[Πίσωνι τὸν λόγον ἀνατίθησιν, Ἀνδρόμαχον ἐπαινεῖ, καὶ τῆς γραφθησομένης πραγματείας τὸ αἴτιον ἐκδηλοῖ ὁ Γαληνός.] Καὶ τοῦτόν σοι τὸν περὶ τῆς θηριακῆς λόγον ἀκριβῶς ἐξετάσας ἅπαντα, ἄριστε Πίσων, σπουδαίως ἐποίησα, καὶ μάλιστα ἐπεί σε κατεῖδον περὶ τὴν γνῶσιν αὐτῆς μὴ παρέργως ἔχοντα. εἰσελθὼν γάρ ποτε πρός σε κατὰ τὸ ἔθος, πολλὰ μὲν καὶ ἄλλα τῶν συνήθων σοι παρακείμενα βιβλία εὗρον. καὶ γὰρ καὶ ἄλλως ἔστι σοι φίλον, μετὰ τὰς δημοτικὰς τῶν πράξεων ἀσχολίας, τοῖς
211
παλαιοῖς τῶν φιλοσόφων ἀνδρῶν ὁμιλεῖν. γενόμενον δέ τι σύγγραμμα περὶ τῆς ἀντιδότου ταύτης οὐκ ἀηδῶς ἀνεγίνωσκες τότε, καί μοι παραστάντι σοι εὐθέως μὲν φιλικοῖς ἐνεῖδες τοῖς ὄμμασι, δεξιῶς δὲ καὶ προσηγόρευσας, καὶ μετὰ ταῦτα πάλιν ἀνεγίνωσκες τὸ βιβλίον, ἀκροατὴν ἔχων ἐμέ. ἤκουον δὲ καὶ αὐτὸς, οὐκ ἀμελῶς γὰρ ἦν τὸ σύγγραμμα συντεταγμένον ὑπό τινος Ἀνδρομάχου καλουμένου, ἐντελῶς πεπαιδευμένου τὴν τέχνην, μὴ μόνον τῇ πείρᾳ τῶν ἔργων, ἀλλὰ καὶ τοῖς λόγοις, τὸν ἐπ᾿ αὐτοῖς λογισμὸν ἀκριβῶς ἠσκημένου. τὸ γοῦν ἄρχειν ἡμῶν, διὰ τὴν ἐν τούτοις ὑπεροχὴν, ὑπὸ τῶν κατ᾿ ἐκεῖνον καιρὸν βασιλέων ἦν πεπιστευμένος, ὡς ἔμοιγε δοκεῖ, τάχα τι καὶ τῆς πατρίδος αὐτῷ εἰς τὸ ἀκριβῶς ἐκμαθεῖν τὴν ἰατρικὴν συναραμένης. Κρὴς γὰρ τὸ γένος ἦν, καὶ εἰκὸς ἦν τὴν Κρήτην, ὡς ἄλλα πολλὰ τῶν βοτανῶν, οὕτω καὶ εἴς τι φάρμακον ἀγαθὸν τοῖς ἀνθρώποις ἐνεγκεῖν τὸν τοιοῦτον ἄνδρα. ἀναγινώσκοντος δέ σου τὰ γεγραμμένα, πάνυ γε ἐγὼ ἔχαιρον, ὅτι οὕτως ἀκριβῶς προσεῖχες τοῖς ὑπὸ τοῦ ἀνδρὸς λεγομένοις, καὶ ἀληθῶς
212
μέγα με θαῦμα κατεῖχε, καὶ τῇ καθ᾿ ἡμᾶς τύχῃ πολλὴν τὴν χάριν εἶχον, ὅτι σε φιλοπόνως οὕτως ἔχοντα περὶ τὴν τέχνην ἔβλεπον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἄλλων ἀνθρώπων μόνην τὴν ἀκοὴν ὑπὸ τῶν ταύτης λόγων εὐφραίνεσθαι θέλουσι. σὺ δὲ οὐ μόνον τῶν λεγομένων ἡδέως ἀκούεις, ἀλλὰ καὶ πολλὰ τῶν μὴ λεγομένων ἐξ ἐμφύτου συνέσεως εὑρίσκεις εὐφυῶς. ἔνια δὲ καὶ τῶν ἔργων οὕτως ἀκριβῶς ἐπίστασαι καὶ βλέπεις, ὡς οἱ φιλοπόνως μαθόντες ἡμεῖς. ὅπερ ὡς ἀληθῶς ἐγὼ θεασάμενος ἐπὶ σοῦ καὶ πάνυ κατεπλάγην. ὁπότε γάρ σου τῶν παίδων ὁ φίλτατος τὴν περὶ τὸ περιτόναιον διάθεσιν ἔσχεν ἔκ τινος τοῦ ἱππεύειν ἀνάγκης, ἐπειδή τις καὶ δημοτελὴς ἦν μυστηρίων ἱερουργὸς, διὰ θρησκείαν, τὴν ὑπὲρ Ῥωμαίων θεῶν ἀναγκαίως ἀγομένην τότε, ἐφ᾿ ᾧ δὴ καὶ τοὺς εὐγενεστάτους παῖδας ἱππεύοντας εὐρύθμως, καὶ χορεύοντας, ὥσπερ τοῖς ἵπποις, ἔδει τινὰ τῶν μυστηρίων καὶ αὐτοὺς ἐπιτελεῖν. ὅτε δὴ καὶ τοῦ παιδὸς τοῦ σοῦ ἁπαλοῦ τυγχάνοντος πάνυ, ὁ τόπος οὗτος περιθλασθεὶς, βιαίως ἀπέστη τε τῶν ὑποκειμένων,
213
καὶ μετ᾿ αὐτὸ πῦον συναγαγὼν, ἐδεήθη καὶ τομῆς, καὶ ὁ μὲν παῖς, ὥσπερ τὶς ἀνὴρ ἤδη, τλημόνως ἀπάντων ἀνεχόμενος, ἐπιεικῶς ἐθεραπεύετο, καθάπερ ἔκ τινος τοῦ φιλοσοφίας λόγου, καρτερίᾳ τε καὶ ἀνδρείᾳ πρὸς τὰ παρόντα εὐφυῶς συνησκημένος. σὺ δὲ ἐφεστὼς ἀκριβῶς οὕτως ἔβλεπες, καὶ τοῖς γιγνομένοις ὑφ᾿ ἡμῶν ἅπασι προσεῖχες, ὡς εἴ ποτέ τι καὶ παρέργως ἐγίγνετο, εὐθέως ἐφεστάναι, καὶ παραινεῖν κατὰ τὸν Ἱπποκράτην, μηδὲν εἰκῇ ποιεῖν. ἐγὼ δέ τι καὶ φιλοτιμότερον θεώμενος, περιεργότερον τὸ ὑπὸ σοῦ γιγνόμενον ἔβλεπον. εἴ ποτε γάρ τι καὶ τῶν ἐπιθετιμένων ὑπὸ τοῦ θεραπεύοντος φαρμάκων ἀτόπως ἔκειτο, τοῦτο τοῖς σαυτοῦ δακτύλοις μετετίθεις τε καὶ δεόντως ἥρμοττες τῷ τραύματι, ὡς θαυμαστὸν εἶναι δοκεῖν, ἐκ τῆς περὶ τὸν υἱόν σου στοργῆς καὶ τῆς φυσικῆς ἐντρεχείας, αἰφνίδιόν σοι οὕτω τῶν χειρῶν ἐνδεικνυμένων ἀκριβῆ τέχνην, καὶ τοῦτ᾿ ἄρ᾿ ἦν ἰδεῖν ἐπὶ σοῦ φαινόμενον ἐκεῖνο, ὥσπερ δὴ καὶ ὁ σοφώτατος Πλάτων, ὡς εἰκὸς ἐπὶ πολλῶν πολλάκις ἰδὼν, καὶ χαίρων τῇ τῆς ἀληθείας ἀνάγκῃ, καὶ τὰς μαθήσεις
214
ἀναμνήσεις εἶναι λέγει, καὶ τὴν ψυχὴν, πάντων τὰς ἐννοίας ἔχειν δοκεῖν, ἐμφαίνεσθαι δὲ αὐτὰς τότε, ὅτε ἡ χρεία καλεῖ. ὥσπερ δὲ δὴ καὶ ἐπὶ σοῦ, διὰ τὴν περὶ τὸν παῖδα φροντίδα, ἀπροσδόκητος ἡμῖν ἡ παροῦσά σοι τῆς τέχνης ἐμπειρία κατεφαίνετο, καὶ εἰκότως φιλόκαλός τε ὢν, οὕτω καὶ εὐφυής. οὐδὲ περὶ τὸ φάρμακον τοῦτο τὴν θηριακὴν ἔσχες ἀμελῶς, ἀλλ᾿ ἐσπούδασας αὐτοῦ εἰδέναι τήν τε δύναμιν καὶ τὴν κρᾶσιν, τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς χρήσεως ἀκριβῶς ἐκμαθεῖν.
[Θηριακῆς ἔπαινος καὶ διάγνωσις, καὶ τῶν περὶ ταύτην ἀρχόντων Ῥωμαίων σπουδή.] Καὶ γὰρ ἐστὶν ὡς ἀληθῶς, παρὰ τοῖς ἀνθρώποις ἅπασιν ἐνδοξότατον, διά τε τὸ ἄπταιστον τῆς ἐπαγγελίας καὶ διὰ τὸ δυνατὸν τῆς ἐνεργείας· οἵτε γὰρ τις δηχθείς ποτε ὑπὸ τῶν ἀναιρεῖν εἰωθότων θηρίων εὐθὺς πιὼν τὴν ἀντίδοτον ἀποθανὼν ἱστόρηται, οὔτ᾿ ἂν προπιὼν τις, εἶτ᾿ οὐ μετὰ πολὺ δηχθεὶς ἰσχυρότερον πρὸς τὸ ἀποκτεῖναι τόν ἰὸν ἔσχε τοῦ θηρίου, ὅπερ πολλάκις καὶ τῶν ἀρχόντων τινὲς, ἐξουσίαν θανάτου
215
καὶ ζωῆς ἔχοντες. εἶτα τὸ κρῖναι τὸ φάρμακον θέλοντες, εἰ τοῦθ᾿ ὅπερ ἐπαγγέλλεται, καὶ δρᾷν δύναται, ἐπὶ τῶν ἤδη διά τινας πονηρὰς καὶ παρανόμους πράξεις κατακριθέντων ἀποθανεῖν δοκιμάζουσιν αὐτὸ, ἡμεῖς μὲν ἐπ᾿ ἀνθρώπων τὴν κρίσιν αὐτοῦ ποιεῖσθαι μὴ δυνάμενοι, ἐπί τινων ἄλλων ζώων τὸ αὐτὸ δρῶντες, τὴν ἀληθῆ τοῦ φαρμάκου κρίσιν εὑρίσκειν πειρώμεθα. ἀλεκτρυόνας γὰρ λαβόντες, τοὺς μὴ ὅσοι γέ τινες οἰκοδίαιτοί τέ εἰσιν, καὶ ἡμῖν ὁμορόφιοι, ἄγριοι δὲ μᾶλλον τυγχάνουσιν ὄντες, καὶ ξηρότερον κεκραμένοι τὸ σῶμα, οὕτως αὐτοῖς προβάλλομεν τὰ θηρία, καὶ τὰ μὲν εὐθέως ἀποθνήσκει τὰ μὴ πιόντα, ὅσα δὲ πέπωκεν, ἰσχύει καὶ μετὰ τὸ δῆγμα τὴν ζωὴν ἔχει. δοκιμάζειν δ᾿ ἐνίοτε χρὴ τὸ φάρμακον, εἰ μή ἐστι δεδολωμένον. καὶ τούτῳ τῷ τρόπῳ. διδόντες γάρ τι τῶν διὰ γαστρὸς καθαίρειν δυναμένων φαρμάκων, προδίδομεν τῆς θηριακῆς, καὶ ὅταν δοθείσης αὐτῆς μὴ καθαίρηται ὁ λαβὼν τὸ καθαρτικὸν φάρμακον, αὐτῷ δοκιμάζομεν τὴν ἀντίδοτον ἀρίστην οὖσαν, ἐπειδὴ ἐκώλυσε τὴν κάθαρσιν γενέσθαι τῷ
216
λαβόντι τὸ καθαρτικὸν φάρμακον, ὡς διὰ τὴν τοιαύτην κρίσιν, μή ποτ᾿ ἂν ἡμᾶς σφαλῆναι περὶ τὴν τοῦ ἀληθοῦς φαρμάκου εὕρεσιν. πολλὴ γάρ ἐστιν ὑπὸ τῶν πανουργούντων καὶ ἡ περὶ αὐτὸ γινομένη πανουργία, καὶ οἱ πολλοὶ τῇ δόξῃ μόνῃ τῆς ἀντιδότου ἀπατώμενοι, παρὰ τῶν καπηλικῶς χρωμένων τῇ τέχνῃ, πλείστῳ ἀργυρίῳ, κἂν μὴ καλῶς ἐσκευασμένον ᾖ, ὠνοῦνται τὸ φάρμακον. εἰσὶ γὰρ καὶ τῶν ὑγιαινόντων τινὲς οἳ ἐν ὅλῳ καὶ παντὶ τῷ ἑαυτῶν βίῳ ἀδιαλείπτως χρῶνται τῷ φαρμάκῳ, μάλιστα ὅσοι διὰ τὸ σκαιὸν, καὶ ἀνελεύθερον τοῦ τρόπου μὴ ζῶσιν ἀμερίμνως, ἀλλ᾿ ἀεὶ πρὸς τὸ ἐπιβουλεύεσθαι τὴν ὑποψίαν τοῦ ῥᾳδίως ὑπὸ τῶν ἐχθρῶν ἀποθανεῖν ἔχουσιν. ἔνιοι δὲ δι᾿ ὠφέλειαν τοῦ σώματος καθ᾿ ἑκάστην ἡμέραν προσφέρονται τοῦ φαρμάκου, ὥσπερ δὴ τὸν θεῖον Μάρκον καὶ ἡμεῖς οἴδαμεν ἐνθέσμως ποτὲ βασιλεύσαντα, καὶ ἀκριβῶς ἑαυτοῦ διὰ τὴν σύνεσιν τῇ συγκράσει τοῦ σώματος παρακολουθήσαντα, κατακόρως τε, καὶ ὥς τινι τροφῇ χρησάμενον τῷ φαρμάκῳ. ἐξ ἐκείνου γὰρ καὶ μᾶλλον δεδόξασται τὸ φάρμακον, καὶ
217
εἰς τὸ φανερὸν αὐτοῦ τοῖς ἀνθρώποις ἡ δύναμις τῆς ἐνεργείας ἐλήλυθε. τῇ γὰρ ἐπὶ τὸν βασιλέα γενομένῃ ὑγιεινῇ καταστάσει τὴν πίστιν τῆς ὠφελείας ἡ ἀντίδοτος μᾶλλον προσείληφεν. ἀλλ᾿ ἐπὶ μὲν ἐκείνου τοῦ βασιλέως μόνον αὐτῆς τὸ ἔργον εἰς τὴν γνῶσιν τῶν εἰδότων κοινὸν ἦν, ἐπὶ δὲ τῶν νῦν μεγίστων αὐτοκρατόρων ἡ χρῆσις εἰς τὸ κοινὸν ἔφθασε. πᾶσι γὰρ ἡμῖν ἔξεστι τοῖς παρ᾿ αὐτῶν κεχρῆσθαι καλῶς καὶ θεραπεύεσθαι ἀφθόνως, ἄλλου παρ᾿ ἄλλου λαμβάνοντος τὸ φάρμακον, ἐπεὶ μὴ μόνον τῷ παρὰ θεῶν ἔχειν τὸ βασιλεύειν ὑπερέχουσιν ἁπάντων, ἀλλὰ καὶ τῷ τῶν ἀγαθῶν ἁπάντων ἅπασι μεταδιδόναι ἡδέως, ὥσπερ καὶ αὐτοὶ οἱ θεοὶ, ἐν τῷ ἴσῳ καὶ τοσούτῳ τὴν εὐφροσύνην ἔχοντες. ἐν ὅσῳ περ καὶ οἱ ἀπ᾿ αὐτῶν διασωζόμενοι διατίθενται, καὶ νομίζοντες τὸ μέγιστον εἶναι τῆς βασιλείας μέρος τὴν τοῦ κοινοῦ σωτηρίαν, ὅπερ δὴ καὶ μᾶλλον ἐπ᾿ αὐτῶν τεθαύμακα. οὐ γὰρ περὶ τοῦτο τὸ φάρμακον μόνον τὴν σπουδὴν ἔχουσιν, ἀλλ᾿ οὕτως εἰσὶ περὶ πάντα φιλότιμοι, ὡς εἴ ποτέ τινι τῶν φίλων αὐτοῦ χρεία γένοιτο, θαυμαστὸν ὅπως
218
ἐξ ἑτοίμου, καὶ μετὰ πολλῆς τῆς προθυμίας κοινωνοῦσι τῶν φαρμάκων. οὐ γὰρ περιμένοντες τὴν ἀνάγκην τῆς χρήσεως, τότε καὶ σκευάζουσιν αὐτὰ, ἀλλὰ πρὸς τὸ τάχος τῆς τῶν καιρῶν ὀξύτητος ἑτοίμην καὶ τὴν παρασκευὴν αὐτῶν φιλοκάλως ἔχουσιν. ὁπότε γοῦν Ἀντίπατρος, ὁ τὰς Ἑλληνικὰς ἐπιστολὰς αὐτῶν πράττειν πεπιστευμένος, καὶ διὰ τὸ σεμνὸν τοῦ ἤθους καὶ διὰ τὴν ἐν τοῖς ῥητορικοῖς λόγοις ἐντελῆ παιδείαν μεγάλως ὑπ᾿ αὐτῶν τιμώμενος, τῇ νεφριτικῇ διαθέσει περιπεσὼν, δεινὰ καὶ ἀνήκεστα ὑπὸ τοῦ πάθους ἔπασχεν, ἀξιέπαινον αὐτῶν εἶδον τὴν περὶ τοὺς φίλους εἰς τὸ σώζεσθαι σπουδὴν, καὶ θαυμαστὴν τὴν περὶ τὴν ἰατρικὴν φιλοτιμίαν. οὕτω γὰρ πρὸς τὸ ποικίλον καὶ διάφορον τῶν συμπτωμάτων ἐνιστάμενοι ἀντηγωνίζοντο τῷ πάθει διὰ τῶν καλλίστων φαρμάκων, ὡς τῶν ἰατρῶν οἱ ἄριστοι, καὶ τὸν πάντα βίον περὶ τὴν ἄσκησιν αὐτῆς ἠσχολημένοι. τὴν δὲ πάντα μοι φιλτάτην Ἀῤῥίαν, καὶ αὐτὴν ὑπ᾿ αὐτῶν ἐξόχως ἐπαινουμένην, διὰ τὸ φιλοσοφεῖν ἀκριβῶς, καὶ τοῖς Πλάτωνος μάλιστα χαίρειν λόγοις, ἀνέσωσάν
219
ποτε νοσήσασαν οὐ παρέργως καὶ τὸν στόμαχον ἐκλελυμένον ἔχουσαν, καὶ κειμένην οὕτως ὑπτίαν, ὡς μηδὲ τὰς τροφὰς δύνασθαι λαμβάνειν, καὶ διὰ τοῦτο εἰς τὸν τῆς ἀτροφίας κίνδυνον ἐλθεῖν· ὅτε δὴ καὶ ὡς οἱ ἐμπειρότατοι τῶν ἰατρῶν ἐθεράπευσαν τὴν γυναῖκα, ὑποδείξαντος ἐμοῦ, τὸν ἀψινθίτην οἷον παρασχόντες αὐτῇ πιεῖν· πιοῦσα γὰρ εὐθέως ἀνεῤῥώσθη τε τὸν στόμαχον, καὶ ταχέως ἀπείληφε τῆς ὀρέξεως τὸ ἔργον. τὸ δὲ ἐπὶ τοῦ σοῦ παιδὸς γενόμενον εἰκὸς ὅτι καὶ μνημονεύεις ἔτι ὁπότε γὰρ γενομένης τῆς ἀποστάσεως σὺ μὲν, ὡς χρηστὸς πατὴρ, ὀκνηρότερον εἶχες πρὸς τὴν τομὴν, ἤπειγε δὲ ὁ καιρὸς ἀποκριθῆναι τὸ ἐγκείμενον ὑγρὸν, δόντες αὐτοὶ τὸ φάρμακον ἀπήλλαξαν ἡμᾶς τῆς μεγάλης ἐπ᾿ αὐτῷ φροντίδος· ἐπιτεθεῖσα γὰρ ἡ ἔμπλαστρος διεῖλε μὲν τὸ ἐπικείμενον σῶμα ὀξύτερον τῆς τομῆς, ἐκένωσε δὲ πᾶν τὸ ὑγρὸν τὸ ὑποκείμενον, ὡς μηκέτ᾽ ἔχειν διὰ τοῦτο τὸ παιδίον τὰς ἀλγηδόνας.
[Τίνος ἕνεκα ἐκ πολλῶν σύγκειται ἡ ἀντίδοτος· ἔμφυτον δὲ πᾶσιν δύναμιν ὑπάρχειν, ἣν λόγῳ τε καὶ
220
αἰσθήσει ἰσχνεύομεν.] Ταύτην οὖν ἔχοντες περὶ ταῦτα τὰ φάρμακα, ὡς ὁρᾷς, τὴν βασιλικὴν φιλοκαλίαν, εἰκότως καὶ τὴν θηριακὴν σκευάζουσιν ἐπιμελῶς, καὶ ἓν ἕκαστον ὧν μιγνύουσιν ἀκριβῶς δοκιμάζοντες αὐτοὶ, ὡς μηδὲν παρορᾷν, καὶ διὰ τοῦτο θαυμαστῶς τὴν ἀντίδοτον ἀποτελεῖν τὰ ἔργα· καὶ γάρ ἐστιν, ὡς οἶδας, ποικιλίαν ἔχουσα τοῖς μίγμασι καὶ πολυειδῆ τὴν χρῆσιν ἐν τοῖς ἔργοις. τεθαύμακα γοῦν ἐγὼ τὸν πρῶτον ποιησάμενον αὐτῆς τὴν σκευασίαν. καί μοι δοκεῖ μήτ᾿ ἀλόγως, ἀλλ᾿ ἀκριβεῖ τινι λογισμῷ, καὶ βεβασανισμένῃ πάνυ τῇ φροντίδι πεποιῆσθαι αὐτῆς τὴν σύνθεσιν· οὐ γὰρ ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ ἄνευ λόγου κατὰ τὰς φύσεις ἕκαστον ἀτέχνως ἰατρεύοντες αἰσχρῶς τὰ μὲν ἐξ ὀνειράτων, τὰ δὲ καὶ παρ᾿ αὐτῆς τῆς τύχης λαβεῖν φασιν εἰς τὴν τέχνην τὰ φάρμακα, οὕτω καὶ ἡμεῖς περὶ τὴν ἰατρικὴν σπουδάζομεν, ἀλλ᾿ ὅσα μὲν ὁ λόγος αὐτὸς πρῶτος καὶ μόνος ἐξευρίσκειν δύναται, ταῦτα ἀκριβῶς παντὶ τῷ λογισμῷ ζητοῦντες φιλοπόνως εὑρίσκομεν, ὅσα δὲ εὑρεῖν ἀδυνατεῖ, ταῦτα διὰ τῶν αἰσθήσεων τῇ πείρᾳ κρίνομεν,
221
πολλάκις μηδ᾿ αὐτῇ μόνῃ καὶ μιᾷ τῇ αἰσθήσει πιστεύοντες αὐτῶν ποιεῖσθαι τὴν κρίσιν· οὔτε γὰρ τὴν τίτανον, ὅτι λευκή ἐστιν ὥσπερ ἡ χιὼν, τῇ ὄψει μόνον ὡς ψύχουσαν κρίνειν αὔταρκες εἶναι νομίζομεν· οὔθ᾿ ὅτι τὸ ῥόδον, διὰ τὸ ἐρυθρὸν εἶναι, διὰ τοῦτο καὶ θερμαίνειν αὐτὸ εὐθέως πεπείσμεθα, ἀλλ᾿ ἅμα τῇ ὄψει καὶ τὴν αἴσθησιν τῆς ἁφῆς προσπαραλαμβάνοντες τὴν μὲν, ὅτι θερμαίνειν μέχρι τοῦ καίειν ἀδιαψεύστως εὑρίσκομεν, τὸ δὲ ῥόδον ἀντιπαραλαμβανόμενοι τῆς ἐπ᾿ αὐτοῦ ψύξεως, ὅτι τῶν ἐμψυχόντων ἐστὶν, ἀκριβῶς ἐπιστεύσαμεν. καὶ οὕτω λοιπὸν ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν δυνάμιν διὰ τῆς αὐτῆς αἰσθήσεως κρίνοντες εὑρίσκομεν, τὸ μὲν ὅτι τόδε ἐστὶν ἁλμυρὸν, ἢ ὀξὺ, τὸ δ᾿, ὅτι πικρὸν, ἢ γλυκὺ, τῇ γεύσει δοκιμάζοντες αὐτά· τὸ δ᾿ ὅτι τὸ μὲν θερμαίνει, τὸ δὲ ψύχει, καὶ ἄλλο ὑγραίνει, ἕτερον δὲ ξηραίνει, ἡ διὰ τῆς ἁφῆς ἀντίληψις γνωρίζειν ἡμῖν παρέσχε. πολλὰ δ᾿ αὐτῶν διὰ τῆς ὀδμῆς κρίνειν ἐπινοοῦμεν, καὶ τὸ μὲν εὔτονον τῆς δυνάμεως ἐκ τοῦ πληκτικοῦ τῆς ἀποφορᾶς εὑρίσκομεν, τὸ
222
δ᾿ ἄτονον τῆς ἰσχύος διὰ τῆς ἐκλύσεως τοῦ ὀσφραντοῦ. γνωρίζωμεν δ᾿ εἰ δόκιμόν τε καὶ μὴ, κριτήριον τῶν ἁπλῶν φαρμάκων τὰς ἑαυτῶν αἰσθήσεις ποιησάμενοι, καὶ ταύταις αὐτὰ πειράσαντες τὸ πρῶτον, καὶ διὰ τῆς χρήσεως τε καὶ αἰσθήσεως τὸ πιστὸν αὐταῖς ἐργασάμενοι, οὕτω λοιπὸν προσάγοντες τῇ πείρᾳ τὸν λόγον, καὶ εἰς πάντα ὁδηγῷ χρώμενοι, καὶ τοῖς ἁπλοῖς φαρμάκοις δεόντως χρώμεθα, καὶ τὴν σύνθεσιν αὐτῶν τῇ τοῦ λόγου τέχνῃ ἀρίστην ποιούμεθα. ἐκμαθόντες γὰρ ἑκάστου τῶν παθῶν τὴν φύσιν, καὶ τὸ πολὺ καὶ διάφορον τῆς τῶν ἁπλῶν κράσεως εἰδότες, οὕτω σκευάζομεν τὰ σύνθετα τῶν φαρμάκων ἑκάστῳ τῶν νοσημάτων, τὸ συμφέρον διὰ τῆς ποικίλης αὐτῶν σκευασίας ποιούμενοι, καὶ πρὸς ἕκαστον τῶν ἀνθρώπων, ὅπως αὐτῷ κατεσκεύασται τὸ σῶμα, διὰ τοῦ τρόπου τῆς φαρμακείας ἐντέχνως ἁρμοσάμενοι· πολλὴ γὰρ ἐστὶν, ὡς οὐκ ἀγνοεῖς, παροῦσα ἡμῖν εἰς τὴν χρῆσιν ἡ τῶν φαρμάκων περιουσία, καὶ οὕτως διάφορος, ὡς μὴ μόνον αὐτῆς ἐν τῇ συνθέσει τὸ ποικίλον τῆς δυνάμεως ὁρᾶσθαι δύνασθαι, ἀλλὰ καὶ τῶν
223
ἁπλῶν φαρμάκων, τὰ μὲν ἐξ ὅλης αὐτῶν τῆς οὐσίας, μίαν τινὰ καὶ ἁπλῆν ἐπιδείκνυται τὴν δύναμιν, ὥσπερ ἡ σκαμμωνία ξανθὴν χολὴν ἕλκουσα φαίνεται. τὸ δὲ ἀπὸ τῆς Ἀττικῆς ἐπίθυμον, τὸν τῆς μελαίνης χυμὸν διὰ τῆς κοιλίας καθαῖρον ὁρᾶται, καὶ ὁ κνίδιος κόκκος τοῦ φλέγματος, καὶ παντὸς τοῦ ὑδατώδους περιφανῶς ἄγωγός ἐστι. ταῦτα γὰρ τὰ φάρμακα ἐκ παντὸς αὐτῶν τοῦ μέρους καὶ ἐξ ὅλης ἑαυτῶν τῆς οὐσίας τὴν ὁλκὴν τῶν χυμῶν τούτων ποιεῖσθαι φαίνεται. μὴ γὰρ πιστεύομεν Ἀσκληπιάδῃ τῷ ἀπὸ τῆς Βιθυνίας ἰατρῷ, παρὰ τὸν καιρὸν ἐκεῖνον λέγοντι, ὅτε ἤδη καὶ ὁ ἄνθρωπος καθαίρεται, τότε καὶ τοὺς χυμοὺς τούτους εὐθέως κατά τινα μεταβολὴν γίγνεσθαι· διὰ τὴν γὰρ τῶν ὄγκων τε καὶ πόρων ἐξ ἀρχῆς αὐτῷ γενομένην τοῦ σώματος ὑπόθεσιν, τούτῳ ἀνάγκην ἔχοντι τῆς φύσεως ἀναιρεῖν τὰ ἔργα, ἀκόλουθον ἦν καὶ τοῦτον περὶ τῶν χυμῶν λέγειν τὸν λόγον, ὡς ἀλόγου καὶ παντάπασιν ἀδυνάτου ὄντος τοῦ ὑπ᾿ αὐτοῦ λεγομένου. τίς γὰρ ἂν πιστεύσειε νοῦν ἔχων ἐν τοσούτῳ τάχει ἅμα τῷ προσάγειν τοῦ σώματος
224
τὸ φάρμακον εὐθέως καὶ τοῦ μέλλοντος ἐκκρίνεσθαι χυμοῦ γίγνεσθαι τὴν οὐσίαν ; τίς δ᾿ οὐκ ἂν πεισθείη ῥᾳδίως τοὺς χυμοὺς τούτους, καὶ πρότερον κατὰ φύσιν εἶναι τοῖς σώμασιν, ὁρῶν τὸν μὲν ἰκτεριῶντα παρὰ τὸν καιρὸν τοῦ λαβεῖν τὸ χολαγωγὸν φάρμακον, ταχέως τε καθαιρόμενον τὴν τοσαύτην χολὴν, καὶ τοῦ πάθους εὐκόλως ἀπαλλασσόμενον; τὸν δὲ ὑδεριῶντα οὐδαμῶς τινι φαρμάκῳ, πᾶν τὸ ἐγκείμενον ὕδωρ τῇ γαστρὶ, ἅμα τῷ λαβεῖν αὐτίκα μάλα κενούμενον, καὶ ἐκ τῆς τοσαύτης παραχρῆμα κενώσεως, μηδ᾿ ὁτιοῦν, ἢ ὀλίγιστόν γε πάνυ τὸ ὑγρὸν ἐγκείμενον τοῖς σώμασιν ἔχοντα. ἀλλὰ ταῦτα ὁ μὲν Ἀσκληπιάδης παιδαριωδῶς τῇ ἀνάγκῃ τοῦ δόγματος δουλεύων, ὡς ἔφην, διὰ τὸ φιλόδοξον, οὐ προσποιεῖται βλέπειν, καὶ πάντα μᾶλλον πιθανῶς πλαττόμενος εὑρίσκειν βούλεται, ἤπερ ἑκάστου τῶν φαρμάκων τὸ οἰκεῖον τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν. ἡμεῖς δὲ ταῦθ᾿ ὁρῶντες, καὶ τῷ λόγῳ τῆς ἑκάστου φύσεως τῶν φαρμάκων, τὸ οἰκεῖον τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν τὸ δυνατὸν εἰδότες, κᾀνταῦθ᾿ ὅτι φάρμακα φυσικῇ τινι
225
δυνάμει ἕλκειν τὰ οἰκεῖα πέφυκεν ἀκριβῶς ἐπιστάμεθα, ὥσπερ καὶ ἐν τῷ τὴν Μαγνῆτιν λίθον ἕλκειν τὸν σίδηρον εἰς ἑαυτὴν, δύναμίν τινα ἑλκτικὴν εἶναι αὐτῇ, τὴν ἔμφυτον δύναμιν εὐλόγως ἑαυτοὺς ἐπείσαμεν. θεὸς γὰρ οὖσα ὥσπερ ἡ ἐν ἡμῖν φύσις, κατὰ τὸν Ὅμηρον, καὶ ἄγουσα τὰ ὅμοια πρὸς τὰ ὅμοια, οὕτω τὰς θείας δυνάμεις ἑαυτῆς ἐπιδείκνυται.
[Τὰ ἁπλᾶ τῶν φαρμάκων συνθέτους ὡς ἐπὶ τὸ πολὺ ἔχειν δυνάμεις καὶ διάφορα τοῦ σώματος μόρια βλάπτειν τε καὶ ὠφελεῖν, καὶ διαφόροις διάφορα προσήκειν.] Καὶ τῶν ἄλλων δὲ ἁπάντων τὴν φύσιν φιλοτίμως ἐξετάζομεν, ἵνα καὶ τὴν δύναμιν αὐτῶν καθ᾿ ἣν ἐνεργεῖ ἀκριβῶς μάθωμεν. εὑρίσκομεν γοῦν ἐν τῇ ἐξετάσει αὐτῶν γενόμενοι τὰ μὲν, ὡς ἔφην, καθ᾿ ὅλας ἑαυτῶν ἐνεργοῦντα τὰς οὐσίας, τὰ δὲ καὶ μικτὸν ἐν τῇ οὐσίᾳ τὴν δύναμιν ἔχοντα καὶ διπλῆν ἀποτελοῦντα τὴν ἐνέργειαν οὕτω φανερῶς πολλάκις, ὡς καὶ τὰ ἐναντιώτατα ὑπ᾿ αὐτῶν ἐπὶ τοῦ σώματος γιγνόμενα ἡμᾶς βλέπειν, καὶ θαῦμα τοῖς
226
ὁρῶσι τὸ τοιοῦτον εἶναι δοκεῖν. λαπάθου γοῦν εἵ τις μὲν τὰ φύλλα φάγοι, τὴν κοιλίαν ἐκταράσσεται εἰ δέ τις τὸ σπέρμα λάβοι, ἐπεχομένην αὐτὴν ἔχει. ὁμοίως δ᾿ οὖν καὶ ὁ τῆς κράμβης χυλὸς καὶ τῶν γερόντων ἀλεκτρυόνων ὁ ζωμὸς καὶ τῶν ἀπὸ τῆς θαλάττης κοχλιῶν οἱ χυμοὶ ληφθέντες ἐκταράσσουσι τὴν κοιλίαν. τὸ δὲ λάχανον αὐτὸ ἡ κράμβη, καὶ τούτων αἱ σάρκες ἐσθιόμεναι, ἐπέχουσιν αὐτάς. ἡ δὲ ἀλόη καὶ ἡ τοῦ χαλκοῦ λεπὶς στύφει τε τὰς ὑπὸ τῶν ἑλκῶν ὑπεραυξανομένας σάρκας, καὶ ἐπιξηραίνει πολλάκις τὰ ὑπ᾿ αὐτοῖς γιγνόμενα ῥεύματα, ληφθέντα δὲ διὰ τοῦ στόματος καθαρτικὰ τοῦ ὅλου σώματος γίνονται. τὸ δὲ γάλα διαιρούμενον ὑφ᾿ ἡμῶν ἐναντίας ἐν τῇ χρείᾳ δυνάμεις ἐπιδείκνυται. ὁ μὲν γὰρ ὀῤῥὸς αὐτοῦ πινόμενος ἐκλύει τὴν γαστέρα, ἐσθιόμενος δὲ ὁ τυρὸς ἐπέχει αὐτὴν ἀκριβῶς. ἔνια δὲ οὕτως τι παράδοξον ἐργάζεται ἐν τῇ μίξει τῶν ἐν αὐτῇ μιγνυμένων δυνάμεων, ὡς καὶ ἀδύνατον εἶναι γενέσθαι τοῖς ἀκούουσι δοκεῖν, εἰ μὴ τὴν παρὰ τὴν γινομένην διὰ τῆς ὄψεως πίστιν παρὰ τοῦ γινομένου λάβωσι. τὸ γοῦν τρίφυλλον ἡ βοτάνη, ἥτις ὑακίνθῳ ὡμοίωται,
227
ὁπόταν τοῦ ἔαρος ἐγκύμων γένηται, καὶ τὸ σπέρμα ὅμοιον ἔχῃ τῇ ἀγρίᾳ κνίκῳ, ὅταν τις ἀφεψήσῃ πάνυ, εἶτα τῷ δήγματι τοῦ φαλαγγίου ἢ καὶ τοῦ ἔχεως τῷ ὕδατι ἐπαντλήσει, ἰᾶται αὐτὸ καὶ εὐθέως ἀνώδυνον ἐργάζεται. εἰ δέ τις ἐπ᾿ ἄλλου μὴ δεδηγμένου τὸν ὑγιῆ τόπον τῷ αὐτῷ ἐπαντλήσει καταντλήματι, τὴν αὐτὴν αἴσθησιν καὶ τὰς αὐτὰς ὀδύνας ὁμοίας τῷ δεδηγμένῳ πάσας ἀποτελεῖ, ὡς εἶναι τὸ γινόμενον ἀληθῶς θαύματος ἄξιον, τὴν αὐτὴν βοτάνην καὶ ἰᾶσθαι τὸ δῆγμα καὶ ὁμοίως τοῖς θηρίοις διατιθέναι τὸν ὑγιῆ τόπον πονηρῶς. τινὰ δὲ τῶν φαρμάκων τὴν ἀρχὴν οὐδὲ ὅλως ἐστὶ τοῖς ἀνθρώποις σύντροφα. τὸ γοῦν κώνειον τοὺς μὲν ψάρους τρέφει καὶ τὴν θανατικὴν δύναμιν ἐπ᾿ αὐτῶν οὐκ ἔχει, ἡμᾶς δὲ, ὡς οὐκ ἀγνοεῖς, ἀναιρεῖ. καὶ ὁ ἑλλέβορος τῶν μὲν ὀρτύγων ἐστὶ τροφὴ, τοὺς δὲ ἀνθρώπους διαφθείρει κακῶς. ἔνια δὲ εὑρίσκομεν καὶ μερῶν τινων ἐν τῷ σώματι τὴν κάκωσιν ἰδίως ποιούμενα. ὁ γοῦν θαλάττιος λαγωὸς ἑλκοῖ τὸν πνεύμονα καὶ ἡ κανθαρὶς
228
ἰδίως τὴν κύστιν κακοῖ. πολλὰ δὲ τῶν φαρμάκων πάλιν ἐξαιρέτως τινὰ τῶν μερῶν τοῦ σώματος ὠφελεῖν πέφυκε. πάσχον γοῦν τὸ ἧπαρ πολλάκις εὐπατόριος ἡ βοτάνη ἀγωνιστικῶς ὠφέλησε, καὶ ἡ μυροβάλανος τὸν σπλῆνα ὤνησε. τὸ δὲ σαρξιφαγὲς καὶ ἡ βετονίκη τοὺς νεφροὺς διέθηκε καλῶς, καὶ ὁμοίως ἄλλα ἐστὶν ἄλλων, ὡς τῇ πείρᾳ τετηρήκαμεν, οἰκεῖα φάρμακα, ἅπερ ἡμεῖς, ὡς ἔφην, ἀκριβῶς ἐξετάζοντες οὕτως ἑκάστῳ τῶν παθῶν τὴν κατάλληλον προσφορὰν ποιούμεθα, διδασκάλῳ καὶ τούτων, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων, Ἱπποκράτει τῷ ἀρίστῳ χρώμενοι. ὅτι γὰρ ἀκριβεστάτην τὴν περὶ τῶν φαρμάκων τέχνην πεποίηται καὶ ἐξ ἄλλων πλείστων ὑπ᾿ αὐτοῦ λεγομένων ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐξ ὧν φησιν ἐν τῷ β΄ τῶν ἐπιδημιῶν οὕτω· φαρμάκων δὲ τρόπους ἴσμεν ἐξ ὧν γεγένηται ὁκοῖα ἄττα. οὐ γὰρ πάντες ὁμοίως, ἀλλ᾿ ἄλλοι ἄλλως σύγκεινται, καὶ ἄλλα ὅσα πρωϊαίτερον, ἢ ὀψιαίτερον ληφθέντα, καὶ οἱ διαχειρισμοὶ, οἷον ξηρᾶναι, ἢ κόψαι, ἢ ἑψῆσαι, καὶ τὰ τοιαῦτα, ἕως τὰ πλεῖστα μειώσει πλείω
229
καὶ ὁκοῖα ἑκάστῳ καὶ ἐφ᾿ οἷσι νοσήμασι, καὶ ἐφ᾿ ᾗ τε τοῦ νοσήματος ἡλικίᾳ, ἰδέᾳ, καὶ διαίτῃ ὁκοίᾳ, ἢ ὥρῃ ἔτεος, ὁκοίως ἄγωμεν, καὶ τὰ τοιαῦτα. διὰ γὰρ τούτων, ὡς ὁρᾷς, καθολικώτερον ἡμᾶς διδάσκει, παραινῶν καὶ τὰς φύσεις τῶν φαρμάκων εἰδέναι, καὶ τὸν καιρὸν ἐξετάζειν, ἐν ᾧ τις τὸ φάρμακον μέλλει λαμβάνειν, καὶ τὰς κράσεις τῶν λαμβανόντων ἐπιβλέπειν. εἰσὶ γὰρ ὡς ἀληθῶς οἱ μὲν εὐκόλως λαμβάνειν δυνάμενοι, ὡς καὶ πέπτειν αὐτὰ πολλάκις, ἢ κατὰ μηδὲν ὑπ᾿ αὐτῶν κακοῦσθαι, ἀλλ᾿ ἐνίοτε καὶ τροφὴν αὐτοῖς γίνεσθαι αὐτὸ τὸ φάρμακον. ἔνιοι δὲ ἀφυῶς οὕτως ἔχουσι πρὸς τὰς φαρμακείας ὡς μηδὲ τὴν ἀρχὴν αὐταῖς χρῆσθαι δύνασθαι, ἀποστρέφεσθαί τε αὐτοῖς τὸν στόμαχον καὶ πρὸ τῆς χρήσεως ἐκλύεσθαι ῥᾳδίως.
[Τὶ ποτ᾿ ἐπήγαγε τοὺς ἰατροὺς πρὸς τὴν σύγκρασιν πολλῶν ἁπλῶν. καὶ τίς ὁ πρῶτος ἐπιβαλῶν τῇ θηριακῇ τὰς ἐχίδνας.] Ταῦτα γοῦν, ὡς ἔγωγε νομίζω, καὶ τῶν παλαιῶν ἰατρῶν οἱ ἄριστοι παρ᾿ αὐτοῦ μαθόντες οὕτως ἀρίστας καὶ τὰς συνθέσεις ἐποιοῦντο τῶν φαρμάκων,
230
ἐκ τῆς ἑκάστου φύσεως αὐτῶν τὴν τέχνην τῆς συνθέσεως ποιούμενοι, καὶ τὰ μὲν ἐπιτεταμένα ταῖς ποιότησιν αὐταῖς, τῇ τῶν ἄλλων μίξει καθαιροῦντες, ὁμοίως δὲ καὶ ἀμβλύνοντες τὰ δριμέα, καὶ ὅλως πρὸς τὴν ἑκάστου λοιπὸν τῶν παθῶν διαφορὰν καὶ τῶν ἀνθρώπων τὴν σύγκρισιν ἐντέχνως τοῖς φαρμάκοις χρώμενοι. διόπερ οἶμαι καὶ ταύτην τὴν θηριακὴν, περὶ ἧς ἡμῖν ὁ πᾶς οὗτος λόγος φιλοτίμως τετεχνολόγηται, ἐκ πλείστων καὶ τῶν καλλίστων φαρμάκων ἐσκεύασαν. λογισάμενοι γὰρ τῶν πονηρῶν θηρίων τὰ δήγματα ὅτι ἐστὶν ἄφυκτα, καὶ τῶν δηλητηρίων φαρμάκων τὰ συμπτώματα ὅτι ἐστὶ θανατικὰ, προσεπιλογισάμενοι δὲ καὶ τὴν τῶν ἀνθρώπων ἐν ταῖς φύσεσι πολλὴν οὖσαν διαφορὰν, καὶ ὅτι ἄλλο φάρμακον ἄλλῳ ἁρμόζειν πέφυκεν, εἰκότως αὐτῆς ἀκριβῆ τε καὶ ποικίλην ἐποιήσαντο τὴν σκευασίαν, ὡς διὰ τοῦτο καὶ ἀπταίστως αὐτὴν ἐπὶ τούτων ἁπάντων τυγχάνειν τοῦ τέλους, καὶ διὰ τὸ ἀναγκαῖον τῆς χρείας, καὶ περισπούδαστον πάνυ τοῖς ἀνθρώποις γενέσθαι. οὐδὲν γὰρ ἐμοὶ τῶν ἐν τῷ βίῳ χαλεπώτερον εἶναι δοκεῖ τῶν
231
δηλητηρίων φαρμάκων καὶ τῶν δακετῶν θηρίων. τὰ μὲν γὰρ ἄλλα τῶν δεινοτάτων καὶ φυλακὴν ἔχει τὴν ἀπ᾿ αὐτῶν φυγὴν, ταῦτα δὲ τὴν μεγίστην τοῖς ἀνθρώποις ἐπιβουλὴν ἐργάζεται. διὰ γὰρ τὸ ἀφύλακτον τὶς οὐκ εἰδὼς ἑαυτῷ πολλάκις προσφέρει τὸ φάρμακον, καὶ ἄλλως ἀγνοῶν, εἶτα δηχθεὶς ὑπό τινος θηρίου αἰφνίδιον τελευτᾷ. ἐμοὶ δὲ καὶ ἐξ ἱστορίας τὶς ἐμήνυσε λόγος ὡς ἄρα πολεμεῖν Ῥωμαίοις τὶς ἐθέλων καὶ τὸ δυνατὸν ἐκ τῆς στρατιωτικῆς τάξεως οὐκ ἔχων, ἄνθρωπος δὲ, φησὶ, Καρχηδόνιος οὗτος, ἐμπλήσας πολλὰς χύτρας θηρίων τῶν ἀναιρεῖν ὀξέως δυναμένων, οὕτως αὐτὰ προσέβαλε πρὸς τοὺς πολεμίους. οἱ δὲ τὸ πεμπόμενον οὐ νοοῦντες καὶ διὰ τοῦτ᾿ ἀφύλακτοι μένοντες, οὐ γὰρ ἦν τοιαῦτα εἰθισμένα ἐν τοῖς πολεμίοις πέμπεσθαι βέλη, ταχέως πίπτοντες ἀπέθνησκον· καὶ διὰ τοῦτο πολλάκις ὁ ἄνθρωπος οὗτος τῇ τοιαύτῃ πρὸς τὸ πολεμεῖν πανουργίᾳ, ὥσπερ τι καὶ αὐτὸς θηρίον ὑπάρχων, διέφυγε τῶν ἐναντίων τὰς χεῖρας. διόπερ οἶμαι, καὶ εἰς τὰς τοιαύτας χρείας ὑμῖν τοῖς ὑπερέχουσι καὶ τοῖς τῶν
232
στρατοπέδων ἄρχουσιν, ἀναγκαῖον ἔχειν καὶ τοῦτο τὸ φάρμακον, διὰ τὴν τοῦ πολεμεῖν ἐνίοτε γινομένην ἀνάγκην. πάλαι μὲν οὖν καὶ ἄνευ τῆς τῶν θηρίων μίξεως σκευαζόμενον τὸ φάρμακον ὁμοίως ἐποίει πρὸς τὰ τοιαῦτα καρτερῶς. ἀεὶ δὲ τῶν ἰατρῶν φιλοτίμως πρὸς τὴν κατασκευὴν αὐτῆς ἐχόντων καὶ ἄλλο συμμίσγειν ἐπινοούντων, οὕτως τὶς προσεπενόησε καὶ ἔμιξεν αὐτῇ τὰ θηρία. Ἀνδρόμαχος δὲ, φασὶν, οὗτος ἀνὴρ ἦν ἀξιόλογος ἰατρὸς, καὶ οὐ πολὺ πρὸ ἡμῶν γεγενημένος. συνῆν γὰρ τῷ Νέρωνι, ᾧ καὶ προσεφώνησε, γράψας αὐτὴν ἔπεσι, καὶ τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν. καὶ παραθήσομαί γέ σοι αὐτὰ τὰ ἔπη, ἵνα μηδὲ τούτων ἀνίστορος ᾖς, οὕτω φιλόκαλος ὢν, ἐκεῖνο πρότερον εἰπὼν, ὅτι διὰ τὸ τὸν ἐπινοήσαντα μῖξαι τῷ φαρμάκῳ τὰ θηρία εἰκότως, οὐχ ὅτι μόνον πρὸς τὰ ἀπ᾿ αὐτῶν δήγματα ἁρμόζει καλῶς, θηριακὴ ἂν λεχθείη πρὸς ἡμῶν, ἀλλ᾿ ὅτι καὶ αὐτὰ τὰ θηρία λοιπὸν ἐν τῇ σκευασίᾳ μιγνύμενα ἔχει, προσηκόντως ἐξ ἀμφοτέρων τῶν σημαινομένων ἑτοίμως ἂν θηριακὴ λέγοιτο. ἔστι δὲ τὰ ἔπη ταῦτα.
233
καὶ ζ΄. [Ἀνδρομάχου πρεσβυτέρου, Νέρωνος ἀρχιάτρου θηριακὴ δι᾿ ἐχιδνῶν ἡ καλουμένη Γαλήνη.]
[Διὰ τὶ ὁ Ἀνδρόμαχος τὴν ἔχιδναν μᾶλλον ἢ ἄλλον τινὰ ὄφιν τῇ θηριακῇ ἐπέμιξε; καὶ περὶ Κλεοπάτρας θανάτου ἀκριβὴς ἱστορία.] Τούτων οὖν τῶν ἐπῶν οὐκ ἀφυῶς ὑπὸ τοῦ ἀνδρὸς γενομένων σκέψασθαι ἀναγκαῖον ἔμοιγε δοκεῖ, τί δή ποτε πολλῶν ὄντων τῶν τοιούτων θηρίων οὐχὶ τῶν ἄλλων τινὸς, ἀλλὰ τῶν ἐχιδνῶν τὰς σάρκας ἐπιτηδείους εἰς τὴν μίξιν εἶναι νομίζομεν. αὐτὸς μὲν γὰρ, ὡς ὁρᾷς, περὶ τούτων οὐδὲν ἔγραψεν· ἐμοὶ δὲ δοκοῦσι τῶν ἄλλων θηρίων αὗται μὴ τοσαύτην ἐν τοῖς σώμασι τὴν φθοροποιὸν δύναμιν ἔχειν. ὁ μὲν γὰρ βασιλίσκος, ἔστι γὰρ τὸ θηρίον ὑπόξανθον, καὶ ἐπὶ τῇ κεφαλῇ τρεῖς ὑπεροχὰς ἔχον, ὥς φασιν, ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων ἀκουσθεὶς ἀναιρεῖ τοὺς ἀκούσαντας καὶ τοὺς ἰδόντας αὐτόν· καὶ ὅτι τῶν ἄλλων ζώων, εἴ τι καὶ ἅψαιτο τοῦ
234
ζώου ἀνῃρημένου, καὶ αὐτὸ τελευτᾷ εὐθέως, καὶ διὰ τοῦτο πᾶν αὐτοῦ τὸ γένος τῶν ἄλλων θηρίων ἐγγὺς εἶναι φυλάττεται. ὁ δὲ δρύϊνος ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος οὕτως πονηρός ἐστι πρὸς τὸ διαφθεῖραι κακῶς, ὥστε εἴ τις, φασὶν, αὐτοῦ ἐπιβαίη, ἐκδέρεσθαι αὐτοῦ τοὺς πόδας, καὶ οἴδημα πολὺ γίνεσθαι καθ᾿ ὅλων τῶν σκελῶν. καὶ ἔτι τὸ θαυμασιώτερόν φασιν, ὅτι καὶ εἰ θεραπεύειν τις ἐθέλοι, τούτων τὰς χεῖρας ἐκδέρεσθαι. εἰ δέ τις καὶ ἁμιλλώμενος αὐτὸ ἀποκτεῖναι βούλοιτο τὸ θηρίον, λέγουσιν αὐτὸν μοχθηρὸν νομίζειν εἶναι πᾶν τὸ εὐφραντὸν καὶ μηδενὸς ἄλλου ὀσφραίνεσθαι δυνάσθαι. ὁ δὲ αἱμόῤῥους καὶ ἡ αἱμοῤῥοῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποιοῦνται τῶν ἀνθρώπων τὴν διαφθοράν. αἱμοῤῥαγοῦντες γὰρ διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων καὶ τοῦ παντὸς σώματος οὕτως ἀπόλλυνται. ὥσπερ γε καὶ οἱ ἀπὸ τῆς διψάδος ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς, καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι σφοδρῶς, ἐνίοτε καὶ διαῤῥηγνύμενοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν
235
οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἐπανατείνασα τὸν τράχηλον καὶ συμμετρησαμένη τὸ τοῦ διαστήματος μῆκος, ὥσπερ τότε λογικὸν γιγνόμενον τὸ θηρίον εὐστόχως ἐμπτύει τοῖς σώμασι τὸν ἰόν. τούτων γοῦν φασι τῶν θηρίων τινὶ, τριπλοῦν γάρ ἐστι τὸ εἶδος τῶν ἀσπίδων, ταύτης τε καὶ τῆς μὲν χερσαίας λεγομένης, τῆς τε χελιδονίας καλουμένης, τὴν βασιλίδα Κλεωπάτραν βουληθεῖσαν λαθεῖν τοὺς φυλάττοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ἐπεὶ γὰρ αὐτὴν ὁ Αὔγουστος νικήσας τὸν Ἀντώνιον ζῶσαν λαβεῖν ἠβούλετο, καὶ ζῇν, καὶ διὰ σπουδῆς φυλάττειν ὡς εἰκὸς, ἵνα δείξῃ Ῥωμαίοις ἐν τῷ θριάμβῳ τὴν οὕτω διάσημον γυναῖκα. ἡ δὲ συνεῖσα, φασὶ, τοῦτο, καὶ ἑλομένη μᾶλλον ἔτι βασίλισσα οὖσα ἐξ ἀνθρώπων γενέσθαι ἤπερ ἰδιώτης Ῥωμαίοις φανῆναι, τότε ἐμηχανήσατο τῷ θηρίῳ τούτῳ τὸν θάνατον αὑτῆς. καὶ φασὶν αὐτὴν καλέσαι τὰς πιστοτάτας δύο γυναῖκας, αὗται δὲ ἦσαν αἱ πρὸς τὸ κάλλος αὐτῆς εἰς τὸν κόσμον τοῦ σώματος ὑπηρετεῖν ἡρμοσμέναι καὶ τοῖς ὀνόμασι λεγόμεναι Νάειρα καὶ Καρμιόνη.
236
ἡ μὲν ἀναπλέκουσα τὰς τρίχας εὐπρεπῶς, ἡ δὲ ἀποτέμνουσα τὰς ὑπεροχὰς τῶν ὀνύχων εὐφυῶς, εἶτα κελεύσασα σταφυλαῖς τε καὶ σύκοις κεκρυμμένον εἰσκομισθῆναι τὸ θηρίον, ἵνα, ὡς ἔφην, τοὺς φυλάττοντας λάθῃ, προπειρασαμένη αὐτὸ πρότερον ἐπὶ τούτων τῶν γυναικῶν, εἰ ὀξέως ἀναιρεῖν δύναται, καὶ μετὰ τὸ ταύτας ταχέως ἀνελεῖν λοιπὸν αὐτῇ, ἐφ᾿ ᾧ δὴ καὶ τὸν Αὔγουστον πάνυ καταπλαγῆναι λέγουσι, τῶν μὲν μέχρι τοῦ συναποθανεῖν αὐτῇ τοσαύτην φιλοστοργίαν, τῆς δὲ τὸ μὴ βουληθῆναι ζῇν δουλικῶς, ἀλλ᾿ ἑλέσθαι μᾶλλον ἀποθανεῖν εὐγενῶς. καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν χεῖρα τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν κειμένην καὶ κρατοῦσαν τὸ διάδημα, ὡς εἰκὸς, ἵνα καὶ μέχρι τότε τοῖς ὁρῶσι βασίλισσα οὖσα βλέπηται· ὥσπερ καὶ ὁ τραγικὸς ποιητὴς ἡμῖν λέγει τὴν Πολυξένην, ὅτι καὶ αὕτη ἀποθνήσκουσα ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχημόνως πεσεῖν. οἱ δὲ τὸ μὲν τῆς γυναικὸς πρὸς τὸ λαθεῖν εὐμήχανον, τοῦ δὲ θηρίου πρὸς τὸ ἀποκτεῖναι τάχος βουλόμενοι ἡμῖν δεῖξαι τῷ λόγῳ, λέγουσιν αὐτὴν μὲν ἐνδακεῖν
237
τὸν ἑαυτῆς βραχίονα μεγάλῳ πάνυ καὶ βαθεῖ τῷ δήγματι. ἐργασαμένην δὲ εἴς τι σκεῦος εἰσκομισθῆναι αὑτῇ τὸν ἰὸν τοῦ θηρίου ἐγχέαι τῷ τραύματι, καὶ οὕτω διαδοθέντος αὐτοῦ μετ᾿ οὐ πολὺ λαθοῦσαν τοὺς φυλάσσοντας εὐκόλως ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἀτερπῶς ἱστορείσθω, διὰ τὴν σὴν ἐν πᾶσι τοῖς λόγοις φιλοτιμίαν, καὶ ἵνα διὰ τούτου τὴν ὀξύτητα πρὸς τὸ ἀποκτεῖναι τούτων τῶν θηρίων ὦμεν εἰδότες. ὀξέα γάρ ἐστιν ἀληθῶς πρὸς τὸ ἀναιρεῖν ταῦτα τὰ θηρία. καὶ πολλάκις γὰρ ἐθεασάμην ἐγὼ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ τὸ τάχος τοῦ ὑπ᾿ αὐτῶν γιγνομένου θανάτου. ὅταν γάρ τινα τούτῳ τῷ νόμῳ τῆς κολάσεως κατακριθέντα φιλανθρώπως καὶ ταχέως ἀποκτεῖναι θέλωσι, προσβάλλοντες αὐτοῦ τοῖς στέρνοις τὸ θηρίον καὶ ποιήσαντες ὀλίγον περιπατῆσαι, οὕτω ταχέως ἀναιροῦσι τὸν ἄνθρωπον. ὁρᾷς οὖν ὅπως ἡμεῖς δεόντως οὐδὲν τῶν τοιούτων θηρίων ἐγκαταμίγνυμεν τῷ φαρμάκῳ, διὰ τὴν τοσαύτην ἐν τοῖς σώμασιν αὐτῶν φθοροποιὸν δύναμιν.
[Τὶ δή ποτε τῇ θηριακῇ ὁλόκληρος ἡ ἔχιδνα
238
οὐκ ἐπιτίθεται· πολλάς τε ἐκ τῶν ζώων ἡμᾶς λαμβάνειν τὰς θεραπείας.] Καὶ αὐτῶν δὲ τῶν ἐχιδνῶν οὐχ ὅλα τὰ ζῶα εἰς ἀντίδοτον πέμπομεν, ἀλλ᾿ ἀποτεμόντες τὰς κεφαλὰς καὶ τὰς οὐρὰς οὕτω τοῖς ἄλλοις αὐτῶν σώμασιν εἰς τὴν μίξιν χρώμεθα, καὶ τοῦτο οὐ παρέργως οὐδ᾿ ἄνευ λόγου τινὸς ποιούμενοι, ἀλλ᾿ ἐπειδὴ αἱ κεφαλαὶ τὸν κάκιστον τῶν χυμῶν, αὐτὸν τὸν ἰὸν, ἐν αὑταῖς ἔχουσι, διὰ ταῦτ᾿ ἀποκόπτειν αὐτὰς πειρώμεθα, ἵν᾿ ὀλιγώτερον τῆς ἀπ᾿ αὐτῶν δυνάμεως ἔχῃ τὸ φάρμακον, τῆς τούτων φύσεως μεταβλητικήν τινα δύναμιν εἰς τὸν ἰὸν ἐχούσης· ὥσπερ δὴ καὶ ἐν τοῖς παραστάταις τὸ σπέρμα καὶ ἐν τοῖς μαζοῖς τὸ γάλα μεταβαλλόμενον γίνεται. ἡ δὲ ἔχιδνα τῶν ἄλλων ἁπάντων τὴν κεφαλὴν πρὸς τὸ διαφθεῖραι κακῶς ἐπιτηδειοτέραν ἔχει. φασὶ γὰρ αὐτὴν ἀνοίγουσαν τὸ στόμα πρὸς τὸ δέξασθαι τοῦ ἄῤῥενος τὸν θορὸν μετὰ τὸ λαβεῖν ἀποκόπτειν αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτον αὐταῖς εἷναι τῆς πονηρᾶς συμπλοκῆς τὸν τρόπον. εἶτα ἀπὸ τοῦ σπέρματος τὰ ζῶα γενόμενα κατά τινα φυσικὴν ἄμυναν ἀναβιβρώσκειν μὲν τῆς μητρὸς τὴν γαστέρα, ἐκθρώσκειν δὲ εἰς τὰ ἔξω· καὶ οὕτως αὐτὰ
239
εἰς ἐκδικίαν τοῦ πατρὸς ἀναιρεῖν τὴν μητέρα. ἅπερ ἡμῖν ὁ καλὸς Νίκανδρος ἐν τοῖς ἔπεσιν αὑτοῦ οὐκ ἀφυῶς γράφει, καὶ ἔστι τὰ ἔπη ταῦτα·
Μὴ σύ γ᾿ ἐνὶ τριόδοισι τύχῃς ὅτε δῆγμα πεφυγὼςΠερκνὸς ἔχις θύῃσι, τυπὴν χολόεσσαν ἐχίδνης.Ἡνίκα θορνυμένου ἔχιος θολερῷ κυνόδοντι,Θουρὰς ὀδὰξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου·Οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶΓεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴνΓαστέρ᾿ ἀναῤῥήξαντες ἀμήτορες ἐξεγένοντο.Τὰς δὲ οὐρὰς καὶ αὐτὰ ἀφαιροῦμεν τὰ ἔσχατα τοῦ σώματος, ὥσπερ οὐρᾶς ὄντα μέρη καὶ, ὡς οἶμαι, τὸ ῥυπαρώτερον τῆς οὐσίας ἕλκοντα μᾶλλον, καὶ πλείονά γε τὴν ὁλκὴν διὰ τὴν κίνησιν ποιούμενα, ὥσπερ τὰ πρὸς ταῖς οὐραῖς τῶν ἰχθύων μέρη διὰ τὴν πολλὴν κίνησιν τροφιμώτερα εἶναι λέγουσι. μὴ θαυμάζῃς δὲ, εἰ μετὰ τὴν τούτων ἀποκοπὴν τὰ λοιπὰ σώματα τῶν ζώων ἰσχυρότερον ποιεῖ τὸ φάρμακον τῆς ἐμφύτου πρὸς τὸ σώζειν δυνάμεως καὶ
240
ἐν αὐταῖς ταῖς σαρξὶν αὐτῶν καταμεμιγμένης. ὥσπερ δὴ καὶ ἐπ᾿ ἄλλων ζώων πολλὰ τῶν μερῶν οὐκ ὀλίγα τῶν παθῶν ἀγωνιστικῶς θεραπεύεσθαι οἴδαμεν. ἐνίοις γοῦν βοηθοῦσιν αἱ κεφαλαὶ τῶν μυῶν, καυθεῖσαι γὰρ καὶ μετὰ μέλιτος χριόμεναι, τὰς ἀλωπεκίας ἰᾶσθαι δύνανται. καὶ τοῦ ἰκτίνου τὴν κεφαλὴν, φασὶν, ὁμοίως τοὺς ποδαγριῶντας ὠφελεῖν, εἴ τις αὐτῆς ξηρανθείσης ἄνευ τῶν πτερῶν ὅσον ὑπὸ τοῖς τρισὶ δακτύλοις ἐπιπάσας ὕδατι πίνειν ἐθέλοι. καὶ τῶν μερῶν δὲ πολλάκις αὐτὰ μόνα τὰ μόρια τινὰ τῶν παθῶν ἰᾶσθαι δύνανται. ὁ γοῦν τῆς καμήλου ἐγκέφαλος ξηρανθεὶς καὶ μετ᾿ ὄξους πινόμενος ἐπιληπτικοὺς ἰᾶται καὶ ὁ τῆς γαλῆς ὁμοίως. ὁ δὲ τῆς χελιδόνος μετὰ μέλιτος πρὸς ὑποχύσεις ποιεῖ. καὶ ὁ τῶν προβάτων σκευασθεὶς ὁμοίως ταῖς τῶν παίδων ὀδοντοφυΐαις ἄκρως βοηθεῖ. τοῦ δὲ ταυρείου κέρατος τὸ ξύσμα μεθ᾿ ὕδατος πινόμενον αἱμοῤῥαγίας ἐπέχει. καὶ οἱ μηροὶ δὲ καιόμενοι ἐπέχουσι τὸ αἷμα. πολλάκις δὲ καὶ τὴν γαστέρα λελυμένην τὸ αὐτὸ τοῦτο ἵστησι τὸ δὲ τοῦ ἐλάφου κέρατος ῥίνημα καιόμενον
241
καὶ μετ᾿ οἴνου λειούμενον, εἶτα περιπλασσόμενον, τοὺς σειομένους ὀδόντας πήγνυσιν, ὥσπερ δὴ καὶ τὸν ἀστράγαλον τῆς βοὸς τοῦτο ποιεῖν δύνασθαι λέγουσιν· ἐξάγει δὲ καὶ στρογγύλην ἕλμινθα μετὰ μέλιτος πινόμενος, καὶ μετ᾿ ὀξυμέλιτος σπλῆνα τήκει, καὶ τὰς λεύκας καταχριόμενος, συμμέτρως δὲ ἀφροδισιαστικός ἐστιν. οἱ δὲ τοῦ κάστορος ὄρχεις ὁμοίως πινόμενοι σπασμοὺς ἰῶνται. πολλὰ δὲ τῶν ζώων καὶ τὰς χολὰς ἑαυτῶν ἔχει βοηθεῖν τῷ ἀνθρώπῳ δυναμένας, καὶ τὰ στέατα, καὶ τοὺς μυελοὺς, καὶ τὸ γάλα, καὶ τὸ δέρμα, καὶ τὸ αἷμα αὐτὸ, καὶ τῶν ὄφεων τὸ γῆρας. ἤδη δὲ καὶ τὰς ἀφόδους αὐτῶν ὠφελούσας τινὰς εἴδομεν. ἡ γοῦν τῆς βοὸς ἄφοδος ξηρὰ κεκαυμένη τρισὶ κοχλιαρίοις ὑδρωπικῷ βοηθεῖ. καὶ ἡ τῶν μυῶν ἄφοδος λεία μετ᾿ ὄξους ἀλωπεκίας θεραπεύει· ἐν ποτῷ δὲ λαμβανομένη τοὺς ἐν κύστει θρύπτει λίθους· τὸ δὲ τοῦ χηνὸς στέαρ τὰς φλεγμονὰς μετὰ ῥοδίνου ἰᾶται· καὶ ὁ τοῦ ἐλάφου μυελὸς παρηγορικώτατόν ἐστι φάρμακον. τὸ δὲ τῆς βοὸς γάλα πινόμενον δυσεντερικοῖς βοηθεῖ. τῆς δὲ ὑαίνης ἡ χολὴ μετὰ μέλιτος πρὸς ὀξυδερκίαν ποιεῖ, καὶ τὰς ὑποχύσεις διαφορεῖ ἐγχριομένη. τοῦ δ᾿ ἱπποποτάμου τὸ δέρμα
242
καιόμενον, καὶ μεθ᾿ ὕδατος λεῖον ἐπιτιθέμενον, φυμάτων σκορπιστικὸν γίνεται, ὥσπερ δὴ καὶ τὸ ἔχεως δέρμα, λεῖον ἐπιτιθέμενον ταῖς ἀλωπεκίαις, θαυμαστῶς ἀναφύει τὰς τρίχας. τὸ δὲ τῆς ἀσπίδος γῆρας τριφθὲν μετὰ μέλιτος καὶ ὑπαλειφόμενον ὀξυδερκέστατόν ἐστιν. καὶ ὅλως πολλή τίς ἐστιν ἡ τῶν τοιούτων ὕλη, ἣν οὐκ εὔκαιρον εἶναι νομίζω νῦν ἀναγράφειν, ἵνα μὴ μακρὸς ὑμῖν ὁ λόγος γένηται, ἀρκούντων εἰς τὴν ἀπόδειξιν τοῦ λεγομένου καὶ μόνων μοι τῶν προειρημένων. ἐκεῖνο δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι, ὅτι τῶν ζώων αὐτῶν ὅλα τὰ σώματα πολλάκις τοῖς ἀνθρώποις βοηθεῖ. καρκίνος γοῦν ὁ ἀπὸ τῶν ποταμῶν λειωθεὶς καὶ καταπλασθεὶς ἀνεκβάλλει τοὺς σκόλοπας καὶ τὰς ἀκίδας. καὶ ἡ καρὶς ὁμοίως λειωθεῖσα μετὰ βρυωνίας ῥίζης πινομένη ἕλμινθας ἐξάγει. ὁ δὲ σκορπίος σὺν ἄρτῳ ἐσθιόμενος ὀπτὸς θρύπτει τοὺς ἐν τῇ κύστει λίθους. ὁμοίως δὲ καὶ τὸ γῆς ἔντερον μετ᾿ οἴνου πινόμενον τὸ αὐτὸ ποιεῖ. εἰ δέ τις αὐτὰ τρίβων ἐν μελικράτῳ λάβοι ἰκτεριῶν εὐθέως καθαρθεὶς ἀπαλλάσσεται. πολλάκις δὲ καὶ σὺν ῥοδίνῃ κηρωτῇ ἐπιτιθέντα τῶν ποδαγρῶν ταῖς φλεγμοναῖς ἥρμοσαν, ὁ δὲ
243
ἱέραξ ἑψηθεὶς μετὰ μύρου σουσίνου ἀμβλυωπίας ἰᾶται. καὶ ὁ κάνθαρος δὲ θεραπεύει τὰς ὠταλγίας ἀποζεσθεὶς ἐλαίῳ καὶ ἐνσταζόμενος εἰς τὸ οὖς. ὁ δὲ κορυδαλὸς ὀπτὸς τρωγόμενος θαυμασίως τοὺς κωλικοὺς πολλάκις ὠφέλησε, καὶ ἴνα μᾶλλον τὴν ἐν τοῖς σώμασιν αὐτῶν δύναμιν θαυμάσῃς, ἐκεῖνό σοι φιλοτιμότερον διηγήσομαι. πολλὰ γὰρ καὶ ὁραθέντα μόνον τὴν ἑαυτῶν ἰσχὺν ἐπιδείκνυνται. ὁ οὖν ἀσκαλαβώτης ὁραθεὶς ὑπὸ τῶν σκορπίων ὑποπήγνυσιν αὐτοὺς, καὶ οὕτως ἀναιρεῖ. ἡ δὲ ἀμφίσβαινα, ἔστι δὲ τὸ ζῶον ἀμφικέφαλον, ὥσπερ δὴ καὶ τῶν πλοίων τὰ ἀμφίπρωρα, τῆς φύσεως τῷ περιττῷ τῆς οὐσίας δύο κεφαλὰς ἔχειν αὐτῇ χαρισαμένης, τοῦτο δή φασι τὸ ζῶον εἰ ὑπερβάλῃ γυνὴ κατὰ γαστρὸς ἔχουσα, ἐκτιτρώσκει τὸ παιδίον κακῶς, ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ τὰ τῶν ἐχιδνῶν σώματα ἀποκοπέντων τοῖς τῶν μερῶν ἐκείνων ὁμοίως ἔτι πρὸς τὸ βοηθεῖν τὴν ἰσχὺν ἔχει. ἐπέδειξα γὰρ, ὡς οἶμαι, φιλοπόνως ὅτι καὶ ὅλα μὲν τὰ ζῶα τοῖς ἀνθρώποις βοηθεῖ ποτε, ἔσθ᾿ ὅτε δὲ καὶ αὐτὰ μόνα τὰ μέρη. ἐνίοτε δὲ καὶ τῶν μερῶν αὐτῶν τὰ οὕτω μικρὰ μόρια.
244
[Πῶς τὰ βλαβερὰ ἐνίοτε ἔχουσιν ὠφελεῖν· μίαν τε ἐκ πολλῶν γίγνεσθαι ποιότητα ἐν τοῖς μικτοῖς φαρμάκοις.] Ἐκεῖνο δὲ ἀναζητῆσαι τῷ λόγῳ μᾶλλόν ἐστιν ἀναγκαῖον, ὅπερ καὶ τοῖς πολλοῖς θαυμασίας ἄξιον εἶναι δοκεῖ. αὐτὰ γὰρ τὰ θηρία ὄντα τοῖς σώμασι πολέμια καὶ οὕτω τὸν ἄνθρωπον ἀναιροῦντα ὀξέως, πῶς πάλιν αὐτὰ τοῖς ὑπ᾿ αὐτῶν γενομένοις δήγμασι βοηθεῖν δύναται, καὶ μόνα διασώζειν ἐκ τοῦ τοιούτου κακοῦ τὸν ἄνθρωπον; καί φησί τις ἀρχαῖος λόγος ὅτι τινὰ τῶν ζώων ὁμιλήσαντα μὲν ἐν τῷ δάκνειν τῷ ἐκ τοῦ δήγματος ἀποκρινομένῳ ἀνθρωπείῳ αἵματι ἀναιρεῖ τοὺς δακνομένους μὴ γευσάμενα δὲ τοῦ αἵματος, ἀλλ᾿ οὕτως ἐσθιόμενα, τοὺς δηχθέντας διασώζειν πέφυκεν. ὥσπερ καὶ ἐπὶ τοῦ ἑλενίου μὲν ὑπὸ τῶν Ἑλλήνων, ὑπὸ δὲ τῶν ἐπιχωρίων νίκου ἢ νίνου καλουμένου, τὸ αὐτὸ ἱστορεῖσθαι λέγουσι. φασὶ γὰρ τοὺς Δάκας καὶ τοὺς Δαλμάτας περιπάττειν αὐτὸ ταῖς ἀκίσι τῶν βελῶν, καὶ οὕτως ὁμιλῆσαν μὲν τῷ αἵματι τῶν τιτρωσκομένων ἀναιρεῖν δύνασθαι, ἐσθιόμενον δὲ ὑπ᾿ αὐτῶν ἀβλαβὲς εἶναι, καὶ
245
μηδὲ κακὸν αὐτοὺς ἐργάζεσθαι, καὶ τὰς ὑπ᾿ αὐτῶν γε ἀναιρουμένας ἐλάφους ἐν τῷ κατατοξεύεσθαι μηδ᾿ αὐτὰς ἐσθιομένας κακόν τι τοὺς ἐσθίοντας διατιθέναι λέγουσιν. ἀλλ᾿ οὗτος ὁ λόγος οὐ δοκεῖ μοι αὐτάρκης εἶναι πρὸς τὴν εὕρεσιν τοῦ ὑφ᾿ ἡμῶν ζητουμένου, ἐμπειρικός τις ὢν καὶ μόνον τὸ γενόμενον διηγούμενος. καὶ γὰρ αὐτοὺς τοὺς ἐμπειρικοὺς οὐκ ἀποδέχομαι, ὅτι καὶ αὐτοὶ, ὥσπερ ἰδιῶται μόνον ὁρῶντες τὸ βλεπόμενον, θαυμάζουσι μὲν τὸ γιγνόμενον, τοῦ δὲ γιγνομένου τὴν αἰτίαν ἀγνοοῦσιν. οἱ μὲν μηδὲ τὴν ἀρχὴν ἐπιζητοῦντες μαθεῖν, ἀλλ᾿ ἀποκνοῦντες αὐτὴν εὑρεῖν τῷ λόγῳ, καὶ μόνον τῶν γιγνομένων ἀποπειρώμενοι, καὶ τὴν τῶν πολλάκις ὁρωμένων ἐμπειρίαν ἀρκεῖν αὐτοῖς εἰς τὸ ἰατρεύειν λέγοντες, τὸν αὐτὸν ἔχουσιν, ὡς ὁρᾷς, τοῖς ἰδιώταις τοῦ θαύματος τρόπον. οἱ δὲ τούτων φιλοτιμότεροι ὁμολογοῦσι μὲν ὅτι χρή τι ἐπιστημονικώτερον τῶν ἰδιωτῶν εἰς τὰ τοιαῦτα ἔχειν τοὺς ἰατροὺς, εὑρεῖν δὲ ἀδυνατοῦντες, καὶ τὸ ζητεῖν περιττὸν εἶναι νομίζουσιν. ἀλλ᾿ ἡμεῖς πλέον εἶναι τούτων τὸ φιλότιμον εἰς τὴν τέχνην ἔχοντες, καὶ τὰ γιγνόμενα
246
μόνον βλέπειν ἰδιωτικῶς μὴ θέλοντες, οὔτε τὴν ἐμπειρίαν ἐκβάλλομεν καὶ συναρμόζοντες αὐτῇ τὸν λόγον ὅταν ἐνδέχηται, τελείαν οὕτω καὶ λογικὴν ἀναγκαίως ἔχομεν τὴν τέχνην, οὐχ ἵνα μόνον εὕροιμεν, ὅπως γίνεται φιλοπονοῦντες εὑρεῖν, ἀλλ᾿ ἵνα τι καὶ εἰς τὴν θεραπείαν εὔχρηστον ἐκ τοῦ εὑρεθέντος μάθωμεν. κᾀνταῦθα οὖν ἐπαγωνισώμεθα τῷ λόγῳ, ἵνα εὕρωμεν τοῦ γιγνομένου τὴν αἰτίαν. θαυμαστὸν γὰρ ὡς εἵ γε ἐκ τῆς περὶ τὸ ζητεῖν αὐτὸ φιλοτιμίας, ἐξ ἑτοίμου καὶ αὐτὸ, ὥσπερ ἀμειβόμενον, ταχέως εὑρίσκεται· καὶ ἵνα σοι πιστότερον ποιήσω τὸν λόγον, ἀπ᾿ ἄλλων τινῶν ἐν τοῖς ἔργοις σαφῶς ὁρωμένων τὴν ἀπόδειξιν ποιήσομαι καὶ ἔξωθέν γε ἐπιτιθεμένων μόνον καὶ διὰ τοῦ στόματος λαμβανομένων. τοὺς γὰρ ὑπὸ τῶν κροκοδείλων βρωθέντας ὑπ᾿ αὐτοῦ τοῦ στέατος ἐπιτιθεμένου τοῖς τραύμασιν ἄκρως βοηθουμένους οἴδαμεν· καὶ τῆς μυγαλῆς τὰ δήγματα καὶ αὐτὰ ἀναιροῦντα ὑπ᾿ αὐτῆς πάλιν τῆς μυγαλῆς τριβομένης καὶ ἐπιτιθεμένης ἀνωδύνως θεραπεύεται. ὁμοίως δὲ αὐτοὶ οἱ ἐχιόδηκτοι ἀπαλλάττονται τοῦ κινδύνου, εἴ τις αὐτῶν λειώσας τὰ σώματα ἐπιθείη αὐτοῖς τοῖς τραύμασιν,
247
οὐκ ἀλόγως καθ᾿ ἡμᾶς, ὡς ἔφην, καὶ τῶν τοιούτων γιγνομένων, μήτε τοσαύτην δύναμιν ἐχόντων, ὡς καὶ ἀποκτεῖναι δύνασθαι, κατὰ διάδοσίν τε τῆς δυνάμεως χωρούσης εἰς βάθος τῶν σωμάτων. ὥσπερ δὴ καὶ ἐπὶ τῶν καταπλασμάτων καὶ αὐτὸ γιγνόμενον ὁρῶμεν, τῆς ἐν τοῖς σώμασιν αὐτῶν δυνάμεως συμμέτρου γιγνομένης καὶ θεραπεύειν λοιπὸν, ἀλλ᾿ οὐκ ἀναιρεῖν δυναμένης. τὸ δὲ ἐπὶ τῆς θηριακῆς γιγνόμενον φανερώτερον ἔχει τὸν λογισμόν. φημὶ γὰρ ὅτι διὰ τοῦτο ταῦτα ἀναιροῦντα τὰ θηρία βοηθεῖ τοῖς ὑπ᾿ αὐτῶν δακνομένοις, ἐπειδὴ πλείων ἐν τούτοις ἐνοῦσα ἡ φθοροποιὸς δύναμις, ταῖς κεφαλαῖς ἀφαιρουμέναις συναποκόπτεται. καὶ ἐπεὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσιν αὐτῶν ὑπολειπομένην δύναμιν ταῖς σκευασίαις ἡμεῖς ἀπαμβλύνομεν ἕψοντες αὐτὰς, καὶ τῶν ἁλῶν καὶ τοῦ ἀνήθου οὐκ ὀλίγα τῷ ὕδατι μιγνύντες, οὐχ ἡδύσματος μόνου χάριν τὴν μίξιν τῶν τοιούτων ποιούμενοι, ἀλλ᾿ ἵνα ἐκτήξωμεν τὰ σώματα, καὶ οὕτως αὐτὰ ὀλίγον τὸν ἰὸν, ἢ μηδ᾿ ὅλως ἔχειν ἐργασώμεθα. τὸ δὲ πλεῖστον αὐτῇ τῆς δυνάμεως εἰς τὸ βοηθεῖν ἡ σκευασία παρέχεται. τοσούτοις οὖν καὶ τοιούτοις μιγνύμενα φαρμάκοις
248
τὰ θηρία, πῶς ἂν ἔτι καὶ ἀναιρεῖν δύναιτο, ἐκλυομένης τῆς οὔσης ἐν αὐτοῖς πρὸς τὸ διαφθεῖραι πονηρίας; ἔτι δὲ καὶ ἀληθέστερος ὁ λόγος φανήσεται, εἰ καὶ ἐπί τινων ὁμοίων τὴν ἀπόδειξιν αὐτοῦ ποιησόμεθα. ἡ γάρ τοι κανθαρὶς μόνη μὲν διδομένη τὴν κύστιν ἑλκοῖ, καὶ πολέμιον αὐτῆς ἐστι τὸ φάρμακον, καὶ ἀναιρεῖ τῇ ἰσχυρᾷ δυνάμει τὸν ἅνθρωπον πολλάκις. μιχθεῖσα δ᾿ ἄλλοις τισὶ πάλιν αὐτῆς τῆς κύστεως γίνεται βοήθημα, καὶ ἔστι διουρητικὴ πάνυ. ὁ δὲ ὀπὸς τῆς μήκωνος ὅτι μέν ἐστιν ἀναιρετικὸς μόνος ποθεὶς οὐδεὶς ἀγνοεῖν μοι δοκεῖ. οὗτος δὲ μετ᾿ ἄλλων τινῶν σκευασθεὶς τοῖς νοσοῦσι βοηθεῖ πολλάκις, ὡς σωτηριωδέστατον αὐτοῖς εἶναι φάρμακον. τὰς γοῦν τῶν νεφριτικῶν παρακοπὰς οὐκ ὀλιγάκις ἀγωνιστικῶς ἰάσατο, καὶ τοὺς ἐξ ἀγρυπνιῶν τὴν δύναμιν ἀφῃρημένους, ὕπνον ἐργασάμενον, θαυμασίως ἀνεκτήσατο. τοῖς δὲ φαλαγγιοδήκτοις αὐτὰ τὰ φαλάγγια λειωθέντα καὶ μετ᾿ οἴνου πινόμενα ἀπαλλακτικὰ τοῦ κακοῦ γίνεται, ὡς ἐκ τούτου μάλιστά σε πιστεύειν δύνασθαι τῷ ὑπ᾿ ἐμοῦ λεγομένῳ. εἰ γὰρ καὶ μόνος
249
ὁ οἶνος μιχθεὶς τοῖς θηρίοις τὸν ἀπ᾿ αὐτῶν τῶν θηρίων κίνδυνον ἐκφεύγειν ποιεῖ, δηλονότι καὶ ἡ θηριακὴ ἐκ τοσούτων καὶ τοιούτων τὴν σκευασίαν ἔχουσα παιώνιόν τι φάρμακον μᾶλλον, ἀλλ᾿ οὐκ ἀναιρετικὸν τῶν ἀνθρώπων γίνεται. ἐκεῖνο γὰρ ἐν ταῖς μίξεσι τῶν φαρμάκων γιγνόμενον εἰδέναι χρὴ, ὅτι μηκέτι ἀποσώζεται ἡ ἑκάστου τῶν μιγνυμένων δύναμις, ἡ αὐτὴ μένουσα καὶ ἄτρεπτος, εἰς τὸ μηδὲν ἀλλοιουμένη, ἀλλ᾿ ἕνωσίς τις ἀποτελεῖται τῶν ἁπάντων, ὅλης δι᾿ ὅλων τῆς κράσεως αὐτῶν μιγνυμένης καὶ μιᾶς τινος δυνάμεως ἄλλης ἐξ αὐτῶν γινομένης, ὅνπερ τρόπον ἐστὶν ἰδεῖν καὶ ἐπὶ τοῦ οἰνομέλιτος γιγνόμενον. ὅταν γὰρ ἡ κρᾶσις ἀμφοῖν ἀκριβὴς γένηται, οὔτε τὴν τοῦ μέλιτος γεῦσιν τὸ μέλι μιχθὲν ὅλως ἔχει καὶ ὁ οἶνος οὐκέτ᾿ ὢν οἶνος ἐν τῇ μίξει φαίνεται, ἀλλὰ παρ᾿ ἑκάτερον τῶν συνελθόντων ἄλλο τι, αὐτὸ δὴ τοῦτο οἰνόμελι, γιγνόμενον ἐκ τῆς κράσεως ἀποτελεῖται. τὸ αὐτὸ δή μοι νόμιζε γίγνεσθαι ἐπὶ τῶν ἄλλων μὲν ἁπάντων φαρμάκων, καὶ ἐπὶ τῆς θηριακῆς δὲ μάλιστα αὐτῆς, μηκέτι τὴν ἑνὸς ἑκάστου τῶν μιγνυμένων δύναμίν τε καὶ ποιότητα αὐτὴν μένειν, ἀλλὰ συγκριναμένων
250
πᾶσι πάντων καὶ ἕνωσίν τινα φυσικὴν λαμβανόντων μίαν μὲν καὶ λοιπὴν ἄλλην ἐξ ἁπάντων τῶν μιγνυμένων τοῦ φαρμάκου γίνεσθαι τὴν φύσιν.
[Ἀσκληπιάδου τε καὶ Ἐπικούρου ἀντίῤῥησις, τῶν τὴν ἀλλοίωσιν ἀποφασκόντων καὶ τὰ τῆς φύσεως ἔργα πρὸς τοὺς ἀτόμους τε καὶ ὄγκους ἀναφερόντων.] Εἰ μὲν γὰρ ἐξ ἀτόμου καὶ τοῦ κενοῦ κατὰ τὸν Ἐπικούρου τε καὶ Δημοκρίτου λόγον συνειστήκει τὰ πάντα, ἢ ἔκ τινων ὄγκων καὶ πόρων κατὰ τὸν ἰατρὸν Ἀσκληπιάδην· καὶ γὰρ οὕτως ἀλλάξας τὰ ὀνόματα μόνον καὶ ἀντὶ μὲν τῶν ἀτόμων τοὺς ὄγκους, ἀντὶ δὲ τοῦ κενοῦ τοὺς πόρους λέγων τὴν αὐτὴν ἐκείνοις τῶν ὄντων οὐσίαν εἶναι βουλόμενος· εἰκότως ἂν ἔμενεν ἀναλλοίωτα τὰ φάρμακα, κατὰ μηδὲν τρέπεσθαι μηδ᾿ ὅλως ἐξίστασθαι τῆς αὐτῶν ποιότητος δυνάμενα. ἐπεὶ δ᾿ οὐκ ἔστιν ἀληθὴς ὁ λόγος οὗτος, ὡς δείξομεν, ἀλλ᾿ ἀλλοιοῦται, ὡς ἔφην, τὰ πάντα καὶ τρέπεται ῥᾳδίως καὶ εἰς ἄλληλα τὴν κρᾶσιν λαμβάνει, ἀνάγκη τῆς κράσεως δι᾿ ὅλων τῶν κιρναμένων γιγνομένης τὸ ἰσχυρότερον τοῦ ἥττονος
251
κρατεῖν, καὶ διὰ τοῦτο ἡμεῖς ταῖς ἐντέχνοις μίξεσι πρὸς τὴν χρείαν τῆς ἐνεργείας τὰς ποιότητας τῶν φαρμάκων ἐναλλάσσομεν, οὐκ ἂν δυναμένου τούτου γενέσθαι, εἰ μικρά τινα ἦν καὶ ἀπαθῆ καὶ ἄτρεπτα τῆς οὐσίας τὰ σώματα. διόπερ δὴ καὶ πολλάκις ἐγὼ τεθαύμακα πῶς ὁρῶντες ἐπὶ τοῦ παντὸς οὕτω γενομένας ταχείας τροπὰς καὶ τὴν τοσαύτην ἐν ταῖς κράσεσι μεταβολὴν, εἶθ᾿ ὑπομένουσιν ἀρχὰς τῶν ὅλων τὰς τοιαύτας τίθεσθαι, καὶ μάλισθ᾿ ὁ νῦν εἰρημένος ἰατρὸς Ἀσκληπιάδης· πρὸς τοῦτον γὰρ οἰκείως μᾶλλον ποιήσομαι τὸν λόγον, ἐπεὶ καὶ φανερωτέρας ἐν τῷ σώματι τροπάς τε καὶ μεταβολὰς οὐκ ἐνδείκνυται. τί γάρ ἐστιν εἰπεῖν, ὅταν μόνου τοῦ δακτύλου εἰς ψυχρὸν ὕδωρ κατατεθέντος ὅλου τοῦ σώματος ἐν τάχει ἡ τροπὴ γίνηται; ἢ ὅταν ταῖς τῶν ἀνέμων μεταβολαῖς συμμεταβάλληται ἡμῶν τὰ σώματα; ἔγωγ᾿ οὖν οἶδα τῶν μὲν ἑταίρων τινὰ ἐπὶ τοῦ σκίμποδος ἔτι κατακείμενον ἐκ τῆς περὶ τὴν κεφαλὴν ἑαυτοῦ συναισθήσεως διαγινώσκοντα τοῦ ἀνέμου τὴν πνοήν. εἴ ποτε γὰρ ἐκαρηβάρει, εὐθέως ἐγίνωσκεν ὅτι νότος ὁ
252
πνέων ἄνεμος ἦν. καὶ ἀκούσασα μόνον βροντῆς γυνὴ ἐγκύμων καὶ θεασαμένη φοβερόν τι θέαμα, ἐξέβαλε τὸ παιδίον. ἔσθ᾿ ὅτε δὲ καὶ βοηθεῖν ὀξέως θέλοντες καὶ ταχεῖαν τῷ νοσοῦντι τοῦ βοηθήματος τὴν αἴσθησιν γενέσθαι, ταχίστην ὁρῶμεν γιγνομένην τῶν σωμάτων τὴν τροπήν. ἐπὶ γοῦν τινων ἐκλελυμένων σφόδρα ὀξυθυμίαν τινὰ τῷ ἀῤῥώστῳ ὁ θαυμάσιος Ἱπποκράτης γίνεσθαι συμβουλεύει, ἵνα τῷ εὐτόνῳ τῆς ὁρμῆς τὸ ἄτονον τῆς ἐκλύσεως ἰασώμεθα. πολλάκις δὲ καὶ ὀλίγη τις αὐτοῖς προσενεχθεῖσα τροφὴ εὐθέως ἀνέῤῥωσε καὶ τὴν δύναμιν αὐτῶν εὐτόνωσε, τῆς τροφῆς τοῦ σώματος, ὡς οἶμαι, ταχέως ἐπὶ τὸ κρεῖττον γιγνομένης, ἀλλ᾿ οὐχὶ τῶν ὄγκων ἀπαθῶν ὑπαρχόντων, καὶ διὰ τοῦτο τὴν αἴσθησιν ἡμῖν τῶν τοιούτων παρέχειν μὴ δυναμένων. τίς γὰρ ἐν τοσούτῳ τάχει τοὺς ὄγκους συντιθέναι δυνήσεται; ἢ τίς οὕτως ἐξ ἀπαθῶν τῶν ὄγκων συγκείμενος ταχέως τῶν προσπιπτόντων αἰσθήσεται; ἡ γὰρ ποιὰ τῶν ὄγκων μετατιθεμένων σύνθεσις τοῦ μὲν σχήματος ἀλλαγὴν μόνην ἐργάζεται, ἀλλοίωσιν δὲ καὶ ποιότητα ἄλλην ἐξ ἄλλης
253
γεννῆσαι ἀδυνατεῖ. καὶ διὰ τοῦτο ἐδόκει μοι τὸν ἄνδρα μὴ μόνον τὸ ἐπὶ τῶν φαρμάκων γιγνόμενον ἀκολούθως ἀναιρεῖν διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος, ἀλλὰ καὶ τὴν φύσιν αὐτὴν τὴν διοικοῦσαν ἐν ἡμῖν τὰ πάντα μηδὲν εἶναι οἴεσθαι. ἕκαστα γὰρ τῶν γιγνομένων ἐκ τῆς τῶν ὄγκων συνθέσεως καὶ συμπλοκῆς γίγνεσθαι βούλεται. διόπερ καὶ θαυμάζειν ἐπέρχεταί μοι, ὅταν αὐτὸν ὁρῶ τὰ οὕτω θαυμαστὰ τῆς φύσεως ἔργα μὴ βλέποντα, καὶ μάλιστα τὰς ἐξ ἀρχῆς ἐν αὐτῇ τῇ γενέσει τοῦ ἀνθρώπου γιγνομένας τέχνας, ὅπως μὲν διαπλάττεται τὸ ἔμβρυον ἐν τῷ τῆς μήτρας τόπῳ, ὅπως δ᾿ ἂν καὶ διαπλασθέν εὐμηχάνως τρέφεται, ὅσοις δὲ καὶ οἵοις αὐτὸ τοῖς ἁπαλωτάτοις δεσμοῖς ἄχρι τοῦ ὡραίου τόκου ἔνδον κρατεῖ, οἵᾳ δέ τινι θείᾳ τέχνῃ καὶ ὁμοιότητι τύπον ἐν τοῖς γεννωμένοις ἐργάζεται, ἐφ᾿ οὗ μάλιστα καὶ ἡ τῶν ὄγκων ὑπόθεσις αὐτοῦ ἀσχημόνως ἐλέγχεται. οὐ γὰρ μόνοις τοῖς γεννῶσιν, ἀλλὰ καὶ προγόνοις τισὶ τὰ τικτόμενα ὅμοια γίνεται. ἐμοὶ δὲ καὶ λόγος τὶς ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τὶς δυνατὸς εὔμορφον θέλων γεννῆσαι
254
παῖδα, ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος ἐκείνῳ τῷ τύπῳ τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν εἰπεῖν ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ παιδίον, τῆς ὄψεως, οἶμαι, διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ γεγραμμένου τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς φύσεως μυστηρίων ὁ ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς ἑαυτοῦ μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ τὰ ἔξωθεν αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς ἀράχνης γιγνομένας τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν τε καὶ λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν, ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς ἀνθρώπους λαβόντας τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ τῆς ἄρκτου γιγνόμενον ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος
255
ἅπασι τοῖς γεννωμένοις ὁμοίως ζώοις. ἔστι δὲ σὰρξ μόνη γεννωμένη ἄπλαστός τε καὶ ἀδιάρθρωτος, μορφὴν μὲν οὐδεμίαν ἔχουσα, εὐθὺς δὲ ὑπὸ τῆς γεννώσης τῇ φυσικῇ τέχνῃ διατυπουμένη. τῇ γὰρ γλώττῃ ὥσπερ χειρί τινι χρωμένη ἡ τεκοῦσα οὕτω μεμορφωμένον ζῶον τὸ τεχθὲν ἀποτελεῖν ἀλλὰ πρὸς μὲν τούτους παύσομαι λέγων. καὶ γὰρ εἴωθα ἐν τοῖς φιλοτίμοις λόγοις ὥσπερ τινὶ χαλινῷ, καθάπερ ἵππου τινὸς γαύρου τρέχοντος τῷ μέτρῳ, τοῦ λόγου αὐτοῦ εὐτόνως κρατεῖν.
[Ἕκαστα τὰ τὴν θηριακὴν συντιθέμενα ἀκριβῶς ἐξεταστέον. καὶ τὴν Ἀνδρομάχου γραφὴν προκριτέον.] Ἐπιδείξας δὲ, ὡς οἶμαι, σαφῶς μηκέτι εἷναί σοι θαυμαστὸν τὰ θηρία αὐτὰ καὶ ἀναιρεῖν καὶ βοηθεῖν δύνασθαι, διὰ τὴν ποικίλην σκευασίαν τε καὶ μίξιν τῶν συμμιγνυμένων αὐτοῖς φαρμάκων, μετὰ τοῦτο λοιπὸν τὴν ἀντίδοτον σκευάζειν ἄρξομαι. οὐ γάρ ἐστιν ὀλίγη καὶ ἡ ἐν τῇ σκευασίᾳ αὐτῆς γιγνομένη ὑφ᾿ ἡμῶν τέχνη. ἥ τε γὰρ ἐν τοῖς θηρίοις πολλάκις ὑπὸ τῶν θηρευόντων αὐτὰ γιγνομένη πανουργία καὶ ἡ
256
ἐν τοῖς ἄλλοις μίγμασι τῶν σκευαζόντων ἀπειρία ἄχρηστον· πολλάκις ἐποίησε τὸ φάρμακον. πολλοὶ γὰρ αὐτῶν τὴν περὶ τὸ θηρεύειν τέχνην ἐπιδείκνυσθαι βουλόμενοι, καὶ μάλισθ᾿ ὅσοι καὶ φάρμακά τινα πρὸς τὰ τοιαῦτα εὑρίσκειν ἐπαγγέλλονται, τὸ μὲν ἔχειν τὰ φάρμακα ψεύδονται. οὐ γὰρ εὕρομέν ποτε ἡμεῖς αὐτοὺς ἔχοντας, διὰ δὲ τοῦ πανουργεῖν τὰ θηρία τοὺς ὁρῶντας πλανῶσι, πρῶτον μὲν αὐτὰ θηρεύοντες οὐ τῷ δέοντι καιρῷ, ἀλλὰ μετὰ πολὺν τῆς φωλειᾶς τὸν χρόνον, ὅτε μηκέτ᾿ ἐστὶν ἀκμαῖα. λαβόντες δὲ αὐτὰ καὶ προεθίζουσιν ἑαυτοῖς πολλάκις καὶ τρέφουσιν οὐ ταῖς εἰθισμέναις τροφαῖς, ἀλλὰ σάρκας αὐτοῖς ἐπιδιδόντες καὶ συνεχῶς ἐνδάκνειν ἀναγκάζοντες, οὕτως ἐκ τοῦ στόματος αὐτῶν κενοῦσθαι ποιοῦσι τὸν ἰὸν καὶ δὴ καὶ μάζας τινὰς ἐπιδιδόντες ἐμφραττούσας τῶν ὀδόντων τὰ τρήματα καὶ οὕτω τούτων ἀσθενῆ γίνεται τὰ δήγματα, ὡς θαυμάζειν πάνυ τοὺς ὁρῶντας τὴν τοιαύτην αὐτῶν εἰς τὸ πανουργεῖν τέχνην οὐκ εἰδότας· ὁμοίως δ᾿ αὖ καὶ ἡ περὶ τὰ φάρμακα τῶν μιγνυμένων, ὡς ἔφην, ἀπειρία οὐκ ἔστιν ὀλίγη
257
αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα τῶν ἐμβαλλομένων, κασσίαν λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ, καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ καλούμενον ψευδοκιννάμωμον ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον εὑρίσκεται. τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς τὰς ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ μὲν ἐν τοῖς ὄρεσι γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι τῇ χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας ἔχον τινάς. ἄλλο τι λευκὸν εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν, ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν. ἔστι δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες. τὸ δὲ πάντων κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ λεπτὰ ἔχον τὰ ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ μάλιστα προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ γεύσει δριμὺ ἡμῖν καταφαίνεται
258
καὶ δηκτικὸν λίαν, καὶ διαμασώμενον πηγανίζειν δοκεῖ. ἔστι δὲ καὶ λεῖον καὶ ῥᾳδίως θραύεσθαι δυνάμενον. ἡ δὲ κασσία καὶ αὐτὴ, εἰ μή τις ἔμπειρος εἴη περὶ τὴν κρίσιν, πλανᾷν εἴωθε πολλάκις. ἔστι γάρ τις καὶ ψευδοκασσία πάνυ μὲν ἐμφερὴς τῇ ἀληθινῇ κασσίᾳ, οὐκ ἔχουσα δὲ τὴν τοιαύτην εὐωδίαν, ἀλλὰ καὶ ὁ φλοιὸς αὐτῆς συνηνωμένος τῇ ἐντεριώνῃ εὑρίσκεται, ὡς ἥ γε καλλίστη κιῤῥά τε καὶ ῥοδίζουσα, ὥσπερ καὶ ἡδὺ τὸ γευστικὸν ἐν τῇ γεύσει ποιουμένη, συριγγώδης τε οὖσα καὶ οἰνίζουσα καὶ πολὺ τὸ ἀρωματίζον ἔχουσα, ζιγγίβερ ὑπὸ τῶν ἐπιχωρίων οὕτω λεγομένη. εἰκὸς δέ σε καὶ τὴν περὶ τὸ μακρὸν πέπερι γιγνομένην πανουργίαν μὴ ἀγνοεῖν. ἀναπλάσσοντες γάρ τινες αὐτὸ ἴσον τῷ ἀληθεῖ ἔχον τὸ μῆκος καὶ ἐνθέντες αὐτῷ τοῦ πυρέθρου ἢ τοῦ νάπυος ὀλίγον, οὕτω τῷ δηκτικῷ τῆς γεύσεως πλανῶσι τὸν γευόμενον. ἀλλ᾿ ὁ περὶ ταῦτα τριβακὸς ὢν καὶ τὸ ἥδιόν τε καὶ δριμὺ ἐν τῇ γεύσει μὴ ἀγνοῶν, ἔτι τε καὶ τὴν ἀπὸ τοῦ δένδρου ῥίζαν προσκειμένην αὐτῷ περιεργότερον βλέπων, εὑρίσκει τὸ ἀληθινὸν πέπερι καὶ πλανᾶσθαι ὑπ᾿
259
αὐτῶν οὐ δύναται. πολλῆς δ᾿ οὔσης καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἀκριβείας, ὥσπερ καὶ ἐν τούτοις ἱστόρησά σοι, ἐγὼ μὲν καὶ ταῦτα πρὸς τὴν τοῦ λόγου ὑπόμνησιν ἀρκεῖν νομίζω, ἵνα μὴ μακρὸν τὸ βιβλίον ἡμῖν γένηται. συμβουλεύω δὲ, ἕκαστον αὐτῶν ἀκριβῶς δοκιμάζοντα οὕτω σκευάζειν τὸ φάρμακον. ἡ γὰρ ἑνός τινος κακία πολλάκις διαφθείρει τὰ πάντα. ἔστι δὲ αὐτοῦ καὶ γραφὴ, ἵνα μηδὲ τοῦτο ἀγνοῇς, διαφόρως ὑπὸ τῶν ἰατρῶν γινομένη. ὁ μὲν γὰρ Ἀνδρόμαχος, ἀκριβὴς περὶ τὰ φάρμακα γενόμενος, οὗπερ καὶ πρότερον ἐμνημόνευσα, κατὰ ταύτην τὴν γραφὴν ἐσκεύαζε τὸ φάρμακον. ♃ Ἀρτίσκων θηριακῶν δραχ. κδ΄. ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. πεπέρεως μακροῦ δραχ. κδ΄. ὀποῦ μήκωνος δραχ. κδ΄. ἡδυχρόου μάγματος δραχ. κδ΄. ῥόδων ξηρῶν δραχ. ιβ΄. ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, βουνιάδος ἀγρίας σπέρματος, σκορδίου, ὀποβαλσάμου, κινναμώμου, ἀγαρικοῦ ἀνὰ δραχ. ιβ΄. σμύρνης, κόστου, κρόκου, κασσίας, νάρδου, σχοίνου ἄνθους, λιβάνου, πεπέρεως λευκοῦ καὶ μέλανος, δικτάμνου, πρασίου, ῥήου, στοιχάδος, πετροσελίνου Μακεδονικοῦ, καλαμίνθης,
260
τερμινθίνης, ζιγγιβέρεως, πενταφύλλου ῥίζης, ἀνὰ δραχ. στ΄. πολίου δραχ. δ΄. χαμαιπίτυος δραχ. δ΄. στύρακος δραχ. δ΄. ἀμώμου βότρυος, μήου, νάρδου Κελτικῆς, Λημνίας σφραγῖδος, φοῦ Ποντικοῦ, χαμαίδρυος Κρητικῆς, φύλλων μαλαβάθρου, χαλκίτεως ὀπτῆς, γεντιανῆς, ἀνίσου, ὑποκιστίδος χυλοῦ, βαλσάμου καρποῦ, κόμμεως, μαράθρου σπέρματος, καρδαμώμου, σεσέλεως, ἀκακίας, θλάσπεως, ὑπερικοῦ, σαγαπηνοῦ, ἄμμεως, ἀνὰ δραχ. δ΄. καστορίου, ἀριστολοχίας λεπτῆς, δαύκου σπέρματος, ἀσφάλτου Ἰουδαϊκῆς, ὀποπάνακος, κενταυρίου λεπτοῦ, χαλβάνου, ἀνὰ δραχ. δ΄. μέλιτος λίτρας ι΄. οἴνου Φαλερίνου τὸ ἀρκοῦν. Ξενοκράτης δὲ καὶ αὐτὸς σπουδὴν οὐκ ὀλίγην περὶ τὰ τοιαῦτα ποιησάμενος ὁμοίως μὲν τὰ ἄλλα τῷ Ἀνδρομάχῳ ἐσκεύαζε τὴν ἀντίδοτον, μόνον δὲ ἀντὶ τῶν δραχ. δ΄. τοῦ σαγαπηνοῦ αὐτὸς δραχ. β΄. ἔμισγε τῷ φαρμάκῳ. ὁ δὲ Δαμοκράτης, ἄριστος ἰατρὸς καὶ αὐτὸς γενόμενος καὶ ὅλον βιβλίον φιλοτίμως συντάξας καὶ αὐτὸς ἔπεσι περὶ τῆς τῶν ἀντιδότων σκευασίας, πάντα μὲν τὰ μίγματα τούτοις ὁμοίως μίγνυσι ἐν τῇ σκευασίᾳ τοῦ φαρμάκου,
261
διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις. τινὰ γὰρ ὦν ἐκεῖνοι πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ δραχ. δ΄ ἔχοντα, οὗτος ἀνὰ δραχ. β΄. μίγνυσι τῷ φαρμάκῳ, καὶ πάλιν τῶν ἀνὰ δραχ. β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν ἀνὰ δραχ. α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως τοῖς ἀνδράσι τούτοις ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ, οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως, οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ διαφωνεῖ. τὰς γὰρ δραχ. β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ φάρμακον, τοῦ Ἀνδρομάχου δραχ. δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν καὶ τῷ Δαμοκράτει. μίαν μὲν γὰρ δραχμὴν ὁ Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι δὲ καὶ τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται, τῶν ἄλλων, ὡς εἰκὸς πρὸς τὴν χρείαν, ὁπόσῳ μέτρῳ τοῦ οἴνου χρωμένων. Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, τῷ μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα
262
συμφώνως σκευάζει τὸ φάρμακον, μόνῃ δὲ τῇ τῶν σκιλλητικῶν ἀρτίσκων συσταθμίᾳ τῷ Ἀνδρομάχῳ διαφωνεῖ καὶ τοῖς ἄλλοις πᾶσιν. ἐκείνων γὰρ μη΄. δραχμὰς βαλλόντων μέτρον, οὗτος μόνος μστ΄. δραχμὰς μόνας μίγνυσι τῇ ἀντιδότῳ. τοσαύτης γὰρ οὔσης τῆς περὶ τὰς γραφὰς διαφορᾶς, ἡμεῖς τῇ Ἀνδρομάχου ὡς ἀρίστῃ χρώμεθα, καὶ εἴς γε τὰς βασιλικὰς χρείας οὕτως σκευάζομεν. γίνεται δὲ αὐτῆς ἡ σκευασία τὸν τρόπον τοῦτον. καὶ γὰρ εὔχρηστον νομίζω σκευάσαι σοι αὐτὴν τῷ λόγῳ, ἵνα ἤν ποτε καὶ μὴ παρόντος ἰατροῦ εὐφυὴς ὢν σκευάζειν αὐτὴν ἐθέλῃς, ὡς ἄριστα σκευάσῃς, διδάσκαλον τῆς σκευασίας ἔχων αὐτὸν τὸν λόγον.
[Πῶς κατασκευαστέοι οἵ τε ἡδύχροοι, σκιλλητικοὶ καὶ θηριακοὶ ἀρτίσκοι.] Πρὸ δὲ τῆς κατασκευῆς αὐτῆς ἐχρῆν σε καὶ τὴν ἐμβαλλομένου εἰς αὐτὴν ἡδυχρόου μάγματος γραφὴν εἰδέναι. ἔστιν οὖν ἡ ἀρίστη σκευασία ἡ παρὰ Μάγνῳ, ἧς ἡ γραφὴ αὕτη. ♃ Ἀσπαλάθου ῥίζης φλοιοῦ, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, φοῦ, κόστου, ἀσάρου, ξυλοβαλσάμου, ἀσίας, ἀνὰ δραχ. στ΄. κινναμώμου,
263
δραχ. κδ΄. ἀμώμου δραχ. κδ΄. ἀμαράκου δραχ. κ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. μαλαβάθρου φύλλων δραχ. στ΄. σμύρνης δραχ. κδ΄. μαστίχης δραχ. στ΄. κρόκου δραχ. ιθ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε τοὺς τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς ἀρτίσκους σκεύαζε οὕτως. λαβόντα χρὴ σκίλλαν νεαρὰν καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυ- παρὸν γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι μεταλαμβάνῃ. εἶτα ὅταν ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι ὀπτῶνται, ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον αὐτῆς μέρη τὰ ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου τὸ ἴσον, ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων ὀλίγον μοι μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿ ἴσον ἐστὶ τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ
264
τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν σκιᾷ ἀποτιθεμένους εἰς τὴν χρῆσιν φυλάττειν, εἶτα μετὰ ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας, ἀλλὰ μάλιστα περὶ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς τοὺς ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν ἰόν. ἔνδον γὰρ φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς φθοροποιὸν δύναμιν, ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις, ὅπερ ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς φωλείας μᾶλλον ἤπερ τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε τοῦ ἀέρος καὶ τραφῆναι τὴν συνήθη νομήν. νέμεται δὲ ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις καὶ κανθαρίδας καὶ τὰς καλουμένας πιτυοκάμπας. αὗται γὰρ αὐτῶν εἰσιν αἱ κατάλληλοι τροφαί. ἔστω δὲ καὶ
265
ὑπόξανθα τὰ ζῶα καὶ εὐκίνητα σφόδρα, καὶ μάλιστα ἐπανατείνοντα τὸν τράχηλον, καὶ τοὺς ὀφθαλμοὺς ὑπερύθρους ἔχοντα, καὶ ἀναιδεῖς καὶ θηριῶδες βλέποντα, καὶ τὰς κεφαλὰς πλατυτέρας καὶ τὸ πᾶν σῶμα, καὶ τὴν γαστέρα προκολπότερον, καὶ τὸν πόρον πρὸς ἄκρᾳ μᾶλλον τῇ οὐρᾷ ἔχοντα, καὶ τὴν οὐρὰν μὴ περιειλημένην, ἀλλὰ μᾶλλον συστρέφοντα, καὶ ἠρεμαῖον τὸν περίπατον ποιούμενα. τούτῳ γὰρ τοῦ ἄῤῥενος ἡ ἔχιδνα διήνεγκε καὶ τῷ πλέονας τῶν δύο κυνοδόντων ἔχειν, ὥσπερ δὴ καὶ Νίκανδρος διὰ τῶν ἐπῶν τούτων λέγει
Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύο χροῒ τεκμαίρονται,ἰὸν ἐρευγόμενοι, πλέονες δέ τοι αἰὲν ἐχίδνης.καὶ δὴ λαβόντα αὐτὰ τῷ καιρῷ τούτῳ πρῶτον μὲν αὐτῶν χρὴ ἀποκόπτειν τὰς κεφαλάς τε καὶ τὰς οὐρὰς, τοσοῦτον ἀποκόπτοντας, ὡς εἶναι τὸ μέτρον τῆς ἀποκοπῆς τεσσάρων δακτύλων. ἐπιβλέπειν δὲ καὶ ἐν τῷ ἀποκόπτειν τὰ μέρη ταῦτα ἀκριβῶς παραινῶ, εἰ μετὰ τὴν ἀποκοπὴν ἄναιμά τε εὐθέως καὶ ἀκίνητα καὶ πάντῃ νεκρὰ τὰ ζῶα εἶναι φαίνοιτο
266
εἰ γὰρ τοιαῦτα εὑρίσκοιτο τὰ θηρία, ἄχρηστα αὐτὰ πρὸς τὴν τοῦ φαρμάκου μίξιν εἶναι νόμιζε. εἰ δὲ βλέποις ἐν αὐτοῖς ἀποκοπέντων τῶν μερῶν ὑπολειπομένην κίνησίν τινα καὶ τὸ ἔναιμον ἐπί τινα χρόνον ἀποσώζειν δυνάμενα, ταῦτα ὡς ἄριστα ὄντα, μιγνύναι τῇ σκευασίᾳ τῆς ἀντιδότου, οὐ γὰρ ἐξίτηλον, ἀλλὰ ἰσχυρὰν πρὸς τὸ σώζειν ἔχοντα δύναμιν φαίνεται. εἶτα μετὰ τοῦτο ἀποδέρειν αὐτῶν ὅλον ἀκριβῶς τὸ δέρμα, ἐξαίρειν δὲ καὶ τὸ στέαρ ὡς ἄχρηστον καὶ τὰ ἐντόσθια ἅπαντα, ἔστι γὰρ τῶν περιττωμάτων δοχεῖα. καὶ μετὰ τοῦτο ἐμβάλλειν αὐτὰ λοιπὸν εἴς τι κεραμοῦν ἀγγεῖον, ὡς κάλλιστα κατασκευασθὲν, ἢ εἰς λέβητα γεγανωμένον καλῶς, καὶ τοῖς ἄνθραξιν ἀνακεκαυμένοις ἐπικείμενον, ἵνα ἀκνίστως ἡ ἕψησις αὐτῶν γένηται. ἑψήσθωσαν δὲ ἐν ὕδατι πηγαίῳ καὶ προσεμβαλέσθωσαν ἅλες νεαροὶ, καὶ ἀνήθου μὴ ξηροῦ κλῶνες σύμμετροι. εἶθ᾿ ὅταν ἑψηθῶσιν αἱ σάρκες καλῶς, τὸ μέτρον δὲ τῆς ἑψήσεως ἔστω σοι, ὅταν αἱ ἄκανθαι χωρισθῶσι τῆς σαρκὸς τῶν θηρίων, τότε ἀνελόμενος τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀκριβῶς χώριζε τὰς
267
σάρκας τῶν ἀκανθῶν, καὶ λειώσας αὐτὰς, ἄρτου ὡς μάλιστα τοῦ καθαρωτάτου καὶ ἀπὸ σεμιδάλεως τῆς καθαρωτάτης γενομένου μίσγε τὸ σύμμετρον πρὸς τὴν ἀνάπλασιν, ὥσπερ καὶ ὁ Ἀνδρόμαχος βούλεται. ὁ γὰρ Μάγνος, καὶ ὁ Δαμοκράτης καὶ μέτρον τὶ ὡρισμένον αὐτοῖς μίγνυσθαι θέλουσιν· ἴσον γὰρ τοῦ ἄρτου πρὸς ἴσον τῶν σαρκῶν ἀποστήσαντες, οὕτως αὐτὰς συλλειοῦσι τῷ ἄρτῳ· εἶτα παραχέας τὸ αὔταρκες τοῦ ζωμοῦ, οὕτως ἀνάπλασσε συμμέτρους τροχίσκους, παραπτόμενος ἐν τῇ ἀναπλάσει, ὀποβαλσάμου ὀλίγου, καὶ ἐν σκιᾷ ἀποτιθέμενος εἰς τὴν τοῦ ὅλου φαρμάκου σκευασίαν φύλαττε.
[Θηριακῆς σκευασία, ἀποθήκη, ἡλικία, κρίσις, δόσις.] Καὶ λοιπὸν τῶν ἄλλων ὅσα καὶ κόπτεσθαι καὶ σήθεσθαι χρὴ, κοσκινέειν κοσκίνῳ, ὡς ἔνι μάλιστα λεπτοτρήτῳ γενομένῳ. πάνυ γὰρ τὸ λεῖον πρὸς τὴν ὠφέλειαν εἶναί μοι δοκεῖ χρήσιμον, διὰ τὸ μᾶλλον εὐπρόσθετον εἶναι τοῖς σώμασιν. ὅσα δὲ διαβρέχειν τε καὶ λειοῦν χρὴ, καὶ ταῦτα λείου καὶ τῷ οἴνῳ βρέχε. ἔστω δὲ ὁ οἶνος κάλλιστος, οἷος ὁ Φαλερῖνος γλυκὺς, ὁ μὴ Φαυστιανὸς, ἀλλ᾿
268
ὁ δριμύς τε καὶ πᾶσι καλούμενος ἄκτος. εἶθ᾿ οὕτως πάντα λειώσας πρόσβαλε τὸ αὔταρκες μέλι· ἔστω δὲ τὸ αὔταρκες, ὥσπερ αἱ γραφαὶ ἔχουσι, λίτραι δέκα ἀφηψημέναι μετρίως, ὥστε ἐν τῇ ἑψήσει πᾶν αὐτοῦ τὸ κηρῶδες καὶ πνευματῶδες χωρισθῆναι. ἔστω δὲ καὶ τὸ μέλι τὸ καλούμενον Ὑμήττιον. τὸν γὰρ θύμον τὸν ἐν τούτῳ τῷ ὄρει τῷ καλουμένῳ Ὑμηττῷ γινόμενον νέμονται αἱ μέλισσαι, καὶ οὕτω κάλλιστον ποιοῦσι τὸ μέλι. πειρῶ δὲ καὶ τὴν ῥητίνην καὶ χαλβάνην προαποτήξας ἰδίᾳ, οὕτω πρὸς τὴν θυείαν ἐπιβάλλειν τῷ φαρμάκῳ, καὶ λοιπὸν ἑνώσας τὰ πάντα καὶ λειώσας ἐπιμελῶς, πάλιν παραπτόμενος τοῦ ὀποβαλσάμου συμμέτρως, οὕτως ἀποτίθεσο τὴν ἀντίδοτον εἰς ὑάλινα ἢ ἀργυρᾶ σκεύη, μὴ πάνυ πληρῶν αὐτὰ, ἀλλὰ καταλιπών τινα τόπον εἰς διαπνοὴν τῷ φαρμάκῳ, καὶ συνεχῶς γε ἀποπωμάτιζε αὐτὰ, ἵνα μᾶλλον διαπνέηται, καὶ ταχυτέρα σοι αὐτῆς ἡ χρῆσις γενήσεται. χρόνου γὰρ εἰς πέψιν οὐκ ὀλίγου χρείαν ἔχεν, ἵνα πρὸς τὴν χρῆσιν ἡ ἀντίδοτος πεφθῇ καλῶς. πέσσεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον τῷ μὲν ιβ΄. ἐτῶν χρόνῳ. οἱ δὲ ἀκμαιοτέρᾳ
269
τε αὐτῇ καὶ ἰσχυροτέρᾳ χρῆσθαι θέλοντες, καὶ ἐτῶν που πέντε καὶ ἑπτὰ τὸν χρόνον ἐχούσῃ, οὕτως ἐχρήσαντο, καὶ μάλιστα ἐπὶ τῶν θηριοδήκτων τε καὶ λυσσοδήκτων καὶ τῶν φαρμάκων τῶν δηλητηρίων. ἰσχυρὰν γὰρ οὗτοι τὴν ἀπὸ τῶν τοιούτων βλάβην ἔχοντες, δυνατωτέρας καὶ τῆς ἀπὸ τοῦ φαρμάκου βοηθείας χρείαν ἔχουσιν. ἔστι δὲ δυνατὸν τὸ φάρμακον ἕως ἐτῶν τριάκοντα. ὡς ἐπί γε τῶν ἄλλων παθῶν, ὅπου μὴ τηλικαύτη ἐστὶν ἡ τοῦ βλάπτειν αἰτία, αὐτάρκης εἶναι δοκεῖ καὶ ἐτῶν ἑξήκοντα χρόνος εἰς τὴν χρῆσιν τοῦ φαρμάκου. πάνυ γὰρ τὸ πέρας τοῦ τοσούτου διαστήματος ἐξίτηλόν τε καὶ ἄτονον πρὸς τὸ βοηθῆσαι ποιεῖ τὸ φάρμακον. πολλοὶ γοῦν τινές αὐτῆς τὴν δύναμιν κρῖναι θέλοντες πρῶτον διδόντες τὶ τῶν καθαρτικῶν φαρμάκων, εἶτα ἐπιδιδόντες τὶ τῆς ἀντιδότου πιεῖν, οὕτως αὐτῆς ποιοῦνται τὴν κρίσιν. εἰ μὲν γὰρ εὔτονος καὶ ἀκμαία εἴη οὐδ᾿ ὅλως ἀφίησι τὴν κάθαρσιν γενέσθαι, ἐκνικῶσα τῷ ἑαυτῆς δυνατῷ τοῦ καθαρτικοῦ φαρμάκου τὴν ἰσχύν. εἰ δὲ οὕτως καθαρθείη, ὡς μηδὲ τὴν ἀντίδοτον
270
λαβὼν, κατάδηλος γίγνεται ὅτι ἄτονός τε καὶ ἐξίτηλός ἐστιν ἡ ἰσχὺς, ὡς μηδὲ κρατῆσαι τῆς τοῦ φαρμάκου δυνάμεως. ἔστι δὲ αὐτῆς τὸ μέτρον τῆς πόσεως οὐκ ἐπὶ πάντων τὸ αὐτὸ, ὥσπερ οὐδὲ τὸ ὑγρὸν, ᾧ διαλύοντες αὐτὴν δίδομεν. ἐπὶ μὲν γὰρ τῶν προειρημένων Ποντικοῦ καρύου τὸ μέγεθος ἀνιέντες μετ᾿ οἴνου κυάθων τριῶν οὕτως αὐτὴν διδόναι πίνειν τοῖς λαμβάνουσιν εἰώθαμεν. ἐπὶ δὲ τῶν ἄλλων παθῶν καὶ τῷ μέτρῳ καὶ τῷ ὑγρῷ διαφόρως χρώμεθα. πρὸς γὰρ τὴν τῶν παθῶν διαφορὰν ἁρμοζόμενοι καὶ τὴν ποσότητα τοῦ φαρμάκου μετροῦμεν καὶ τὸ κατάλληλον ὑγρὸν τῆς μίξεως κρίνομεν. οὐ γὰρ μόνον πρὸς τὰ τῶν θηρίων δήγματα καὶ τὰ δηλητήρια φάρμακα βοηθεῖν ἡ ἀντίδοτος πέφυκεν, ἀλλὰ καὶ πρὸς τὰ μέγιστα τῶν ἄλλων παθῶν ἀλεξητήριον φάρμακον ἐκ τῆς ἐν πείρᾳ χρήσεως ὑφ᾿ ὑμῶν οὖσα εὑρέθη.
[Πρὸς πόσας νόσους βοηθεῖν πέφυκεν ἡ θηριακή.] Γαλήνην γοῦν αὐτὴν ἐν τοῖς προκειμένοις ἔπεσιν ὁ Ἀνδρόμαχος διὰ τοῦτο, οἶμαι, κέκληκεν, ἐπειδὴ ὥσπερ
271
ἔκ τινος τοῦ κατὰ τὰ πάθη χειμῶνος καθάπερ τινὰ γαλήνην τὴν ὑγείαν τοῖς σώμασιν ἐργάζεται. κεφαλαίας γοῦν τὰς χρονίας καὶ τὰ σκοτώματα ἰᾶσθαι πέφυκε καὶ δυσηκοΐας καὶ ἀμβλυωπίας παύειν. ἐνίοτε δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον ἀσθενοῦν καθίστησι. πολλάκις δὲ καὶ τὰς ἐπὶ τῶν φρενιτικῶν παρακοπὰς γενναίως ἔπαυσεν, ὕπνον ἐπιφέρουσα· ἀπ᾿ αὐτοῦ δὲ καὶ τὰς τῆς γνώμης ταραχάς τε καὶ τὰς περιπλοκὰς φαντασίας παύουσα τοῖς ὕπνοις. καὶ ταῖς ἐπιληψίαις δὲ αὐταῖς ἀγωνιστικῶς εἴωθε βοηθεῖν, ἀναπίνουσα τὴν πολλὴν ἐκ τῆς κεφαλῆς ὑγρασίαν καὶ ἀνεμπόδιστον ποιοῦσα τὴν ὁδὸν τῷ πνεύματι. βοηθεῖ δὲ καὶ τοῖς δυσπνοοῦσιν, ὅταν ἐγκείμενά τινα παχέα φλέγματα εἰς τὰς σήραγγας τοῦ πνεύμονός, ἀναπνεῖν κωλύωνται τὸν ἄνθρωπον, εὐκόλως τέμνουσα καὶ εὐανάγωγα ποιοῦσα καὶ λεπτύνουσα τὰ συνεστῶτα, καὶ γλίσχρα τῶν ὑγρῶν. καὶ τοὺς αἷμα δὲ ἀνάγοντας πάνυ ὠφελεῖ, εἴ τις αὐτὴν σύμφυτον ἐφεψήσας καὶ ἀνιεὶς τῷ ὕδατι οὕτως ἐπιδῴη. πολλάκις δὲ καὶ τὰς περὶ τὸν στόμαχον κακώσεις θεραπεύειν
272
πεύειν εἴωθε καὶ ἀνόρεκτον αὐτὸν ὄντα καὶ τὰς τροφὰς λαμβάνειν μὴ δυνάμενον εἰς τὸ προσίεσθαι αὐτὰς ἡδέως κατέστησεν. ἐνίοτε δὲ καὶ τὴν ἐπιτεταμένην ἀλόγως ὄρεξιν ἔκ τινος παρακειμένης αὐτῷ δριμυτέρας καὶ δακνώδους οὐσίας ἀγωνιστικῶς ἔπαυσε, καὶ ἑλμίνθων τοῖς ἐντέροις ἐγκειμένων, καὶ διὰ τοῦτο αὐτοῦ τοῦ στομάχου ἀπλήστως τῆς τροφῆς ὀρεγομένου πνῖγον τὰ θηρία τὸ φάρμακον τῆς πολλῆς πείνης γενναίως ἀπήλλαξεν. ἔτι καὶ τὴν μεγίστην, καὶ πλατεῖαν ἕλμινθα γενομένην καὶ πᾶσαν τὴν εἰσφερομένην τροφὴν ἐκνεμομένην, καὶ διὰ τοῦτ᾿ ἐκτήκουσαν τὸ ἄλλο πᾶν σῶμα, θαυμασίως ἐξάγει τῶν ἐντέρων. καὶ τὰς ἡπατικὰς καὶ σπληνικὰς διαθέσει ἰᾶται πολλάκις, ἐκλύουσα τὰς ἐμφράξεις καὶ τὰς περὶ τὸ ἧπαρ διαθέσεις καὶ σπλῆνα ἰωμένη. καὶ τὸν ἴκτερον διά τινα παρὰ τὸ ἧπαρ διάθεσιν γιγνόμενον γενναίως θεραπεύει, ἀποκαθαίρουσα τὴν χολὴν καὶ ὥσπερ ἀπομάττουσα καὶ ποιοῦσα τὸ ἧπαρ διακρίνειν αὐτὴν ἀκριβῶς ἀπὸ τοῦ αἵματος. τήκει δὲ ἐνίοτε καὶ τοὺς σπλῆνας τοῖς ἐσκιῤῥωμένους, κατ᾿ ὀλίγον ἀναλίσκουσα τὴν ἐν αὐτοῖς ῥυπαρίαν
273
καὶ περιττὴν οὐσίαν. θρύπτει δὲ καὶ τοὺς ἐν νεφροῖς λίθους, καὶ πᾶν τὸ γεῶδες ἐν αὐτοῖς καὶ ῥυπαρὸν ἀποκαθαίρει ῥᾳδίως, καὶ τὰς τῆς κύστεως δυσουρίας παύει, καὶ τὰς ἐν αὐτῇ ἑλκώσεις ἰᾶται πολλάκις, καὶ τὰς περὶ τὴν κοιλίαν δυσπεψίας τε καὶ ἀτονίας θεραπεύει, θερμαίνουσα καὶ τονοῦσα τῆς γαστρὸς τὸ σῶμα, καὶ τῶν ἐντέρων τὰς ἑλκώσεις καὶ τὰς δυσεντερίας αὐτὰς καὶ τὰς λειεντερίας ἀπαλλάττειν εἴωθε. ὠφελεῖ δὲ καὶ τοὺς εἰλεωδῶς τὰ ἔντερα διατιθεμένους καὶ τοὺς χρονίως τῇ κωλικῇ διαθέσει περιπεπτωκότας, μάλιστα ὅταν ἀφλέγμαντα ᾖ τὰ ἔντερα, ἐξαναλίσκουσα τὰς ἐν αὐτοῖς δριμύτητας τῶν ὑγρῶν καὶ διατμίζουσα τὰς πνευματώσεις τῶν ἐντέρων. ἐνίοτε δὲ καὶ τοῖς χολεριῶσι γενναίως βοηθεῖ, τονοῦσα τὴν σύγκρισιν καὶ ἐπέχουσα τὰ πολλὰ τῶν ῥευμάτων. τὸ μέγιστον δ᾿ αὐτῆς ἔργον πολλάκις ἐπὶ τῶν καρδιακῶν φαίνεται. ῥεομένου γὰρ τοῖς πολλοῖς καὶ συνεχέσιν ἱδρῶσι τοῦ σώματος καὶ τῶν τόνων λελυμένων, μηδὲ τοῦ οἴνου πολλάκις κρατεῖν τοῦ πάθους δυναμένου, ἡ ἀντίδοτος πινομένη καὶ τοὺς ἱδρῶτας ἵστησι καὶ τὴν δύναμιν πίπτουσαν ὥσπερ ἐξανίστησι καὶ
274
ἰσχυρὰν ἀπεργάζεται. ἔστι δὲ ἐπὶ τῶν γυναικῶν καὶ τῶν καταμηνίων αἱμάτων ἀγωγὸς καὶ τὰς ἐν τῇ μήτρᾳ καὶ ἕδρᾳ γιγνομένας αἱμοῤῥοΐδας ἐπισχεθείσας πολλάκις ἀναστομοῖ. θαυμασίως δὲ καὶ τὰς ἀμέτρους τῶν αἱμάτων ἀποκρίσεις εἴωθεν ἐπέχειν. μέμνησαι γὰρ ὅτι μικτὴν καὶ ποικίλην τὴν δύναμιν αὐτῆς ἐν τοῖς ἔμπροσθεν εἴπομεν καὶ διὰ τοῦτο τὰ μὲν διαχέουσα καὶ λεπτύνουσα ἐκκρίνεσθαι ποιεῖ, τὰ δὲ δι᾿ ἀτονίαν τῆς ἐμφύτου δυνάμεως ἀποκρινόμενα περιττῶς, ταῦτα τονοῦσα τὴν δύναμιν τῶν σωμάτων εἴωθεν ἐπέχειν. καὶ τοὺς ποδαγριῶντας δὲ καὶ τοὺς πάντα τὰ ἄρθρα ῥευματιζομένους ὠφελεῖ μάλιστα τότε, ὅταν ὁ τῆς ἐπιδόσεως καιρὸς παρέλθῃ καὶ ἡ στάσις τῆς ἀκμῆς γένηται. παραμυθούμενον γὰρ τὰ ἀλγήματα τοῖς παρηγορεῖν δυναμένοις ἐπιθέμασι διδόναι πίνειν χρὴ τοῦ φαρμάκου, ἵνα ἐπέχηται τὰ ῥεύματα. ἐξαναλίσκει γὰρ ἡ ἀντίδοτος τὰ ἤδη ἐπενεχθέντα καὶ ἄλλα κωλύει φέρεσθαι. μάλιστα δὲ ὀνίνησιν ὅταν τις αὐτὴν καὶ ὑγιαίνων συνεχῶς λαμβάνῃ, ἐκδαπανᾶται γὰρ τὰ περιττὰ τῶν ὑγρῶν καὶ τὴν ὅλην ἀλλοιοῖ σύγκρισιν. τὰ μὲν γὰρ ἄλλα τῶν φαρμάκων, ὅσα εἰς ἀπαλλαγὴν
275
τοῦ νοσήματος οἱ ποδαγριῶντες πίνουσι, τὴν μὲν ἐπὶ τοὺς πόδας τοῦ ῥεύματος φορὰν κωλύει γίγνεσθαι, οὐκ ἐξαναλίσκοντα δὲ τὴν περιττὴν τούτων ὑγρασίαν ἄλλου τινὸς μείζονος νοσήματος γένεσιν ἐργάζεται. πλανωμένου γὰρ ἐν τῷ σώματι τοῦ ῥεύματος ὁ πνεύμων ἀεὶ κινούμενος διὰ τὴν τῆς ἀναπνοῆς ἀνάγκην, καὶ διὰ τὸ μανὸν τοῦ σώματος δέξασθαι τὸ ῥεῦμα ῥᾳδίως δυνάμενος, τὸ πᾶν αὐτὸς ἐφ᾿ ἑαυτὸν ἕλκων, οὕτω πνίγει τὸν ἄνθρωπον, ὅπερ ἱστορικῶς ἐπὶ πολλῶν ἐγὼ τῇ πείρᾳ κατέμαθον, καὶ διὰ τοῦτο ἀποσυμβουλεύω μηδ᾿ ὅλως πίνειν ταῦτα τὰ φάρμακα. τῇ δὲ θηριακῇ ἐν τοῖς τοιούτοις χρῆσθαι καὶ πάνυ παραινῶ· καὶ γὰρ ξηραίνουσα τὰ περιττὰ τῶν ὑγρῶν ὠφελεῖ καὶ ἕτερα συλλέγεσθαι οὐκ ἐᾷ. πολλοὶ γοῦν ἐν ἀρχῇ συνεχῶς πίνειν ἀρξάμενοι ἀπηλλάγησαν τελέως τοῦ πάθους, καὶ τούτῳ γε οἶμαι τῷ λόγῳ καὶ τοὺς ὑδεριῶντας πολλάκις μεγάλως ὠφέλησεν, ἐκδαπανῶσα τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ κατεψυγμένον, τὸ ἔμφυτον θερμὸν ἀναθερμαίνειν δυναμένη, καὶ μάλιστα τοὺς ἀνασάρκας καὶ λευκοφλεγματίας λεγομένους ὕδρωπας
276
γενναίως εἴωθεν ὠφελεῖν, εἰς ὅλον τὸ σῶμα ἀναδιδομένη καὶ πολλαχόθι ἐκθλίβουσα τῶν σαρκῶν τὴν ὑγρασίαν. διόπερ καὶ τῆς καχεξίας λεγομένης ἄριστόν ἐστι φάρμακον; μετασυγκρίνουσα τὴν ἔξιν τοῦ σώματος, καὶ τὰ μὲν περιττὰ διαφοροῦσα, τὴν δὲ φύσιν ἐνεργεῖν εὐτόνως τὰς φυσικὰς ἐνεργείας παρασκευάζειν δυναμένη. τούτῳ δὲ τῷ τρόπῳ τῆς βοηθείας καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐπικουρεῖν πέφυκε. πολλοῦ γὰρ ὄντος τοῦ διεφθορότος ῥεύματος καὶ σηπούσης τῆς τούτου δυνάμεως τὴν ὅλην σύγκρισιν, ἐκνικᾷν εἴωθεν ἡ ἀντίδοτος τὸ νόσημα, ἐπέχουσα μὲν τοὺς ῥευματισμοὺς, κωλύουσα δὲ τὴν διαφθορὰν γίγνεσθαι τοῦ αἵματος. τοὺς δὲ τετανικῶς σπωμένους καὶ αὐτοὺς πολλάκις ἐθεράπευσε, θερμαίνουσα τὰ νεῦρα καὶ τὰς τάσεις αὐτῶν χαλῶσα, ὥσπερ δὴ καὶ τὰς παραλύσεις τῶν μερῶν ἐξιωμένη πολλάκις καὶ ἀναζωπυρεῖν ποιοῦσα τὸ πνεῦμα εἰς τὸ κατὰ φύσιν ἤγαγε καὶ τὰς κινήσεις τοῖς μέρεσιν ἐνεργεῖν ἀπέδωκε. θαυμάζειν δὲ ἔστι τὴν ἀντίδοτον, ὅταν μὴ μόνον αὐτὴν πάσχον θεραπεύουσαν βλέπωμεν, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν πολλάκις ὑπὸ τῶν παθῶν διατιθεμένην
277
κακῶς ὠφελεῖν δυναμένην. τὰς γοῦν ἐκ τῆς μελαγχολίας γινομένας αὐτῇ κακώσεις παύει διδόμενον συνεχῶς τὸ φάρμακον, ὥσπερ ἐκπῖνον καὶ ἐξαναλίσκον ἐκ τῶν ἀγγείων καὶ ἐκ τοῦ σπληνὸς τὴν μέλαιναν χολὴν, καθάπερ καὶ τὸν ἰὸν τῶν θηρίων, διόπερ καὶ πρὸς τὸν πυρετὸν τὸν τεταρταῖον μάλιστα ἁρμόζει καλῶς. ὑπὸ γὰρ τῆς μελαίνης χολῆς γενόμενος ὁ πυρετὸς οὗτος εὐκόλως ὑπὸ τῆς ἀντιδότου ἀπαλλάττεται, μάλισθ᾿ ὅταν τὶς αὐτῇ τεχνικῶς ᾖ χρώμενος. ἔγωγ᾿ οὖν πολλοὺς τῶν τεταρταιζόντων τῇ ἀγωγῇ ταύτῃ χρησάμενος ἀπήλλαξα ῥᾳδίως τοῦ νοσήματος, προκενώσας αὐτοὺς τῷ ἀπὸ δείπνου ἐμέτῳ, εἶτα τῇ ἑξῆς ἐπιδοὺς τὸν χυλὸν τοῦ ἀψινθίου, ἵνα ἐπιγλυκάνω καὶ κατακεράσω τὴν χολὴν, οὕτως πρὸ ὡρῶν δύο τῆς ἐπισημασίας τὴν ἀντίδοτον δίδωμι. καὶ θαυμαστῶς οἶδα πολλάκις ἐπιτυχοῦσαν αὐτὴν, ὡς ταχέως ἀνεπισήμαντον μεῖναι τὸν λαμβάνοντα.
[Μεθοδικῶν ἔλεγχος ἄχρηστον εἶναι νομιζόντων τὸ εἰδέναι τὰς τῶν νόσων αἰτίας· καὶ πάλιν τὰ χρήσιμα τῆς θηριακῆς διεξίησι.] Καὶ τὸν ὑδροφόβον δὲ, τὸν κάκιστον τῶν νοσημάτων, τοῦτο τὸ φάρμακον πολλάκις
278
ἀπαλλάττειν εἴωθε καὶ θαυμασίως ἀνταγωνίζεσθαι τῇ τῶν τοσούτων κακῶν συνδρομῇ. οὐ γὰρ μόνον αὐτοῖς τὸ σῶμα ξηραίνεται καὶ σπώμενον γίνεται ἐνίοτε καὶ πυρετὸν δριμέως ἔνδοθεν καίεται, ἀλλὰ καὶ γνώμῃ παρανοεῖ καὶ τὸ χαλεπώτατον αὐτοῖς φέρει σύμπτωμα. τὸ γὰρ ὕδωρ φοβοῦνται καὶ διὰ μὲν τὴν πολλὴν ξηρότητα τοῦ ὑγροῦ ἐπιθυμίαν ἔχουσι καὶ τοῦ πιεῖν ἀπέχονται, διὰ δὲ τὴν παρακοπὴν τὸ ὠφελῆσαι δυνάμενον οὐκ ἐπινοοῦσι. φεύγοντες γὰρ τὸ ὕδωρ καὶ φοβούμενοι τῷ οἰκτίστῳ θανάτῳ ἀποθνήσκουσι κακῶς, ἐφ᾿ ὦν μάλιστα ἐγὼ καὶ τοὺς μεθοδικοὺς τεθαύμακα, ἀχρήστους γὰρ αἰτίας πρὸς τὰς θεραπείας εἶναι λέγοντες οὐκ οἶδ᾿ ὅπως καὶ θεραπεύειν ποτὲ τούτους δύνανται, ἁπλοῦ τοῦ δήγματος ὄντος καὶ ὁμοίου φαινομένου τῷ ὑπὸ τοῦ μὴ λυσσῶντος δεδηγμένῳ κυνός. τίνα γὰρ καὶ θεραπείας τρόπον αὐτοῖς ἐνδείξεται, ἀπερισκέπτως ὁρώμενον τὸ τραῦμα τοῦ σώματος, μὴ ἐξεταζομένης ὑπ᾿ αὐτῶν τῆς ἔνδον αἰτίας οὔσης καὶ τοῖς μὲν ὀφθαλμοῖς τοῦ μεθοδικοῦ μὴ ὁρωμένης, ὑπὸ δὲ τοῦ λογικοῦ ἰατροῦ μόνῳ τῷ λογισμῷ καὶ τῇ ἐξετάσει
279
ἀκριβῶς ἐξευρισκομένης; διὸ καὶ ὁ μεθοδικῷ θεραπεύοντι κακῶς ἐμπεσὼν ἄθλιος, ὥσπερ ἀλόγῳ τινὶ καὶ αὐτῷ ὄντι θηρίῳ, πάντως τεθνήξεται, ἀκολούθως ἀπολλύμενος αὐτοῦ τῇ αἱρέσει, ἐπεὶ διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος ἐξετάζειν τὴν αἰτίαν οὐ βούλεται. ὁ δὲ εὐτυχῶς τῷ μετὰ λόγου θεραπεύοντι προσελθὼν οὔτε τοῖς οὕτω πονηροῖς συμπτώμασιν ἁλώσεται ῥᾳδίως καὶ τὸν θάνατον ἐκφεύξεται διὰ τὴν τοῦ λογικοῦ ἰατροῦ τέχνην. παραλαβὼν γὰρ αὐτὸν ὁ τοιοῦτος ἰατρὸς εὐθέως ἀκριβῶς ἐξετάσει ὁποῖός τις ἦν αὐτὸν ὁ κατεδηδοκὼς κύων. εἰ γὰρ ἀκούσεις ὅτι ἰσχνὸς μὲν καὶ κατάξηρος τῷ σώματι, καὶ τοῖς ὄμμασιν ἐξέρυθρος, καὶ τὴν οὐρὰν παρειμένος καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος ἔχων ῥέοντα, μάθοις δὲ ὅτι καὶ τὴν γλῶτταν ἔξω εἶχε προβεβλημένην καὶ ὥσπερ χολὴν κεχρωσμένην, ἐμπίπτων τε τοῖς ἐντυγχάνουσι καὶ ἀλόγως τρέχων, εἶτα πάλιν αἰφνίδιον ἑστάναι θέλων καὶ δάκνων μετ᾿ ὀργῆς τινος μανικωτέρας ἀπροοράτους αὐτοῦ γενομένους, εἰ ταῦτα ἀκούσῃς οὕτως ἔχοντα, εὐθέως μὲν συνήσεις λυττῶντα γεγονέναι τὸν κύνα. θεραπεύσεις
280
δὲ οὐχ ἁπλῶς οὕτως ὥσπερ ὁ μεθοδικὸς τὸ τραῦμα, ἀλλ᾿ εὐθέως μὲν αὐτὸ καὶ μεῖζον ἐργάσῃ, περιτεμὼν τὴν σάρκα, ἐκ πολλοῦ τοῦ διαστήματος καὶ κυκλοτερὲς αὐτοῦ τὸ σχῆμα ποιῶν, ἵνα μὴ ῥᾳδίως ἐπουλοῦσθαι δύναται, ἀλλ᾿ ἔχοι ἀνεῳγότα τὸν πόρον, εἰς πολὺ τοῦ χρόνου τὸ μῆκος τοὐλάχιστον εἰς τὰς τετταράκοντα ἡμέρας, καὶ ἐξέλθοι διὰ τούτου ἰὸς τοῦ κυνός. καυτηρίοις γοῦν εἰώθαμεν πάνυ πεπυρακτωμένοις ἐπικαίειν τὸν τόπον καὶ κεχρῆσθαι τοῖς ἄλλοις φαρμάκοις ὅσα ἐπισπαστικά ἐστι, καὶ ἔνδον τῆς σαρκὸς τὸν ἰὸν μένειν οὐκ ἐᾷ. ἐγὼ δὲ ἐπινοήσας ποτὲ, καὶ τὴν ἀντίδοτον αὐτὴν ἀνῆκα τῷ ἀπὸ τῶν ῥόδων σκευαζομένῳ ἐλαίῳ, καὶ ὥς τι φάρμακον ἔμμοτον ἐπέθηκα τῷ τραύματι, ἵνα ὥσπερ τὶς σικύα ἐκμυζήσῃ καὶ ἐκ τοῦ βάθους ἐπισπάσηται τὸ διαφθεῖραι δυνάμενον· καὶ ὅλως καθάπερ τι παιώνειον φάρμακον ἡ θηριακὴ καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ πινομένη τοῖς λυσσοδήκτοις ἀκριβῶς βοηθεῖ. ἐφάνη δὲ ἡμῖν ἡ ἀντίδοτος αὕτη καὶ ἐν ταῖς λοιμικαῖς καταστάσεσι μόνη τοῖς ἁλισκομένοις βοηθεῖν δυναμένη, μηδενὸς
281
ἄλλου βοηθήματος τῷ μεγέθει τοῦ κακοῦ ἀντιστῆναι οὕτως πεφυκότος. ὥσπερ γάρ τι θηρίον καὶ αὐτὸς ὁ λοιμὸς οὐκ ὀλίγους τινὰς, ἀλλὰ καὶ πόλεις ὅλας ἐπινεμόμενος διαφθείρει κακῶς, τροπῆς τινος μοχθηρᾶς εἰς τὸ διαφθείρειν δύνασθαι περὶ τὸν ἀέρα γιγνομένης, καὶ τῶν ἀνθρώπων τῇ τῆς ἀναπνοῆς ἀνάγκῃ τὸ δεινὸν φεύγειν μὴ δυναμένων, ἀλλὰ αὐτὸν εἰς αὑτοὺς ὥσπερ τι δηλητήριον διὰ στόματος ἑλκόντων τὸν ἀέρα. διόπερ ἐπαινῶ καὶ τὸν θαυμασιώτατον Ἱπποκράτην, ὅτι τὸν λοιμὸν ἐκεῖνον τὸν ἐκ τῆς Αἰθιοπίας εἰς τοὺς Ἕλληνας φθάσαντα οὐκ ἄλλως ἐθεράπευσεν ἀλλ᾿ ἢ τρέψας τὸν ἀέρα καὶ ἀλλοιώσας, ἵνα μηκέτι τοιοῦτος ὢν ἀναπνέηται. κελεύσας οὖν ἀνὰ τὴν πόλιν ὅλην ἐξάπτεσθαι τὸ πῦρ, οὐχ ἁπλῆν τῆς ἀνάψεως τὴν ὕλην ἔχον, ἀλλὰ στεφάνων τε καὶ τῶν ἀνθῶν τὰ εὐωδέστατα, τοιαῦτα συνεβούλευσεν εἶναι τοῦ πυρὸς τὴν τροφὴν, καὶ ἐπισπεύδειν αὐτῷ τῶν μόρων τὰ λιπαρώτατα, καὶ ἡδεῖαν τὴν ὀδμὴν ἔχοντα, ῖν᾿ οὕτω καθαρὸν γενόμενον οἱ ἄνθρωποι ἀναπνεύσωσιν εἰς τὴν ἀπαλλαγὴν τὸν ἀέρα. τὸν αὐτὸν τρόπον νομίζω καὶ
282
τὴν θηριακὴν, ὥσπερ τι καὶ αὐτὴν οὖσαν πῦρ καθάρσιον, τοὺς μὲν προπίνοντας αὐτὴν ἐν τῇ λοιμικῇ καταστάσει μηδ᾿ ὅλως ἐᾷν ἁλίσκεσθαι τῷ κακῷ, τοὺς δὲ ἤδη φθάσαντας παθεῖν ἐξιᾶσθαι δύνασθαι, ἀλλοιοῦσαν καὶ τρέπουσαν τὴν τοῦ ἀναπνευσθέντος ἀέρος πονηρίαν καὶ μηκέτ᾿ ἐῶσαν διαφθείρειν τὴν σύγκρισιν. διόπερ ἐγὼ συμβουλεύω σοι καὶ διὰ ταύτας μὲν τὰς οὕτω γιγνομένας αἰφνιδίους περὶ τὸν ἀέρα καταστάσεις, καὶ διὰ τὰς ἄλλας τῶν βλαπτόντων αἰτίας λαμβάνειν τῆς ἀντιδότου συνεχῶς καὶ ὑγιαίνοντι, ἵνα καὶ τοῖς ἔξωθεν προσπίπτουσιν ἀνθιστῆταί σοι τὸ σῶμα καὶ ὅταν ἤδη πάθῃ, εὐίατον εὕρῃς. αὕτη γὰρ ὡς εὐκρασίαν τινὰ καὶ ὑγιεινὴν κατάστασιν περιποιεῖ τοῖς σώμασιν, ἀναλίσκουσα τὰ περιττώματα τῶν ὑγρῶν καὶ ἀναθερμαίνουσα τὰ κατεψυγμένα τῶν μερῶν, καὶ τὴν ἔμφυτον δύναμιν τονοῦσα πρὸς τὸ τὰς φυσικὰς ἐνεργείας ἐκτελεῖσθαι καλῶς. ὅταν γὰρ ἡ φύσις εὐρώστως ἔχῃ, τότε καὶ ἀνεκποδίστως ἡ κοιλία πέσσει τὰς τροφὰς, καὶ αἱ φλέβες ἐξαιματοῦσιν αὐτὰς εὐχερῶς, καὶ τὸ ἧπαρ ῥᾳδίως διακρίνει τὴν χολὴν, καὶ καθαρὸν παραλαβοῦσα ἡ καρδία τὸ αἷμα, ὅλῳ
283
λοιπὸν, ὡς ἤδη τρέψαι δυνάμενον, ἐπιπέμπει τῷ σώματι, τάς τε ἀποκρίσεις καὶ αὐτὰς ἀποδίδοσθαι συμμέτρως ποιεῖ, καὶ τὰ περιττὰ τῷ σώματι δι᾿ ὅλης τῆς ἀναπνοῆς ὑγιεινῶς διαφορεῖ. μάλιστα δὲ ἐν ταῖς ὁδοιπορίαις συμβουλεύω σοι τῆς. ἀντιδότου λαμβάνειν, ὁπότε ψυχροῦ ὄντος τοῦ ἀέρος χειμῶνος ὁδεύῃς. ἔσται γὰρ ὥσπερ τι τῶν σπλάγχνων ἀγαθὸν ἔνδυμα καὶ πολλὴν τὴν θερμότητα αὐτοῖς παρέχειν δυνάμενον. οἶδα δ᾿ αὐτὴν καὶ εἰς τὴν τῆς ψυχῆς σύνεσίν τε καὶ ὀξύτητα μὴ οὖσαν ἀσύμβολον. τάς τε γὰρ αἰσθήσεις ἐνεργεῖν εὐτόνως ἀπεργάζεται καὶ καθαρὸν τῶν ἀναθυμιάσεων ἀποφαίνουσα τὸν νοῦν ἀκριβέστερον αὐτὸν διακεῖσθαι ποιεῖ. συνελόντι δ᾿ εἰπεῖν, ὅλον δυσπαθὲς εἶναι τὸ σῶμα κατασκευάζει, ὡς μηδὲ ὑπὸ δηλητηρίου τινὸς διαφθείρεσθαι. ἡ γὰρ ποικίλη καὶ τοσαύτη τῆς μίξεως τοῦ φαρμάκου δύναμις τὴν τοιαύτην δυσπάθειαν ἀποτελεῖ, καὶ μάλιστα ἐπεὶ τὸ τῶν θηρίων ἔχει μίγμα. φασὶ γὰρ καὶ τὸν Μιθριδάτην ἐκεῖνον τὸν μέγαν πολεμιστὴν, τὴν μὲν θηριακὴν μὴ λαμβάνοντα, οὐδέπω γὰρ ἦν, ἄλλην δ᾿ ἀντίδοτον λαμβάνοντα πολυμίγματόν τινα, καὶ αὐτὴν τῷ ἐκείνου ὀνόματι οὕτω
284
καλουμένην, Μιθριδάτειος γὰρ ὀνομάζεται, διὰ τὴν ἐξ αὐτῆς κατεσκευσμένην τῷ σώματι δυσπάθειαν μὴ δυνηθῆναι λαβόντα τὸ φάρμακον ἀποθανεῖν. ὁπότε γὰρ πολεμῶν πρὸς τοὺς Ῥωμαίους ὑπὸ τοῦ Πομπηΐου νικώμενος καὶ ἐν τοῖς ἐσχάτοις ὢν ὑπὸ τοῦ φαρμάκου τοῦ ἰοῦ ἄνοσος ἀποθανεῖν ἠπείγετο, πιὼν τὸ φάρμακον καὶ πολύ γε αὐτοῦ λαβὼν αὐτὸς μὲν οὐκ ἀπέθνησκε, τὰς δὲ θυγατέρας πάνυ βουληθείσας αὐτῷ διὰ τὴν φιλοστοργίαν συναποθανεῖν πιούσας τὸ αὐτὸ φάρμακον ταχέως ἀποκτανῆναι, εἶθ᾿ ὡς ἐβράδυνε μὴ ἀποθνήσκων, τοῦ φαρμάκου δι᾿ ἣν προέπινεν ἀντίδοτον μηδὲν ἰσχῦσαι δυναμένου, καλέσας Βιστόκον τοὔνομα τῶν φίλων αὐτοῦ τινα, ἐκέλευσεν αὐτὸν ἀποσφάξαι, καὶ οὕτω ποιήσας τῷ σιδήρῳ τοῦ φαρμάκου γενέσθαι τὸ ἔργον, ἀποθανεῖν αὐτὸν βιαίως ἠνάγκασεν.
[Πόσον καὶ πότε καὶ ὑφ᾿ ὧν ληπτέον τὴν θηριακήν.] Ὁρᾷς οὖν ὅπως τὰ πολυμιγῆ τῶν φαρμάκων πολλὴν τὴν ἰσχὺν πρὸς τὸ ποιῆσαι τὴν δυσπάθειαν ἔχει, καὶ μάλιστα ἡ θηριακὴ, διὰ τὴν τοσαύτην δύναμιν, ὡς
285
ἔφην, τῶν θηρίων. λαμβάνειν δέ σοι τὸ φάρμακον συμβουλεύω, ὅτε εὔπεπτος εἶ καὶ σιτίων μὴ πλήρης, καὶ τῷ μέτρῳ δὲ ἄλλοτε ἄλλως χρώμενος εὖ ποιήσεις. ποτὲ μὲν γὰρ κυάμου τοῦ Αἰγυπτίου τὸ μέγεθος μετὰ κυάθων δύο ὕδατος λάμβανε, ὅταν ὀλίγον ᾖ τὸ μέλλον αὐτῆς πρὸς τὴν πέψιν γίνεσθαι διάστημα· ποτὲ δὲ καρύου Ποντικοῦ τὸ μέγεθος πίῃς, καὶ ἀνιεὶς κυάθοις τρισὶν οὕτως αὐτὸ πῖνε, ὅταν πλείονα πρὸς τὴν διοίκησιν τοῦ φαρμάκου τὸν χρόνον ἔχῃς. ἐπίβλεπε δὲ ἅμα καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐν αἷς μέλλεις λαμβάνειν τοῦ φαρμάκου. θέρος μὲν γὰρ ὅταν ᾖ, οὐδ᾿ ὅλως αὐτοῦ σοι συμβουλεύω λαμβάνειν. θερμοῦ γὰρ ὄντος τοῦ καταστήματος, ἔτι καὶ μᾶλλον θερμότερον γιγνόμενον βλάπτεται τὸ σῶμα, καὶ τοῦτό γε συνιδὼν ὁ θαυμασιώτατος Ἱπποκράτης τὰς πρὸ κυνὸς καὶ κατὰ κύνα φαρμακίας ἐργώδεας εἶναι λέγει. πυρετὸν γὰρ ὁ καιρὸς ὡς ἐπὶ τὸ πλεῖστον οὗτος τοῖς ἀνθρώποις φέρει. διόπερ καὶ τοῖς ἀκμάζουσι τὴν ἡλικίαν καὶ πολλὴν ἔχουσι τὴν φυσικὴν θερμότητα μὴ πολὺ μηδὲ πολλάκις προσφέρεσθαι τὸ φάρμακον
286
παραινῶ· ὥσπερ γε τοῖς ἤδη τοῦ βίου τὴν παρακμὴν ἔχουσι καὶ πλεῖστον καὶ μὴ ὀλιγάκις οὐ μεθ᾿ ὕδατος, ἀλλὰ μετ᾿ οἴνου μᾶλλον συμβουλεύω λαμβάνειν, ἵνα τὸ μαραινόμενον ἤδη τοῦ σώματος καὶ τὸ ἀπεσβεσμένον τοῦ ἐμφύτου θερμοῦ ἀναζωπυρεῖν καὶ ἀνάπτεσθαι ὑπ᾿ αὐτοῦ δύνηται. ἐπὶ δὲ τῶν παιδίων παντάπασι δεῖ φυλάττεσθαι τὸ φάρμακον. μεῖζον γάρ ἐστιν αὐτῆς τῆς δυνάμεως τὸ μέγεθος τοῦ φαρμάκου, καὶ διαλύει ῥᾳδίως τὸ σῶμα καὶ τὸ ἔμφυτον πνεῦμα ταχέως σβέννυσιν· ὥσπερ δὴ καὶ τὴν λυχνιαίαν φλόγα τὸ ἔλαιον τοῦ πυρὸς πλέον γενόμενον εὐκόλως ἀποσβέννυσιν. ἐγὼ γοῦν ἱστόρησα διαλυθέν ποτε παιδίον ὑπὸ τῆς ἀκαίρου τῆς ἀντιδότου χρήσεως. τὸ μὲν γὰρ ἐπύρεττε χρονίως καὶ ἦν ἰσχνὸν αὐτῷ πάνυ τὸ σῶμα καὶ τὴν δύναμιν ἀσθενὲς, μόλις δὲ καὶ διὰ πολλῆς ἐπιμελείας διαζῇν δυνάμενον, ἅπερ ἐγὼ συνορῶν ἐκ τοῦ ἰατρικοῦ λογισμοῦ καὶ πάνυ διεκώλυον αὐτῷ δίδοσθαι τοῦ φαρμάκου. κηδόμενος γάρ τις αὐτοῦ καὶ πατὴρ εἶναι δῆθεν λέγων καὶ τυραννικὴν ἐξουσίαν τοῦ κελεύειν ἔχων μᾶλλον ἤπερ τὴν
287
ἐκ τοῦ λόγου συμβουλίαν ἀκούων ἀλόγως καὶ μετὰ πολλῆς ἀνάγκης ἐξηνάγκασέ με τοῦ φαρμάκου διδόναι τῷ παιδίῳ. τὸ δὲ ληφθὲν μὲν οὐκ ἠδυνήθη πεφθῆναι· κρεῖττον γὰρ ἦν τῆς ἰσχύος τοῦ λαμβάνοντος· διέλυσε δὲ αὐτοῦ τὴν σύμπασαν ἕξιν καὶ τὴν γαστέρα ῥεῖν ἐποίησε, καὶ οὕτω διὰ τὴν ἄλογον τοῦ φαρμάκου χρῆσιν νύκτωρ ἀπώλετο τὸ παιδίον. εἰ δέ ποτε καὶ ἐν θερμοτέρᾳ χώρᾳ διατρίβων εἴης, φυλάττου χρῆσθαι τῷ φαρμάκῳ, ἀρκούσης σοι τῆς ἐκεῖ τοῦ ἀέρος θερμότητος, διόπερ καὶ τοῖς ὑπὸ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου ἀνθρώποις θερμοτάτοις οὖσι καὶ πολλὴν ἔχουσι τὴν ἐκεῖθεν ξηρότητα ἀκατάλληλον εἶναι μοι δοκεῖ τὸ φάρμακον.
[Περὶ ἁλῶν θηριακῶν.] Σκευάζονται δέ τινες διὰ τῶν θηρίων τούτων καὶ ἅλες. ἀναγκαῖον γὰρ ἔδοξέ μοι καὶ τῶν ἁλῶν μνημονεῦσαι, ἵνα τελειότατος ὁ περὶ τούτων σοι λόγος γένηται, ποιοῦσι καὶ αὐτοὶ πρὸς πάντα τὰ προειρημένα, μετρίως μὲν καὶ χρόνῳ πολλῷ τὸ χρήσιμον παρασχεῖν δυνάμενοι, τὸ δὲ συνεχὲς τῆς χρήσεως
288
κατ᾿ ὀλίγον τὴν ὠφέλειαν ποιούμενοι. διόπερ δὴ καὶ πολλοὶ τῶν χρωμένων τὴν συναίσθησιν τῆς ἀπ᾿ αὐτῶν βοηθείας ταχεῖαν οὐκ ἔχοντες τὴν ἀρχὴν οὐδ᾿ ὅλως βοηθεῖν δύνασθαι νομίζουσι, μάλιστα ἐπειδὴ καὶ τῷ πυρὶ σποδὸς αὐτῶν τὸ σῶμα γίγνεται, ἐξαφανίζεσθαι λέγοντες τῇ καύσει τὴν πρὸς τὸ ἐπικουρεῖν δύναμιν αὐτῶν. ἐγὼ μέν φημι τὴν μὲν δύναμιν αὐτὴν τῇ θηριακῇ μὴ ἔχειν τοὺς ἅλας, μὴ μέντοι τελέως αὐτῶν ἐξαφανίζεσθαι τὴν ἐπίκουρον ἰσχύν. πολλὰ γὰρ τὸ πυρὶ ὁμιλεῖν ἀποφαίνει κρείττονα, καὶ ποτὲ μὲν καὶ κρυπτομένην αὐτῶν τὴν φύσιν εἰς τὸ φανερὸν ἄγει, τινὰ δὲ καὶ πρὸς ἣν βουλόμεθα χρείαν εὐαρμόστως ἔχειν παρασκευάζει. ὁ γοῦν χρυσὸς ὑφ᾿ ἡμῶν δι᾿ αὐτοῦ κρίνεται, καὶ ὁ μὲν κίβδηλος πυρωθεὶς ἐλέγχεται, ὁ δὲ ἐν τῷ πυροῦσθαι καθαρθεὶς ἀκριβῶς δόκιμος εἶναι φαίνεται. καὶ ὁ σίδηρος πυῤῥούμενος μαλάττεται καὶ καμπτόμενος ὑφ᾿ ἡμῶν εὔχρηστος εἶναι πρὸς πολλὰ τῶν ἐν τῷ βίῳ φαίνεται. οὐχὶ δὲ καὶ τῶν προσφερομένων τὰ πλεῖστα πρὸς τὸ θρέψειν ἡμᾶς διὰ τὸ πῦρ κατάλληλα γίγνεται; ἄρτος γέ τοι καὶ
289
τῶν κρεῶν καὶ τῶν ἰχθύων αἱ σάρκες ὠμὰ μὲν ὄντα πρὸς τὴν χρείαν τῆς ὀρέξεως ἄχρηστά ἐστιν, ὀπτηθέντα δὲ τότε γίγνονται καὶ τῶν σωμάτων τροφαί. ὁ δὲ οἶνος καὶ αὐτὸς εὐθέως μὲν καὶ ἀπὸ τῶν βοτρύων ἐκθλιβεὶς ὠμὸς καὶ ἄπεπτός ἐστι, πεφθεὶς δὲ τῷ τοῦ ἡλίου πυρὶ τότε καὶ ἥδιστος καὶ ποτιμώτατος γίγνεται. ὅτι δὲ πολλὰ καὶ τῶν ἐν τῇ τέχνῃ φαρμάκων τὴν ἀρχαίαν ἑαυτῶν φύσιν ἔχοντα δριμύτατά τέ ἐστι καὶ πολέμια τοῖς σώμασιν ἡ πεῖρα διδάσκει· κολασθέντα δὲ τῇ τοῦ πυρὸς ἀνάγκῃ εὔχρηστα πρὸς θεραπείαν γίνεται. ἡ γοῦν χαλκῖτις ὠμὴ μὲν καίει τὰ σώματα καὶ ῥᾳδίως τὰς ἐσχάρας ἀπεργάζεται, ὀπτηθεῖσα δὲ ἐπουλοῖ τὰ ἕλκη· καὶ ὁ ἀπὸ τῆς Φρυγίας λίθος ὠμὸς μὲν ὢν δριμύτατός ἐστιν, ἀνθρακούμενος δὲ καὶ λειούμενος μετ᾿ ἄλλων τινῶν ἀγαθὸν γίνεται τῶν ὀφθαλμῶν φάρμακον. ἡ δὲ ἀπὸ τοῦ καιομένου σπόγγου γιγνομένη σποδιὰ καρτερῶς τὰς αἱμοῤῥαγίας εἴωθεν ἐπέχειν. τὸ αὐτό μοι δοκεῖ καὶ ἐπὶ τῶν θηριακῶν ἁλῶν γίγνεσθαι νομίζειν. πάντα γὰρ ὁμοῦ καιόμενα καὶ ὁλόκληρα συναπτόμενα τὰ θηρία τὴν μὲν ὑπερτεταμένην καὶ πονηρὰν τοῖς σώμασι
290
δύναμιν διὰ τῆς καύσεως ἀποτίθεται, τὴν δὲ ἀπὸ τοῦ πυρὸς πρὸς τὸ βοηθεῖν συμμετρίαν λαμβάνει. ἰδίως δὲ καὶ ἅλες θεραπεύουσι μάλιστα τὰ περὶ τὴν ἐπιφάνειαν γιγνόμενα πάθῃ, λεύκας λέγω καὶ λέπρας καὶ λειχῆνας τοὺς ἀγρίους· τά τε γὰρ ὑπὸ τῷ δέρματι περιττὰ καὶ δριμέα μάλιστα διαφοροῦσιν. ἐσθίοντες γοῦν αὐτοὺς οἱ πλεῖστοι ἱδρωτικώτεροι γίγνονται καὶ τὴν διεφθαρμένην κενοῦσιν οὐσίαν ὡς καὶ τοὺς καλουμένους φθεῖρας ἐκβάλλειν τινὰς, ἐκ διαφθορᾶς ἰδίαν γένεσιν ἐχούσας, καὶ διὰ τοῦθ᾿, ὡς οἶμαι, φθεῖρας καλουμένας. σμήχουσι δὲ καὶ ἄριστα τοὺς ὀδόντας, καὶ τὰ πλαδαρὰ τῶν σωμάτων πυκνοῦσι, καὶ τὸ ἐπ᾿ αὐτοῖς ἐπιφερόμενον ἀναστέλλουσι ῥεῦμα, ἀσήπτους τε τοὺς ὀδόντας φυλάττουσι, τιτρώσκεσθαι ἢ βιβρώσκεσθαι αὐτοὺς οὐκ ἐῶντες.
[Περὶ ἁλῶν θηριακῶν κατασκευῆς.] Γίνεται δ᾿ αὐτῶν ἡ σκευασία τοῦτον τὸν τρόπον. πειράσομαι γάρ σοι πάλιν καὶ τούτους σκευάζειν τῇ ὑπογραφῇ τοῦ λύγου χρώμενος. λαβόντα γὰρ χρὴ ἐχίδνας ταῖς προειρημέναις ὁμοίας καὶ τῷ αὐτῷ χρόνῳ τεθηραμένας, ἔστωσαν δὲ
291
τὸν ἀριθμὸν δ΄. καὶ μὴ πλεῖον δύο ἡμερῶν μετὰ τὴν θήραν ἐχούσας, ἀλλ᾿ εἰ δυνατὸν, αὐτῆς τῆς ἡμέρας ἧς εἰσιν εἰλημέναι. εἶτα τῶν ἁλῶν καλὸν μέν εἰ τῶν ἀμμιωνιακῶν, εἰ δὲ μή γε, τῶν κοινῶν καὶ τῇ χρόᾳ λευκῶν καὶ ἐξῃθριασμένων ἠρέμα μόδιον Ἰταλικὸν, εἶτα καὶ σὺν αὐτοῖς κόψας ἁδρομερῶς γεντιανῆς Κρητικῆς λίτραν α΄ (S"). ἀριστολοχίας στρογγύλης λίτραν α΄ (S"). κενταυρίου λεπτοῦ κόμης λίτρας β΄. καρδαμώμου Ἀρμενιακοῦ, πρασίου, ἀνὰ γο. στ΄. σκορδίου ὀρεινοῦ, σελίνου, χαμαίδρυος Κρητικῆς λίτραν α΄. πηγάνου ἡμέρου σπέρματος λίτραν α΄. μέλιτι Ἀττικῷ ἑνώσας αὐτὰ, καὶ ἥμισυ λίτραν μέρος αὐτῶν εἰς χύτραν ἐξ ὀστράκου γενομένην καινὴν βαλὼν, εἶτα δ΄. ἐχίδνας ζώσας προεπιβαλὼν, σὺν αὐταῖς καὶ σκίλλας ἁπαλὰς καὶ πάνυ νεαρὰς ε΄. εἰς λεπτὰ κατατεμὼν, οὕτως ἐπίβαλε τὸ λοιπὸν ἥμισυ τῶν ἄλλων μέρος, καὶ πωματίσας καὶ πηλώσας ἐπιμελῶς τρῆσον τέσσαρσί που τρήμασιν αὐτῆς τὸ σῶμα ἵνα δι᾿ αὐτῶν ὁ ἀτμὸς διασημήνῃ σοι τὸ μέτρον τῆς ὀπτήσεως. τὸ μὲν γὰρ πρῶτον φανήσεται καπνὸς ἐξιὼν, πολὺς, ζοφώδης καὶ τεθολωμένος
292
πάνυ, σημαίνων ὅτι τὸ πῦρ ἤδη ἅπτεται τῶν θηρίων, ὅτε σε καὶ προσέχειν ἀκριβῶς παραινῶ, μήποτε ἀναπνεύσῃς τούτου καπνοῦ, κεκακωμένου τοῦ ἀέρος ὑπὸ τῆς ἀναθυμιάσεως τῶν ἐχιδνῶν. εἶθ᾿ ὅταν παύσηται ὁ ἀτμὸς, ἀναβαλλομένην δέ τινα φλόγα λεπτὴν διὰ τῶν τρημάτων βλέπῃς, τότε νόμιζε ὡς ἄριστα αὐτὰ ἡψῆσθαι καὶ οὕτω βάσταζε ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, ψύξας ὅλην ἡμέραν τε καὶ νύκτα, εἶτα ἀνοίξας καὶ ἀνελόμενος τοὺς ἄνθρακας, ἐπιμελῶς κόπτε καὶ σῆθε μετὰ τούτων τῶν μιγμάτων, πηγάνου ἀγρίου σπέρματος γο. θ΄. ὑσσώπου Κρητικοῦ γο. θ΄. μαράθρου σπέρματος ἀγρίου γο. στ΄. νάρδου Κελτικῆς, στάχυος Σκυθικοῦ, ἀνὰ γο. στ΄. πετροσελίνου Μακεδονικοῦ γο. δ΄. ἀμώμου βότρυος γο. γ΄. ὀριγάνου Ἡρακλεωτικοῦ κορύμβων γο. θ΄. ὁρμίνου σπέρματος πεφρυγμένου γο. γ΄. θύμου κορύμβων Ἀττικοῦ γο. θ΄. μαλαβάθρου φύλλων Ἰνδικοῦ γο. δ΄. ἀρκευθίδων Λακωνικῶν σαρκὸς λίτρας β΄. κορίου σπέρματος ἡμέρου γο. στ΄. πεπέρεως λευκοῦ λίτρας β΄. πεπέρεως μέλανος λίτρας β΄. σιλφίου ῥίζης γο. ι΄. ζιγγιβέρεως ἀτρήτου λίτρας β΄.
293
σατυρίου σπέρματος, ἢ ῥίζης οὐγγίας στ΄. γλήχωνος ὀρεινοῦ γο. στ΄. σεσέλεως Μασσαλεωτικοῦ πυῤῥοειδοῦς γο. στ΄. τορδύλου ὀρεινοῦ σπέρματος γο. στ΄. ἡδυόσμου γο. στ΄. κασσίας τῆς καλλίστης γο. β΄. κινναμώμου γο. α΄. πυρῶ δ᾿ αὐτὰ κόψας, καὶ σήσας, πάλιν ἐπικόπτειν καὶ διακοσκινεύειν πολλάκις, ἴνα ἀκριβῶς λεῖα γένωνται, καὶ οὕτως ἐν ὑελίνοις σκεύεσιν ἀποτιθέμενος χρῆσθαι μὴ εὐθέως, ἀλλὰ μεθ᾿ ἡμέρας που δέκα. ἐσκεύασα δ᾿ αὐτοὺς ἐγὼ, μὴ καύσας τὰ θηρία, ἀλλὰ τοὺς ἐξ αὐτῶν ἀρτίσκους΄, ὥσπερ ἐπὶ τῆς θηριακῆς ὑπέδειξα σκευάζεσθαι, ἀναμίξας τοῖς μετὰ τῶν θηρίων καιομένοις καὶ αὐτοὺς, ἵνα ἥν περ ἔχῃ πικρότητα ἐν αὐτοῖς, ἐν τῇ καύσει ταύτην ἀποβάλῃ, τοσοῦτον μέτρον τῶν ἀρτίσκων προσβάλλων, ὅσον περ ἐτεκμηράμην ἔχειν τὸν ἀριθμὸν τῶν τεσσάρων ἐχιδνῶν, καὶ ἀπέβησαν ὡς ἀληθῶς ἄριστοι, οὔτε τὸ ἐκ τῆς καύσεως σποδῶδες ἐν τῇ γεύσει ἔχοντες οὔτε μέλανες ὄντες τὴν χροιὰν, ἀλλὰ καὶ τὴν ποιότητα ἐν τῇ χρήσει ἥδιστοι γενόμενοι, καὶ τὴν δύναμιν πρὸς ἅπερ εἷπον αὐτοὺς ἰδίως ποιεῖν, ἐνεργεστέραν ἔχοντες.
294
οὗτός ἐστιν ὁ περὶ τῆς θηριακῆς καὶ τῶν θηριακῶν ἁλῶν λόγος, φιλοπόνως, ὡς οἶμαι, ἐξετασθεὶς ὑπ᾿ ἐμοῦ μάλιστα, ἐπεὶ καὶ σὺ περὶ πάντας τοὺς λόγους φιλοτίμως ἔχεις. μέμνημαι γάρ σε, ὁπότε τοῖς λόγοις ἐνδόξως ἔτι δημοσιεύων ἐσχόλαζες, ἢ τι λέγων πρόβλημα, κρῖναι τοὺς λέγοντας διαλιπεῖν ποτε, πολλὰς ἀφορμὰς εὑρίσκειν σε φιλοτιμούντων εἰς τόδε. διαλεγομένων. ἔλεγες γὰρ ὅτι καὶ οἱ θεοὶ μὴ χρῶντες οὐ λαλοῦσιν. ἐνίοτε δὲ καὶ τὰ χρηστήρια σιωπᾷ, ποτὲ καὶ ἡ θάλασσα τοῖς χειμῶσι τὸ πλεῖσθαι οὐκ ἔχει. τὰ δὲ ῥεῖθρα τῶν ποταμῶν παύεται ῥέοντα καὶ μετὰ χρόνον ἐπιῤῥεῖν πάλιν ἄρχεται καὶ ἡ γῆ τοὺς καρποὺς οὐκ ἀναφύει πάντοτε. μιμησάμενος οὖν σε κᾀγὼ οὐδὲν τῶν περὶ τῆς θηριακῆς ζητουμένων παρέλιπον, ἅμα καὶ σοι προτρεψάμενος ἡδέως χρῆσθαι τῷ φαρμάκῳ, ἐπεὶ καὶ πολυετῆ τῆς ζωῆς τὸν χρόνον ἡ χρῆσις αὐτοῦ παρέχεσθαι τετήρηται, ὄν πέρ εἰκότως ἐγὼ τῶν παρὰ θεῶν γενέσθαι σοι εὔχομαι.