De sophismatis seu captionibus penes dictionem

Galen

Galen, De sophismatis seu captionibus penes dictionem

    [Παρὰ τρόπους ἓξ τὸν ἀριθμὸν γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, τῇ τοῦ Ἀριστοτέλους ἀξιοπιστίᾳ.] Ἀριστοτέλης ὁ φιλόσοφος διδάσκων ἡμᾶς ἐν τῷ περὶ σοφιστικῶν ἐλέγχων συγγράμματι παρ᾿ ὅσους τρόπους γίνεται τὰ παρὰ τὴν λέξιν σοφίσματα, τρόπους μὲν ἓξ τὸν ἀριθμὸν εἶναί φησι, ἐκτίθεται δὲ. αὐτοὺς οὕτως. παρ᾿ ὁμωνυμίαν, ἀμφιβολίαν, προσῳδίαν, σύνθεσιν, διαίρεσιν,

    583
    σχῆμα λέξεως. καλεῖ δὲ παρ᾿ ὁμωνυμίαν μὲν ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ πλείω σημαίνηται, καθάπερ ἐν τῷ κύνα τεθήρακα· πλείω γὰρ οὗτος ὁ λόγος σημαίνει διὰ τοὔνομα τὸν κύνα. παρ᾿ ἀμφιβολίαν δὲ, ὅταν παρ᾿ αὐτὸν τὸν λόγον ἐν αὐτῷ τὸ διττὸν ᾖ. καθάπερ ἔχει τὸ, γένοιτο καταλαβεῖν τόνδ᾿ ἐμὲ, ἐνταῦθα τῶν μὲν ὀνομάτων οὐδὲν διττὸν, αὐτὸς δὲ ὁ λόγος ἐφ᾿ ἑαυτοῦ σημαίνει τὸ, ἑλεῖν τε καὶ ἀναιρεθῆναι. παρὰ δὲ τὴν προσῳδίαν, ὅταν διττὸν γίγνηται. καθάπερ ἐν τῷ Ορος ἕστηκε. τὸ γὰρ διπλοῦν, παρὰ τὴν διττὴν προσῳδίαν τιθεμένην κατ᾿ ἀρχὰς, ἢ περιαιρουμένην· παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὐτὴ ποιῇ τοῦ σημαινομένου τὴν διαφορὰν, ὥσπερ

  1. Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.
  2. ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν, τοῦ ἢ συντιθεμένου, ἢ διαιρουμένου ἀπὸ τῶν ν΄ ἐστί. παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως, ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος καὶ τὸ σχῆμα. δοκεῖ δὲ οἶον τὸ ἀκούω. ἔστι μὲν τοῦ πάσχειν

    584
    δόξῃς ἂν τοῦ ποιεῖν, διὰ τὴν προφορὰν, ὅπερ ἐστὶ τὸ σχῆμα παραπλήσιον κρατεῖσθαι τοῖς τοῦ ποιεῖν, τοῦ τρέχω καὶ νοῶ. ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον. πρὸς μὲν τὸ πάσχειν ὅτι ἐστί. πρὸς δὲ τὸ ποιεῖν ὅτι φαίνεται. τούτους δ᾿ ἐξηριθμημένους τοὺς τρόπους ἐφεξῆς δείκνυσιν, ὅτι μηδείς ἐστιν ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν παρὰ μὲν τὴν λέξιν τι σοφισμάτων, ἔξω πεσεῖν τῶν εἰρημένων. ὁ δὲ λόγος δι᾿ οὗ ταῦτα δείκνυσίν ἐστιν οὗτος. τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις, μὴ ταὐτὸν μέντοι δηλώσαιμεν. τὸ μὲν οὖν τῆς ἐπαγωγῆς γνώριμον. εἰ γὰρ καθ᾿ ἕκαστον εἰπόντι καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν πίπτειν ἔξω τῶν εἰρημένων τρόπων, δῆλον ἤδη ταύτῃ γε, ὅτι μηδεὶς παραλέλειπται τρόπος· τὸ δ᾿ ἐφεξῆς παντάπασιν ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ καὶ συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν,
    585
    οὐδέ γε ὅπως ἂν ἕτερόν τινα λάβοιμεν συλλογισμὸν εἴρηται· τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν, συλλογισμοῦ συμπεράσματι μᾶλλον ἔοικεν ἢ συλλογισμῷ. σύνηθες δὲ τὸ τοιοῦτο τάχος τῷ φιλοσόφῳ καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ καὶ διὰ τὸ, πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι. τῶν οὖν ἐξηγησαμένων αὐτὸν οἱ μὲν οὐδ᾿ ἐπεχείρησαν ταῦτ᾿ ἀκριβῶσαι τὸν προσήκοντα τρόπον· οἱ δ᾿ οὐκ ἔτυχον. ἡμεῖς δὲ πειραθῶμεν οὐκ Ἀριστοτέλους ἕνεκεν, οὐδ᾿ ὡς τῷ λόγῳ βοήθειάν τινα πορίζοντες, ἀλλ᾿ ἡμῶν αὐτῶν. φιλοσόφου γὰρ οὐ μόνον τὰς προτάσεις λαβόντα συλλογίσασθαι, καθάπερ τοῖς πλείστοις εἴωθεν, ἀλλὰ καὶ τοῦ συμπεράσματος κειμένου τὰς προτάσεις κατασκευάσαι.

[Παρὰ τὸ διττὸν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεσθαι.] Ἐπεὶ δὲ δεῖξαι πρόκειται τοσαυταχῶς γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης ἔφη, τὰ παρὰ τὸ διττὸν, δῆλον ὡς δύο δεικτέον

586
ἡμῖν, ἓν μὲν ὅτι πάντα τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν ἐστιν, ἕτερον δ᾿ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα. δῆλον δ᾿ ἐκεῖνό γε πᾶσιν, ὅτι πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν αὐτῆς ἀνάγκη συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς ἐχόμενοι ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς ἀπειροτέρους ἐν τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον. εἰ δὴ ὅσα βουλοίμεθα καλῶς λαβεῖν πόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα, ληπτέον πόσαι πότ᾿ εἰσὶν αἱ κακίαι ἐν αὐτῇ· ὃ ἂν συνοφθείης τῆς ἀρετῆς ληφθείσης, εἴπερ ἐστὶ μία εἴ τε πλείους ἁπασῶν· ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κᾀκείνην γνωρίζεσθαι. ἐπεὶ δὲ, καθάπερ ἐν ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε καὶ ἡ ἀρετὴ, ἐν ἐκείνῳ πρὸς ὃ πέφυκεν, ἢ γέγονεν, ἀνθρώπου μὲν τὸ ζῇν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν εἴη τὸ πρός τι πέφυκεν ἢ γέγονεν ἡ λέξις. φαίνεται δὲ πρὸς ἓν τὸ σημαίνειν· δῆλον οὖν ὅτι καὶ εὖ καὶ κακῶς ἐν τούτῳ· δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη καθ᾿ αὑτὴν τῆς λέξεως, αἱ δ᾿ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ
587
τοῦ πράγματος, οἶον εὐαρμοστία καὶ εὐγραμματία. τοῦτο γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλ᾿ οὐ κατὰ τὸ πρᾶγμα· ἀλλ᾿ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη, ἢ ὀφθαλμὸς ὑπογεγραμμένος· καὶ γὰρ τούτοις ταῦτα ἔξωθεν, τὰ δὲ καθ᾿ αὑτὰ, ἐν τῷ τέμνειν τε καὶ ὁρᾷν καὶ τὴν ἀρετὴν ἑκάστου τυγχάνειν, εἶθ᾿ ὡς λέγεται καθ᾿ ἣν ἕδραν ἔχειν, πρὸς ὅ πέφυκεν, ἢ γέγονεν· δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν ἐντεῦθεν ἄν τις γνοίη ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλὰ, πλείους, εἰ δὲ πρὸς ἓν, μία. φαίνεταί γε μὴν ἡ λέξις πρὸς ἓν τὸ σημαίνειν· εἴπερ τὸ καλῶς πρὸς τοῦτο μὴ σημαίνειν ἢ μὴ εὖ σημαίνειν κακία ἔσται· καίτοι ἴσως δεῖται σκέψεως, εἰ θετέον εἶναι λέξιν ἔτι, τὴν μὴ σημαίνουσαν. οὐδὲ γὰρ αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς αὐλητής· οὐδὲ λέξεως ἄρα κακία τὸ μὴ σημαίνειν· τοῦτο δὲ εὐθὺς καὶ σημεῖον τοῦ μόνην τὴν ὑφ᾿ ἡμῶν δὲ λεγομένην ἀρετὴν εἶναι τῆς λέξεως καθ᾿ αὑτήν· ἐν ᾧ γὰρ ἑκάστου τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή· ἡ δὲ λέξις ἐν τῷ
588
σημαίνειν· τούτου γέ τοι διαφθαρέντος, οὐδὲ λέξις, οὐκοῦν ἐν τούτῳ καὶ ἡ ἀρετὴ, διὸ καὶ μόνη συναποβάλλεται· αἱ δ᾿ ἄλλαι, διὰ τὸ μὴ κατ᾿ αὐτὸ τὸ πρᾶγμα εἶναι, οὐδὲν κωλύονται καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἶον ἡ εὐαρμοστία καὶ ἡ εὐγραμματία. κρείττω γοῦν διὰ ταῦτα καὶ τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμὲν, οἶον τὴν Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ δ᾿ αἴτιον, ὅτι φωνὴ μᾶλλόν ἐστιν ἢ λέξις. ἀλλ᾿ εἴ τῳ καὶ δοκεῖ τοῦτο κακία τὸ μὴ σημαίνειν καὶ πλανᾶταί τις διὰ τὴν ὁμοιότητα τοῦ καλεῖσθαι. ἀλλ᾿ ἐκεῖνο δὲ δῆλον, ὡς οὐδ᾿ ἂν διὰ ταύτην κακίαν σόφισμα συμβαίνοι. τίς γὰρ ἂν ὁμολογήσειεν, ἢ συνθείη τίς πρὸς ἄσημον καὶ ἀσαφῆ λέξιν. λείπεται δὴ διὰ τὸ μὴ εὖ σημαίνειν· τοῦτο δὲ, ὅτι διττόν. ἐν τούτῳ γὰρ ὑπάρχει μόνῃ τῇ λέξει, σημαίνειν μέν τι, μὴ εὖ δὲ σημαίνειν. τὸ γὰρ κύων ὄνομα σημαίνει μέν τι, οὔπω δὲ τόδε τι, οὐδὲ ἀφωρισμένον ὅπερ ἦν τὸ εὔληπτον·
589
κᾀκεῖνο δὲ λέγεται καλῶς ὑπὸ Πλάτωνος, ὅτι πάντα ὅσα φθαρτὰ τῇ σφετέρᾳ κακίᾳ, φθείρει δὲ καὶ τούτων τὴν λέξιν. ἄγει γὰρ πρότερόν τινα εἰς ἀσάφειαν, ἀλλ᾿ οὐχὶ ἁπλῶς ὥσπερ τὰ μηδὲν σημαίνοντα· ἡ δ᾿ ἀσάφεια καὶ πρόσθεν ἐλέγετο διαφθορά τις εἶναι παντελὴς τῆς λέξεως· ὥσπερ πᾶν καὶ διὰ τοῦτο, μόνη κακία τὸ διττὸν, χωρὶς εἰ μή τις οἴεται κᾀκεῖνα κακίας, οἶον ἔνδειαν, ἢ μακρολογίαν, ἢ πριττολογίαν· λανθάνειν τοῦτον νομίζω, ἀπατώμενον καὶ μὴ συνιέντα τούτων οὐδὲν ἁπλῶς κακὸν τῆς λέξεως, εἰ μὴ τὴν ἀσάφειαν, ἢ τὸ διττὸν ἐργάζοιτο· εἰ δὲ μόνη κακία λέξεως αὕτη καὶ καλῶς τὰ πρόσθεν εἴρηται. πάντα δὲ τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν ταύτην γίγνεται· πάντα τὰ παρὰ τὴν λέξιν ἔσται παρὰ τὸ διττόν.

[Τὸ παρὰ τὸ διττὸν παρ᾿ ἓξ τρόπους παρὰ τὴν λέξιν γενέσθαι. ὅ τι ποτέ ἐστι λόγος.] Δεικτέον δὲ τὸ μετὰ τοῦτ᾿ ἂν εἴη, διὰ τί τὸ παρὰ τὸ διττὸν τοσαυταχῶς, ὁσαχῶς Ἀριστοτέλης φησὶ, συνίσταται· εἰ δὲ καὶ

590
τοῦτο μέλλει καλῶς εὑρεθήσεσθαι, ληπτέον πρότερον, ὃ τί ποτέ ἐστι λόγος τε καὶ ἐκ λόγων· λόγοι γὰρ καὶ αἱ προτάσεις· τούτων τινὶ ἤ τισι διττὸν ζητοῦμεν· ἔσται δὴ λόγος, ὡς πρὸς τὸ παρὸν ἀποχρώντως εἰπεῖν, σύνθεσις ὀνομάτων· καλῶ δὲ ὀνόματα κᾂν καὶ τὰ ῥήματα καὶ ὅλως τι σημαίνει διὰ τὸ γνωριμώτερα· ἀνάγκη τὸ διττὸν, ἢ ἔν τινι τούτων εἶναι τῶν ὀνομάτων, ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν ἔχομεν ὅπως συσταίη· ὁπόταν ὥσπερ οὐδ᾿ ἄν τις ἔχοι παρ᾿ ἕκαστα τῶν λίθων, ἢ τὸ συγκείμενον· καὶ τοῦτο, ἢ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ. παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερόν τις εὕροι ὑπάρχον, ἢ λεγόμενον, καθάπερ ἐν ἄλλοις ἀποδέδεικται· πάντα δὲ ταῦτα συλλαβόντες ἔχουσιν οἱ εἰρημένοι τρόποι· ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι παρά τε τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ ἐν ὀνόματι μὲν ὁ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν· ἐνεργείᾳ δὲ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· δυνάμει δ᾿ ὁπότε τῇ προσῳδίᾳ γίγνονται διττοὶ καὶ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν·
591
οὗτοι γὰρ οὐ σημαίνουσι πλείω, ἀλλὰ πάντως ἕν. διά τε τὸ ἑκάτερον ἐνδέχεσθαι διττοὶ λέγονται· διὸ καὶ δυνάμει φαμὲν αὐτοὺς, τοιοῦτο γὰρ τὸ δυνάμει οἶον τοῦτο αὗ πάλιν, ὥσπερ καὶ πρόσθεν διῄρητο, ἢ ἐν ὀνόμασιν, ἢ ἐν λόγῳ· ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν· αὕτη γὰρ ἐφ᾿ ἑκάτερον ἕλκει τοὔνομα, ὥσπερ ἐν τῷ Ορος ἕστηκεν, ἡ δασεῖα κατ᾿ ἀρχὰς τεθεῖσα, ἢ μή· ἐν δὲ λόγῳ, διότι σύνθεσις καὶ διαίρεσις διττὸν ποιεῖ, δύναται δὲ κἀν τοῖς συνθέτοις τῶν ὀνομάτων αὕτη, διὰ τὸ προσεοικέναι λόγῳ, καθάπερ ἐν τῷ Νεάπολις καὶ καλὸς κᾀγαθός· μεταβάλλοι δ᾿ ἀντὶ τῶν ἁπλῶν· ἀλλ᾿ οὐκ εἰς ἕτερον ὄνομα. τοῦτο γὰρ ἡ προσῳδία μόνη ποιεῖ· ἀλλ᾿ εἰς λόγον, ὥσπερ τὸ αὐλητρὶς δηλονότι, καὶ τὸν λόγον συνθείη πότ᾿ ἂν εἰς ὄνομα, ὥσπερ τὸ προκείμενον· δόξει δ᾿ οὐδὲν ἧττον ἄτοπον ἴσως τὸ φάσκειν, διὰ τὴν προσῳδίαν τε καὶ τὴν σύνθεσιν συμβαίνειν τὰ σοφίσματα· εἴπερ ταῦτα μὲν διὰ τὸ διττὸν, καθάπερ
592
ἐλέγετο πρόσθεν· εἰ |δὲ προσῳδία τε καὶ τὰ ὁμογενῆ καὶ τῶν δυνάμει διττῶν ἐξαιρεῖ τὸ διττὸν, ποιεῖ γὰρ ἤδη ταῦτα, θάτερον σημαίνειν καὶ λέγεται ἀληθῶς συμβαίνειν οὐδὲν ἧττον τὰ σοφίσματα διὰ ταῦτα· τῷ γὰρ τὸν λόγον ἐπιδέχεσθαι διὰ τούτων τὸ διττὸν, λαβόντες θάτερον κατ᾿ ἀρχὰς οἱ σοφισταὶ, θάτερον συνάγουσι, μεταβάλλοντες μὲν διὰ τούτων τὸν λόγον, πάντως γὰρ οὐκ ἂν ἄλλως τὸ σόφισμα συμβαίη, συλλογιζόμενοι δὲ ὡς ταὐτὸ λαμβάνοντες, ὥσπερ ἕν τι λογικὸν ὄνομα καὶ ἴδιον ἀνθρώπου, τὸ λογικὸν ἄρα ἓν ἴδιον ἀνθρώπου· καὶ εἰ ὅρος ἐνταῦθα εἱστήκει ὁ τὸ χωρίον, ὅρος δ᾿ ἐνταῦθα οὐχ ἕστηκε καὶ λάθοι μὲν οὐδένα τὸ κίβδηλον· αὐτὰρ οὐκ ὀκνοῦσιν οἱ σοφισταὶ πανταχῆ σμικρὸν φροντίζειν τοῦ εὐλόγου· ἐπεὶ κᾀν τοῖς ἐνεργείᾳ διττοῖς οὗτοί γε ταὐτὸν τοῦτο ποιοῦσι. λαβόντες γὰρ ἕτερον συλλογίζονται· ἀλλ᾿ ἐκεῖ μὲν ἀφανέστερον ὅτι καὶ ὁτιοῦν σημαίνῃ ἂν |ὁ λόγος, ὁμολογηθείη· ἐνταῦθα δὲ προδήλως, 
593
διὸ καὶ αὐτοῦ τοῖς ὀνόμασι καὶ λόγοις Ἀριστοτέλης ἔφη· οἱ μὲν γὰρ κᾀκεῖ εἰσιν οἱ τὸ εἶδος σοφισταὶ βιαζόμενοι· ἐπεὶ δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται φαντασίᾳ· τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἔμπροσθεν· φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως ἔχον καὶ ὁ λόγος ὁμοίως καὶ οὐ τοσοῦτον καθ᾿ ἕκαστον τῶν προειρημένων· τὰ παραδείγματα λάβοι τὶς ἂν ἔκ τε τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων· ἐπεὶ δ᾿ οὖν ἔχομεν πάντας κατειλεγμένους τοὺς τρόπους, ἂν γένοιτό τι διττὸν, ἔχομεν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα. ταῦτα γὰρ οὖν ἐστι, ἢ παρὰ τὸ διττόν· ἐχόμενον δὲ καὶ τὸ τοσαυταχῶς αὐτοῖς τοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν, ὅτι ἢ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ. δῆλον δ᾿ ὅτι καὶ συλλογισμοῦ τρόπον, ὁποῖόν τις ἂν προέλοιτο, δυνατὸν ποιεῖν, ἅπαξ γε τὴν διαίρεσιν ἔχοντα καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντα. εἰ γὰρ τὸ δυνατὸν, ἀλλ᾿ ἔσται οὔτ᾿ ἐν ὀνόματι
594
οὔτ᾿ ἐν λόγῳ, οὔτ᾿ ἐνεργείᾳ, οὔτε δυνάμει, οὔτε φαντασίᾳ· παρὰ ταῦτα δ᾿ οὐδὲν ὁ λόγος ἐδείκνυ· κατ᾿ αὐτὸ μὲν ἀφωρίσθω τὸν τρόπον τοῦτον· ὅτι δ᾿ οὐ κατ᾿ αὐτὸν τὴν διαίρεσιν εὑρήκαμεν, οὐ γὰρ Ἀριστοτέλει χαριζόμεθα νῦν. ἀλλὰ ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον· τὸ μὲν γὰρ ἢ ἐν ὀνόματι δεῖν, ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς αὐτὸς εἴρηκεν ἐν οἷς φησιν ὅτι τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις τὸ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ γνώριμον ἐκ τῆς τάξεως· γέγραπται γοῦν ἀφωρισμένα καθ᾿ ἕκαστον εἶδος ἢ γένος τὰ ὁμογενῆ, καὶ πρῶτα μὲν τὰ ἐνεργείᾳ, δεύτερον δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ φαντασίᾳ, καθάπερ δίκαιον, ἢ διὰ τί ποτ᾿ οὐ συγκέχυται ταῦτα· ἀλλ᾿ ὡς γελοῖον ἴσως καὶ τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν ἐκ τοῦ πράγματος· εἰ γὰρ οὕτως ἔχει καθάπερ ἡ τέχνη φησὶ δηλονότι καὶ γέγονε κατ᾿ αὐτὴν, ὥσπερ ἡ ἰατρικὴ, τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ ταὐτόματα ἐργάσαιτο· ταῦτα μὲν οὖν ὑπὲρ τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν.

595

    [Οἱ τῆς ἀμφιβολίας καὶ τῶν ἄλλων σοφισμάτων τρόποι.] Εἴρηται δέ τινα καὶ τοῖς Στωϊκοῖς περὶ τῶν τοῦ μέρους δικαίων ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος εἶναι εἰρημένων. εἴη γὰρ ἐπαγωγή τις αὕτη πίστις καὶ δίκαιον ἄλλως, μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον τίθεσθαι· τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον, ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστὶ, τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον· εἰσί γε πρὸς τῶν χαριεστέρων λεγομένων τὸν ἀριθμὸν η΄. μία μὲν, ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ αὐλητρὶς παῖς οὖσα· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου. δευτέρα δὲ, παρὰ τὴν ἐν τοῖς ἁπλῶς, οἷον ἀνδρεῖος, ἢ γὰρ χιτὼν, ἢ ἄνθρωπος. τρίτη δὲ, παρὰ τὴν ἐν τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ἄνθρωπός ἐστιν, ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει.

    596
    τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου, ἢ πατρός. πέμπτη δὲ παρὰ τὸν πλεονασμὸν, ὥσπερ ἡ τοιαύτη, ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν· τὸ γὰρ μή προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μηδὲν σαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ, καὶ νῦν καὶ μὴ παρήλασε. τὸ γὰρ στοιχεῖον ἂν μὴ γένοιτο διαζευκτικόν. ἑβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον, ὡς ἐν τῷ

  1. Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.
  2. ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ, Δίων Θέων ἐστίν· ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων Θένω ἐστὶν, ἢ πάλιν· οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται. δῆλόν δέ γε, ὅστις μὴ παρέργως τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες πίπτουσιν εἰς τοὺς

    597
    κατειλεγμένους ὑφ᾿ ἡμῶν τρόπους, τὸ δ᾿ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον· οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδειξίν τις λάβοι τοῦ κατ᾿ οὐδένα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι συστῆναι, τό τε κᾂν τοῖς πεπλεγμένοις ὁμωνυμίαν φάσκειν συμβαίνειν, παντελῶς οὐδ᾿ ἀκουόντων ἐστὶν ὀνομάτων· πῶς δὲ οὐκ ἔστι ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς καταριθμεῖσθαι, καθάπερ ἐπὶ τῶν τὴν διαίρεσιν ποιουσῶν ἀσήμαντον μόριον σημαῖνον διαιρούμεναι. λάβοι γὰρ ἂν οὕτως πλείους τὰς εἰδικὰς διαφοράς· ἔτι δ᾿ ἂν τοῦτον τὸν τρόπον τὰς καὶ τῆς ὁμωνυμίας τις ποιήσειε πλείους εἰδικὰς λεγομένας διαφορὰς, ὅτι αὐτὸς παρὰ τὸ ἀπὸ τύχης, αἱ δὲ παρὰ τὴν ἀναλογίαν, ἢ ὁμοιότητα, ἢ ἄλλον τινὰ τρόπον συνίστανται· καὶ μὴν καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ἀπ᾿ αὐτῶν λεγομένης πλείους οἱ τρόποι, οἱ μὲν γὰρ τῇ παραθέσει τῶν ὁμοίων πτώσεων γίγνονται, ὡς ἐν τῷ, εἴη μέλλει τὸν Σωκράτην νικῆσαι· οἱ δ᾿ ἄλλοι τρόποι· ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δ᾿ ἄξιον ἀπορίας, πῶς τὰ περὶ τὰς φαντασίας διττὰ, πολὺ δὲ μᾶλλον ἔτι, πῶς τὰ τῆς προσῳδίας· οἱ γὰρ τιθέμενοι διττοὺς
    598
    τοὺς παρὰ τὴν θέσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν προσῳδίαν; ὥσπερ γὰρ ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ μὲν σιωπῇ δύναται πρὸς τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ τὸ ὄνομα τῇ προσῳδίᾳ· καθάπερ ἔξωθεν ὂν ὁ κενὸς χρόνος τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ, διττὸν ποιεῖν αὐτὸν πέφυκεν, οὕτω δὴ καὶ ἡ προσῳδία· ἔτι δὲ καὶ οἱ σοφισταὶ καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας καὶ τούτῳ· καὶ μὴν αὐτὸ ἄν τις ἐφ᾿ ἑαυτοῦ σκοπούμενος, ὥσπερ ἂν παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν ἀμφισβητοῦσιν, οὕτω δὴ καὶ παρὰ τὴν προσῳδίαν· δῆλον δὲ ἐπὶ τῶν γεγραμμένων λόγων, οἷς μὴ πρόσκειται τὰ διακρίνοντα σημεῖα, δεῖται γὰρ ὥσπερ ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω καὶ τῆς προσῳδίας, οὐκ ἀεί γε μὴν καὶ δι᾿ αὐτὴν γένοιτο διττὸς ὁ λόγος.