In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.
774

Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προηγησαμένου συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆθος αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμβαίνειν, οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα, μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν νεφρῶν ἐμβάλλουσαι, καθ’ ἅς ἀναστόμωσίς τε καὶ ῥῆξις ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’ ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις, ἐφ’ ᾖ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα,

775
τοὐτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.

Οἷσιν ἐν τοῖς οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.

Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νεφροὺς, ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐτοῦ τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε

776
γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρχονται τοῖς οὔροις τὰ ψαμμώδη.

Ἤν αἷμα οὐρέῃ καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ τὸ περιναῖον, τὰ περὶ κύστιν πονέει.

Γέγραπται μὲν διχῶς ἡ τελευτὴ τοῦ ἀφορισμοῦ, κατὰ τινὰ μὲν τῶν ἀντιγράφων πονέει, καθ’ ἕτερα δὲ νοσέει, καὶ σχεδὸν ἀλλήλων ταύτῃ γε οὐδὲν διαφέρουσιν αἱ γραφαί. κοινῇ δ’ ἀμφότεραι σφάλλονται, εἴ τις ἀκούσειε τὰ περὶ τὴν κύστιν εἰρῆσθαι πρὸς Ἱπποκράτους, ὡσεὶ καὶ αὐτὴν τὴν κύστιν ἐγεγράφει. τὰ γὰρ εἰρημένα συμπτώματα κοινὰ τῶν οὐρητικῶν ὀνομαζομένων ὀργάνων ἁπάντων ἐστὶ κύστεως, νεφρῶν, οὐρητήρων. οὕτως οὖν ἄμεινον ἀκούειν τὰ περὶ τὴν κύστιν, οὐχ ὡς αὐτῆς μόνης δηλουμένης, ἀλλ’ ὡς καὶ 

777
τῶν συνεζευγμένων αὐτῇ μορίων. ἔτι δὲ μᾶλλον οὕτως ἀκούειν ἡμᾶς καὶ ὁ ἑξῆς ἀφορισμὸς ἐπιτρέψει, καθ’ ὃν οὐ τὰ περὶ τὴν κύστιν νοσεῖν φησιν, ἀλλὰ τῆς κύστεως ἕλκωσιν ὑπάρχειν, ὡς οὐ ταὐτὸν ὂν αὐτὴν τὴν κύστιν ἁπλῶς μόνην ἀποφαίνεσθαί τι πάσχειν ἢ τὰ περὶ αὐτήν,