In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐνθέρμῳ φύσει θερμὴ ὥρη, κοίτη ἐν ψύχει παχύνει, ἐν δὲ θερμῷ λεπτύνει.
193

Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐνθέρμῳ δῆλόν ἐστιν ἀπὸ τῆς, ἔνθερμος εὐθείας κλινόμενον, τὸ δ’ ἐπὶ τῇ τελευτῇ δύναιτ’ ἄν τις ἀκούειν ὡς ἔκ τε προθέσεως τῆς ἐν καὶ πτώσεως δοτικῆς τῆς θερμῷ συγκείμενον, ὥσπερ ἀμέλει καὶ ἤκουσαν ὀλίγου δεῖν ἅπαντες οἱ ἐξηγηταί. τινὲς μὲν εἰς δύο μέρη διελόντες τὴν ῥῆσιν, ὡς ἑκάτερον ἰδίας ἐξηγήσεως δεόμενον, ἔνιοι δ’ ὅλην ὡς μίαν ἐξηγησάμενοι. Διοσκορίδης δὲ καὶ μετέγραψεν ἐπὶ τὸ σαφέστερον αὐτὴν, ὥσπερ εἴωθε ποιεῖν ἐπὶ τῶν ἀσαφῶν ῥήσεων ἰδίᾳ μὲν ἔγραψε τὸ ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ, προσθεὶς αὐτῇ τὸ λεπτύνειν, βουλόμενος ἡμᾶς ἀκούειν τὴν ἔνθερμον φύσιν, ὅπερ ἐστὶ πολύθερμον ἐν ὥρᾳ θερμῇ, τουτέστι θερινῇ λεπτύνεσθαι, διαφορουμένην ὑπὸ τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς νεωτέροις ἰατροῖς λόγῳ θεωρητῆς διαπνοῆς, ἣν καθ’ ἑτέραν λέξιν τινὰ ἄλλοι τινὲς ἄδηλον αἰσθήσει διαπνοὴν ὀνομάζουσι, γενομένην μὲν ἅπασιν

194
ἡμῖν ἐν ἅπαντι τῷ βίῳ, διαφέρουσαν δὲ κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας ἐπιτηδεύματά τε καὶ συνελόντι φάναι τὴν ὅλην δίαιταν ἣν διαιτώμεθα. ἀλλ’ ἐν ἅπασί γε ταῖς διαφοραῖς κοινόν ἐστιν ἐπὶ μὲν ταῖς θερμοτέραις ὥραις τε καὶ χώραις, ἡλικίαις τε καὶ φύσεσι καὶ διαίταις, ἀποῤῥεῖν ἕξω τοῦ σώματος οὐκ ὀλίγην μοῖραν ἐκ τῆς οὐσίας ἡμῶν, ἐπὶ δὲ ταῖς ψυχροτέραις πυκνουμένου τοῦ δέρματος ἴσχεσθαι μὲν τὸ πλεῖστον, ὀλίγον δ’ ἐκκενοῦσθαι. κατὰ τοῦτ’ οὖν ἀληθές ἐστι τὴν πολύθερμον φύσιν ἐν ὥρᾳ θερμῇ λεπτύνεσθαι, διπλασιαζομένης τῆς ἀποῤῥοῆς, ἣν ἐκ τῆς οἰκείας θερμότητος ἔχοντες σύμφυτον ἐπικτῶνται τὴν προγινομένην ἔξωθεν ἀπὸ τῆς θερμῆς ὥρας. ἀλλ’ οὔτε τῶν ἄλλων ἀντιγράφων εὗρον ἔν τινι ταύτην τὴν γραφὴν οὔτε τις τῶν ἐξηγητῶν οἶδεν αὐτὴν, πλὴν ὅτι Διοσκορίδης αὐτὸς ἐν τῷ μετώπῳ τοῦ βιβλίου προσέγραψεν, ἐν δύο μόνοις ἀντιγράφοις εὑρηκὼς ὡδί πως ἔχουσαν τὴν λέξιν. ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐνθέρμῳ λεπτύνει. οὐ μὴν ἡμεῖς γε ἐν δυοῖν, ἀλλ’ ἐν πᾶσιν οἶς ἀνέγνωμεν, 
195
οὕτως ἔχουσαν εὕρομεν τὴν λέξιν, ἐξεπίτηδες ἅπασας μὲν ἰδόντες τὰς κατὰ τὰς δημοσίας βιβλιοθήκας, ἅπαντα δὲ τὰ παρὰ τοῖς φίλοις. ἐπὶ τὴν ἐξήγησιν αὐτῆς ἤδη τραπώμεθα, παραλιπόντες ὅσα κακῶς εἴρηται τοῖς ἐξηγησαμένοις. ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν πρότερον μέρος τῆς ῥήσεως οὕτως συμπληροῦσθαι δεῖν· ἐνθέρμῳ φύσει, θερμῇ ὥρῃ, ἐν ψύχει κοίτη παχύνει. τὸ μὲν θερμῇ ὥρῃ κατὰ τὰς δοτικὰς πτώσεις ἀναγνόντων ἡμῶν, ὡς εἰ καὶ ἐν τῇ θερμῇ ὥρῃ λέλεκται. τὸ δὲ ἐν ψύχει καθάπερ καὶ οὕτως εἶπεν. ἐν ἀέρι ψυχρῷ, συγκειμένης τῆς λέξεως ἐκ δυοῖν τοῦ λόγου στοιχείων, προθέσεως μὲν τῆς ἐν, ὀνόματος δὲ τοῦ ψύχει. γενήσεται γὰρ ὁ σύμπας νοῦς τοιοῦτος, ὠφέλιμόν ἐστι τῇ πολυθέρμῳ φύσει κατὰ θερμὴν ὥραν ἐν ψυχρᾷ κοίτῃ κοιμᾶσθαι, παχυνθήσεται γὰρ οὕτως. εἰκότως δὲ ταῦτα ποιεῖν ἡμᾶς ἐπὶ τῶν πολυθέρμων φύσεων ἐκέλευσεν ὁ Ἱπποκράτης. ἑτοίμως γὰρ οὔσης τῆς θερμῆς φύσεως λεπτύνεσθαι διὰ τὸ
196
πλῆθος τῆς ἀποῤῥοῆς, ἐὰν καὶ τῆς ὥρας αὐτῇ προγινομένης θερμῆς ἡ κένωσις διπλασιασθῇ, προσέλθῃ δὲ τρίτη τις ἄλλη κένωσις ἐν θερμῷ χωρίῳ καὶ στρωμνῇ θερμῇ κατακειμένου τοῦ ἀνθρώπου, συμβήσεται διαφορηθῆναι καὶ λεπτυνθῆναι τὸ σῶμα τρίτην ὑπομεῖναν κένωσιν. ἐὰν δὲ ἐπὶ ταῖς ἀναγκαίαις σὺν τῇ τ’ ἐκ τῆς φύσεως καὶ τῆς ὥρας, ἃς οὐκ ἔστι φυγεῖν, ἡ γοῦν τρίτη πρὸς τοὐναντίον ἀχθῇ, οὐ διαφορεῖν, ἀλλ’ ἐπέχειν δυναμένη τὰς ἀποῤῥοὰς, οὐκ ἂν εἰς ἔσχατον ἀφίκοιτο κενώσεως ὁ ἄνθρωπος, ἀλλὰ καὶ παχυνθείη μᾶλλον ἤπερ λεπτυνθείη. τῆς γὰρ ψυχρᾶς κοίτης σημαινούσης οὐ μόνον ὑποστορέσματα ψυχρὰ καὶ περιβλήματα, ἅπερ ἐκ σινδόνων πυκνῶν καὶ τριβάκων ἱματίων τε τοιούτων γίνεται, προσέρχεταί τι μέγιστον ἕτερον ἐπανόρθωμα τῆς τε κατὰ τὴν ὥραν καὶ τὴν φυσικὴν κρᾶσιν ἀμετρίας, διὰ τῆς εἰσπνοῆς ψυχρᾶς οὔσης ἐμψύχεσθαι τὸ σῶμα. τοῦτο μὲν οὖν ἤδη καὶ πρόσθεν ἡμῖν εἴρητο, πρόσκειται δὲ νῦν τὸ κατὰ τὴν στρωμνὴν, ἵνα πανταχόθεν ἀναψύχηται τὸ σῶμα καὶ τὸ τῆς διαπνοῆς ἄμετρον εἰς συμμετρίαν
197
ὑγιεινὴν ἐπανάγηται. τὸ μὲν οὖν ἕτερον μέρος τῆς ῥήσεως τὸ πρότερον οὕτως ἄν μοι δοκεῖ μάλιστά τις ἐξηγήσασθαι. τὸ δ’ ὑπόλοιπον ἔνθα φησὶν, ἐν θερμῷ λεπτύνει, σαφὲς ἂν ἦν εἰ τῷ θερμῷ τὸ ἀέρι προσεγέγραπτο, τῆς ὅλης ῥήσεως ἐν τοιᾷδε λέξει σαφῶς ἂν ἑρμηνευθείσης. τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῷ κοίτη προσελθοῦσα ἐν ἀέρι ψυχρῷ παχύνει, ἐν θερμῷ δ’ ἀέρι γινομένη λεπτύνει. κατὰ μὲν οὖν τὰς εὐθείας πτώσεις, οὕτως ἂν μάλιστα ῥηθείη σαφῶς, ὡς εἴρηται. νυνὶ δ’ εἰ καὶ κατὰ δοτικὰς βουληθείημεν ἑρμηνεῦσαι, γένοιτ’ ἂν ἡ λέξις τοιαύτη. τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῇ καὶ τῇ ἐν ἀέρι ψυχρῷ κοίτῃ παχύνεσθαι συμβαίνει, τῇ δ’ αὐτῇ τοιαύτῃ ἐν ἀέρι θερμῷ λεπτύνεσθαι συμβήσεται.

Ἄσκησις ὑγιὴς, ἀκορίη τροφῆς, ἀοκνίη πόνων.
198

Τὸ μήτε ἐμπίπλασθαι μέχρι κόρου μήτε ὀκνεῖν γυμνάζεσθαι, κεφάλαιον ὑγιεινῆς διαίτης εἶναι ὑπείληφεν.

Ἐν τῷ ἐγρηγορέναι δίψῃ ἐπιπολαίῳ, ὕπνος ἄκος. τῇ δ’ ἐξ ὕπνου ἐγρήγορσις ἐνίοις.

Ἐπιπόλαιον δίψαν ἀκουστέον ἐστὶ τὴν πάνυ σμικρὰν, ἥτις οὔτ’ ἀπὸ παντὸς τοῦ σώματος οὔτ’ ἀπὸ μεγάλης διαθέσεως γίνεται τῶν κατὰ γαστέρα μορίων, ἀλλ’ ὡς Ἐρασίστρατος ἔφη, ξηραινομένων ἢ ἐκθερμαινομένων τῶν τόπων δι’ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος τὴν κοιλίαν. ταύτης οὖν τῆς δίψης ἴαμά ἐστιν ὁ ὕπνος ὑγραινομένου τοῦ βάθους, ὡς ἂν εἴσω ῥέποντος ἐν τοῖς ὕπνοις τοῦ αἵματος. ἔμπαλιν δὲ τοῖς ἐξ ὕπνου διεγερθεῖσιν, ὅταν ἐπιπόλαιος ᾖ δίψα, παύεται ῥᾳδίως ἐγρηγορόσι, τὸ γὰρ τοιοῦτον δίψος γίνεται, θερμαινομένων ἐνίοτε τῶν μορίων, ὧν

199
ἔφην Ἐρασίστρατον ἐμνημονευκέναι. θερμαίνεται δὲ κατὰ τὴν τῶν σιτίων πέψιν ἐν τῇ γαστρί. γινομένης γὰρ αὐτῆς ὑπὸ τοῦ ἐμφύτου θερμοῦ παραπλησίως τοῖς ἑψομένοις, ὥσπερ ἐκείνοις ἀναφέρεταί τι ἀτμὸς θερμὸς, οὕτω συμβαίνει ποτὲ καὶ κατὰ τὴν κοιλίαν καὶ μάλιστα τοῖς ἀκρατέστερον οἶνον πεπωκόσιν. ἀλλ’ ἐὰν ἐγρηγορότων αὐτῶν ἡ γαστὴρ κενωθεῖσα μηκέτ’ ἀναπέμπῃ τοὺς ἀτμοὺς, ἥ τ’ ἐν τοῖς τεθερμασμένοις μέρεσι θερμασία διαφορηθῇ, παύονται διψῶντες. ἔνιοι μέντοι διψώδεις ἐξ ὕπνου γίνονται, διὰ τὴν τῶν ἐδηδεσμένων ἢ πεπομένων θερμότητα τῆς γαστρὸς ἐκθερμανθείσης, ἥτις οὐ καθίσταται χωρὶς τῆς ἔξωθεν ἐπικουρίας. οὕτως γοῦν οἱ πολλοὶ τῶν ἔθος ἐχόντων ψυχροποτεῖν ὤνηντό ποτε πιόντες ὕδωρ ψυχρὸν ἐν τοιούτῳ καιρῷ, πρὸ τοῦ λούσασθαί τε καὶ τροφὴν προσενέγκασθαι. διὰ τοῦτ’ οὖν ἐν τῇ δευτέρᾳ διαφορᾷ τοῦ δίψους προσέθηκε τὸ ἐνίοις. οὐ γὰρ ἅπασιν, ὡς ἐπιδέδεικται, τοῖς ἐξ ὕπνου διψῶσιν ἡ αὐτὴ διάθεσις γίνεται. ταύτην δ’ οἵ τε 
200
παλαιοὶ τῶν ἐξηγητῶν ἐπίστανται τὴν γραφὴν, ἔν τε τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρίσκεται.

Αὖθις οἶσι πλεῖστον τὸ θερμὸν μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος. δυοῖν δὲ μεγάλων μεγάλα καὶ τὰ ἔγγονα γίνεται.

Προεῖπον ἄρτι τῆς ῥήσεως ταύτης τὴν γραφὴν τὴν ἀρχαίαν οὐχ οὕτως, ἀλλ’ ἐν οἷσι πλεῖστον τὸ θερμὸν ἐκεῖνοι τῶν ἐξηγητῶν ὅσοι τοῦ τέλους τῆς προτέρας ἀφείλοντο τὸ ἐνίοις. λέγωμεν οὖν ἤδη περὶ τῆς κατὰ τὴν προκειμένην ῥῆσιν ἀληθείας. οἶς γὰρ πλεῖστόν ἐστι τὸ θερμὸν ἐν τῇ καρδίᾳ δηλονότι, ταύτην γὰρ ἐδείξαμεν οἷον ἑστίαν εἶναι τῆς ἐμφύτου θερμασίας, ἀναγκαῖόν ἐστι καὶ τὸν εἰσπνεόμενον ἀέρα πλεῖστον εἶναι· καὶ γὰρ καὶ τοῦτ’ ἐδείχθη κατὰ τὸ περὶ χρείας ἀναπνοῆς. εἰ δ’ ἐστὶ πλεῖον τὸ θερμὸν

201
ταῖς τοιαύταις φύσεσιν, εἰσπνεῖταί τε καὶ πάλιν ἀντεκπνεῖται. διὰ τοῦτ’ εἰ τὴν φωνὴν ἐροῦμεν γίνεσθαι μεγάλην, ἀδιορίστως ἀποφηνάμενοι σφαλησόμεθα. δέδεικται γὰρ ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασι ἀδύνατον εἶναι γενέσθαι τὴν φωνὴν μεγάλην, ἄνευ τοῦ πολὺν ἀέρα ταχέως ἐκπνεῖσθαι. γίνεται δὲ τοῦτο τῆς τραχείας ἀρτηρίας καὶ τοῦ λάρυγγος εὐρέων ὑπαρχόντων. ἐὰν δὲ καὶ ὁ θώραξ ὅλος ᾖ μέγας, οὐ μόνον μεγαλοφώνους ἐργάζεσθαι τοὺς ἀνθρώπους, ἀλλὰ καὶ πλεῖστον φωνεῖν δυναμένους, ὥσπερ οἱ κήρυκες, ὅταν τὸν καλούμενον πόδα λέγουσιν. ἐπεὶ τοίνυν ἥ τε καρδία εὐρύνεταί τε καὶ αὐξάνεται κατὰ τὴν ἐν τῇ μήτρᾳ διάπλασιν εὐθέως ἐξ ἀρχῆς, ἐφ’ ὧν ἐστι τὸ ἔμφυτον θερμὸν πλεῖστον, ἀνάλογον δὲ ταύτῃ καὶ ὁ θώραξ, ὡς τὸ πολὺ μέγας γίνεται καὶ τούτῳ πάλιν ἐξ ἀνάγκης ἕπεται τοῦ πνεύμονος μέγεθος, ᾧ πάλιν ἀκολουθεῖ τὸ τῆς τραχείας ἀρτηρίας ὡς τὸ πολὺ καὶ ταύτῃ τὸ τοῦ λάρυγγος. εἰκότως ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει τοὺς πολυθέρμους φύσει μεγαλοφώνους
202
ὑπάρχειν. εἰ γὰρ δὴ πάντῃ τε καὶ πάντως ἀνάλογον τῷ μεγέθει τῆς καρδίας ὁ θώραξ ηὐξάνετό τε καὶ οὐ παρενέπιπτέ ποτε μοχθηρὰ διάπλασις, οὐκ ἂν ὡς τὸ πολὺ τοὺς πολυθέρμους ἔφην γενέσθαι μεγαλοφώνους, ἀλλὰ διὰ παντός. οὐ μὴν οὐδ’ ὥσπερ ἀνάλογον τῷ θώρακι τὸ μέγεθος ἀεὶ τοῦ πνεύμονος εὑρίσκεται, οὕτω καὶ τῷ τούτου μεγέθει τὰ τρία γένη τῶν κατ’ αὐτὸν ἀγγείων ἀνάλογον αὐξάνεται. φαίνεται δὲ κᾀν ταῖς ἀνατομαῖς τῶν ζώων οὐκ ἀκριβῶς ἡ ἀναλογία φυλαττομένη. ἀλλ’ ἐν μὲν δὴ τούτοις τοῖς μορίοις ὀλίγον τι τὸ μὲν ὑπερβάλλον εὑρίσκεται, τὸ δὲ ἐλλεῖπον. ἀξιόλογον δ’ ἐν τῇ καρδίᾳ πρὸς τὸν θώρακα καὶ τουτέστι τὸ μάλιστα ποιοῦν τοῖς ἐπίσης θερμοῖς ἀνθρώποις ὀλιγάκις διαφορὰν ἀξιόλογον ἐν τῷ τῆς φωνῆς μεγέθει. ὁ μὲν οὖν Ἱπποκράτης τῷ πλήθει τοῦ ἀέρος ἀναφέρει μόνῳ τὸ μέγεθος τῆς φωνῆς. ἔστι δ’ οὔτε μόνον οὔτε πρῶτον ἀξίωμα τοῦτο τῶν τὴν φωνὴν μεγάλην ἐργαζομένων αἰτίων. ὕλη γάρ ἐστι μεγάλης φωνῆς ὡς ἐν τοῖς περὶ τούτων ὑπομνήμασιν ἐδείχθη.

203
Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοὶ, οὗτοι ἐπίφλεβοι καὶ ὀξυθυμότεροι.

Ὅτι διττὸν οἶδε κατὰ τὸ σῶμα ζώων τὸ θερμὸν ὁ Ἱπποκράτης, ἕτερον μὲν ὅπερ αὐτὸς ἔμφυτον ὀνομάζει, τὴν οὐσίαν ἔχον ἐν αἵματί τε καὶ ἐν τοῖς ἐναίμοις σπλάγχνοις, ἕτερον δὲ δριμὺ καὶ δακνῶδες καὶ πυρῶδες, ἐν ᾧ γένει καὶ ὁ πυρετός ἐστιν, ἐν πολλοῖς ἤδη τῶν συγγραμμάτων αὐτοῦ δέδεικται. γέγραπται δέ μοι καὶ καθ’ ἓν ὑπόμνημα τελέως περὶ τοῦδε, καθ’ ὃ τὴν ἐπιγραφὴν ἐποιησάμην, ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμὸν, οὗ ἡ ἀρχὴ τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἀπολογοῦμαι δ’ ἐν αὐτῷ ὑπὲρ τοῦ Ἱπποκράτους, λύων τὰ Λύκου πρὸς τὸν ἀφορισμὸν ἐγκλήματα καὶ δεικνὺς διὰ τὴν τῶν ἀρίστων δογμάτων ἄγνοιαν ἐπηρεάζοντα τῷ Ἱπποκράτει τὸν Λύκον. ἀλλὰ

204
ταύτης γε τῆς θερμασίας τὴν διαφορὰν οὔτε Λύκος οὔτε ἄλλος τις ἢ Ἐρασιστράτειος ἢ Ἡροφίλειος ἢ ἐμπειρικὸς ἐγίνωσκε καὶ διὰ τοῦτο κακῶς ἐξηγήσαντο πάμπολλα τῶν ὑφ’ Ἱπποκράτους γεγραμμένων. οὐ μὴν τούς γε Ἱπποκρατείους ἄνδρας ἐχρῆν ἐπιλαμβάνεσθαι τῶν δογμάτων αὐτοῦ τὰς ἐξηγήσεις ποιουμένους, ὡς μιᾶς οὔσης τῷ γένει τῆς ἐν τοῖς ζώοις θερμασίας. ἀλλ’ ὅταν ἀκούσωσιν ἢ Ἱπποκράτους ἤ τινος ἄλλου θερμοκοιλίους ὀνομάζοντός τινας, ἐπισκέψασθαι βέλτιον ἦν ὅπως εἴρηται τοὔνομα, πότερον τὸ ἔμφυτον θερμὸν ἐν τῇ γαστρὶ δαψιλὲς ὑπάρχειν ἀποφηναμένου τοῦ τὴν λέξιν εἰπόντος ἢ γράψαντος ἢ τὸ ἕτερον, ὃ πολλάκις μὲν ἐπίκτητον, ἐνίοτε δ’ οὐ φύσει, καί ποτε καὶ παρὰ φύσιν ὀνομάζομεν, ᾧ θερμῷ τοὺς θερμοτέρους συμβέβηκε δακνώδη τε καὶ θερμὴν ἔχειν τὴν ἀναπνοὴν καὶ διὰ τοῦτο πυρέττειν εὐθέως, ἐπειδὰν τύχῃ τὸ δέρμα στεγνωθὲν ὡς οἵ γε τὸ ἕτερον θερμὸν ἔχοντες πλεῖστον, ἐπισχεθείσης τῆς διαπνοῆς, πληθωρικώτεροι μὲν γίνονται, πυρετῷ δ’ οὐχ ἁλίσκονται. διὰ ..... καὶ τοίνυν καὶ ὅτε κατὰ τὴν γαστέρα 
205
τουτὶ τὸ ἔμφυτον θερμὸν πλεονάζον ἀρίστας ἐργάζεται τὰς πέψεις τῶν σιτίων, ὡς αὐτὸς ἐν ἀφορισμοῖς ἐδήλωσεν εἰπὼν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσιν καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τροφῆς οὖν πλείονος δεῖται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. καθάπερ οὖν τῶν τοιούτων κοιλιῶν ἐστι γνώρισμα τὸ πέττειν ἀμέμπτως τὰς τροφὰς, οὕτως τῶν ψυχροτέρων μέν τὸ εἰς ὀξύτητα τρέπειν, τῶν θερμοτέρων δ’ εἰς κνισώδη ποιότητα. τοῖς μὲν οὖν καλῶς πέττουσι τὰ σιτία τό θ’ αἷμα χρηστόν ἐστι καὶ σύμμετρος ἕπεται σάρκωσις ἢ καὶ πλείων ἐνίοτε τοῦ δέοντος, ὅταν ἀργότερον αὐτοῖς διαιτωμένοις καὶ λουομένοις, τὸ δ’ ἧττον εἰς εὐσαρκίαν τῇ τοῦ σώματος ἕξει. ἐπειδὰν δὲ φθάσῃ πλῆθος ἀθροισθὲν, εἰς νόσους ἐμβάλλει ὅλον τὸ σῶμα. τοῖς δὲ διὰ τὴν δυσκρασίαν τῆς γαστρὸς ἀπεπτοῦσί τε καὶ διαφθείρουσιν εἰς καπνώδη καὶ κνισώδη ποιότητα τὰ σιτία μοχθηρὸν μὲν ἀθροίζεται κατὰ τὰς φλέβας αἷμα, μοχθηρὰ δὲ ἡ
206
τοῦ σώματος ὅλου γίνεται θρέψις. ἐπὶ τούτων οὖν ἀκούειν σε χρὴ τοῦ προκειμένου λόγου. τῷ μὲν γὰρ ἥπατι καὶ τῇ καρδίᾳ τὸ ἔμφυτον θερμὸν ἐξ ἀρχῆς ὑπάρχει πολὺ, ταῖς σαρξὶ δὲ ἐκ τοῦ αἵματος ἐπεισέρχεται, καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστι ψυχρὰς αὐτὰς εἶναι κατὰ τὰς τοιαύτας φύσεις τῶν σωμάτων, ὁποῖα καὶ νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς ἂν μὴ χορηγουμένας αἷμα δαψιλὲς, ἀλλ’ ὀλίγον τε καὶ μοχθηρόν. ἀμφότερα γὰρ γίνεται τοῖς δυσκράτοις τὴν γαστέρα κατὰ τὴν πυρώδη θερμασίαν, ὑπέρχεσθαι μὲν τὰ σιτία διαφθειρόμενα καὶ διὰ τοῦτο ὀλίγης ἐξ αὐτῶν ἀπολαβεῖν τὸ σῶμα τροφῆς, εἶναι δὲ καὶ αὐτὴν ταύτην οὐκ ἀγαθὴν διὰ τὸ μὴ πεπέφθαι καλῶς. οὐ γὰρ οἷόν τε γεννηθῆναι χρηστὸν αἷμα κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας, ἀπεπτηθέντων τε καὶ διαφθαρέντων ἐν τῇ γαστρὶ τῶν σιτίων. εἰ μὲν οὖν ὀλίγον, οὐ μὴν μοχθηρὸν ἦν τὸ κατὰ τὰς φλέβας αἷμα, συνέβαινεν ἂν ἑλκύσαι αὐτὸ τὰς σάρκας, αὐτὰς μὲν ἧττον τρέφον, ἐκκενοῦν δ’ ἐκείνας, ὡς συνεστάλθαι τε καὶ φαίνεσθαι μόγις- ἐπεὶ δὲ οὐ μόνον ὀλίγον, ἀλλὰ καὶ μοχθηρόν
207
ἐστιν, οὐδὲ τόθ’ ἑλκύσουσι, κἂν δέωνται, καθάπερ οὐδ’ ἡμεῖς αὐτοὶ προσιέμεθα τὰ κεκνισωμένα καὶ τινας ἑτέρας μοχθηρὰς ἔχοντα ποιότητας ἐδέσματα, κἂν πάνυ σφόδρα τροφῆς ὀρεγόμεθα. καὶ γὰρ καὶ ἡ ὄρεξις αὐτὴ παύεται γευσαμένων ἡμῶν τοιούτου σιτίου. κατὰ τοῦτ’ οὖν αἱ σάρκες ἐκ τῶν φλεβῶν ὀλίγον ἕλκουσιν εἰς τρέψιν αὐτὸ τὸ ἀναγκαιότατον, ὡς κατὰ βραχὺ χρόνῳ πλείονι κατὰ τὰς φλέβας ἀθροίζεσθαι μοχθηρὸν αἷμα. καὶ διὰ τοῦτ’ ἐν ταῖς φλεβοτομίαις οὐκ ἂν ἴδοις ποτὲ τῶν τοιούτων ἀνθρώπων ἐρυθρὸν αἷμα ῥέον, ἀλλ’ ὡς ἂν εἴποι τις ἑτέραν ἔχον χρόαν εὑρίσκεται τοῦτο, εὐθὺς δὲ καὶ δυσῶδες. καὶ εἰ ἐκ πολλοῦ χρόνου μὴ εἴη κεκενωμένος ὁ ἄνθρωπος, μέλαν φαίνεται τὸ αἷμα τὸ κατὰ τὴν φλεβοτομίαν ἐκκενούμενον, ἄλλοτ’ ἄλλην ἔχον ἐν πάχει τε καὶ λεπτότητι σύστασιν, ἐνίοτε μὲν ὀῤῥῶδες καὶ λεπτότερον, ἐνίοτε δὲ παχύτερον ὥσπερ δὴ καὶ λίαν παχὺ καὶ μέλαν φαίνεταί ποτε, παραπλήσιον ὑγρᾷ πίττῃ. ταῦτ’ οὖν ἅπαντα τὰ νῦν ἐπικεφαλαίως εἰρημένα
208
κατ’ ἄλλα μέν τινα τῶν εἰρημένων ὑπομνημάτων καὶ μάλιστα τῆς θεραπευτικῆς μεθόδου τελέως ἐξείργασται, νυνὶ δὲ διὰ συντόμων εἴρηται παραλελειμμένα τοῖς ἐξηγηταῖς. εἰώθασι γὰρ πλεονάζειν μὲν ἐν τοῖς ἀχρήστοις, ἐκλείπειν δ’ ἐν τοῖς χρησιμωτάτοις. ἐγὼ γοῦν ἐπειδὴ πάνυ χρήσιμός ἐστιν ὁ προκείμενος λόγος, ἀναλαβὼν αὐτὸν ἐπὶ κεφαλαίων αὖθις ἐρῶ, συνάψας τῇ τῆς προκειμένης ῥήσεως ἐξηγήσει. θερμοκοιλίους μὲν ἡγητέον αὐτὸν λέγειν, οὐχ ὥσπερ τοὺς παῖδας εἶπε καὶ τοὺς ἀθλητὰς πολὺ τὸ ἔμφυτον ἔχειν θερμὸν, οὐδ’ ὡς ἐν χειμῶνι τὰς κοιλίας τῷ φυσικῷ θερμοτάτας θερμῷ ὑπάρχειν, ἀλλ’ ὡς τὸ δακνῶδές τε καὶ μοχθηρὸν θερμὸν οὐκ ὀλίγον ἔχοντας ἐν τῇ δυσκράτῳ γαστρί. τοὺς τοιούτους δὲ ψυχροσάρκους εἰκότως ὠνόμασεν, ἀτροφοῦντας ἀπορίᾳ χρηστῆς τε ἅμα καὶ δαψιλοῦς τροφῆς, ἣν ἐκ τοῦ κατὰ φύσιν αἵματος ἔχουσιν ἐν τοῖς εὐκράτοις σώμασιν. ἕπεται δὲ τῇ τοῦ αἵματος ἐνδείᾳ ψυχρὰς γίνεσθαι τὰς σάρκας, ἐπίκτητον δὴ τὴν θερμασίαν ἐξ αἵματος ἐχούσας,
209
οὐκ οἰκείαν, οὐδ’ ἔμφυτον ὡς ἧπάρ τε καὶ καρδία. λεπτοὶ δὲ ἐξ ἀνάγκης οὗτοι γίνονται διὰ τὴν ἔνδειαν τῶν σαρκῶν, ὧν αἱ μειώσεις τε καὶ αὐξήσεις εἰς λεπτότητα καὶ παχύτητα τὸ σύμπαν σῶμα προάγουσι. λέγει δὲ τοὺς αὐτοὺς τούτους ἐπιφλέβους ὑπάρχειν ὥσπερ εἰ καὶ οὕτως εἶπε· τοῖς τοιούτοις ἐπιφανεῖς αἱ φλέβες εἰσὶ, τουτέστιν ἐκκείμεναι, ὡς ἂν αὗταί γε πλήρεις αἵματος οὖσαι καὶ γεγυμνωμέναι διὰ τὴν ἔνδειαν τῶν σκεπουσῶν αὐτὰς σαρκῶν. ἀλλὰ καὶ ὀξυθυμοτέρους αὐτοὺς εἶναί φησι, οὐχ ἁπλῶς ὀξυθύμους ἢ ὑπερβολικῶς ὀξυθυμοτάτους, ὅπερ ἂν ἔπαθον εἰ τὸ κατὰ τὴν καρδίαν θερμὸν ἦν πάμπολυ. τὸ δ’ ἐν τῇ γαστρὶ τῇ κακώσει τοῦ στόματος αὐτῆς ὀξυθυμοτέρους ἐργάζεται. δέδεικται γὰρ ὡς καὶ τοῦτο τὸ μόριον ἑαυτῷ συνδιατίθησι τὴν ψυχὴν, ἀργαλεωτέρους μὲν ἐργαζόμενον εἰς τὸ νοῆσαι καὶ πρᾶξαι, καθ’ ὃν ἂν χρόνον ἑαυτοῦ γένηται ψυχρότερον. ἑτοιμοτέρους δὲ καὶ ὀργιζομένους ἐπὶ μᾶλλον θερμανθὲν, οὐ τῇ κατὰ φύσιν δηλονότι θερμασίᾳ, τῇ δ’ ἐπικτήτῳ τε καὶ παρὰ φύσιν, περὶ ἧς ὁ λόγος ὅδε σύμπας 
210
ἡμῖν διήνυται. τοῖς δ’ Ἱπποκρατείους μὲν ἑαυτοὺς ὀνομάσασιν, ἀγνοοῦσι δὲ τὰ κυριώτατα δόγματα τῆς Ἱπποκράτους τέχνης, οἷς καὶ τὰ διὰ τῆς ἐμπειρίας φαινόμενα μαρτυρεῖ, μέμψασθαι δίκαιον, οὐχ ὡς ἡμεῖς εἰρήκαμεν, ἀλλ’ ἑτέρως ποιησαμένοις τὴν ἐξήγησιν. οἴονται γὰρ ἐπὶ τῶν θερμοτέρων κοιλιῶν τὰ τοῦ συμφύτου θερμοῦ ῥέπειν εἰς τὸ βάθος, ἀπολείπειν δὲ τὰ ἐκτὸς μέρη, καὶ διὰ τοῦτο ψυχροσάρκους ἐργάζεσθαι τοὺς ἀνθρώπους. ἀλλ’ αἱ τοιαῦται ῥοπαὶ κατὰ μὲν τὰς ὥρας καὶ τὰς χώρας καὶ ὅλως τὰς καταστάσεις τοῦ περιέχοντος καὶ ἐγρηγόρσεις τε καὶ ὕπνους γίνονται, καθάπερ γε κᾀν τοῖς ψυχικοῖς πάθεσι, λύπαις καὶ φόβοις, ἡδοναῖς τε σωματικαῖς καὶ χαραῖς ψυχικαῖς. οὔτε δὲ φυσικὴ κατασκευὴ σώματος οὔθ’ ἡλικία ἐργάζεται τοιαύτην μετάστασιν ἐμφύτου θερμασίας, ἀλλ’ εἰσὶν, ὡς κᾀν τοῖς ὑγιεινοῖς ἐδείχθη, μοχθηραὶ κατασκευαὶ σώματος, ἔνια μὲν ἐν ὅλῳ τῷ ζώῳ δυσκρασίαν ἔχουσαι, τινὲς δ’ ἐν τῇ τῶν μορίων ἀνωμάλῳ κατασκευῇ, καθάπερ καὶ ἡ κατὰ τὴν προκειμένην ῥήσιν εἰρημένη, περὶ τῶν ἐν μοχθηρᾷ καταστάσει
211
τὴν κοιλίαν ἐχόντων, οὐκ ἐν ἀρίστῃ καθάπερ, αἱ τὸ ἔμφυτον ἔχουσαι θερμὸν πολύ. καὶ διὰ τοῦτο εἰς εὐσαρκίαν συντελοῦσαι τὰ μέγιστα καὶ παχύνουσι τὴν ἕξιν, οὐ καθαιροῦσι καὶ λεπτύνονται ταῖς δυσκράτοις ὁμοίως.

Αὐχμῶν ἐπὶ γῆς, οἰωνῶν γένος εὐθενεῖ.

Οἱ γὰρ ὄρνιθες, ὡς ἂν ξηρότεροι τὴν κρᾶσιν ἡμῶν ὄντες, ἐν τοῖς αὐχμοῖς ὑγιαίνουσι μᾶλλον. ἴσμεν δὲ καὶ τροφαῖς αὐτοὺς ξηροτέραις ὀλίγῳ τε ποτῷ χρωμένους, οὐχ ὥσπερ οἱ σύες ὕδατι συνεχῶς λούεσθαι ποθοῦντες, ἐμπίπλασθαί τε συνεχῶς οὐκ ὀλίγου ποτοῦ.

Τράγος ὁκότερος ἂν φανῇ ἔξω ὄρχης, ἢν μὲν δεξιὸς, ἄῤῥεν, εὐώνυμος δὲ θῆλυ.
212

Ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, ὥσπερ ἥ τε τοῦ σπέρματος αὐτοῖς γένεσις ἄρχεται καὶ τριχῶν τῶν ἐπὶ τοῖς αἰδοίοις, οὕτω καὶ ἡ τῶν ὄρχεων αὔξησις ἀθρόα, καθάπερ γε ταῖς παρθένοις ἡ τῶν τιτθῶν ἅμα τῇ τῶν καταμηνίων φορᾷ. τηνικαῦτα τοίνυν καὶ ἡ τῆς φωνῆς γίνεται μεταβολὴ τοῖς ἄῤῥεσι μάλιστα, πρότερον γὰρ ὄντες ὀξύφωνοι, τελέως μὲν ἡβήσαντες ἀποτελοῦνται βαρύφωνοι, κατὰ δὲ τὸν μεταξὺ χρόνον οἱονεὶ βραγχώδης αὐτοῖς ἡ φωνὴ γίνεται. διὰ τί μὲν οὖν ἐπιφαίνεται ταῦτα πάντα κατὰ τὴν εἰρημένην ἡλικίαν, ὁ παρὼν οὐ χρῄζει λόγος ἀναζητεῖν· ὅτι δ’ ἐπιφαίνεται ταῦτα πάντα καὶ ἡ ἐμπειρία δείκνυσιν, ὥσπερ γε καὶ ὅτι τῶν ὄρχεων εἰ μὲν ὁ δεξιὸς πρότερον εἰς ὄγκον ἀρθείη, τὰ τοιαῦτα μειράκια τελεωθέντα καὶ ἀνδρωθέντα παῖδας ἄῤῥενας ἰσχύει μᾶλλον ἤπερ θηλείας. εἰ δ’ ὁ ἀριστερὸς ἔμπαλιν, οὕτω δὲ καὶ περὶ τῆς μήτρας φρονεῖ. κατὰ γοῦν τοὺς ἀφορισμοὺς ἔγραψεν, ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεια ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον. ἅπερ

213
οὖν εἴρηταί μοι περὶ τοῦδε κατὰ τὴν τῶν ἀφορισμῶν ἐξήγησιν, ἐπὶ τὸν ἐνεστῶτα μετοίσεις λόγον, αἰτίας μιᾶς οὔσης κοινῆς, ἐπί τε τῶν ἄῤῥένων καὶ τῶν θηλειῶν δι’ ἣν τὰ μὲν ἀριστερὰ μέρη τῶν θηλειῶν ἐστι γεννητικὰ, τῶν δ’ ἀῤῥένων τὰ δεξιά. λέλεκται δὲ περὶ τούτου κᾀν τοῖς περὶ χρείας μορίων.

Ὀφθαλμοὶ ὡς ἂν ἰσχύωσιν, οὕτω καὶ γυῖον καὶ χροὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσιν.

Εὔδηλον δὲ ὅτι προσυπακοῦσαι χρὴ τὸ ὡς ἂν ἰσχύος τε ἔχωσιν, ὅπερ ἔνιοι καὶ προσέγραψαν. ἡ γοῦν διάνοια τῆς ῥήσεως, ὡς ἐμοὶ δοκεῖ κάλλιστά τις ἐξηγήσασθαι, παραλιπὼν τὴν μοχθηρῶς εἰρημένην τοῖς πλείστοις, ἥδ’ ἂν μάλιστα γένοιτο· ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ὅπως ἄν τις ἀπὸ τῶν ὀφθαλμῶν διαγινώσκῃ περὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως. ἐπεὶ δὲ μάλισθ’ οὗτοι τὴν βεβαιοτάτην

214
ἐνδείκνυνται διάγνωσιν, ἐπὶ γοῦν τῶν λειποθυμησάντων ἢ ἄλλως ἐκλυθέντων τὴν δύναμιν οὔτε θεασάμενος χεῖρά τις ἢ σκέλος ἢ τοῦ προσώπου τἄλλα μόρια χωρὶς τῶν ὀφθαλμῶν ἐξευρεῖν τι δυνήσεται, περὶ τῆς κατὰ δύναμιν ἀῤῥωστίας τε καὶ ῥώμης, ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς θεάσαιτο, προδήλως γὰρ ἐν αὐτοῖς εὐτονία τε καὶ ἀτονία φαίνεται, τινῶν μὲν οὖν ὀξυδερκότων ἀναπεπταμένων τῶν βλεφάρων, ἐνίων δὲ μηδὲ διοῖξαι τελέως αὐτὰ δυναμένων. καὶ ἡ χρόα δ’ αὑτῶν καὶ ὁ ὄγκος ἐνδείκνυταί τι περὶ τῆς δυνάμεως. ἀῤῥωστούσης μὲν γὰρ αὐτῆς οἱ ὀφθαλμοὶ κοῖλοί τε καὶ αὐχμηροὶ καὶ κακόχροοι φαίνονται. ῥωσθείσης δ’ εὐχροοῦσί τε καὶ εἰς ὄγκους αἴρονται καὶ στιλπνὴν ἔχουσιν ὑγρότητα. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται γινόμενα καὶ χωρὶς τοῦ τὴν αἰτίαν ἐπίστασθαι, δι’ ἣν γίνεται. δήλη δὲ καὶ ἡ αἰτία τοῖς ἐπισταμένοις ὁποία ἐστὶν ἡ φύσις τῶν ὀφθαλμῶν, ὅπερ ἐν ἄλλοις τε καὶ τοῖς ὀπτικοῖς λόγοις ἀπεδείξαμεν, ὡς αὐγοειδὲς πνεῦμα ψυχικὸν ἐξ ἐγκεφάλου πλεῖστον εἰς ὀφθαλμοὺς παραγίνεται. τοῦτ’
215
οὖν ὅταν ἄῤῥωστον ἢ ὀλίγον ᾖ, κατὰ τοὺς ὀφθαλμοὺς τὰ ἄρτι λελεγμένα συμπτώματα συμβαίνουσι καὶ ἡ χροιὴ δὲ, φησὶ, τουτέστι τὸ χρῶμα, μεταβάλλει πρὸς τὸ βέλτιον ἢ χεῖρον. εὔδηλον δὲ εἴτε περὶ τῶν ὀφθαλμῶν ἔτι ποιεῖται τὸν λόγον εἴτε περὶ τῆς καθ’ ὅλον τὸ σῶμα χροίης, ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι, τῶν μὲν ὀφθαλμῶν ὥσπερ ἰσχὺν καὶ ἀσθένειαν, οὕτω καὶ εὔχροιάν τε καὶ δύσχροιαν ὑπαλλαττομένων, ἀκολουθούσης δὲ τούτοις καὶ τῆς καθ’ ὅλον τὸ σῶμα διαθέσεως. ἐὰν μὲν γὰρ εὐχροῶσιν οἱ ὀφθαλμοὶ, τὸ γυῖον ὑγιεινῶς ἔχειν δηλοῦσι, τουτέστι τὸ σῶμα ὅλον. κακόχροιαν δέ τινα ἔχοντες καὶ εὐθὺς τὸ πᾶν βεβλάφθαι δηλοῦσι. θᾶττον δὲ τῶν ἄλλων μορίων ἐν ὀφθαλμοῖς ἡ μεταβολὴ φαίνεται τῶν χρωμάτων διὰ τὸ καθαρόν τε καὶ λαμπρὸν αὐτῶν, οὐ μόνον δὲ τοῦτο δύναται σημαίνειν ἡ λέξις, ἀλλὰ τὴν ἐν ὅλῳ τῷ σώματι μεταβολὴν τῆς χρόας ἕπεσθαι τοῖς κατὰ τὸν ὀφθαλμὸν σημείοις. ἀπὸ μὲν οὖν τῶν ὀφθαλμῶν οὕτως ἡ διάγνωσις ἐφ’ ὅλον τὸ σῶμα μετάγεσθαι δύναται, καθ’ ἑαυτὴν δὲ τὴν λέξιν ἐξηγεῖσθαι δυνατὸν 
216
ἄνευ τῶν ὀφθαλμῶν, ἐὰν συνάπτῃ τις αὐτῇ τὴν ἐπιφερομένην. ἑξῆς οὖν ἀπ’ ἄλλης ἀρχῆς οὕτως αὕτὴν ἐξηγήσομαι.

Καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσι. δίκαιον δὲ ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι.

Τὴν χρόαν ἀνάλογον τῇ τροφῇ, τουτέστι τῷ αἵματι, πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἐν ᾧ καὶ φλέγματός τε καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν τε καὶ χεῖρον γίνεται. τὸ δ’ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδ’ ἄλλην τινὰ χρόαν ἔχον, ὅτι μὴ τὴν ἐρυθράν.

217
Σημεῖα θανατώδεα ἀνὰ δέρμα, θερμὸς ἀτμός. πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν.

Ἐάν τε κατ’ αἰτιατικὰς πτώσεις γεγραμμένον ᾖ, θερμὸν ἀτμὸν, ἐάν τε κατ’ εὐθείας θερμὸς ἀτμὸς, ἑκατέρως δὲ προσυπακούεται. βούλεται γὰρ ὁ νοῦς τῆς λέξεως εἶναι τοιοῦτος, ἐκ τῶν θανατωδῶν σημείων ἐστὶ καὶ ταῦτα, θερμὸν ἀτμὸν ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν. εἰ δὲ καὶ κατ’ εὐθείας πτώσεις θέλεις ἑρμηνεῦσαι τὴν αὐτὴν διάνοιαν, οὕτως ἂν εἴποις, μάλιστα σημεῖα θανατώδη, διὰ τοῦ δέρματος θερμὸς ἀτμὸς ἐκκενούμενος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν. ἀλλὰ τοῦτο μὲν αὐτὸ τῆς ψυχρᾶς ἐκπνοῆς, ὅτι τῶν ὀλεθριωτάτων ἐστὶ καὶ κατὰ τὸ προγνωστικὸν εἴρητο κατὰ τήνδε τὴν λέξιν, ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον

218
κάρτα ἤδη γίνεται. νυνὶ δὲ προσέθηκέ τι σύμπτωμα τοῖς οὕτως ἔχουσιν, οὐκ ἀεὶ γινόμενον. ἐκρεῖ γὰρ ἀτμὸς θερμὸς ἀθρόως ἐκ τοῦ δέρματος, ἀλλ’ οὔτε πᾶσιν, ὡς ἔφην, οὔτ’ ἐν παντὶ καιρῷ καὶ ταῦτ’ ἐχρῆν διδάσκειν τοὺς ἃ μὴ δεῖ φλυαροῦντας ἐξηγητάς. ἐπ’ ἐκείνων γὰρ μόνων εὑρήσεις τὸ τοιοῦτον γινόμενον, ἐφ’ ὧν προηγήσατο τοῦ θανάτου θερμότατος πυρετὸς ἐκφρύξας τὸ τῆς καρδίας σῶμα καὶ διὰ τοῦτο καταψύξας αὐτὴν ἐπὶ τῇ τελευτῇ. λυθέντος οὖν τοῦ ζωτικοῦ τόνου, νεκρουμένης τῆς καρδίας, ἐπὶ μὲν τῶν ἄλλων ἱδρώτων γίνονται συγκοπτικοὶ, περιουσίας ὑγρῶν οὔσης κατὰ τὸ σῶμα. τοῖς δὲ ἀπὸ τοῦ διακαοῦς πυρετοῦ προεξηρασμένοις ἀντὶ τῶν ἱδρώτων ἀτμὸς θερμὸς ἁπτομένῳ σοι φανεῖται διαπνεόμενος, οὐ μὴν οὐδ’ οὗτος ἐν παντὶ καιρῷ τοῦ νοσήματος, ἀλλ’ ὁπότε τῷ χρόνῳ προήκοντι καταψύχεται τὸ δέρμα, κενωθείσης τῆς ἀτμώδους οὐσίας, ἥτις ὑπὸ τοῦ διακαοῦς πυρετοῦ λεπτυνομένων τῶν χυμῶν ἤθροιστο κατὰ τὸν νοσοῦντα χρόνον. οὐ γὰρ δὴ κατ’ ἐκεῖνόν γε τὸν καιρὸν, ἐν ᾧ συμβαίνει νεκροῦσθαι τὴν καρδίαν,
219
οἷόν τε γεννηθῆναι μὴ ὅτι θερμὸν ἀτμὸν, ἀλλὰ μηδὲ ψυχρὸν ἢ χλιαρόν. ἅπασα μὲν οὖν καρδία πλησίον τοῦ θανάτου ψυχρὰν ἴσχει δυσκρασίαν, οὐ μὴν ἐν ἁπάσῃ γε νόσῳ θανατώδει τοιαύτη διὰ παντός ἐστιν, ἀλλ’, ὡς εἴρηται, θερμοτάτη πολλάκις ἐν τοῖς περικαεστάτοις. ὅταν οὖν νοσῇ ψυχρὰν δυσκρασίαν ἡ καρδία, τὸν θερμὸν ἀτμὸν οὐκ ἂν εὕροις ἐκκενούμενον, ὅταν ἐγγὺς τοῦ θανάτου γενόμενος ὁ κάμνων ἄρξηται ψυχρὸν ἐκπνεῖν, οὐδὲ προλελέπτυνται τοῖς οὕτως ἔχουσι τὰ ὑγρὰ, μήτε πυρετὸν διακαῆ πυρέξασι μήτε χυμοὺς ἔχουσι χολώδεις, θερμοὺς μὲν τῇ κράσει, λεπτοὺς δὲ τῇ συστάσει. ἐν γὰρ ταῖς ψυχραῖς δυσκρασίαις οἱ φλεγματώδεις καὶ ὠμοὶ καὶ παχεῖς καὶ ὅλως ψυχροὶ χυμοὶ πλεονάζουσιν, οὐχ οἱ χολώδεις καὶ θερμοὶ καὶ λεπτοί.

Τὰ δὲ ζωτικὰ ἐναντία.
220

Μάχεται τοῦτο φανερῶς τοῖς εἰρῆσθαι νομίζουσι θανατῶδες σημεῖον ἐν τῇ ῥινὶ τὸν θερμότατον πυρετόν. ὡς γὰρ ἀνταποδιδοὺς τῷ κατ’ ἀρχὴν εἰρημένῳ σημεῖα θανατώδεα νῦν ἔγραψε, τὰ δὲ ζωτικὰ ἐναντία. καίτοι κατὰ τὴν ἐκείνων ἐξήγησιν οὐ συνῆπται τῷ, θανατώδη σημεῖα, τὸ κατὰ ταῦτα γεγραμμένον, ἀνὰ ῥῖνα θερμότατον, καίτοι τὸ ἀνὰ ῥῖνα θερμότατον οὐκ ἔχει αὐτῷ προκείμενον, εἴτε θανατῶδές ἐστιν εἴτε μή. οὐ γάρ ἐστι θανατῶδες, εἰ μὴ προηγήσαιτο τὸ εἰρημένον ὑφ’ Ἱπποκράτους, πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν. ἐὰν γὰρ ἄνευ τούτου γένηται θερμότατος ἀτμὸς κατὰ τὸ δέρμα, δύναται λεπτομερῶν χυμῶν ἐν θερμῷ πυρετῷ σύμπτωμα γεγονέναι, μὴ πάντως θανάτου σημεῖον. ἀλλ’ ἔστιν ὅτε καὶ πρὸς ἀγαθοῦ διαπνεομένων τῶν λελεπτυσμένων χυμῶν, οὓς ὅταν ὦσι παχυμερέστεροι, δι’ αἰσθητῶν ἐκκρίσεων ἡ φύσις ἐκκενοῖ τοῦ σώματος, ἱδρῶτάς τε κενοῦσα καὶ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ ἔμετον ἐπάγουσα. ἔσται τοιγαροῦν τὰ πάντα τῶν εἰρημένων θανατωδῶν σημείων ζωτικὰ, τὸ μήτε

221
ψυχρὸν ἐκπνεῖν, μήτ’ ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἀτμὸν θερμόν. εἰκότως δὲ καὶ οἱ περὶ τὸν Ζεῦξιν ἰδίᾳ τὰ σημεῖα θανατώδεα προεξηγησάμενοι, περιεῖλον ὅλην τήνδε τὴν λέξιν ἐν ᾗ φησι, τὰ ζωτικὰ ἐναντία πρὸς ὑγίειαν.