In Hippocratis De natura hominis
Galen
Galen, In Hippocratis De natura hominis
Ἀλγέει δ᾿ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλεῖον εἴη ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκραμένον ᾖ τοῖς ξύμπασι.
Ὥσπερ ἐπὶ τῆς ὑγιείας τὴν ἀκριβῆ συμμετρίαν ἐν ποσότητι καὶ δυνάμει καὶ τῇ δι᾿ ὅλων ἔθετο κράσει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς νόσου τὰ τούτων ἐναντία τίθεται, τὸ μὲν ἔλασσον, ἢ πλέον εἴς τε τὸ ποσὸν τῆς οὐσίας καὶ τὴν δύναμιν ἀναγαγὼν, τὸ δὲ μὴ κεκρᾶσθαι τοῖς πᾶσιν εἰς δυσκρασίαν ἢ ἀνωμαλίαν κράσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.
Ἀνάγκη γὰρ ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ᾿ ἑωϋτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοσον γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα στῇ καὶ ἐπιχυθῇ, ὑπερεκπιμπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν.
Ὅταν τῶν τεσσάρων τις χυμῶν αὐτὸς κατ᾿ ἑαυτὸν ἵστηταί που κατά τι μόριον, ἀποχωρισθεὶς τῶν ἄλλων καὶ μὴ κεκραμένος ᾖ ὅλος δι᾿ ὅλων αὐτοῖς, ὀδυνᾶται τὸ ζῶον ἐν δυσκρασίᾳ γενομένων ἀμφοτέρων τῶν μορίων, ἔνθεν τε ἐξέστη
Καὶ γὰρ ὁκόταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις.
Ἀντὶ τοῦ πλεονάζοντος ἀκουστέον εἰρῆσθαι νῦν τὸ ἐπιπολάζοντος, ἢ εἴπερ μὴ τοῦτό τις ἀκούειν ἐθέλοι, τό μὴ κεκραμένον ἅπασι τοῖς ἄλλοις, ἐπιπολάζον οἰητέον εἰρῆσθαι. πιθανὸν γὰρ ἑκάτερον αὐτῶν.
Ἤν τ᾿ αὖθις εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ64ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. εἶπον δὴ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν.
Ὅτι προείρηται τοῦτο καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν κατὰ τὰ εἰρημένα. τῇ λέξει γὰρ, οὐ τῇ δυνάμει τῆς νῦν εἰρημένης ῥήσεως διήνεγκεν ἡ μικρὸν ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γεγραμμένη, καθ᾿ ἣν οὕτως εἶπεν. ἀνάγκη γὰρ ὅταν τι τουτέων χωρισθῇ καὶ ὑφ᾿ ἑωϋτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον νοσερὸν γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπιχυθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. εἰπὼν δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα κατὰ νόμον καὶ κατὰ φύσιν. κατὰ νόμον μὲν εἶπε δηλῶσαι βουλόμενος τὴν τῶν ἀνθρώπων δόξαν, ἣν ἔχουσι περὶ αὐτῶν, κατὰ φύσιν δὲ τὴν τῶν αὐτῶν πραγμάτων ἀλήθειαν. προσέχωμεν οὖν ἤδη ταῖς ἑξῆς
Φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν· καὶ τουτέων μὲν πρῶτον κατὰ νόμον τὰ ὀνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά.
Καὶ σαφὴς ὁ λόγος αὐτοῦ πᾶς ἐστι καὶ ἀποδείκνυσιν ὃ προὔθετο. κατὰ μὲν γὰρ τὴν προκειμένην ταύτην ῥῆσιν ἔδειξε τέτταρας εἶναι χυμοὺς ἐν τῷ σώματι διαφέροντας
Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται τὴν ἰδέην τε καὶ τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἓν καὶ ταυτόν ἐστιν.
Ἀλλόκοτος μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν ἄνθρωπον, ὅμως ὁ Ἱπποκράτης ἀντιλέγων αὐτῇ φαίνεται διὰ σπουδῆς ἴσως τινῶν κατ᾿ αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν, οἳ ταύτην ἐπρέσβευον τὴν δόξαν. ὅπου γὰρ καὶ συγγράμματα πλεῖστα παλαιῶν ἀνδρῶν οὐκέτι σώζεται, πολὺ δὴ μᾶλλον οὐδὲ τὰς ἀγράφους δόξας εἰκός ἐστιν αὐτῶν
Γνοίης δ᾿ ἂν τοῖσδε ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ᾿ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτέου. ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἀπεμέεταί σοι φλέγμα· καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμέεταί σοι χολή. κατὰ τὰ αὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὐτέῳ τοῦ σώματος μέρος τι, ὥστε τραῦμα γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα. καὶ70ταῦτα ποιήσει πάντα σοι πᾶσαν ἡμέρην τε καὶ νύκτα καὶ χειμῶνός τε καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται, ἔστ᾿ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων· ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερῶς ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἔγωγε νῦν φημί τε καὶ ἀποδείκνυμι.
Ἐν μὲν τῇ προτέρᾳ ῥήσει δέδεικται πρὸς αὐτοῦ σαφῶς τε ἅμα καὶ ἀληθῶς, ὡς ἔχει ἄνθρωπος ἐν ἑαυτῷ πάντα, χολὰς καὶ φλέγμα καὶ αἷμα· κατὰ δὲ τὴν προκειμένην οὐ τοῦτο μόνον ἐπιδεικνύει, ἀλλ᾿ ὅτι καὶ κατὰ φύσιν ἐστὶν, οὐ, καθάπερ ἔνιοί φασιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι δόξαι τῶν ἕνα λεγόντων εἶναι κατὰ φύσιν ἐν τῷ σώματι χυμὸν εὐέλεγκτοι· ἡ δὲ τῶν τὸ αἷμα φασκόντων
Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι. ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον αὐτὸν ἴδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται· ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν ἐν τῷ ἀνθρώπῳ. καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν.
Οἱ δὲ λέγοντες, φησὶν, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, ὡς πολλῶν ὄντων τῶν λεγόντων, οὐχ ἑνός. ἐξ ὧν δ᾿ οὖν ἑαυτοὺς ἐπεπείκεισαν οἱ τῶν τεττάρων χυμῶν ἕνα τινὰ νομίσαντες ἱκανὸν εἶναι γεννῆσαι τὸν ἄνθρωπον, αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἀπιθάνων μὲν ἡμῖν, ὡς ἔφην, ἐκείνοις
Καίτοι πρῶτον μὲν ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς που ἀπέθανε χολὴν μούνην καθαρθείς· ἀλλ᾿ ὁκόταν πίῃ τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτον τὴν χολὴν ἐμέει, ἔπειτα δὲ καὶ φλέγμα. ἔπειτα δ᾿ ἐπὶ τῇ χολῇ ἐμέουσι καὶ χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν.
Κἀνταῦθα πάλιν σαφῶς ἐδήλωσε τὸ ἔθος τῶν Ἑλλήνων χολὴν μὲν ὀνομαζόντων πολλάκις ἄνευ προσθήκης τὴν ξανθὴν, τὴν μέλαιναν δὲ μετὰ προσθήκης ἀεί. τὸ δ᾿ ἐν ὅλῃ τῇ ῥήσει δηλούμενον σαφές· οὐδένα γάρ φησιν ἀποθανεῖν
Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων. πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα ξανθὴν χολὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν.
Μετὰ τὸ κενωθῆναι τὸν οἰκεῖον τῷ καθαρτικῷ φαρμάκῳ χυμὸν ἐφεξῆς αὐτῷ πρῶτος ὁ τῶν ἄλλων εὐαγωγότατος ἕπεται, μετ᾿ ἐκεῖνον δὲ ὁ τὴν δευτέραν ἐν τούτῳ τάξιν ἔχων, κἄπειτα τὸ αἷμα πάντων ὕστατον, ὡς ἂν οἰκειότατος ὢν τῇ φύσει χυμός. ἀσφαλὲς γὰρ φάναι περὶ αὐτοῦ τό γε τοσοῦτο, ὡς εἰ καὶ μὴ μόνος ἐστὶν ἡ φύσις τοῦ ἀνθρώπου, ἀλλ᾿ οἰκειότατός γε ἁπάντων τῶν ἄλλων.
Τὸ γὰρ φάρμακον, ὁκόταν εἰσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τὰ ἄλλα ἕλκει τε καὶ καθαίρει, ὥσπερ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν εἰς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν ἑωυτοῦ ἐνεὸν ἐν τῇ γῇ. ἔνι δὲ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον. πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὅ τι ἂν ᾖ ἑωυτέῳ κατὰ φύσιν μάλιστα, ἔπειτα δ᾿ ἕλκει καὶ τὰ ἄλλα. τοιοῦτο δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι. ὁκόσα γὰρ τὴν χολὴν ἄγει, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην. καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον. καὶ πάλιν τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον.
Σαφὴς ἡ ῥῆσίς ἐστι, γράφοντος αὐτοῦ τὰ μαρτύρια τοῦ προκειμένου λόγου, καθ᾿ ὃν ἔφη τὸ φάρμακον, ὅταν εἰς τὸ σῶμα ἔλθῃ, πρῶτον μὲν τὸν οἰκεῖον ἕλκειν αὑτῷ χυμὸν, ἔπειτα δὲ καὶ τοὺς ἄλλους. μεμνῆσθαι δὲ χρὴ καὶ περὶ τῶν φυτῶν αὐτοῦ λέγοντος, ἕλκειν καὶ ταῦτα εἰς ἑαυτὰ τὸ κατὰ φύσιν ἕκαστον αὑτῷ, περιέχεσθαι γὰρ ἐν τῇ γῇ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον, ὥσπερ δηλονότι καὶ κατὰ τὸν ἄνθρωπον ὀξὺ μὲν τὴν μέλαιναν χολὴν, πικρὸν δὲ τὴν ξανθὴν, γλυκὺ δὲ τὸ αἷμα καὶ ἁλμυρὸν τὸ φλέγμα. καὶ γὰρ τοιοῦτό ἐστί τι φλέγμα, καθάπερ ἄλλο γλυκὺ καὶ ἕτερον ὀξὺ καί τι ἕτερον μηδεμίαν ἔχον ἐπίσημον ποιότητα. διὰ τοῦτό μοι δοκεῖ καὶ κατὰ τέλος τῆς ῥήσεως προσθεῖναι τὸ καὶ παντοῖον, οὐ μόνον ἐν τῷ φλέγματι διαφορὰς ὁρῶν παμπόλλας, ἀλλὰ καὶ κατὰ τοὺς ἄλλους χυμούς. ὥσπερ γὰρ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν, οὕτω καὶ στρυφνόν τι καὶ αὐστηρὸν καὶ δριμὺ καὶ λιπαρὸν εἶδός ἐστι χυμῶν ἔν τε τοῖς ζώοις καὶ τοῖς φυτοῖς καὶ δηλονότι καὶ κατὰ τὴν γῆν ἀνάλογον αὐτοῖς.
Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος. τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστι. τεκμήριον δὲ τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον. εἰ ἐθέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετὰ χολὴν μέλαιναν. ὁκόσα δὲ βίῃ ἄγεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλὰ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε. οἱ ἄνθρωποι πτύουσί τε καὶ ἐκμύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτοῖς λευκότατα γίνεται μάλιστα κατὰ ταύτην τὴν ὥρην καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα.
Σαφὴς ἡ ῥῆσίς ἐστι καὶ προσέχοντος δεομένη
Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι καὶ τὸ αἷμα αὔξεται. τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ᾿ ἔστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὸ αἷμα ῥεῖ αὐτέοισι καὶ θερμότατοί εἰσι καὶ ἐρυθρότατοι.
Ἔστι μὲν καὶ τῆσδε τῆς ῥήσεως ἡ λέξις σαφής. εἴρηται δ᾿ ἐν τῷ πρώτῳ τῶν περὶ κράσεων ὅτι βέλτιον ἦν τὸ ἔαρ εὔκρατον, οὐχ ὑγρὸν καὶ θερμὸν λέγεσθαι. διά τινά τε τὴν αἰτίαν εἰς τὸ θερμὸν καὶ ὑγρὸν λέγειν αὐτὸ τῶν ἰατρῶν ἔνιοι καὶ τῶν φιλοσόφων ὑπήχθησαν. ὡς ἐν ὥραις μὲν γὰρ τοῦτο λέγουσιν ὑγρὸν καὶ θερμὸν ὡς ἐν γένει, τῶν δ᾿ ἐν σώμασι τὰ ζῶα, ταῦτα μὲν ὡς πρὸς τὰ φυτὰ παραβάλλοντες, τὸ δὲ ἔαρ τῷ φθινοπώρῳ, τὸ ἄριστον ἐν ταῖς ὥραις καὶ, ὡς ἂν εἴποι τις, μόνον ἀκριβῶς κατὰ φύσιν τῷ παρὰ φύσιν ἔχοντι τοῦ δὲ πλεονάζειν αἷμα κατὰ τὸ ἔαρ σὺν τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ δυσεντερίας ἔσεσθαι τότε, τὰς αἱματηρὰς δηλονότι λεγομένας, οὐχ ὅσαι διὰ χολὴν ἑλκοῦσι τὰ ἔντερα. λέλεκται δέ μοι περὶ τῆς αἱματηρᾶς ταύτης δυσεντερίας ἐν τῷ τετάρτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι δεικνύντι τὸ πάθημα τοῦτο, πλήθους αἵματος ὄντος ἐν ταῖς φλεψὶν, εἶτα ἐκκρινούσης ἀθρόως τῆς φύσεως διὰ τῶν ἐντέρων, γίγνεσθαι πολλάκις, ὥσπερ καὶ ταῖς γυναιξὶ διὰ μήτρας. ἔνιοι δὲ διὰ ῥινῶν, ἢ δι᾿
Τοῦ δὲ θέρους τό τε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται· ἐναντίον γὰρ αὐτέῳ τὸ φθινόπωρον τῇ φύσει ἐστίν· ἡ δὲ χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστερα καθαίρονται. δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τοῖσι τῶν ἀνθρώπων. τὸ φλέγμα τῆς θερίης85ἀσθενέστερόν ἐστιν αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτέου τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρή τε γάρ ἐστι καὶ θερμή.
Ἐν τῷ θέρει καὶ μάλιστα κατὰ τὴν ἀρχὴν αὐτοῦ τοῖς πλείστοις αἷμα πλεονάζει τὸ κατὰ τὸ ἔαρ αὐξηθὲν, ὡς ἂν μηδέπω διαπεφορημένον ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος. αὔξεται δὲ καὶ χολὴ διὰ τὸ παρὰ φύσιν ἐκθερμαίνεσθαι τὸ σῶμα κατὰ τήνδε τὴν ὥραν. ὠνόμασε δὲ πάλιν ἐνταῦθα χολὴν ἄνευ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα τὴν ξανθὴν, οὐδέποτε τὴν μέλαιναν ἁπλῶς ὀνομάζων, ἀλλ᾿ ἀεὶ μετὰ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα. τὰ δὲ κατὰ μέρος ἐν τῇ ῥήσει δῆλα τοῖς γε προσέχουσι τὸν νοῦν.
Τὸ δ᾿ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίγνεται ἐν τῷ ἀνθρώπῳ. ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστί.
Κατὰ μὲν τὴν πρὸ ταύτης ῥῆσιν εἴρηται, ἐν τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται, ἐναντίον γὰρ αὐτοῦ τὸ φθινόπωρον τῇ φύσει ἐστίν. ἡμεῖς δὲ ὅπως ἐναντίον ἐστὶν ἐδιδάξαμεν. εἴπερ γὰρ τὸ μὲν αἷμα θερμὸν καὶ ὑγρόν ἐστιν ὁμοίως τῷ ἦρι, τὸ δὲ φθινόπωρον, ὡς αὐτὸς ἔφη, ξηρόν τέ ἐστι καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον, εἰκότως ἐναντίον τ᾿ ἐστὶ τὸ φθινόπωρον τῷ ἦρι καὶ τὸν χυμὸν ἔχει τὸν ἐναντίον τῷ αἵματι πλεονάζοντα, τὸν ξηρὸν καὶ ψυχρόν. ἐγένετο δ᾿ εἰκότως τοιοῦτος διὰ τὸ προκατωπτῆσθαι τοὺς χυμοὺς ἐν τῷ θέρει· τὸ δ᾿ ὑπόλειμμα τῶν ὀπτηθέντων, ὅταν δηλονότι σβεσθῇ τὸ θερμὸν, αὐτίκα γίγνεται ψυχρόν τε καὶ ξηρόν· ψυχρὸν μὲν διὰ τὴν τοῦ θερμοῦ σβέσιν, ξηρὸν δὲ, ὅτι κατὰ τὴν ὄπτησιν ἐξεδαπανήθη πᾶν τὸ ὑγρὸν ἐξ αὐτοῦ.
Ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ἀπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ἀπὸ τῶν νυκτῶν τοῦ μήκεος.
Τὸν ἐπικρατοῦντα χυμὸν ἐν ἑκάστῃ τῶν τεττάρων ὡρῶν ὅμοιον εἶναι βούλεται κατὰ τὴν κρᾶσιν αὐτῇ τῇ ὥρᾳ· καὶ διὰ τοῦτο ψυχρὸν μὲν καὶ ὑγρὸν ὀνομάζεται τὸ φλέγμα παραπλησίως τῷ χειμῶνι, θερμὸν δὲ καὶ ὑγρὸν τὸ αἷμα, καθάπερ τὸ ἔαρ. τὴν δὲ ξανθὴν χολὴν, ὥσπερ τὸ θέρος, εἶναί φησι θερμὴν καὶ ξηρὰν, καὶ τὴν μέλαιναν ὁμοίως τῷ φθινοπώρῳ ψυχρὰν καὶ ξηράν. ὅτι μὲν οὖν ἐν αἷς εἶπεν ὥραις ἕκαστος τῶν χυμῶν αὔξεται πρόσθεν ἐπιστώσατο· νυνὶ δὲ τὴν αἰτίαν λέγει, δι᾿ ἣν χειμῶνι πλεονάζον ἐστὶ τὸ φλέγμα. ὑπό τε γὰρ τῶν ὑετῶν τοῦ πλήθεος, φησὶ, καὶ τῶν νυκτῶν τοῦ μήκεος, ὅπερ ἐστὶ διὰ τὸ τὴν ὥρην ταύτην ὑπάρχειν ὑγρὰν καὶ ψυχράν. ὑγρὰ μὲν οὖν εἶναι δηλοῦται διὰ τὸ πλῆθος τῶν ὑετῶν, ψυχρὰ δὲ διὰ τὸ μῆκος τῶν νυκτῶν. τῆς γὰρ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμασίας, ἣν ἴσχει κατὰ τὸ θέρος, ὁ ἥλιος αἴτιος, ἐγγύς τε τῶν κατὰ κορυφὴν ἡμῖν ἀφικνούμενος καὶ μακροτέραν τὴν ἡμέραν ποιούμενος. οὕτω δὲ καὶ τῆς ἐν χειμῶνι ψυχρότητος ὁ αὐτὸς αἴτιος λοξὸς καὶ ταπεινὸς ἐν ὀλίγῳ τε χρόνῳ τὴν ὑπὲρ γῆς φορὰν ποιούμενος. ὁ δ᾿ Ἱπποκράτης
Ἔχει μὲν οὖν ταῦτα πάντα ἀΐδια τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται σφοῖν αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν.
Ἅπαντα, φησὶν, ἔχει τὰ εἰρημένα, τουτέστι τοὺς τέσσαρας χυμοὺς, τὸ σῶμα τοῦ ἀνθρώπου διὰ παντὸς τοῦ βίου· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἀΐδια· πλείω δὲ γίγνεται καὶ ἐλάττω ταῦτα κατὰ τὰς τῶν ὡρῶν μεταβολάς. τὸ γὰρ ὑπὸ τῆς ὥρης περιϊσταμένης ταὐτὸ δηλοῖ τῷ μεθισταμένης, ὅπερ ἐστὶ μεταβαλλούσης τε καὶ καθισταμένης εἰς ἑτέραν τινὰ τὴν ἐχομένην αὐτῆς. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίγνεσθαί φησι κατὰ μέρος τε καὶ κατὰ φύσιν. ἔνιοι μὲν ἤκουσαν τὸ κατὰ μέρος ἐπὶ τῶν τοῦ σώματος εἰρῆσθαι
Ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν. οὐδὲ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾿ εἰ ἕν τι ἐκλίποι, πάντα ἂν ἀφανισθείη. ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ἀπ᾿ ἀλλήλων.
Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ τὸ κατὰ τὴν ἐπικράτειαν ὀνομαζόμενόν τε καὶ νοούμενον, ἀλλὰ τὸ στοιχειῶδες λέγων καὶ κατὰ τὴν προκειμένην λέξιν ἐδήλωσε τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ γὰρ τῶν κατ᾿ ἐπικράτειαν ἁπάντων ἅπας ὁ ἐνιαυτὸς μετέχει, ἀλλὰ τῶν στοιχειωδῶν, ὅλος μὲν χειμὼν ὑγροῦ καὶ ψυχροῦ, τὸ δὲ θέρος τῶν ἐναντίων, ξηροῦ τε καὶ θερμοῦ, ὁ δὲ φθινόπωρος ψυχροῦ τε καὶ ξηροῦ. ἔτι δὲ σαφέστερον ἐδήλωσε τοῦτο κἀν τῷ φάναι διαφθαρήσεσθαι καὶ τὰ ἄλλα φθάσαντος ἑνὸς ἐξ αὐτῶν ἀπολέσθαι, τῶν μὲν γὰρ στοιχείων ἑνὸς ἀπολλυμένου διαφθαρήσεσθαι τὸ ἐξ αὐτῶν συγκείμενον ἀληθὲς φάναι, τῶν δὲ κατ᾿ ἐπικράτειαν οὐκ ἀληθές. αὐτὸ γὰρ τοὐναντίον ἀληθές ἐστιν, ὅταν ἀπόληταί τι τῶν κατ᾿ ἐπικράτειαν λεγομένων, σώζεσθαι τὸ ἀντικείμενον αὐτῷ. θέρους μὲν γὰρ οὐκ ὄντος ὁ χειμών ἐστι, χειμῶνος δὲ τὸ θέρος, καὶ τοῦ μὲν ἦρος τὸ φθινόπωρον, τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέως ἀπόλλυται τὸ θερμὸν στοιχεῖον, παγήσεται μὲν τὸ ὑγρὸν, ὅτι μηκέτι θερμὸν
Οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος.
Συγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰς χολὰς, ἐπειδὴ τὴν πρώτην διάπλασιν ἔσχε τὸ κυούμενον ἐκ τοῦ τῆς μητρὸς αἵματος, ἁπάντων μετέχοντος, αὔξησίν τε καὶ τροφὴν ὁμοίως. ἐὰν μὲν οὖν ἀπόλλυται παντάπασιν ἐκ τοῦ σώματος ἡμῶν ἤτοι τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ
Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὁ χειμὼν μάλιστα, ποτὲ98δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέρος, ποτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰσχύει, ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα καλεομένη.
Σαφὴς ἡ ῥῆσίς ἐστιν ἐπιδεικνύναι πειρωμένου τἀνδρὸς, ὥσπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὑγρὸν καὶ τὸ ψυ- χρὸν ἐπικρατεῖ καὶ καλεῖται χειμὼν ἡ τοιαύτη τοῦ ἔτους ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ θερμὸν, ἡνίκα τὸ ἔαρ ἐστὶ, ποτὲ δὲ τὸ ξηρὸν καὶ θερμὸν, ὅπερ ὀνομάζεται θέρος. ὕστατον δ᾿ ἐπ᾿ αὐτοῖς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν τῷ φθινοπώρῳ· οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸς καὶ ὑγρὸς χυμός· αἷμα δὲ ἐν ἦρι, θερμὸς καὶ ὑγρὸς χυμός. καὶ χολὴ ξανθὴ μὲν ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖσα, μέλαινα δ᾿ ἐν τῷ φθινοπώρῳ ξηρὰ καὶ ψυχρὰ, καθάπερ καὶ αὐτὸ τὸ φθινόπωρον.