In Hippocratis Epidemiarum I
Galen
Galen, In Hippocratis Epidemiarum I
Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη τὰς ἑπομένας, πυρετὸς ὀξὺς, οὖρα λεπτά.
Τὰ μὲν ἄλλα τῆς ὑποστροφῆς ἐστὶ συμπτώματα, τὰ δ’ οὖρα τὰ λεπτὰ δηλοῖ τὴν νόσον ἄπεπτον ὑπάρχειν, ὥστ’ οὔτ’ εἰ καὶ μὴ μεγάλως ἦν τὰ φανέντα σημεῖα ὀλέθρια, σωθήσεσθαι τὸν ἄνθρωπον εἶπεν ἄν τις ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας, ὁρῶν τὴν ἀπεψίαν τῶν οὔρων. αὐτὸς γὰρ
Πάλιν δ’ εἰκοστῇ ἐκρίθη ἀπύρετος, οὐχ ἵδρωσεν.
Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετὸν, εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ἢ μόνον ὡς ἐδήλουν τὰ οὖρα διαμένοντα λεπτὰ, κατὰ ταύτην ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων συμπτωμάτων, ὡς ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν Ἑρμοκράτην. ὥσπερ δ’ ἐπὶ τεσσαρεσκαιδεκάτης ἡμέρας ἔγραψεν, οὐκ ἵδρωσεν οὕτως, καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ προσέθηκεν, ἀναμιμνήσκων τῆς. ἀσήμως γενομένης ῥᾳστώνης.
Ἀπόσιτος παρὰ πάντα χρόνον, κατενόει, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη, κατεκοιμᾶτο κωματώδης.
Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν ἀνορεξίαν δηλοῦσα, ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίνεται, κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν, ἔστι δ’ ὅτε διὰ τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθ’ ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνεργείας αἰσθάνεσθαι καὶ τὸ τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δ’ αὐτῆς ταύτης ἔργον
Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ, λεπτοῖσι πολλοῖσι ῥέουσα καὶ τὰς ἑπομένας, πυρετὸς ὀξὺς, γλῶσσα συνεκαύθη, ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε.
Τούτῳ τῷ ἀῤῥώστῳ ἡ τετάρτη καὶ εἰκοστὴ τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοστὴ πολὺ μᾶλλον ἐπὶ ταύτης ἐξ ἀναλογίας ἤνεγκαν τινὰς νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν τοῖς πολλοῖς ποιήσας, σβεννυμένης τῆς ἐμφύτου θερμασίας, ἀπύρετος ἐγίνετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν, ἐκ σηπεδόνος τῶν ὑπολοίπων χυμῶν, ἑξῆς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἀπέθανεν,
Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν. οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα ἢ λεπτὰ καὶ ἄχροα ἐναιωρήματα ἔχοντα, γενέσθαι οὐκ ἠδύνατο.
Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς ἐγεγράφει τὸ μὲν νῦν εἰρημένον, τὸ γενέσθαι οὐκ ἠδύνατο, ταὐτὸ σημαῖνον τῇ ἀπόσιτος φωνῇ. οὖρα δ’ ἀπὸ τῆς ἑπτακαιδεκάτης ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτὰ, προειρήκει δ’ , εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρὸν καὶ ἀκατάστατον ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἄμα περὶ πάντων ὧν ἀπεφήνατο, δυνάμει τοῦτο λέγει, ὡς οὔρησεν ἄλλοτ’ ἀλλοῖα, χρηστὸν δ’ ἀκριβῶς οὐδέποτ’ οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως νῦν προσέθηκεν.
Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προκειμένων χαρακτήρων τοῖς ἀῤῥώστοις εἶχεν
Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ.
Κᾀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον προσκεῖσθαι, συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ, καὶ γράφουσί γε κατὰ λέξιν οὕτως. διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, κᾀντεῦθεν τὴν ἀφορμὴν τῷ πυρετῷ γεγονέναι ὑπεμφαίνων. οὐ γάρ ἐστι ποηφάγον ζῶον ὁ ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ καὶ ὡς νεωτερισμόν ὑπέμεινεν. ἐνταῦθα μὲν ἐκεῖνοι ταῦτα γεγράφασιν, ἐπεὶ δ’ ἐν τούτῳ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς ἔλεγχον ἐξηγήσεων ἀλλοκότων ἐπείσθην τοῖς ἑταίροις γράψαι τινὰ, καὶ νῦν ὀλίγα προσθήσω, ταυτὸν εἶδος ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροσθεν μὲν ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον οὐκ ἀναγκαῖόν ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι διὰ παντὸς ὡς ποηφάγον ζῶον, ὥσπερ οὐδ’ εἰ πλησίον εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ’
Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη.
Πῦρ μὲν ὁ Ἱπποκράτης τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί μοι πολλάκις ἤδη· καὶ μέντοι καὶ ὅτι κυριώτερον ὥσπερ καὶ πᾶσιν ἀνθρώποις ἔθος ἐστὶ τὰ μικρὰ τῶν αἰτίων προφάσεις καλεῖν, οὕτω καὶ αὐτὸς ἐνίοτε προσαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ’ ἑαυτὰ νόσον οὐχ οἷά τέ ἐστιν ἐργάσασθαι, προϋπαρχούσῃ δὲ νοσώδει παρασκευῇ πλησιάσαντα τῆς ὅλης νόσου τὴν αἰτίαν ἔχειν ἐδοξάσθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν προκειμένου ἀῤῥώστου. τὸ γὰρ πολλῶν βαρύνεσθαι τὴν κεφαλὴν καὶ τὸν κρόταφον ἀλγεῖν, ἐνεδείκνυτο διάθεσίν τινα νοσώδη γεννᾶσθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον ὅτι καλῶς ἂν ἐπεποιήκει, πρὶν νοσῆσαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν, ἐξελέγξασαν αὐτοῦ τὸ ἐπίκαιρον τῆς διαθέσεως, ἑαυτὸν ἐγχειρήσας ἰατρῷ προφυλάξασθαι δυναμένῳ τὴν μέλλουσαν ἔσεσθαι νόσον.
Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρατον ἐῤῥύη αἷμα.
Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθε.
Τοῦτο μόνον αὐτὸ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου γεγονέναι. τὰ δ’ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς λέξιν γεγραμμένα.
Οὖρα λεπτὰ, ποικίλα ἐναιωρήματα ἔχοντα, κατὰ σμικρὰ, οἷον κρίμνα γονοειδέα. τρίτῃ πυρετὸς ὀξὺς, διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα, ὑπόστασις πελιὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροισιν ὑπόστασις πελιὴ, ὑπόγλισχρος.
Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα μοχθηρὰ γέγονεν ἐν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων εὔδηλόν ἐστιν, εἴρηται δ’ οὐκ
Τετάρτῃ ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδα, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ’ ἴξιν, ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά.
Καὶ ταῦτα πάντα τὰ εἰρημένα συμπτώματα μοχθηρὰ, πλὴν τὴν εἰς σπλῆνά τε καὶ ἀριστερὸν μηρὸν ὑποφαινόμενος ἀποστάσεως.
Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλανα διαχωρήμασι, νυκτὸς οὐχ ὕπνωσε, παρέκρουσε.
Ἔτι ταῦτα πάντα μοχθηρά. προσχῶμεν οὖν τοῖς ἐφεξῆς.
Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρὰ, ἔπαφρα, γλίσχρα, δυσώδεα· ὕπνωσε· κατενόει μᾶλλον.
Τὰ μὲν ὕπνωσε, κατενόει μᾶλλον, ἐπιεικῆ, τὰ δ’ ἄλλα μοχθηρά.
Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτὰ, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα, ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίαν.
Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ συμπτώματα σφαλερά.
Ἐνάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος· δεκάτῃ ταῦτα· ἑνδεκάτῃ κατενόει δι’ ὅλου πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ ἐπὶ κρίσιν.
Ἔοικεν ἰσχυρός τις ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ’ αὐτὸ, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος, οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος. ὅμως δ’ οὖν ἐπιμενόντων τῶν αὐτῶν. ἔφη γὰρ δεκάτῃ τὰ αὐτὰ, κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ’ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γινομένων ἐστὶν ἐν κρίσεσι. καὶ γὰρ οὐδ’ ἀθρόα τις αὐτῷ ἔοικε συμβῆναι κατὰ
Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ, αὐτίκα δὲ τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε.
Συμπληρωθείσης τῆς ἡμιῤῥόπου τε καὶ ἀπίστου κατὰ τὴν ἑνδεκάτην ἡμέραν δύο διαλιπεῖν αὐτόν φησι, τουτέστι, τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν.
Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν, οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν, ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα ἦλθεν.
Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.
Ἑξκαιδεκάτῃ οὖρα λεπτὰ, ἔχοντα ἐναιώρημα ἐπινέφελον, παρέκρουσε.
Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἐμὲ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά.
Ἑπτακαιδεκάτῃ πρωῒ ἄκρεα ψυχρὰ, περιεστέλλετο, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἔμεσεν χολώδεα, ξανθὰ, ὀλίγα. ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτὰ, οὖρα λεπτὰ, οὐκ εὔχροα.
Φαίνεται πάλιν ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.
Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης, ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν.
Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα.