De substantia facultatum naturalium fragmentum
Galen
Galen, De substantia facultatum naturalium fragmentum
757
Καί τις ἴσως δόξει διαφωνίας ἀξιόλογον εἶναι τῶν λεγόντων, θερμὰ μὲν εἶναι τὰ ζῶα, ψυχρὰ δὲ τὰ φυτὰ, μὴ γινώσκων, ὡς, ὅταν μὲν ἀκριβέστερόν τις ἐπεξέρχηται, πᾶν τὸ ἀκόλουθον ζητουμένῳ ἄχρι τῆς ἐσχάτης ἐπιστήμης, ὅταν δὲ περί τινος ἄλλου πράγματος σκοπούμενος ἐν παρέργῳ, περὶ τούτων τὸ πρὸς τὴν πρόχειρον αἴσθησιν θερμὸν ἢ ψυχρὸν λέγων ἀρκεῖται. Πλάτων γοῦν αὐτὸς ἔμψυχα μὲν ἀεὶ λέγει τὰ ζῶα, τοὺς λίθους δὲ καὶ τὰς πόας καὶ
758
τὰ ξύλα, καὶ καθόλου φάναι τὰ φυτὰ πάντα τῶν ἀψύχων σωμάτων εἶναί φησιν. ἀλλ’ ὅταν ἐν Τιμαίῳ τὴν φυσικὴν θεωρίαν ὀλιγίστοις ἀκροαταῖς, κατακολουθεῖν ἐπιστημονικοῖς λόγοις δυναμένοις, ἀποχωρήσας τῶν τοῖς πολλοῖς δοκούντων, εἰς ὅλον τὸν κόσμον ἐκτετάσθαι λέγῃ τὴν ψυχὴν αὐτοῦ, διαφωνίαν οὐ χρὴ τοῦτο νομίζειν εἶναι, τἀνδρὸς ἑαυτῷ τἀναντία λέγοντος, ὥσπερ οὐδ’ Ἀριστοτέλους ἢ Θεοφράστου, τὰ μὲν τοῖς πολλοῖς γεγραφότων, τὰς δὲ ἀκροάσεις τοῖς ἑταίροις. ὅταν γάρ τι τῶν ἐκφευγόντων ἅπασαν αἴσθησιν δόγμα πολλῶν λόγων δεόμενον εἰς ἀπόδειξιν ἀκαίρως λέγηται, προσκρούει τοῖς ἀκούουσιν. οὔκουν χρὴ περὶ τῶν τοιούτων ἀποφαίνεσθαι πρὶν τοῦ κατὰ βραχὺ διὰ μακρᾶς ἀποδείξεως ἐπὶ τὸ συμπέρασμα τοῦ λόγου παντὸς ἀφικέσθαι, οὐδὲ διὰ τῶν λίθων, καὶ τῶν ὀστράκων, καὶ τῆς ψάμμου, καὶ τῶν κατακαιομένων ἢ σηπομένων νεκρῶν ζώων τὴν τοῦ κόσμου διήκειν ψυχήν. εἰ γὰρ ἀπλῶς οὕτως ἀναφανδὸν ἀκουόντων τῶν πολλῶν ὁ Πλάτων εἶπέ τι τοιοῦτον, κατεγίνωσκον ἂν οἱ παρόντες αὐτοῦ πάντες. 759
ἐγὼ δ’ οὖν, ἀφ’ ὧν μὲν κινούμενος ἐπὶ τὴν δόξαν ταύτην ἀφίκετο, δι’ ἑτέρων ὑπομνημάτων ἐδήλωσα, μὴ συναποφηνάμενος αὐτῷ ἢ διατεινόμενος. οὐδὲ γὰρ αὐτὸς ἐκεῖνος οὕτως ἀποφαίνεται τὰ τῆς φυσικῆς θεωρίας, ἀλλ’ ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος αὐτὴν προέρχεσθαί φησιν. ὅτι μέντοι τὰ φυτὰ κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔχει καὶ τὴν τῶν οἰκείων τε καὶ ἀλλοτρίων αἴσθησιν, ἀληθὲς εἶναι νομίζω, λέγειν δὲ ἀκαίρως τὰ τοιαῦτα φυλάττομαι μᾶλλον ἢ αὐτὸς ἐκεῖνος, ἀλλ’ ἐὰν ἔρηταί μέ τις, τί πλεονεκτεῖ τῶν φυτῶν τὰ ζῶα, τήν τε αἴσθησιν λέγω καὶ τὴν καθ’ ὁρμὴν κίνησιν καὶ τάς τε δυνάμεις, ἃς εἶπον ἄρτι, τήν τε ἑλκτικὴν, καὶ τὴν ἀποκριτικὴν, καὶ τὴν καθεκτικήν τε καὶ ἀλλοιωτικὴν, οὐ ψυχικὰς, ἀλλὰ φυσικὰς ὀνομάζων, μηδὲν ἐκ τούτου μήτε τὴν ἰατρικὴν τέχνην μήτε τὴν ἠθικὴν φιλοσοφίαν βλαπτομένην ὁρῶν. ὅταν δὲ τῆς ἠθικῆς φιλοσοφίας τὸ φυσικὸν μέρος, ὁποῖόν τι Πλάτων ἡγεῖται, λέγειν ἀναγκαῖόν μοι γένηται, τινὰ μὲν ἄντικρυς ἐπαινῶ, καὶ συναποφαίνομαι τἀνδρί· περί τινων δὲ ἄχρι τοῦ πιθανοῦ προσέρχομαι, 760
καθάπερ ἐπ’ ἐνίων ἀπορῶ παντάπασιν, οὐδεμίαν ἔχων ῥοπὴν ἐπὶ τῶν διαφωνουμένων, ὡς εἴη τὸ ἕτερον αὐτῶν πιθανώτερον. ὥσπερ, ὅτι ψυχὴν ἔχομεν, ἐπίστανται πάντες ἄνθρωποι, θεώμενοι μὲν ἐναργῶς καὶ τὰ διὰ τοῦ σώματος ἐνεργούμενα, βαδιζόντων καὶ τρεχόντων, καὶ παλαιόντων, αἰσθανομένων τε πολυειδῶς, ἐννοοῦντες δὲ καὶ τῶν ἔργων τούτων αἰτίαν τινὰ ὑπάρχειν ἔκ τινος ἀξιώματος πιστοῦ φύσει πᾶσιν ἡμῖν, καθ’ ὃ μηδὲν ἀναιτίως γίνεσθαι νοοῦμεν, ἀλλὰ διὰ τὸ μὴ γινώσκειν, ἥτις ἐστὶν ἡ αἰτία τῶν ἔργων τούτων, ὄνομα θεμένων ἀπὸ τοῦ δύνασθαι ποιεῖν ἃ ποιεῖ, δύναμιν εἶναι τῶν γινομένων ἑκάστου ποιητικήν. οὕτω γοῦν καὶ τὴν σκαμμωνίαν ἅπαντές φασι δύναμιν ἔχειν καθαρτικὴν, ὥσπερ τὸ μέσπιλον ἐφεκτικὴν γαστρός. οἱ δὲ τὴν φυσικὴν ὀνομαζομένην ἐκπονήσαντες θεωρίαν, ἄλλως ἄλλοι πείσαντες ἑαυτοὺς, οἱ μὲν ἀσωμάτους τινὰς ἀπεφήναντο δυνάμεις ἐνοικεῖν ταῖς αἰσθηταῖς οὐσίαις, οἱ δὲ αὐτὰς ἐνεργεῖν τὰς οὐσίας κατ’ ἰδίαν ἑκάστην φύσιν, ἤτοι γε ἐκ τῆς τῶν τεττάρων στοιχείων κράσεως γενομένην, ἢ ποιᾶς 761
συνθέσεως τῶν πρώτων σωμάτων, ἅ τινες μὲν ἄτομα, τινὲς δὲ ἀμερῆ, τινὲς δὲ ὁμοιομερῆ φασιν εἶναι. καὶ γάρτοι καὶ τὴν ψυχὴν ἡμῶν αὐτὴν οἱ μὲν ἀσώματόν τινα νομίζουσιν οὐσίαν εἶναι, τινὲς δὲ πνεῦμα, καθάπερ ἄλλοι μηδὲ εἶναί τινα ὕπαρξιν αὐτῆς ἰδίαν, ἀλλὰ τὴν ἰδιότητα τῆς τοῦ σώματος οὐσίας, ὧν ποιεῖν πέφυκε, τούτων ἔχειν λέγεσθαι δυνάμεις, οὐκ οὐσῶν τινων ἐκείνων ἰδίαν φύσιν ἐχουσῶν, ἀλλὰ τῆς ἐνεργούσης οὐσίας κατ’ αὐτὴν πρὸς τὰ γινόμενα, δι’ αὐτῆς τε καὶ ὑπ’ αὐτῆς δυνάμεις ἔχειν λεγομένης, ὧν πέφυκε δρᾷν. ἐγὼ τοίνυν ἐν τούτοις μέσην τινὰ τάξιν ἐμαυτὸν ἔταξα. περὶ γὰρ ἄλλων δογμάτων ἀποφαινόμενος ἁπλῶς, τῶν μὲν, ὡς εἰδείην τὴν ἐν αὐτοῖς ἀλήθειαν, τῶν δὲ, ὡς οὐδὲν αὐτῆς εἰδείην, ἐν οἷς ἄρτι διῆλθον, ἄχρι τοῦ πιθανοῦ προσέρχομαι, βέλτιον μὲν εἶναι νομίζων, εἴπερ ἐγνώκειν οὕτω περὶ αὐτῶν, ὡς ἀποφαίνεσθαι, καθάπερ ἐπ’ ἄλλων, οὐ μὴν ἀναπείθων ἐμαυτὸν, ὥσπερ ἕτεροι, βεβαίαν ἔχειν γνῶσιν, ὧν οὐκ ἔσχον ἀπόδειξιν βεβαίαν. εἰπεῖν οὖν 762
βούλομαι καὶ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα τὴν μὲν γνῶσιν οὐκ ἀναγκαίαν ἔχει πρὸς ὑγίειαν σώματος ἢ τὰς τῆς ψυχῆς ἠθικὰς ἀρετὰς, ἐπεκόσμησε δ’ ἂν, εἴπερ ἐγνώσθη βεβαίως, διὰ τῶν γιγνωσκομένων ἀκριβῶς, ἀποτελούμενα κατὰ ἰατρικήν τε καὶ τὴν ἠθικὴν φιλοσοφίαν, ἣν ἐγώ φημι χρησίμην τε ἅμα καὶ δυνατὴν εἶναι πᾶσι τοῖς βουλομένοις ἀσκῆσαι· καὶ γέγραπταί μοι περὶ τούτου δύο βιβλία. νυνὶ δὲ ὅπερ ὑπεσχόμην προσάξω, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὅτι μὲν ἐκ τῆς τῶν δ’ στοιχείων κράσεως ἅπαντα τὰ παρ’ ἡμῖν σώματα γίγνεται, βεβαίως γιγνώσκειν φημί· καὶ προσέτι δι’ ὅλων αὐτῶν κεραννυμένων, οὐχ, ὡς Ἐμπεδοκλῆς ἡγεῖτο, κατὰ σμικρὰ μόρια καταθραυομένων. εἴτε δὲ τῶν σωματικῶν οὐσιῶν ὅλων δι’ ἀλλήλων ἰουσῶν, εἴτε τῶν ποιοτήτων μόνων, οὔτ’ ἀναγκαῖον εἶναί φημι γινώσκειν, οὔτε ἀποφαίνομαι. πιθανώτερον δὲ εἶναι νομίζω, κατὰ τὰς ποιότητας γίγνεσθαι τὰς κράσεις. τήν γε μὴν ψυχὴν, εἰ μὲν ἀθάνατος οὖσα ταῖς σωματικαῖς οὐσίαις κεραννυμένη τὰ ζῶα διοικεῖ, γινώσκειν βεβαίως οὐκ ἀπαγγέλλομαι, καθάπερ 763
οὐδὲ εἰ μηδεμία καθ’ ἑαυτήν ἐστιν ἡ οὐσία ψυχῆς. ἐκεῖνο μέντοι φαίνεταί μοι σαφῶς, ὅτι, κᾂν εἰσοικίζηται τοῖς σώμασι, δουλεύει ταῖς φύσεσιν αὐτῶν, αἵπερ εἰσὶν, ὡς ἔφην, ἐκ τῆς τῶν στοιχείων ποιᾶς κράσεως γιγνόμεναι. καὶ κατὰ γε τοῦτο πρὸς τὴν ἰατρικὴν τέχνην οὐδὲν ἡγοῦμαι βλαβήσεσθαι διὰ τὴν ἄγνοιαν τῆς καλουμένης ἐμψυχώσεώς τε καὶ μετεμψυχώσεως. ἐπιτήδειόν τε γὰρ εἶναι τὸ σῶμα χρὴ τὸ δεξόμενον τὴν ψυχὴν, ἀλλοιωθέντος τε αὐτοῦ μεγάλην ἀλλοίωσιν ἐν τῇ κράσει παραχρῆμα τὴν ψυχὴν ἐξιέναι, ψυχομένου μέντοι σφοδρῶς ἐν ταῖς κενώσεσι τοῦ αἵματος, καὶ ἐν ταῖς πόσεσι τῶν ψυχόντων φαρμάκων, ὅταν τε σφοδρῶς ᾖ τὸ περιέχον ψυχρὸν, ἀμέτρως τε θερμαινομένου κατά τε τοὺς πυρετοὺς καὶ τὰς εἰσπνοὰς τῆς φλογὸς, ἢ τῶν ὑπερθερμαινόντων φαρμάκων πόσεις. οὐ μόνον δὲ οὕτως ἀλλοιωθείσης τῆς κράσεως τοῦ σώματος τὴν ψυχὴν ὁρῶμεν αὐτοῦ χωριζομένην, ἀλλὰ κᾀπειδὰν τῆς ἀναπνοῆς στερηθείη πάντως, κᾀνταῦθά τινος γινομένης ἀλλοιώσεως κατὰ τὸ σῶμα. τηρουμένης οὖν τῆς φυσικῆς εὐκρασίας ἐν τῷ σώματι, τὴν 764
ψυχὴν αὐτοῦ χωρισθῆναι δοκῶ μοι γινώσκειν ἀδύνατον εἶναι. καὶ διὰ τοῦτο τὴν οὐσίαν αὐτῆς, ἥτις ἐστὶν, οὐκ ἀναγκαῖον οὔτε εἰς τὰς ἰάσεις τῶν νοσημάτων οὔτε εἰς φυλακὴν τῆς ὑγιείας ἐπίστασθαι, καθάπερ οὐδὲ εἰς τὴν ἠθικὴν φιλοσοφίαν, πρακτικήν τε καὶ πολιτικήν. ὀνομαζέτω γὰρ αὐτὴν ἕκαστος, ὡς ἂν ἐθέλῃ, χωρίζων τῆς θεωρητικῆς. ἐπιπλέον δὲ περὶ τούτων ἐν ἑτέροις ὑπομνήμασι γέγραπταί μοι. τῶν δὲ φυσικῶν δυνάμεων ἔτι δεδειγμένων, ὁπόσαι τε καὶ ὁποῖαί εἰσι, ζήτησίς τις γίνεται κατὰ ἀκολουθίαν, ὅπως φαμὲν αὐτὰς ἕλκειν μὲν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον. ἀδύνατον γὰρ εἶναι φαίνεται προγνωρίσαι σαφῶς, ὁποῖον μέν τι τὸ οἰκεῖόν ἐστιν, ὁποῖον δέ τι τὸ ἀλλότριον, ἢ τὴν ὁλκὴν τῶν οἰκείων, ἢ τὴν ἀπόκρισιν τῶν ἀλλοτρίων ποιεῖσθαι. τὸ δὲ γνωρίζειν αἰσθητικῆς δυνάμεως ἔργον εἶναι φαίνεται. διὰ τοῦτο οὖν ἐν τῷ λόγῳ τούτῳ παρακοή τίς ἐστι, καίτοι σαφῶς εἰρηκότος τοῦ Πλάτωνος· Ἕτερόν ἐστι γένος αἰσθήσεως ἐν τοῖς φυτοῖς· οἰομένων τῶν ἀκουόντων εἶναί τινα γνωριστικὴν δύναμιν ἐν αὐτοῖς τῶν οἰκείων 765
τε καὶ ἀλλοτρίων. τούτων γὰρ μόνων ἐστὶν ἡ διάγνωσις αὐτοῖς, ἥ τε καθ’ ἡδονὴν, ἥ τε κατ’ ἀνίαν, ἥ τε κατά τινα παραπλησίαν τούτοις ἢ ἀνάλογα τὰ παθήματα γιγνομένη, τῶν ἄλλων αἰσθητικῶν διαγνώσεων οὐ μετεχούσης τῆς φυτικῆς ψυχῆς. οὔτε γὰρ τῶν ὁρατῶν, οὔτε τῶν ἀκουστικῶν, οὔτε τῶν ὀσφραντῶν, οὔτε τῶν γευστῶν, οὔτε τῶν ἁπτῶν ποιοτήτων ἔχει διάγνωσιν, ἀλλὰ μόνον τῶν τρέφειν ἢ μὴ τρέφειν δυναμένων. τὰ μὲν γὰρ τρέφειν δυνάμενα πρὸς ἑαυτὴν ἕλκουσα, καὶ κατέχουσα, καὶ πέπτουσα, καὶ μεταβάλλουσα πρὸς τὸ οἰκεῖον τῆς τρεφομένης οὐσίας, τὰ δὲ μὴ δυνάμενα τρέφειν οὐ προσίεται. ὥστε μοι Πλάτων ὀρθῶς δοκεῖ λέγειν, αἴσθησιν ἔχειν τὰ φυτὰ, τῶν οἰκείων τε καὶ ἀλλοτρίων δηλονότι, καὶ κατὰ τοῦτο ζῶα προσηκόντως ἂν λεχθῆναι, μετὰ τοῦ μηδὲ τῆς ἐξ αὑτῶν κινήσεως ἐστερῆσθαι. ἀλλὰ μηδὲ τῆς τοιαύτης γνώσεως ἀναγκαίας οὔσης εἰς τὴν ἰατρικὴν φιλοσοφίαν, ἀρκοῦμαι διὰ τὴν ἀκολουθίαν μόνην ἄχρι τοῦ πιθανοῦ προερχόμενος ἐπαινεῖν τὸν Πλάτωνα, 766
καὶ ζῶα καλοῦντα τὰ φυτὰ, καὶ μετέχειν αἰσθήσεως μόνης φάσκοντα, τῆς τῶν οἰκείων τε καὶ ἀλλοτρίων διαγνωστικῆς, ἥτις ἂν ἀκριβὴς σκοπὸς τοῦ γένους τῶν ἡδέων τε καὶ οὐχ ἡδέων οὖσα φανεῖται. δι’ οὐδὲν γὰρ ἄλλο δυνατὸν εἰπεῖν, ἕλκειν αὐτὰ τὸ οἰκεῖον, ἢ ἐξομοιοῦν ἑαυτοῖς, ἢ διὰ τὴν ἀπόλαυσίν τε καὶ τὴν ἐγγινομένην αὐτοῖς ἡδονήν. ἀλλ’, ὡς ἔφην, ἀρκεῖ πρὸς ἰατρικὴν ἐπίστασθαι τοῦτο μόνον, ὡς ἕλκει μὲν τὸ οἰκεῖον, ᾧπερ καὶ τρέφεται, ἀποκρίνει δὲ τὸ ἀλλότριον. ἔτι δὲ μᾶλλον εἰς φιλοσοφίαν ἠθικὴν ἄχρηστος ἡ τῶν τοιούτων ἀκριβὴς γνῶσις, ὅθεν οὐδὲ ὁ Πλάτων αὐτῆς ἐμνημόνευσεν.