In Hippocratis Aphorismos Commentarii VII
Galen
Galen, In Hippocratis Aphorismos Commentarii VII
Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι γίνονται.
Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεομένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ περιττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λόγον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.
Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρετῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται.
Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.
Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.
Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ
Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα
Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον.
Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοηθεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερμότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ διακαίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι. γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρετῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμονή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυσίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ
Ἐν μὴ διαλείποντι πυρετῷ ἢν χεῖλος ἢ τὸ βλέφαρον ἢ ὀφρὺς ἢ ὀφθαλμὸς ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενέος ἐόντος τοῦ κάμνοντος ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.
Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομένων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται. χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλησίον συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι,
Ὁκόσοισι δ’ ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνηται καὶ παραφροσύνη, θανάσιμον.
Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα, δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε καὶ ἀραιόν, ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευρίτιδες καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀνταῦθα
Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας μῆκος νούσου σημαίνει.
Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεόμενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον. ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.
Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς
Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυροὶ γίνονται οἱ πυρετοί.
Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραινούσης.
Ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ βραχέα ἐρεθίζουσι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.
Ξηρὰς ὀνομάζουσι βῆχας ἐφ’ ὧν οὐδὲν ἀναπτύεται, γίγνονται δὲ ποτὲ μὲν ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων, ἔστι δ’ ὅτε ἐπὶ τραχύτητι τῆς φάρυγγος ἥ τινος ὑγροῦ λεπτοῦ τε καὶ ὀλίγου καταῤῥέοντος. ὅ τι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως τὰ περὶ τὴν ἀρτηρίαν χωρία καὶ διὰ ταῦθ’ ἧττον γίγνονται διψώδεις. καὶ γὰρ ἐὰν τραχύτης ᾖ μόνη, διὰ τὴν ἐν τῇ βηχὶ κίνησιν ἐκ τῶν πλησίον ἕλκεταί τις ὑγρότης. οὕτω δὲ κἂν ᾖ δυσκρασία μόνη.
Οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.
Ἐφήμεροι πυρετοὶ πάντες πρὸς αὐτοῦ καλοῦνται ὅσοι κατὰ τὸν ἴδιον λόγον ἡμέρᾳ γίγνονται μιᾷ. τοιοῦτοι δέ εἰσι καὶ οἱ ἐπὶ τοῖς βουβῶσιν, ὅταν ἐπὶ φανεροῖς αἰτίοις συστῶσι. τοὺς δ’ ἄλλους βουβῶνας, ὅσοι χωρὶς αἰτίας φανερᾶς ἐγένοντο, ταῖς τῶν σπλάγχνων εἰκός ἐστι συνεισβάλλειν φλεγμοναῖς καὶ διὰ τοῦτο καὶ τοὺς ἅμα αὐτοῖς γιγνομένους πυρετοὺς κακοὺς εἶναι.
Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ κακόν. μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην πλείω σημαίνει.
Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρόσθεν εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν,
Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐνοχλουμένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.
Ἔστι μὲν δήπου καὶ ὁ τέτανος σπασμὸς, ἀλλ’ οὐ φαίνεται σπώμενα τὰ μόρια κατ’ αὐτὸν, ὅτι κατ’ ἴσον ὀπίσω τε καὶ πρόσω τείνεται καὶ διὰ τοῦτο ἐξαίρετόν ἐστιν ὄνομα τέτανος ὡς εἶναι πάντας τοὺς τρεῖς σπασμοὺς ὀπισθότονον, ἐμπροσθότονον, τέτανον. ἅπαντες δ’ οἱ σπασμοὶ γίγνονται κατ’ αὐτὸν, ὑπὸ κενώσεως ἢ πληρώσεως τῶν νευρωδῶν δηλονότι μορίων. ὅσοι μὲν οὖν ἐπιγίγνονται πυρετοῖς καυσώδεσι σπασμοὶ, τούτους μὲν εἰκός ἐστι διὰ ξηρότητα συνίστασθαι.
Ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις.
Ἐδείχθη γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ καὶ διὰ τὴν ξανθὴν χολὴν φερομένην ὀξέως διὰ τῶν αἰσθητικῶν σωμάτων ῥῖγος γιγνόμενον. ἐφ’ ὧν δηλονότι καὶ κοιλίαι καταῤῥήγνυνται καὶ ἱδρῶτες καὶ ἔμετοι χολώδεις ἐπιφαίνονται. καθαιρομένης οὖν τῆς τὸν καῦσον ἐργαζομένης χολῆς ἡ λύσις τῷ πυρετῷ. καῦσον γὰρ ἴσμεν γιγνόμενον, ὅταν ἐν θερινῇ
Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.
Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φερομένην τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κινουμένην, τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ
Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νόσημα.
Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολωδῶν διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην, δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομένων τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύεσθαι τὰ νοσήματα.
Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ὁ πυρετὸς ἀφῇ, ὑποτροπιάζειν εἴωθεν.
Οὐκ οἶδ’ εἰ τοῦτον τὸν ἀφορισμὸν Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ μὴ τῶν παρεγγεγραμμένων ἐστίν. ἔν τε γὰρ τῷ προγνωστικῷ τὰς κατὰ τετράδα τῶν κρισίμων ἡμερῶν αὐξήσεις τε καὶ συνθέσεις ἐδίδαξε καὶ κατὰ τοῦτ’ αὐτὸ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔν τε ταῖς ἐπιδημίαις οὐ μόνον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πολλοὺς οἶδε κρινομένους, ἀλλὰ καὶ κατὰ τὴν εἰκοστὴν καὶ τὴν τεσσαρακοστὴν καὶ ἑξηκοστήν καὶ ὀγδοηκοστήν. κρίνει δ’ αὐτῷ καὶ εἰκοστὴ τετάρτη καὶ τριακοστὴ τετάρτη, ὀγδοηκοστή τε καὶ κατ’ ἀρχὰς εὐθέως ἡ τετάρτη. πῶς οὖν νῦν φησιν, εἰ μὴ ἐν περισσῇ ἡμέρᾳ ὁ πυρετὸς παύσεται, μὴ γίνεσθαι πιστὴν τὴν κρίσιν. ἄμεινον οὖν ἀντὶ τοῦ ἐν περισσῇ ἡμέρᾳ, ἐν κριτικῇ γράφειν, ὡς ἐνίοις ἔδοξε. πολλὰ μέντοι τῶν ἀντιγράφων πληθυντικῶς τό τ’ ἐν περισσῇσι καὶ τὸ ἡμέρῃσιν ἔχει γεγραμμένα.
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίαν γίνωνται.
Ἴκτερος μὲν ἐνίοτε γίγνεται καὶ κριτικὸς, ἀποτιθεμένης τῆς φύσεως εἰς ὅλον τὸ σῶμα καὶ μάλιστα πρὸς τὸ δέρμα τὴν ξανθὴν χολήν. γίγνεται δὲ καὶ σύμπτωμα κακοπραγοῦντος τοῦ ἥπατος. αἱ κακοπραγίαι δ’ αὐτοῦ τρεῖς εἰσιν, ἐφ’ αἷς ἴκτερος εἴωθεν ἐπιγίγνεσθαι, σκίῤῥος καὶ φλεγμονὴ καὶ ἔμφραξις. ἀλλὰ σκίῤῥος μὲν χρόνιον νόσημα, φλεγμονὴ δὲ καὶ ἔμφραξις καὶ ἐξαίφνης δύναται γενέσθαι. καὶ δὴ καὶ οἱ πρὸ τῆς ἑβδόμης ἡμέρας ἴκτεροι κατά τι τούτων γίγνονται. θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναχυθῆναι τὴν χολὴν εἰς τὸ σῶμα. τὸ μὲν οὖν πρὸ τῆς ἑβδόμης ἡμέρας κακὸν εἶναι τὸν ἴκτερον ἀληθὲς, οὐ μὴν τό γε μετὰ τὴν ἑβδόμην ἀκίνδυνον ὁμοίως ἀληθὲς, οὐδ’ εἴρηται νῦν τοῦτο. δύναται γὰρ καὶ φλεγμονὴ καὶ ἔμφραξις ἄχρι πλείονος παραμεῖναι. θᾶττον μέντοι τῆς ἑβδόμης ἀναχυθῆναι τὴν χολὴν κριτικῶς ἀδύνατόν ἐστιν. ἔν τισι δὲ τῶν ἀντιγράφων πρόσκειται τῷ ἀφορισμῷ κατὰ τὸ τέλος, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γίνονται, τῶν προσθέντων
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γίνεται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται.
Ἐπειδὴ κινουμένης τῆς χολῆς κατὰ τὴν ὅλην τοῦ σώματος ἕξιν ἐπιγίγνεται ῥίγη καὶ διὰ τοῦτο ἐκκαθαίρεταί τε καὶ κενοῦται καθ’ ἕκαστον παροξυσμὸν, εἰκότως εἰς ἀπυρεξίαν ἀφικνεῖται τὸ διάλειμμα τῶν τοιούτων πυρετῶν. τοῦτο οὖν ἐστιν αὐτὸ τὸ νῦν εἰρημένον, τὸ καθ’ ἑκάστην ἡμέραν οἱ πυρετοὶ λύονται, ὡς εἰ καὶ καθ’ ἡμέραν ἀπυρέτους γίγνεσθαι τοὺς κάμνοντας εἰρήκει. ὥσπερ δὲ εἰ καθ’ ἡμέραν γίγνοιτο τὰ ῥίγη, καθ’ ἡμέραν οἱ πυρετοὶ παύοιντο, οὕτω δηλονότι καὶ εἰ διὰ τρίτης καὶ εἰ διὰ τετάρτης, ὅπερ ἀμέλει καὶ φαίνεται γιγνόμενον ἐπί τε τῶν τριταίων καὶ τεταρταίων περιόδων, ἐφ’ ὧν οἱ μὲν πυρετοὶ λύονταί τε καὶ