De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Μήλιναι Ἀνδρομάχου.] Μηλίνη ᾗ χρῶμαι. ♃ λιθαργύρου δραχ. ρδ΄. ἐλαίου θέρους κοτύλην α΄. χειμῶνος κοτύλης ἥμισυ, κηροῦ δραχ. μή. κολοφωνίας δραχ. μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κδ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχ. η΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου κυάθους γ΄. ἢ κοτύλης ἥμισυ, ῥητίνης κολοφωνίας δραχ. ξδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. μ΄. ψιμυθίου δραχ. κδ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. μ΄ ἢ ν΄. ψιμυθίου δραχ. στ΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. ιστ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. β΄. ἐλαίου κοτύλην α΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. κολοφωνίας δραχ. ξδ΄. οἱ δὲ μή. κηροῦ δραχ. πδ΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχ. η΄. ἰοῦ δραχ. η΄. ὀποπάνακος δραχ. στ΄. ἐλαίου θέρους κοτύλην

506
α΄. χειμῶνος κοτύλης S" ἢ κυάθους γ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. πιτυΐνης ῥητίνης δραχ. ρ΄. κηροῦ δραχ. ιβ΄. ἐλαίου κοτύλης ἥμισυ ἤ κυάθους γ΄. οἴνου Φαλερίνου κοτύλης ἥμισυ. ἡ λιθάργυρος σὺν τῷ οἴνῳ λεαίνεται ἕως ξηρανθῇ, εἶτα ἕψεται. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου παλαιοῦ κοτύλας ο΄ ἢ β΄. κηροῦ δραχ. ρ΄. ἰοῦ σκώληκος δραχ. κε΄. χαμαιλέοντος μέλανος δραχ. ιβ΄ καὶ ἥμισυ, χρυσοκόλλης δραχ. μ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. σ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. κηροῦ δραχ. ρξη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. σμύρνης δραχ. δ΄. ἰοῦ δραχ. η΄ ἢ κ΄. ῥητίνης κολοφωνίας δραχ. ρκη΄. χαλβάνης δραχ. κ΄. χαμαιλέοντος μέλανος δραχ. η΄. οἱ δὲ προπόλεως δραχ. η΄ ἢ κ΄. ἀντὶ χαμαιλέοντος. ἄλλη. ♃ ἐλαίου παλαιοῦ ἐναπεζεσμένου χαμαιλέοντος, ὡς ὅτι πλείονος ξέστην α΄. λιθαργύρου λίτραν α΄. ἀναζέσας ἔμπασσε λιθάργυρον καὶ ἕψε. ἄλλη πρὸς νομάς. ♃ σανδαράχης δραχ. γ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. λιβάνου δραχ. δ΄. σμύρνης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιη΄. κηροῦ δραχ. ιη΄. τερμινθίνης δραχ. στ΄. στέατος ὑείου δραχ. β΄. μέλιτος κοτύλης ἑκκαιδέκατον.
507
ἄλλη. ♃ λιθαργύρου δραχ. ρη΄ ἢ ρκ΄. κηροῦ δραχ. ρη΄ ἢ ρκ΄. ἐν ἄλλῳ ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. τερμινθίνης δραχ. μ΄. ἀριστολοχίας δραχ. κε΄. ζειᾶς ῥίζης δραχ. η΄ ἢ κ΄. ἰοῦ σκώληκος δραχ. ιστ΄. στυπτηρίας σχιστῆς δραχ. ιστ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἄλλη ἁπλῆ. ♃ λιθαργύρου δραχ. ρ΄. ἀξουγγίου δραχ. οε΄. ἐλαίου παλαιοῦ δραχ. οε΄. πρὸς ἁπαλοχρῶτας καὶ διαφορεῖ. ἄλλη ἄφρα λεγομένη μαλακτικὴ μηλίνη Διοφάντους, ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ, ἐν ᾗ ἄρθρα ἐθεραπεύθη. ♃ ἰξοῦ εἰργασμένου λίτραν α΄. κηροῦ λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. χαλβάνου οὐγγίας γ΄. τήξας χρῶ. ἄλλη Σαλώμη πρὸς πᾶσαν περιωδυνίαν καὶ συνάγχην μετὰ σικύας καὶ πρὸς πλευρᾶς πόνον. ♃ λιθαργύρου λίτρας β΄. ἐλαίου παλαιοῦ οὐγγίας η΄. ἕψε ὁμοῦ.

[Ἄλλη μηλίνη παρὰ Ἡρακλείδου, διαφοροῦσα τὰ ἐντὸς ἀποστήματα ἀνωδύνως.] ♃ Λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχ. ρ΄. κηροῦ δραχ. π΄. ῥητίνης ξηρᾶς δραχ. ξ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. χαλβάνης δραχ. ιστ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὡς δὲ Ῥούστικος ὁ γνώριμος Ἰσιδώρου, ♃ λιθαργύρου δραχ. ν΄. 

508
ψιμυθίου δραχ. ν΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄ ἢ μ΄. κηροῦ δραχ. κε΄. ῥητίνης ξηρᾶς δραχ. λ΄. πτελέας τῆς ἐν θυλακίοις δραχ. ιε΄. χαλβάνης δραχ. η΄. ἐλαίου παλαιοῦ κοτύλης ἥμισυ ἢ κοτύλην α΄. S". τούτων τῶν ἐμπλάστρων οὐδεμιᾶς τὴν ἕψησιν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ τὸ μὲν συνέχον τῆς χρόας αὐτῶν ἔμπροσθεν εἶπον, ὅτι μήτε ὠμὸν εἶναι δεῖ τὸν ἰὸν, ὡς ἐν ταῖς χλωραῖς, μήτ’ ἐπὶ πλεῖστον ἑψημένον, ὡς ἐν ταῖς διχρώμοις τε καὶ κιῤῥαῖς ὀνομαζομέναις. ἀλλ’ ἐγγὺς ἤδη τοῦ μέλλειν ἀναιρεῖσθαι τὴν κακκάβην ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι τὸν ἰὸν, εἶθ’ ὅταν μεταβάλλῃ καὶ γίγνηται μηλίνη, βαστάζειν ἀπὸ τοῦ πυρὸς, ἐὰν ἀμόλυντον ἤδη τὸ φάρμακον εἴη. εἰ δὲ μὴ, βραχὺ προσεπιμετρήσαντες ἐπὶ μαλακωτάτου πυρὸς, οὕτως αἴρειν. ἐν γὰρ τῷ λαβροτάτῳ, μεταβάλλει ῥᾳδίως ἐπὶ τὸ κιῤῥόν. ὑπογράψω δὲ διὰ τοῦτο καὶ δύο ἄλλας ἐμπλάστρους μηλίνας ἐνδόξους, τὴν μὲν ἑτέραν Μενοίτου λεγομένην, τὴν δ’ ἑτέραν Σεραπίωνος, ὧν καὶ τὰς ἑψήσεις ἔγραψαν πολλοὶ καὶ ὑμεῖς ἕξετε παράδειγμα τῆς σκευασίας τῶν ὑπὸ τοῦ Ἀνδρομάχου γεγραμμένων.

509

[Μενοίτου μηλίνη.] ♃ ῾Λιθαργύρου λίτρας δ΄. ἐλαίου λίτρας γ΄. τερμινθίνης διαυγοῦς λίτρας β΄. κηροῦ λίτραν α΄. ἰοῦ, λιβανωτοῦ, χαλβάνης ἀνὰ οὐγγίας δ΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. ἕψε λιθάργυρον καὶ ἔλαιον ἕως ἂν λίαν συστῇ, εἶτα βάλλε τὴν ῥητίνην καὶ τὸν κηρόν. καὶ ὅταν λυθῇ καλῶς ταῦτα, θὲς κάτω τὴν κακκάβην καὶ ἔα ψυγῆναι καλῶς, εἶτα βάλλε τὸν ἰὸν, καὶ κινήσας κάτω ἕψε πάλιν ἐπὶ μαλακοῦ πυρὸς, ἄχρις ἂν μηλοειδὲς γένηται, εἶτα τὴν χαλβάνην καὶ τὸν λιβανωτὸν λειώσας καὶ κατεράσας εἰς θυείαν, ἔνθα προλελείωται τὸ ἀμμωνιακὸν ἐν ὄξει, ὡς εἶναι γλοιῶδες, καὶ μαλάξας εὐθέως ἀναλάμβανε καὶ ἐπιχέας ὄξους ὀλίγον, ἔα μέχρι τῆς ἑξῆς ἡμέρας καὶ τότε πάλιν μαλάξας ἀπόθου.

[Μηλίνη Σεραπίωνος τραυματικὴ καὶ διαλυτικὴ, πυκτικὴ, πάγχρηστος.] ♃ Λιθαργύρου δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κη΄. κηροῦ δραχ. νστ΄. ἰοῦ κυπρίου δραχ. θ΄. σμύρνης δραχ. α΄. κολοφωνίας δραχ. νστ΄. χαλβάνης δραχ. θ΄. ἐλαίου

510
κοτύλης ἥμισυ, θέρους κο. α΄. τέταρτον, ἕψε λιθάργυρον ἔλαιον. ὅταν μεταβαλῇ, ἀμμωνιακὸν, εἶτα κηρὸν, καὶ καθελὼν βάλλε χαλβάνην, ἰὸν καὶ τὰ λοιπὰ καὶ μαλακῶς ἕψε. τοιαύτας ἑψήσεις ἔγραψαν πολλοὶ τῶν πρὸ ἐμοῦ τῶν γεγραμμένων ἐμπλάστρων μηλίνων, ἀφ’ ὧν καθ’ ὁμοιότητα καὶ τὰς ἄλλας μηλίνας ἕψειν δυνήσεσθε. τὴν μὲν λιθάργυρον δεῖ πρῶτον ἐμβαλόντας, εἶτα ῥητίνας καὶ ἀμμωνιακὸν, εἶτα χαλβάνην καὶ ἰόν. εἶτα ἐὰν ἤτοι λιβανωτὸν ἢ σμύρναν ἢ ἀλόην λαμβάνῃ, ταῦτα γὰρ, ὅταν αἴρηται τὸ φάρμακον ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι χρὴ μὴ φέροντα τὰς ἑψήσεις. προείρηται δ’ ὅτι καὶ μαλακῶς ἕψεσθαι χρὴ, μάλιστα ὅταν ὁ ἰὸς ἐμβληθῇ. καὶ μέντοι καὶ ὅτι βάλλειν αὐτὸν χρὴ καθέντα κατὰ γῆς τὴν κακκάβην καὶ μικρὸν ἀποψύχοντα καὶ μᾶλλον ἐὰν μικρὸν ᾖ τὸ ἀγγεῖον, ἐν ᾧ ἡ ἕψησις γίνεται. ζέοντι γὰρ τῷ προεψημένῳ, κατ’ αὐτὸ προσεμβληθεὶς ὁ ἰὸς, ὑπερχεῖσθαι πολλάκις ἐποίησε τοῦ ἀγγείου τὸ φάρμακον. ἐν δὲ τῇ τοῦ Μενοίτου μηλίνῃ τῇ πρώτῃ τῇ πυκτικῇ καλουμένῃ, διότι μάλιστα οἱ πύκται χρῶνται τῷ φαρμάκῳ, καὶ
511
ὅτι δι’ ὄξους τὸ ἀμμωνιακὸν ἐν τῇ θυείᾳ δύναται λειοῦσθαι, τῶν ἄλλων ἁπάντων ἐν τῇ κακκάβῃ μιχθέντων, εἶτα καταχεομένου αὐτοῦ προμεμαθήκαμεν.

[Μήλιναι Ἥρα ἔμπλαστροι.] Πρὸς χοιράδας τοῦ Ἥρα. αἱ ὑφ’ Ἥρα γεγραμμέναι κατὰ λέξιν οὕτως. μηλίνη πρὸς τοὺς παλαιοὺς κόλπους, κᾂν ὦσιν εἰς τὰ κενὰ συντετρημένοι. ἡ δ’ αὐτὴ καὶ διαφορεῖ χοιράδας τὰς ἐπὶ τῶν παίδων ἄρτι συστάσας, ποιεῖ καὶ πρὸς τὰ ἐσπαραγμένα τῶν ἄρθρων. ♃ λιθαργύρου χρυσίτιδος δραχ. ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ρ΄. κηροῦ Ποντικοῦ δραχ. ιβ΄. καὶ τετρώβολον, ἐλαίου κοτύλης ἥμισυ, οἴνου Φαλερίνου κοτύλης ἥμισυ, ἡ λιθάργυρος μετὰ τοῦ οἴνου λεαίνεται ἕως ἂν ξηρανθῇ, εἶθ’ οὕτως ἕψεται σὺν τῷ ἐλαίῳ ἕως μεταβαλῇ, καὶ τότε μίγνυται ῥητίνη καὶ ὁ κηρὸς καὶ ἕψεται ἕως ἂν μὴ μολύνῃ. ἡ Μενοιτίου χρυσίζουσα, ποιοῦσα πρὸς τοὺς ἁπαλοχρῶτας καὶ μάλιστα εὐνούχους. ἁρμόζει δὲ ἐπὶ ἀποσυρμάτων καὶ παντὸς ἕλκους παλαιοῦ καὶ προσφάτου καὶ κατακαυμάτων. ἔστι δὲ μάλαγμα, διαφορεῖ φύματα, παρωτίδας, χοιράδας, σκληρίας

512
πάσας, ποιεῖ καὶ πρὸς ῥαγάδας καὶ κονδυλώματα, λίαν καλή. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου παλαιοῦ δραχ. ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ν΄ ἢ ρ΄. κηροῦ δραχ. ν΄. ἕψε τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕως ἂν ἄρξηται συστρέφεσθαι καὶ ἀπόδος ῥητίνην λείαν, τακείσης δὲ ταύτης κηρόν. καλῶς δὲ ἔχουσαν κατέρασον εἰς θυείαν προκεχρισμένην ἐλαίῳ καὶ ἀνατρίψας ἀνελοῦ. ἔστι δὲ ἐχέκολλος καὶ ἀμόλυντος. ἡ Ὑγιεινοῦ εἰς πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ παρωνυχιῶν. ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. λιθαργύρου χρυσίτιδος μνᾶ α΄. κηροῦ μνᾶ α΄. χαμαιλέοντος μέλανος ῥίζης δραχ. λστ΄. ἰοῦ ξυστοῦ δραχ. ιη΄. χρυσοκόλλης δραχ. μ΄. ἐλαίου παλαιοῦ κοτύλαι γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ, εἶτα κηρόν. ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε. 
513
πρὸς μὲν οὖν τὰ προειρημένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπεπλεγμένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι ἀπὸ μυῶν ἢ νεύρων δεῖ. τούτων τῶν τριῶν ἐμπλάστρων, ἃς ὁ Ἥρας ἔγραψεν, ἡ πρώτη δι’ οἴνου σκευάζεταί τε καὶ λέγεται. καὶ πολλοὶ τῶν ἡμετέρων διδασκάλων τε καὶ φίλων αὐτῇ χρῶνται, χωρὶς ἰοῦ δηλονότι σκευαζομένῃ, γεγραμμένῃ δὲ καὶ ὑπὸ Ἀνδρομάχου καὶ σχεδὸν ὑπὸ πάντων τῶν συνθέντων ἐμπλάστρους ποικίλας. οἱ μὲν οὖν πολλοὶ σκευάζοντες αὐτὴν ἀμελῶς εὐκαταφρόνητον ποιοῦσι τὸ φάρμακον. ἔστι δὲ κάλλιστον, ἐὰν, ὡς γέγραπται, δι’ οἴνου Φαλερίνου σκευασθῇ. μὴ παρόντος δὲ τούτου κιῤῥὸν οἶνον χρὴ βάλλειν παλαιὸν, λεπτὸν τῇ συστάσει, καθόλου ἐγχωρεῖ κιῤῥὸν τοῦτον ὑπάρχειν. ἴδιον γὰρ τῶν λευκῶν τὸ διαφανές. εἰσὶ δὲ κιῤῥοὶ κάλλιστοι παρ’ ἡμῖν ἐν Ἀσίᾳ ὅ τε Τμωλίτης καλούμενος καὶ ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος παρὰ τοῖς παλαιοῖς Ἀριούσιος ὁ ἐν Χίῳ γεννώμενος, ᾧ πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα
514
τὰς ἀντιδότους, ὥσπερ νῦν τῷ Φαλερίνῳ. τοιοῦτον οὖν οἶνον ἐὰν βάλλωμεν εἰς τὴν λιθάργυρον ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἢ ἄλλως ἐν ἡλίῳ θερμῷ, εἶτα τρίβωμεν, ἢ καὶ χωρὶς ἡλίου πολλῷ χρόνῳ τρίψωμεν, ὡς ξηρανθῆναι τὸ ὑγρὸν, αὐτήν τε καταλειφθῆναι τὴν λιθάργυρον ἢ παντελῶς ἄνικμόν τε καὶ ξηρὸν ἢ ἐγγύς τι ταύτης, ἄριστον γίγνεται τὸ φάρμακον. ἐσκεύαζε δὲ αὐτὴν εἷς τῶν ἐμῶν διδασκάλων μετὰ τὸ παρασκευασθῆναι ξηρὰν, ἐν οἴνῳ Φαλερίνῳ τετριμμένην, ᾧδέ πως. τὸ μὲν ἔλαιον ἐν ἑτέρῳ, τὸν δὲ οἶνον ἐν ἑτέρῳ ἀγγείῳ θερμαίνων κατὰ βραχὺ κατέχει τῆς λιθαργύρου, ποτὲ μὲν ἐπὶ τὸν οἶνον καὶ καλῶς λειώσας καὶ ἀναμίξας ἐπέβαλε τοῦ ἐλαίου, ποτὲ δὲ ἀπὸ τοῦ ἐλαίου ἀρξάμενος ἐπὶ τὸν οἶνον μετέβαινεν. ἐναλλὰξ δὲ τοῦτο ποιῶν πολλάκις ἑκάτερον ἐξεδαπάνα καὶ οὕτως εἰς κακκάβην κατεράσας ἐκ τῆς θυείας ἐπέβαλλε τὴν πιτυΐνην ῥητίνην, ἣν ἰδίως καλοῦσι φύσημα, λελειωμένην ἀκριβῶς, εἶτα τὸν κηρὸν, καὶ ἥψει κατὰ βραχὺ μέχρις ἀμολύντου. ἐχρῆτο δ’ αὐτῇ καὶ ἐπὶ κόλπων, προχρίων αἵματι περιστερᾶς, οὐ τῶν κατοικιδίων,
515
ἀλλὰ τῶν βοσκάδων καλουμένων ὑπό τινων εἰς τοὺς πύργους, οὓς παρ’ ἡμῖν κατασκευάζουσιν ἐν τοῖς ἀγροῖς. ἔνιοι δὲ ταύτας ἀγρίας ὀνομάζουσιν. ὡσαύτως δὲ κατὰ μεγάλα τραύματα πρόσφατα διαχρίων αἵματι περιστερᾶς τοιαύτης ἐπετίθει τὸ φάρμακον θαῤῥῶν αὐτῷ σφόδρα. τοῦ δὲ οἴνου κοτύλην ἐνέβαλλε μίαν καὶ ἡμίσειαν, οὐχ ὡς ὁ Ἥρας τε καὶ Ἀνδρόμαχος, ἥμισυ μόνον τῆς κοτύλης· καὶ κατὰ τοῦτο βέλτιον πολὺ τὸ φάρμακον ἐγίγνετο. βουληθεὶς δὲ εὐῶδες αὐτὸ ποιῆσαι, μίξεις ὀποπάνακος ἡμιούγγιον, ὅπερ ἐστὶ δραχ. δ΄. ἔμβαλλε δὲ χάριν τῆς εὐχροίας τὸν λευκὸν κηρὸν τὸν Ποντικόν. τὸ φάρμακον τοῦτο καὶ μέχρι συνουλώσεως ἄγει καλῶς τὰ ἕλκη.

[Κρίτωνος μήλινα φάρμακα.] Περὶ ὧν Κρίτων ἔγραψε μηλίνων, ἃς αὐτὸς πυξίνας ὀνομάζει. πυξίνη πρὸς τὰ νεότρωτα. ἡ δ’ αὐτὴ ἐπουλοῖ καὶ ἐπισπᾶται. ♃ λιθαργύρου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης οὐγγίας η΄. ἰοῦ οὐγγίας η΄. ἐλαίου παλαιοῦ ξέστας β΄. ὄξους ξέστου ἥμισυ, λιθάργυρον, ἔλαιον, ἰὸν, ὄξος ἕψε ὁμοῦ ἐπὶ μαλακοῦ

516
πυρός. ὅταν δὲ μέλλῃ συστρέφεσθαι, βάλλε ῥητίνην, κηρὸν, καὶ ἑνώσας χρῶ μάλιστα ἐπὶ νεοτρώτων. ἔγραψε δὲ καὶ ἄλλην ὁ Κρίτων πρὸ ταύτης, ἣν ὀνομάζει πυξίνην, ἁπλῆν μὲν, ὅσον ἐπὶ τῷ τῶν μιγνυμένων ἀριθμῷ, τῇ δ’ ἐπαγγελίᾳ μεγάλην· γράφει γοῦν ἐπ’ αὐτῇ κατὰ λέξιν οὕτως. ἡ διὰ χαμαιλέοντος ποιοῦσα τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν, ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. ♃ λιθαργύρου μνᾶν α΄. κηροῦ μνᾶς στ΄. ἰοῦ μνᾶς δ΄. χαμαιλέοντος μνᾶς η΄. ἐλαίου μνᾶν α΄. ἔλαιον, λιθάργυρον ἕψε κινῶν σπάθῃ ἕως οὗ συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γενομένου, ἰὸν ἐπίπασον, ἔπειτα πρόσβαλε κηρὸν, τήξας δὲ ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα. ὅταν δὲ ἑνωθῇ κατέρασον εἰς θυείαν καὶ μαλάξας ἀνελοῦ. γέγραφε δὲ καὶ ἄλλας ὁ Κρίτων τινὰς ἐμπλάστρους ἐν τῷ τετάρτῳ τῶν φαρμάκων πυξίνας μὲν, ὡς αὐτὸς ὀνομάζει, μηλίνας δὲ κατὰ τοὺς
517
ἄλλους, ἀλλὰ τινὲς μὲν αὐτῶν χωρὶς ἰοῦ συντίθενται, τινὲς δὲ λαμβάνουσι μὲν ἰὸν, ἀλλ’ ἐν ἑτέρῳ γένει φαρμάκων εἰρήσονται, κατὰ τὰς τῆς δυνάμεως ὁμοιότητας, ἐν ταῖς ἐπουλωτικαῖς αἱ ἐπουλωτικαὶ, ἐν δὲ ταῖς διὰ χυλῶν αἱ διὰ χυλῶν, ἐν δὲ ταῖς μαλακτικαῖς ὅσαι μαλάττειν πεφύκασιν, ὥσπερ καὶ ἡ τοῦ Μνασαίου, πολυειδῶς ὑπ’ αὐτοῦ σκευαζομένη κατὰ τὸ προκείμενον βιβλίον. νῦν οὖν ἤδη καιρὸς ἐπὶ τὰς κολλητικὰς μεταβῆναι διαφερούσας κατὰ χρόαν ἀλλήλων τε καὶ μηλίνων.