In Hippocratis Epidemiarum I
Galen
Galen, In Hippocratis Epidemiarum I
Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς.
Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως, ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ
Ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων.
Ὧν ἀναμιμνήσκει τῆς προγνωστικῆς τέχνης καὶ ὧν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ συγγράμματι. τῶν γὰρ προειρημένων ἕκαστον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖς ἐξηγησάμεθα διὰ τῶν τριῶν ὑπομνημάτων. καὶ κατά γε τὸ τέλος δέδεικται τὰ τῶν ἐπιδημιῶν ἑπόμενα τῷ προγνωστικῷ. καὶ πρὸς τούτοις δὲ, τοῦ γραφῆναι τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν περὶ κρίσεων, εἴρηντο προγνώσεις ὀλεθρίου καὶ ἐπιεικοῦς νοσήματος. αἵτινες δὲ προθεσμίαι τῶν κρίσεών εἰσιν ἐφ’ ἑκάστῳ καὶ τίνες μὲν ἀγαθαὶ κρίσεις, τίνες δὲ σφαλεραὶ, βίαιοί τε καὶ οὐ βίαιοι.
Λέγειν τὰ προγινόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα.
Καὶ τῷ προγνωστικῷ συγγράμματι κατ’ ἀρχὰς εὐθὺς εἶπε, προγινώσκων γὰρ καὶ προλέγων, τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὡς περὶ τοὺς τρεῖς χρόνους καταγινομένης τῆς προγνώσεως. καὶ ὅπως χρὴ τοῦτο διαπράττεσθαι, διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται.
Μελετᾶν ταῦτα.
Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀσκεῖν εἶπεν, ἐν ἄλλοις δὲ πολλάκις τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην.
Ἀσκεῖν περὶ τοῦ τὰ νουσήματα δύο ὠφελέειν ἢ μὴ βλάπτειν.
Ἐγὼ τοῦτο μικρὸν ᾤμην τότε καὶ οὐκ ἄξιον Ἱπποκράτους. ἅπασι γὰρ ἀνθρώποις ὑπάρχειν πρόδηλον ἐνόμιζον, χρὴ τὸν ἰατρὸν στοχάζεσθαι μὲν μάλιστα τῆς ὠφελείας τῶν καμνόντων, εἰ δὲ μὴ, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούς. ἐπεὶ δὲ πολλοὺς τῶν ἐνδόξων ἰατρῶν ἐθεασάμην ἐγκληθέντας δικαίως ἐφ’ οἷς ἔπραξαν ἢ φλεβοτομήσαντες ἢ λούσαντες ἢ φάρμακον διδόντες ἢ οἶνον ἢ ὕδωρ ψυχρὸν, ἐνενόησα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει συμβῆναι τὸ τοιοῦτον, ἐξ ἀνάγκης δ’ οὖν, πολλοῖς καὶ ἄλλοις τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε, περὶ παντὸς ἐποιησάμην, εἴ ποτέ τι τῷ κάμνοντι μέγα προσφέροιμι βοήθημα, προδιασκέπτεσθαι
Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων150καὶ ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης. ἐναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ ἰατροῦ χρή.
Τρία πάντ’ εἶναί φησι, περὶ ὧν καὶ δι’ ὧν θεραπεία περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρὸς, ἀνταγωνιζομένων ἀλλήλοις καὶ ὡς ἄν τις εἴποι, διαμαχομένων τε καὶ πολεμούντων, τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ μὴ νικηθῆναι πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστὶν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα πράττῃ, συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι, ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρὸν, ἕνα μὲν ὅτι τε μόνον εἴασεν, ἕτερον δὲ ὅτι δεύτερον ἐποίησεν, ὄντα πρότερον ἔνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός. δῆλον δὲ ὅτι τὰ κελευόμενα τῆς νόσου ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρὸν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν κελεύῃ ἀπέχεσθαι ψυχροῦ πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος
Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη σὺν πυρετοῖς καὶ ἄνευ πυρετῶν.
Τοῦτο προγράμματος ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱπποκράτους, πῇ τελευτᾷν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφορὰς ἐπαγγελλομένου
Φρενιτικοῖσι μὲν σπασμοί.
Σπασμοί, φησι, γίνονται τοῖς φρενιτικοῖς, τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν.
Ἀλλὰ καὶ ἰώδη ἐμέουσι καὶ ἔνιοι ταχυθάνατοι τουτέων.
Ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέσματα, τῆς ξανθῆς χολῆς κατοπτωμένης γινόμενα, διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ ὅτι ταχυθάνατοι ἔνιοι γίνονται, τουτέστιν, εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνήσκουσιν, ὡς ἃν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας
Ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας ἢ καὶ ὑποχονδρίου ξύντασις, οὐ μετ’ ὀδύνης ἐγγίγνηται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινός.
Εἴρηταί μοι κατὰ τὴν ἐξήγησιν τοῦ προγνωστικοῦ περὶ τῶν οὕτω γινομένων αἱμοῤῥαγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆσιν ἧς ἡ ἀρχὴ, οἶσι δὲ καὶ ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται,
Οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα.
Ὅτι τοῦτον τὸν λόγον ἐν τῷ προγνωστικῷ διὰ τῆσδε τῆς ῥήσεως ἐδίδαξεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ κεφαλὴν ἀλγῇ ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν γίνηται ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐκλάβῃ καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος, τῇ πρώτῃ ἡμέρᾳ τεταρταῖοι πιεζοῦνται μᾶλλον ἢ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τεταρταῖοι, πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι
Ὡς τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα.
Τὰ παιδία διὰ τὴν ἀσθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευρώδους γένους ἑτοιμότατα πρὸς τοὺς σπασμούς ἐστιν.
Γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι.
Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖς γυναιξὶν, ὡς καὶ τοῖς ἄῤῥεσι, καθόσον ἄνθρωποί τέ εἰσι καὶ πάντα ἔχουσι
Πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται καὶ παραπληκτικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.
Ὁ λόγος ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωσσόντων καὶ ἀσσωμένων, οὓς ἐπανεμεῖν ἔφη χολώδη καὶ φλεγματώδη καὶ μάλιστα εἰ παιδία εἶεν, ἐν οἷς καὶ σπασμοὺς γίνεσθαι μᾶλλον ἢ τοῖς τελείοις. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑστερῶν πόνους συμβαίνειν. ἐφεξῆς οὖν φησὶ τοῖς πρεσβυτέροις παραπληξίας τε γίνεσθαι καὶ μανίας καὶ στερήσεις ὀφθαλμῶν, προσέθηκε δὲ τῷ λόγῳ τὸ οἶσιν ἤδη τὸ θερμὸν κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενος δι’ ἣν ταῦτα γίνεται. παραπληγίας μὲν καλεῖ
Ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλὰ ἐν βορέοισι μεγάλα, περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕδατα σμικρὰ, ὀλίγα, χειμὼν βόρειος, αὐχμοὶ, ψύχεα, πνεύματα, μεγάλαι χιόνες. περὶ δ’ ἰσημερίην χειμῶνες μέγιστοι, ἔαρ βόρειον, αὐχμοὶ, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς, ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνός. μετὰ δὲ κύνα μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ τῆς προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια. ὕδωρ160οὐκ ἐγένετο, ἐτησίαι ἐπέπνευσαν. περὶ δὲ ἀρκτούρου ὕσματα νότια μέχρι ἰσημερίης ἦρος. ἐν δὲ τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτῶν ἔθνησκον διὰ ταχέων, καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν, τὰ δ’ ἄλλα διετέλεον ἄνοσοι.
Ψυχρὰ καὶ ξηρὰ κατάστασίς ἐστιν ἣν διηγεῖται καί τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλησία οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος ἐγένετο, δῆλον ἐκ τῶνδε. περὶ γὰρ ἀρκτούρου εἰσβολὴν, μετὰ βορείων πνευμάτων, ὑετοὺς μεγάλους γενέσθαι φησὶν. ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα ἔχον ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον ἄχρι κυνὸς ἐπιτολῆς,
Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καῦσοι καὶ διετέλεον ἀπ’ ἰσημερίης ἄχρι πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος163καὶ θέρεος ἀρχομένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο, ὀλίγοι δέ τινες ἔθνησκον.
Δῆλόν ἐστιν ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν, ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῆς γενέσεως ἐν ἅπαντι χρόνῳ συμβαίνειν, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’ ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν, ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν, ἡ γένεσις τῶν καύσων δηλώσειε καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν εἰκότως φαίνεται, μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὐδ’ ὑπὸ
Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γινομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπώλλοντο.
Ἀναμνησθῶμεν ὡς κατὰ τὸ τέλος τῆς ὅλης διηγήσεως, ἣν ἐποιήσατο περὶ τῆς καταστάσεως, ἔγραφεν, ὕδατα νότια μέχρι ἰσημερίης ἦρος. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸς ἐπιτολὴν χρόνου μέχρις ἀρκτούρου κατὰ λέξιν οὕτως, θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια, ὕδωρ οὐκ ἐγένετο. πρόδηλον οὖν ὅτι χολοποιὸς ἡ τοιαύτη κατάστασις ἐγένετο, ὥστ’ εἰκότως ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦσοι πλείους τε καὶ θανατώδεις ἐγίγνοντο, τοῦ νότου πεφυκότος διαλύειν τε τὰ σώματα καὶ χεῖν τοὺς χυμοὺς καὶ μέντοι καὶ σήπειν ἅμα, ὅταν ἅμα πλείοσιν ὑετοῖς γένηται.
Ἦν δὲ τῶν καύσων τὰ παθήματα οἷσι μὲν καλῶς καὶ δαψιλέως διὰ ῥινῶν ᾑμοῤῥάγησαν καὶ διὰ τοῦτο μάλιστα σώζεσθαι, καὶ οὐδένα οἶδα εἰ καλῶς αἱμοῤῥαγήσειεν ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. ἐν Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνοντι καὶ Σιλήνῳ, τεταρταίῳ καὶ πεμπταίῳ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε καὶ ἀπέθανον.
Καὶ ἄλλως μὲν ἴδιόν ἐστι καύσων πυρετῶν αἱμοῤῥαγίαις ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι καὶ τότε πλείους αἱμοῤῥῆσαί φησι. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέρος γεγραμμένων ἑκάστοισιν ἓν ἔχει τοῦτο κεφάλαιον. ὅσοις μὲν αἱμοῤῥαγίαι τελέως ἐγίνοντο, σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους. ἐν ἄλλοις
Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσούντων περὶ κρίσιν ἐῤῥίγουν καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι, ἐπεῤῥίγουν δ’ οἱ αὐτοὶ καὶ ἐξίδρουν.
Ἐν τοῖς περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ διαχωρήσεις.
Ἔστι δ’ οἶσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἡ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν168ἢ δαψιλὴς αἱμοῤῥαγίη οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκλείδῃ, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο. ἐκρίθη δὲ εἰκοσταῖος, οὐχ οἵαν ὁ Φαναγορέων οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο, ἀπέθανεν.
Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν, ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας. ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.