In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλιστα δ’ ἐν τοῖς φρενιτικοῖσιν ἐπιφαίνεται.

Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα, διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ

760
προκαταλύσαντα τὴν δύναμιν, ὀλέθρια γίγνεται, καθάπερ ἐν ταῖς φρενίτισιν. οὐδένα γοῦν οἶδα σωθέντα φρενιτικὸν, ᾧ τοιοῦτον οὖρον ὤφθη. βέλτιον γὰρ ὥσπερ ὅλον τὸ νόσημα χολῶδες, οὕτω καὶ τὰ οὖρα φαίνεσθαι χολώδη. τὰ δ’ ὑδατώδεα τῶν οὔρων, τοιαῦτα γάρ ἐστι τὰ διαφανέα, λευκὰ, παμπόλλην τε τὴν ἀπεψίαν δηλοῖ καὶ προσέτι τῆς ξανθῆς χολῆς ἅπασαν τὴν ὁρμὴν ἄνω γεγονέναι πρὸς τὴν κεφαλήν. διαφανῆ μὲν γὰρ γίγνεταί τισιν οὖρα, χωρὶς τοῦ λευκὰ, λεπτὰ μὲν ὄντα τῇ συστάσει, χολώδη δὲ τῇ χρόᾳ. τὰ δὲ διαφανῆ τε ἅμα καὶ λευκὰ τελέως ἐστὶν ὑδατώδη. εἰ μὲν οὖν ἁπλῶς εἴη γεγραμμένον, μάλιστα δὲ τοῖς φρενιτικοῖσιν, εἴρηται σαφῶς ὁ νοῦς τοῦ λόγου. προσκειμένου δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἐπιφαίνεται, καθάπερ ἐν ἄλλοις πρόσκειται τῶν ἀντιγράφων, τὸ δηλούμενον ἔσται τοιοῦτον. τὰ ὑδατώδη τῶν οὔρων ἐστὶ πονηρὰ, μάλιστα ἐπιφαίνεται τοιαῦτα τοῖς ὀλεθρίως ἔχουσι φρενιτικοῖς. οὐ γὰρ δὴ πᾶσί γε ὥς τινες ἤκουσαν τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὐδὲν ἐπιστάμενοι τῶν κατὰ τοὺς ἀῤῥώστους ἐπιφαινομένων. ἔν
761
τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφορισμοῦ, μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημένην δευτέραν γραφῇ.

Ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ἐπέλθῃ. ἐν πυρετοῖσι τὰ ταῦτα.

Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης, ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γαστέρα χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. διακρίνει δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα 

762
διάθεσις οὐ μετὰ βορβορυγμοῦ γίγνεται, τεταμένα γὰρ καὶ πεφυσημένα καθάπερ ἀσκὸν ἀποφαίνει τὰ ὑποχόνδρια, ἡ δ’ ἑτέρα μετὰ βορβορυγμοῦ συνίσταται καλεῖται δ’ οὗτος ὁ ψόφος τοῦ πνεύματος, ὅταν μὴ μέγας ᾖ, μηδὲ πολὺς, σὺν ὑγρότητι δέ τινι μετρίᾳ κινούμενος ἐπὶ τὰ κάτω. καὶ τοίνυν καὶ συμβαίνει τῷ τοιούτῳ βορβορυγμῷ κατιόντι τὸν ἐκ τῶν ὑποχονδρίων ὄγκον εἰς τὰ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυτῷ καταφέρειν, ἐφ’ ᾧ πεινομένων τῶν ἐνταῦθα μορίων ἄλγημά τι γίγνεσθαι κατ’ αὐτήν. εἶθ’ οὕτως ἐνίοτε μὲν εἰς ἀνάδοσιν ὁρμήσαντες τοῦ ὑγροῦ τὸ φυσῶδες πνεῦμα διαχωρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ. καὶ μέντοι καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρίνεται. προσηκόντως οὖν εἶπεν ἐν τοῖς εἰρημένοις σημείοις, κοιλίαν καταῤῥήγνυσθαι, εἰ μή γε συμβῇ ἰδίᾳ μὲν ἀναδοθῆναι τὸ ὑγρὸν, ἰδίᾳ δὲ τὸ καταληφθὲν ἐν τοῖς ἐντέροις πνεῦμα δι’ ἕδρας ἐκκριθῆναι, ἔστι δ’ ὅτε ἄμφω πρὸς ἀνάδοσιν ὁρμώμενα τὸ ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ῥᾳδίως ἐπὶ τὴν κύστιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον,
763
ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλεγμονὴν ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν, οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνοχλουμένους, ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπατικούς τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐδέν ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’ ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γαστρὸς ἢ φυσῶν ἣ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυσικῇ τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις, ἀλλ’ ὡς σύμπτωμα μόνον.

764
Ὁκόσοισιν ἐλπὶς ἐς τὰ ἄρθρα ἀφίσταται, ῥύεται τῆς ἀποστάσιος οὖρον πολὺ καὶ παχὺ καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι. ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχέως λύεται.

Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀποστάσεις εἰς τὰ ἄρθρα γίγνονται τοῖς τε προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν κοπώδεσιν ἐν τῇ νόσῳ γιγνομένοις, ἔτι τε πρὸς τούτοις ὅσοι χρονίζουσι παχέων χυμῶν ἐπὶ πλήθει. ἐὰν οὖν ἡ φύσις ἀῤῥωστήσῃ, δι’ οὔρων ἐκκαθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐρύσαιτο τὸν κάμνοντα τὸ μέλλον εἰς ἄρθρα κατασκήπτειν, ἐκκενώσασα διὰ κύστεως. ἠρκέσθη δὲ τῶν κοπωδῶν πυρετῶν ὡς παραδείγματος μνημονεῦσαι, τὴν ἀρχὴν τὴν εἰς οὖρα ῥοπὴν ἐν ἡμέρᾳ λαβόντων ἐπιδήλῳ. τούτοις γὰρ τοῖς κοπώδεσι ἀποστήματα ποιεῖν ὑπάρχει διὰ

765
ταχέων, οὐκ ἀναμένουσι πλείονα χρόνον ὥσπερ οἱ ἄλλοι. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰ παρ’ οὖς ἀποστήματα πέφυκε γίγνεσθαι, ὡς τοῖς γε ἄλλοις χρονίοις εἰς τὰ κάτω μᾶλλον ἀποσκήπτει τὸ πλῆθος. οἷς οὖν ἡ θερμασία πλείων γινομένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἤτοι διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν, ὅτι δ’ ἡ τοιαύτη λύσις θᾶττόν ἐστι τῆς δι’ οὔρων οὐδὲ λόγου δεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἱπποκράτης ἐπ’ αὐτῆς καὶ πάνυ ταχὺ λύεται τῆς ἑτέρας τῆς δι’ οὔρων κενώσεως, ἡμερῶν πλειόνων δεομένης. τὸ δ’ ἐπὶ τῆς τετάρτης ἐν παραδείγματι γέγραπται πρὸς αὐτοῦ, μετάγειν δὲ σὲ χρὴ καὶ πρὸς τὰς ἄλλας ἁπάσας, ὅσαι θεωρηταί εἰσι καὶ κρίσιμοι.