τὸν πνεύμονα τρέπεσθαι τὴν κυνάγχην ἐκ τοῦ σφυγμοῦ. σκληρὸς γὰρ καὶ ἄτακτος καὶ ἀνώμαλος ἐς τὸ ἡγεμονικὸν μόριον τῆς ὕλης μετάστασιν γινομένην εἷναι σημαίνει. μαλθακὸς δὲ καὶ ὁμαλὸς καὶ τακτὸς μετὰ τῆς εὐπνοίας ὁμαλῆς δήλην ἀπόλυσιν σημαίνει.

796
Τοῖσιν ὑπὸ τῶν φθίσεων ἐνοχλουμένοισιν ἢν τὸ πτύσμα ὅ τι ἂν ἀποβήσσωσι βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέωσιν, θανάσιμον.

Τὰς ἐπὶ πνεύμονι ἑλκώδεις διαθέσεις ὀνομάζει νῦν φθίσεις, ἐφ’ ὧν ἀξιοῖ δοκιμάζειν ἀκριβέστερον τὴν ὀσμὴν ἐπιχέοντας ἄνθραξι τὸ ἀναπτυόμενον. ὥσπερ δ’ ἐν τοῖς ἔμπροσθεν ἐπὶ τῶν κατὰ τὴν κύστιν ἑλκῶν ὀσμὴν γίνεσθαι βαρεῖαν ἔφησεν, οὕτω καὶ νῦν ὄζειν βαρὺ τὸ πτύσμα τῶν φθισικῶν. εἰ δὲ καὶ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέοιεν τοῖς οὕτω διακειμένοις, ὀλεθρίως ἔχειν αὐτοὺς, ἐνδείκνυσθαι γὰρ ἔν δειαντροφῆς ἐσχάτης, ἔστιν ὅτε καὶ διαφθορὰν χυμῶν.

Ὁκόσοισι φθισιῶσιν ἀποῤῥέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς, οὗτοι διαῤῥοίας ἐπιγινομένης ἀποθνήσκουσιν.
797

Περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τριχῶν ῥύσις. ἐπιγενομένης δὲ διαῤῥοίας ἐπίδοξος ἂν ἦν ὁ θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίου τε ἅμα καὶ σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται μὲν γὰρ ἐπ’ ἀῤῥωστίᾳ τῆς δυνάμεώς, αὐτὸ δὲ πάλιν ἀῤῥωστοτέραν αὐτὴν ἀπεργάζεται.

Ὁκόσοι αἷμα ἀφρῶδες πτύουσι, τουτέοισιν ἐκ τοῦ πνεύμονος ἡ ἀναγωγὴ γίνεται.

Καὶ τῶν ἀντιγράφων τὰ πολλὰ καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐκ ὀλίγοι ἴσασι κατὰ τήνδε τὴν λέξιν τὸν ἀφορισμὸν γεγραμμένον, ὁκόσοι ἀφρῶδες αἷμα ἐμέουσι. καί τινές γε τὴν ἐξήγησιν αὐτοῦ ποιούμενοι πλῆθος ἐνδείκνυσθαί φασι τοὔνομα καὶ διὰ τοῦτο ἀπὸ τοῦ κυρίου μετενηνέχθαι. προδήλως δ’ οὗτοι καταψεύδονται τοῦ φαινομένου.

798
πολλάκις γὰρ ὦπται πτύσις αἵματος ἀφρώδους ἄνευ πλήθους γεγενημένη. εἰ μὲν οὖν ὄντως ὑφ’ Ἱπποκράτους οὕτως ἐγράφη, κατακεχρῆσθαι τῇ προσηγορίᾳ φήσομεν αὐτόν. οὐ γὰρ δὴ τὸ μὲν πολὺ τὴν ἐκ πνεύμονος ἀναγωγὴν δηλοῖ, τὸ δ’ ὀλίγον ἐξ ἄλλου τινός. εἰ δ’ ἀναπτύουσι ἢ ἀναβήττουσιν εἴη γεγραμμένον, ὠνομάσθαι τε κυρίως ἐνδείκνυσθαί τε τὸ τοιοῦτον αἷμα τῆς σαρκοειδοῦς τοῦ πνεύμονος οὐσίας, ἥπερ ἐστὶ τὸ ἴδιον αὐτοῦ σῶμα, δεδέχθαι τὴν ἕλκωσιν ὡς ἀληθὲς μὲν φάναι τὸ ἀφρῶδες αἷμα μόνου τοῦ πνεύμονος ἐνδείκνυσθαι τὴν ἕλκωσιν. οὐκ ἀληθὲς δὲ τοῦ πνεύμονος ἑλκωθέντος ἐξ ἀνάγκης ἀφρῶδες ἀναπτύεσθαι. πολλάκις γὰρ ἐθεασάμεθα κατενεχθέντων τινῶν ἀφ’ ὑψηλοῦ καὶ λακτισθέντων καὶ πληγέντων ἐν ταῖς παλαίστραις κατ’ ἐκεῖνο μάλιστα τὸ τῆς πληγῆς μέρος, ἐν ᾧ καταφερομένῳ τινὶ πρὸς τοὔδαφος ἕτερος ἐπιπίπτει κατὰ τοῦ θώρακος, αἷμα μετὰ βηχὸς ἀναπτυσθὲν πλεῖστον εὐχρούστατον ἄνευ πάσης ὀδύνης, ὅπερ εὔλογόν ἐστιν ἔκ τινος τοῦ κατὰ πνεύμονα ῥαγέντος ἀγγείου φέρεσθαι.

799
Ὑπὸ φθίσιος ἐχομένῳ διαῤῥοίας ἐπιγιγνομένης, θανατῶδες.

Ὀλίγον ἔμπροσθεν εἴρηκε τοῖς φθίνουσιν ἐπειδὰν τό τε πῦον ᾖ δυσῶδες καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ἐκρέωσι, διαῤῥοίας ἐπιγενομένης ἕπεσθαι θάνατον. ἐνταυθὶ δ’ ἁπλῶς εἶπε θανατῶδες διάῤῥοιαν εἶναι ἐπὶ φθίσει, μήτε τῶν τριχῶν μνημονεύσας, ὡς ἱκανῆς οὔσης καὶ μόνης τὸν θάνατον δηλῶσαι, οὐ μὴν οὕτω γε ὑπόγυον, οὐδὲ ταχὺ γενησόμενον, ὡς ὅταν ἅμα τῇ ῥύσει τῶν τριχῶν.

Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται· ἢν δὲ μὴ, εἰς φθίσιν μεθίστανται.
800

Προσθεὶς τῷ λόγῳ τὸ τῆς ῥήξεως ὄνομα σαφῶς ἐδήλωσεν αὐτὸν ὑπὲρ ἐκείνων διαλεγόμενον, οἷς εἰς ἐμπύημα τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς τρεπομένης, εἶτα ἐκραγείσης, ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος χωρίῳ περιέχεται τὸ πῦον. ἅπασι γὰρ τούτοις ἐὰν μὴ τὸ πλεῖστον ἐν τεσσαράκονθ’ ἡμέραις ἡ κένωσις γένηται, τοῦ πύου διὰ τῶν πτυσμάτων ἐκκαθαρθέντος, ἀναγκαῖόν ἐστι διαβρωθῆναι τὸν πνεύμονα, σηπομένου τῷ χρόνῳ τοῦ πύου. τῇ μὲν οὖν πλευρίτιδι τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔθετο τῆς καθάρσεως, τοῖς δ’ ἐμπύοις τὴν τεσσαρακοστήν. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς διαφορᾶς τῶν ἄλλων κρισίμων ἡμερῶν καὶ τῶνδε κατὰ τὴν περὶ τῶν κρισίμων πραγματείαν, ὅθεν ἀναλεξαμένῳ τινὶ τὴν θεωρίαν ἅπασαν ἕτοιμον ἕπεσθαι πᾶσι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις περὶ κρισίμων ἡμερῶν.

Τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πλεονάκις χρεομένοισι σαρκῶν
801
ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας· ταῦτα οἶσι θάνατος.

Περὶ θερμοῦ καὶ ψυχροῦ χρήσεως ἀμέτρου τε καὶ συμμέτρου λέλεκται μὲν οὐκ ὀλίγα κἀν τῷ περὶ χρήσεως ὑγρῶν, εἴρηται δὲ καὶ κατὰ τοῦτο τὸ χωρίον τῶν ἀφορισμῶν τὸ ἅπαντα σχεδόν γε τὰ κεφάλαια· καὶ πρῶτόν γε αὐτῶν ὅτι τῷ θερμῷ ἀμέτρως χρωμένων ταῦτ’ ἐργάζεται τὰ πάθη σαρκῶν ἐκθήλυνσιν, ὅπερ ἐστὶν ἀτονία. εἴρηται γὰρ ἐκ μεταφορᾶς, ἐπειδὴ τὸ θῆλυ πᾶν ἀσθενέστερόν ἐστιν τοῦ ἄῤῥενος. ὡμολόγηται δὲ τούτῳ καὶ τὸ ἐπιφερόμενον, ἡ τῶν νεύρων ἀκράτεια· καὶ γὰρ ταῦτα ἄῤῥωστα γίνεται, λυομένης αὐτῶν ὑπὸ τοῦ θερμοῦ τῆς οὐσίας. καὶ ἡ τῆς γνώμης δὲ νάρκωσις ἀτονία γνώμης ἐστὶ διαλυομένης δηλονότι καθάπερ τῆς τῶν νεύρων οὐσίας, οὕτω καὶ τῆς τοῦ ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας ἐπιφέρει ἡ τοῦ θερμοῦ χρῆσις ἄμετρος, ἐκείναις δηλονότι ταῖς

802
διαθέσεσι τοῦ σώματος, αἱ πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἔχουσιν. ἕπονται δὲ ταῖς αἱμοῤῥαγίαις λειποθυμίαι καὶ ταύταις ὁ θάνατος, ὥσπερ γε καὶ τοῖς ἄλλοις τοῖς προειρημένοις. ἀλλ’ ἐκείνοις μὲν ἐν χρόνῳ πλέονι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον. αἱμοῤῥαγίαις δὲ λειποθυμίαις αὐτίκα. γέγραπται μὲν οὖν ἡ τελευτὴ τοῦ ἀφορισμοῦ διαφερόντως ἐν τοῖς ἀντιγράφοις, ἅπασαι δὲ αἱ γραφαὶ τὴν εἰρημένην ἐνδείκνυνται διάνοιαν. ἔστι δ’ αὐτῶν μία μὲν ἥδε, τούτοισι θάνατος· ἑτέρα δὲ, ταῦτα ἐφ’ οἶς ὁ θάνατος· ἡ τρίτη δὲ, ταῦτα οἶσι θάνατος· ἄλλη δὲ, ταῦτα εἰς θάνατον.

Τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα.

Τὸ ἄμετρον δηλονότι ψυχρὸν ἐργάζεται σπασμοὺς καὶ τετάνους καὶ κατάψυξιν τῶν νεύρων. ὥσπερ γὰρ οὐ χρὴ λύεσθαι τὴν οὐσίαν αὐτῶν ὑπὸ τῆς ἀμέτρου θερμασίας, οὕτως

803
οὐδὲ περαιτέρω τοῦ προσήκοντος ἀποψύχεσθαί τε καὶ συνάγεσθαι καὶ σφίγγεσθαι. καὶ μὲν δὴ καὶ μελασμοὺς ἐργάζεται τῇ ψύξει καὶ ῥίγη πυρετοὺς ἐπικαλούμενα διὰ τὴν δέρματος πυκνότητα καὶ τῶν πόρων στενοχώρησιν. κάλλιον δ’ ἦν εἰρῆσθαι, ῥίγη τά τε σπασμοὺς ἐργαζόμενα καὶ μελασμοὺς καὶ πυρετούς. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ τῆς τῶν συμπτωμάτων αἰτίας ἰδίᾳ.

Τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροις, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν φίλιον.

Ὅσα φύσει ψυχρότερα μόρια, τοιαῦτα δ’ ἐστὶν ἐν τοῖς ζώοις ἅπανθ’ ὅσα τελέως ἐστὶν ἄναιμα, θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τῆς ἀμέτρου χρήσεως τοῦ ψυχροῦ βλάπτεται. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως οἰκειότερόν ἐστι τὸ θερμόν.

804
Ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμοῤῥαγέειν μέλλει.

Οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὖ θεωρήματος ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγκαιότερον, ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον, τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμοῤῥαγία. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κἄπειθ’ οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.

Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελασμοὺς, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.
805

Κυρίως μὲν ὀνομάζοντι τὸ θερμόν ἐστι δακνῶδες· τῇ δ’ ὁμοιότητι τῆς αἰσθήσεως καὶ τὸ ψυχρὸν ὕδωρ ὀνομάζεται δακνῶδες, οὐχ ἁπλῶς τῷ δέρματι προσπῖπτον, ἀλλ’ ὁπόταν ἑλκωθῇ. διεξέρχεσθαι γὰρ χρὴ τὴν τοῦ δάκνεσθαι μέλλοντος οὐσίαν τὸ δακνῶδες αὐτῇ γενησόμενον, ὅπερ ἐπὶ μὲν τοῦ κατὰ φύσιν ἔχοντος δέρματος οὐχ οἷόν τε ποιεῖν ἐστι τὸ ψυχρὸν ὕδωρ, ἐπειδὴ πυκνότερον ἢ κατὰ τὴν οὐσίαν αὐτοῦ τὸ δέρμα ἐστίν. ἐπὶ δὲ τῶν ἡλκωμένων ὡς ἀραιοτέρων ὑπαρχόντων διεξέρχεσθαι δύναται. διὰ τῆς οὐσίας αὐτῶν ἐγκαταβαῖνον ἐν τῷ βάθει. λέλεκται δ’ ἐπὶ πλέον ὑπὲρ καὶ τῶν δακνωδῶν φύσεως ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τοῖς μὲν οὖν ἡλκωμένοις δακνῶδες τὸ ψυχρὸν, τοῖς δ’ ἀνελκώτοις οὔτε δακνῶδες καὶ σκληρὸν ἐργάζεται τὸ δέρμα τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ. καὶ μὲν δὴ καὶ τὴν ἀνεκπύητον ὀδύνην ἐργάζεται τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ ἐκπυΐσκει τὰ ἕλκη, κωλύει τε διαπνεῖσθαι τὰ τὴν ὀδύνην ἐργαζόμενα. τὰ δ’ ἐφεξῆς εἴρηται καὶ πρόσθεν αὐτῷ μελασμοὶ καὶ ῥίγη πυρετώδη καὶ σπασμοὶ καὶ τέτανοι.