In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.
102

Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως τούτοις προτάττεσθαι δύναται ταύτης, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος· τούτοις οἷς προσεῖπον, ἦσαν δὲ οἱ πυρεταίνοντες μὲν οὐκ ὀρθῶς ὑπὸ Προδίκου πρὸς κινήσεις ὑγιαίνουσιν οἰκείας ἀγόμενοι, συμβαίνει ταῦτ’ ἴσχειν ἃ νῦν εἶπεν, οὐχ ἅπαντα δηλονότι καθ’ ἕκαστον ἄνθρωπον. οὐ γὰρ οἷόν τε συνυπάρξαι τὸ ἔρευθος τῇ πελιώσει καὶ τῇ χλωρότητι, καὶ γὰρ ἀναιρετικόν ἐστιν ἕκαστον τούτων τῶν λοιπῶν δύο καὶ διαθέσεσιν οὐχ ὁμοίαις ἕπεται. τοῖς μὲν γὰρ τήν τε δύναμιν ἔχουσι μετρίως καὶ χρηστὸν τὸ αἷμα γυμνασθεῖσιν ἢ πυριασθεῖσιν ἐρεύθεται τὸ σῶμα. τοῖς δ’ ἀῤῥωστότερον ἢ κακοχυμότερον πελιοῦται καὶ χλωρὸν γίνεται. προτάττουσιν ἔνιοι τῆς προκειμένης ῥήσεως τὸ ὄγκοι, τοιάνδε ποιοῦντες τὴν λέξιν· ὄγκοι, φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης. ὁ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἶπε πλευρέων ὀδύναι λαπαραὶ, πιθανῶς τινὲς μετέγραψαν εἰς τὸ λαπάρας, ὀδύνας, γίνεσθαι βουλόμενοι τοῖς ἀκαίρως γυμνασθεῖσιν. οἵ γε μὴν ἐξηγηταὶ πάντες ἴσασι τὴν πλευρέων

103
ὀδύναι λαπαραὶ γραφὴν, ἀκούουσί τε λαπαρὰς τὰς ἄνευ φλεγμονῆς καὶ τάσεως ὀδύνας.

Ἄδιψος, συνέχειν στόμα, σιγᾷν, ἄνεμος σὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν.

Ἕν τι τῶν εἰς ἀνάμνησιν ἄγειν δυναμένων τῆς ὅλης ἐπὶ τῶν πυρεττόντων ἀγωγῆς ἔγραψεν ὁ Ἱπποκράτης τοῦτο, δυνάμενον ἐνδείκνυσθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆς Προδίκου προνοίας πυρεττόντων. οὐ γὰρ ἐξ ὧν διψῷεν οἱ ἐνθερμανθέντες εὔλογόν ἐστι πράττειν, ἀλλ’ ἐξ ὧν ἄδιψοι γενήσονται. ταῦτα δ’ ἐστὶ πρώτη μὲν ἡ ταῖς κινήσεσιν ἀντικειμένη τοῦ κάμνοντος σώματος ἡσυχία. δευτέρα δὲ τἄλλα, δι’ ὧν ἂν πραΰνοιτο, μᾶλλον οὐκ ἐξάπτοιτο τὰ κατὰ τὴν πυρετώδη διάθεσιν, ὧν ἕν ἐστι καὶ ἄδιψος τηρεῖν. δι’ ὧν δ’ ἄδιψος ἄν τις γένοιτο προσέθηκεν, ἐκπιὼν ἔχειν τὸ

104
στόμα καὶ σιγᾷν, ἄνεμόν τε ψυχρὸν σὺν τῷ ποτῷ εἰσάγειν, ὅπερ ἐστὶν ἐπισπᾶσθαι τῷ ποτῷ τὸν ψυχρὸν ἄνεμον. εἰ δὲ ποτῷ, πρόδηλον ὅτι καὶ χωρὶς τούτου κατὰ μόνην τὴν εἰσπνοὴν, ὥστε καὶ τοῦ κατὰ τὴν ἀναπνοὴν ἀέρος προνοητέον ἐστὶν, ὅπως μὴ θερμὸς ᾖ μᾶλλον τοῦ προσήκοντος καὶ μᾶλλον θέρους ὥρᾳ. τολμηρότερον δὲ κἀνταῦθα Καπίτων τε καὶ Διοσκορίδης ὑπαλλάξαντες τὴν παλαιὰν γραφὴν ἔγραψαν οὕτως τὴν λέξιν. ἄνεμον ἐν τῷ ποτῷ ψυχρὸν μὴ εἰσάγειν. ἀλλ’ ὁ μὲν Διοσκορίδης δευτέραν γραφὴν, ὡς εἴωθε, προσέθηκεν, ἐξ ὧν ἄνεμον ψυχρὸν εἰσάγειν. Καπίτων δὲ οὐδὲ τῶν δευτέρων ἠξίωσε τὴν ἐν ἅπασί τε τοῖς ἀντιγράφοις εὑρισκομένοις γραφὴν, ἅπασί τε τοῖς ἐξηγηταῖς ὁμολογουμένην, ἀλλὰ προσθεὶς αὐτῇ τὴν μὴ συλλαβὴν, ἀντὶ τοῦ ψυχρὸν εἰσάγειν, ψυχρὸν μὴ εἰσάγειν ἔγραψεν, ὡς οὐδέποτε δέον ἀναπνεῖν ψυχρὸν ἀέρα τὸν πυρέττοντα.

105
Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνης, εἴτε ὠτὸς, εἴτε πλευροῦ. σημεῖον οἱ ὀδόντες καὶ ἐφ’ οἷσι βουβῶνες.

Ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐξηγήμεθα κατὰ τὸ πρῶτον ὑπόμνημα.

Τὰ γινόμενα ἕλκεα καὶ φύματα, κρίνοντα πυρετοὺς, οἷσι ταῦτα μὴ παραγίνηται, ἀκρισίαι, οἷς ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί.

Καὶ αὕτη ἡ ῥῆσις ἐφεξῆς τῇ πρὸ αὐτῆς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν γεγραμμένη τῆς προσηκούσης ἐξηγήσεως ἔτυχεν ἐν τῷ πρώτῳ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων.

106
Τὰ στρογγυλουμένα πτύελα παρακρουστικὰ, οἶα ἐν Πληνῷ.

Τῶν πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴτιον ἢ πάχος καὶ γλισχρότης τῶν χυμῶν ἐν τοῖς τοῦ πνεύμονος βρογχίοις ἀθροιζομένων, τὸ δ’ οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμότης. καί τισι καὶ τῶν ἀπυρέτων ἐθεασάμην τοῦτο γινόμενον, ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦσι μηδὲν ἔχειν κακόν ὕστερον μέντοι πάντες οὗτοι φθινωδῶς συνετάκησαν. εἰ δὲ μετὰ πυρετοῦ ποτὲ γένοιτο, σὺν ἄλλοις σημείοις παρακρουστικοῖς συντελέσει τι καὶ αὐτὰ πρὸς τὴν τοῦ παρακρουστικοῦ πρόγνωσιν, ἄλλως δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαῤῥήσῃς μόνῳ ποτὲ, ἐπὶ προῤῥήσει παρασκοπῆς. τό γε μὴν ἴδιον παραφροσύνης σημεῖον πολλάκις ἠκούσατε. λέλεκται δὲ κᾀν εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν ὡς ἡ θερμότης προσγινομένη ἐκείνοις δύναταί τι συντελεῖν εἰς παραφροσύνην, τῷ πληροῦν κατὰ κεφαλήν. αὐτὴ δὲ καθ’ ἑαυτὴν οὐδαμῶς ἐστὶν ἱκανὴ

107
σημεῖον γενέσθαι παραφροσύνης καὶ μάλιστα φρενιτικῆς. ἔπειτα καὶ μετὰ τὰς ἀκμὰς τῶν πυρετῶν ὑποπαραφέρονται πολλοὶ, τῷ λόγῳ τῆς κατὰ τὴν κεφαλὴν πληρώσεως. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πρόσκειται τισὶ τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τὸ οἷον ἐν Πληνῷ, καθ’ ἕτερον δὲ τὸ ὡς ὁ σπλὴν οἵω. καὶ ὅσοι τῶν ἐξηγητῶν προσήκαντο τὴν γραφὴν, ὥσπερ καὶ ὁ Σαβῖνος, τόπου τινὸς ὄνομά φασιν εἷναι τὸ Πλήν. οὐ μὴν τίνος γε πόλεως ὁ τόπος οὗτός ἐστι προσέθεσαν τῷ λόγῳ.

Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ οὔτε φαγεδαίνῃ οὔτε δοθιῆσιν οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν.

Ἐλλείπει δηλονότι τὸ ἁλίσκονται καὶ χρὴ προσυπακούειν αὐτό. διὰ τί οὐχ ἁλίσκονται δῆλον. ἐκκρινομένης γὰρ τῆς

108
κακοχυμίας διὰ τῶν αἱμοῤῥοΐδων, καχεξίαι μέν τινες ἕπονται ἐνίοτε καθ’ ὅλον τὸ σῶμα καὶ ἄχροιαι καὶ ὕδεροι, νόσημα δ’ οὐδὲν τοιοῦτον. φαγεδαίνας δ’ ὅτι λέχει τὰ διαβιβρωσκόμενα τῶν ἑλκῶν, ἃ καὶ φαγεδαινικὰ καλοῦσιν οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται κᾀν τῷ πρώτῳ τῶν εἰς τὰ περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατ’ ἐκεῖνο διὰ τῆς αὐτῆς λέξεως ἡ ῥῆσις γέγραπται. τινές γε μὴν ἤκουσαν φαγεδαίνας, τὰς τῶν πολλῶν βρωμάτων ἐδωδὰς. ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι ἀμέτρους ὀρέξεις σιτίων, ὁμολογεῖται καὶ πρὸς ἡμῶν. οὐ μὴν τοιαύτης γε κακοχυμίας κινούσης ἄκος εἶναι τὰς αἱμοῤῥοΐδας, ἀλλὰ τῆς μελαγχολικῆς μᾶλλον. ὀξύτης δὲ χυμῶν ψυχρὰ, τὴν τοιαύτην ἐργαζομένη τῶν σίτων ὄρεξιν, ἤδη τισὶ καὶ τῶν τὰς αἱμοῤῥοΐδας ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δ’ ὄνομα μελάνων τινῶν ἐκφυμάτων ἐν ταῖς κνήμαις μάλιστα γινομένων ἐστὶ δηλωτικὸν, ἀπὸ τῆς κατὰ σχῆμα καὶ χρόαν καὶ μέγεθος ὁμοιότητος τῷ καρπῷ τῶν τερμίνθων γεγονός· τὸ δ’
109
ἐπὶ τῷ τέλει τῆς ῥήσεως γεγραμμένον. ἴσως δὲ οὐδὲ ἄλλοισιν, ἔνιοι γράφουσιν ἴσως δ’ οὐδ’ ἀλφοῖσιν. ἐπειδὴ καὶ οἱ ἀλφοὶ κακοχυμίας τινός εἰσιν ἔκγονοι, παρὰ τῷ δέρματι συνισταμένης.

Ἰητρευθέντος γε μὴν ἀκαίρως συχνοὶ, τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν καὶ ὀλέθρια οὕτω.

Ἀκαίρως θεραπεύονται τὰς αἱμοῤῥοΐδας οἱ μήτε φλεβοτομούμενοι κατὰ περιόδους μήτε δι’ ὑπηλάτων ἢ γυμνασίων κενούμενοι, μήτε καταλιπόντες ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάσας ἀθρόως ἐξαιροῦντες.

Καὶ ὅσαι ἄλλαι ἀποστάσιες οἷον σύριγγες, ἑτέρων ἄκος
110

Πολλάκις ἢ λιτὰς ἀποστάσεις εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεσιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίσεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τισι καὶ σύριγγές εἰσιν ἐκκαθαίρονται δι’ αὐτῶν τὰς περιουσίας τῶν χυμῶν. ὥσπερ οὖν ἐπὶ τῶν αἱμοῤῥοΐδων, οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε τὴν θεραπείαν ποιητέον ἐστί.

Σκῆψις μὲν ἐφ’ οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα κωλύει.

Τῆς παλαιᾶς γραφῆς οὔσης ταύτης, ἐπὶ τὸ σαφέστερον αὐτὸν μετατεθείκασι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ γενόμενα καὶ προγενόμενα γενομένη γράψαντες, ἵν’ ἐπὶ τὴν ἀπόσκηψιν ὁ λόγος ἀναφέρηται, πάντες δὲ ἤκουσαν τὴν σκῆψιν ἐπὶ τῆς ἀποσκήψεως εἰρῆσθαι. τάχα καὶ σφαλέντος τοῦ πρώτου γράψαντος βιβλιογράφου, ὡς ταῖς διανοίαις τὰ

111
αὐτὰ κατὰ πάσας τὰς γραφάς ἐστι. βούλεται γὰρ ὁ Ἱπποκράτης λέγειν τὰς ἀποσκήψεις, ἐφ’ οἷς ἂν πάθεσι γινόμεναι λύειν αὐτὰ δύνανται, τούτων προγενομένας κωλύειν γενέσθαι. δοκεῖ δέ μοι δύνασθαι καὶ οὕτως ἀκούειν τῆς ῥήσεως, εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο. σκέψις μέν ἐστι, πάντα ἐφ’ οἷσι γενόμενα ῥύεται, τούτων προγενομένων κωλύειν. γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η δίφθογγον καὶ τὸν τοῦ ε δι’ ἑνὸς χαρακτῆρος, ὃς νῦν μόνος σημαίνει τὸν ἕτερον φθόγγον τὸν η, πολλὰ γέγονεν ἁμαρτήματα τῶν ἐγγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων τὴν μετάθεσιν τῶν γραμμάτων ποιησαμένων. διὸ καὶ προσέχειν ἀκριβῶς χρὴ ταῖς τοιαύταις γραφαῖς ἐν αἷς δυνατόν ἐστι τὸν τοῦ η φθόγγον εἰς τὸν τοῦ ε μεταθέντας, ἢ τοὔμπαλιν γράψαντας ἐπανορθώσασθαι τὴν γραφήν. ὁμοίως δὲ κἀπὶ τοῦ ο΄ καὶ ω΄ ποιητέον, ἐπειδὴ καὶ τούτων ἀμφοτέρων οἱ φθόγγοι δι’ ἑνὸς χαρακτῆρος ἐγράφοντο.

112
Ἄλλου τόπου, τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται ἢ ἄλλοισιν αἱ κοινωνίαι.

Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν, οἱ αἱμοῤῥοΐδας ἔχοντες. ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτὰς, εἰρήσεται δὲ καὶ νῦν κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε. ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων, κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν, ἤτοι διὰ τόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι’ ἄλλην τινὰ αἰτίαν οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρίψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας, στήθεσι, μαζοῖς,

113
γονῆς, φωνῆς. ἔνιοι δὲ τὸ, ἄλλοισιν αἱ κοινωνίαι, γράψαντες, ἀλλοῖαι κοινωνίαι τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ ποιοῦσι, φάσκοντες ἐπ’ ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν, φασὶ, λέγει, διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν. οὕτω δὲ καὶ ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προσγραφὴν μέν τινα νομίζων εἶναι τὸ, ἀλλοῖαι κοινωνίαι. τὴν δ’ ὥσπερ ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον. οἷς οὐκέτι αἷμα πτύεται, τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει, ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν πτύα πτύουσιν. οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ διὰ τὴν ῥοπὴν, ἐφ’ ἣν ἤδη μεταβήσομαι.

114
Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν.

Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ’ ἐρῶ συντομώτερον αὐτήν. ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωσε ἐπ’ ἄλλα μόρια ποιήσεται τὴν ῥοπὴν, οὐκέτ’ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου, παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν· ἀφρῶδες μὲν, ὅταν ᾖ φλεγματικὸς, ὠχρὸν δ’ ὅταν πικρόχολος, μέλαν δ’, ὅταν μελαγχολικὸς· ὥσπερ γε ἐρυθρὸν, ὅταν τὸ αἷμα κατασκῆπτον ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ τ γράμμα προσθέντες, οὐ ῥοπὴν, ἀλλὰ τροπὴν

115
ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματος ἀξιοῦντες πτύεσθαι τὸ συγγενὲς τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ πικρόχολον, ἐνίοτε δ’ ἐπὶ τὸ μελαγχολικόν.