De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων.] Ὅτι μὲν ἐκ τοῦ γένους ἐστὶ ταῦτα τῶν προειρημένων, ὅσα τῷ μετρίως ῥύπτειν ἕλκεσι κοίλοις, καθαροῖς, ἀπεριστάτοις προσεφέρετο μηδ’ ὅλως δάκνοντα, λέλεκται πρόσθεν. ἐπιτεταμένην δὲ τὴν ῥυπτικὴν δύναμιν ἔχει τὰ τὸν πολὺν ἀφαιροῦντα ῥύπον, ὥστ’ ἔνια τῶν εἰρημένων φαρμάκων χλωρῶν ἑνὶ μόνῳ τῶν ἁπλῶς σαρκωτικῶν διαφέρει τῷ πλήθει τοῦ ἰοῦ. τινὰ δὲ καὶ τῶν ἄλλων, ὅσα ῥύπτει σφοδρῶς μίξει, καθάπερ ἴσις ὀνομαζομένη καὶ τὸ τοῦ Μαχαιρίωνος, ᾧ ἡμεῖς χρώμεθα συνήθως, ἐλαιώδει καλουμένῳ διὰ τὴν χρῆσιν. ἔνθα γὰρ ἡμῖν πρόκειται σαρκῶσαι κόλπον, ἐλαίῳ πολλῷ τήκοντες ἐγχέομεν αὐτὸ δι’ εὐθυτρήτου κέρατος, ἐν τρόπῳ κλυστῆρος

500
ὑείᾳ κύστει συνημμένου, χρώμεθα καὶ τοῖς καλουμένοις πυουλκοῖς ἐπ’ αὐτοῦ· καὶ γὰρ καὶ τούτων, ὅσοις εὐρύτερόν ἐστι τὸ τρῆμα, χρήσιμοι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν εἰσί. πρόδηλον δ’ ὅτι τὸν μὲν ῥυπαρὸν κόλπον ἐργαζόμεθα καθαρὸν, ἀκρατέστερον χρώμενοι τῷ φαρμάκῳ, τουτέστιν ἐλάττονι μιγνύντες ἐλαίῳ, τὸν δὲ καθαρὸν ἐπὶ πλέον ὑγρασμένῳ δι’ ἐλαίου δαψιλεστέρου μίξεως. εἰ μὲν οὖν ὑποψία τις εἴη μεμιγμένης φλεγμονῆς ἔτι βραχείας τῷ κόλπῳ, διὰ ῥοδίνου πάντως τηκέσθω τὸ φάρμακον. εἰ δ’ ἀφλέγμαντος εἴη, δι’ ἐλαίου, κᾂν ἀδήκτως ἀνέχηται τῆς τοῦ παλαιοῦ μίξεως, ἐκείνῳ διατηκέσθω τὸ φάρμακον. ἐπιτήδειον δὲ εἰς τὴν τοιαύτην χρῆσίν ἐστιν οὐ τοῦτο μόνον τὸ φάρμακον, ἀλλὰ καὶ τὸ τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις, ὅσα τ’ ἄλλα γεγράφασιν οἱ πρὸ ἐμοῦ μετὰ κηρωτῆς μιγνύμενα σαρκωτικὰ γίγνεσθαι κοίλων ἑλκῶν. ἅπαντα γὰρ ταῦτα, χωρὶς τοῦ μιχθῆναι κηρωτῇ, δι’ ἐλαίου καὶ ῥοδίνου τηκόμενα τοῖς κόλποις ἐνίεται διὰ τὸ μὴ δύνασθαι τὴν καλουμένην ἔμμοτον σύστασιν ἐνίεσθαι κόλποις, οὕτως γέ τοι καὶ τὸ διὰ τοῦ κεκαυμένου χάρτου
501
φάρμακον ξηρὸν, ῥοδίνῳ πολλῷ μιγνύντες ἐγχέομεν αὐτοῖς. ὥσπερ δὲ οἱ κόλποι τῶν ὑγροτέρων δέονται φαρμάκων οὐ δυναμένων ἐνίεσθαι τῶν παχυτέρων, οὕτως ὅσα τῶν κοίλων ἑλκῶν ἐπιπολῆς ἐστι, παχυτέρου χρῄζει φαρμάκου διὰ τὸ ταχέως αὐτῶν ἀποῤῥεῖν τὰ ὑγρὰ καὶ καταλείπεσθαι ξηροὺς τοὺς μότους. εἰκότως οὖν ἐπὶ μὲν τῶν τοιούτων τοῖς ἰσχυρῶς ῥυπτικοῖς μίγνυμεν κηρωτὴν, ἐπὶ δὲ τῶν κόλπων ἔλαιον ἢ ῥόδινον πάμπολυ. ταυτὶ δὲ τὰ οὕτως ῥυπτικὰ φάρμακα πάντως ἐστὶ καὶ διαφορητικὰ, καὶ διὰ τοῦτο καὶ ξηραντικὰ σφοδρῶς, καὶ γίγνεταί τι γένος αὐτῶν κοινὸν, ὃ καλοῦσι πολύχρηστον. ἐπέκεινα δὲ τούτου τοῦ γένους ἐστὶ τὸ τῶν πάνυ δριμέων ἐμπλάστρων, ὁποῖαι καὶ αἱ καλούμεναι δι’ ἁλῶν εἰσιν, ἃς οὐ χρὴ προσφέρειν ἔνθα σαρκῶσαί τι βουλόμεθα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτο τοῖς ἁλσὶν ἐξαίρετον ὑπάρχει τὸ στύφειν μᾶλλον ἢ ῥύπτειν. ἐπὶ τό γε ξηραίνειν οὐδὲν ἧττον ἔχουσιν ἀφρονίτρου καὶ νίτρου, ἀλλ’ ἐκείνοις μὲν οὐ μέτεστι τῆς στυπτικῆς δυνάμεως, ὥσπερ οὐδὲ
502
τῷ τῆς Ἀσίας πέτρας ἄνθει καὶ διὰ τοῦτο διαφορεῖν τε δύναται καὶ κηρωταῖς μιγνύμενα καθαίρειν ἕλκη ῥυπαρά. τοῖς δ’ ἁλσὶν οὐχ ὑπάρχει τοῦτο διὰ τὴν στύψιν. τούτων οὖν μνημονεύουσιν ὑμῖν ἀκηκοόσι τε τὴν μέθοδον τῆς τε συνθέσεως καὶ τῆς χρήσεως ἁπάντων τῶν τοιούτων φαρμάκων ἐν τοῖς ἐφεξῆς γράψω τὰ δεδοκιμασμένα τῇ πείρᾳ πρὸς τῶν ἐνδόξων ἰατρῶν ἐπὶ φαρμάκων ἀρίστων γνώσει. πρώτων δὲ τῶν περὶ Μαντίαν καὶ τὸν μαθητὴν αὐτοῦ τὸν Ταραντῖνον Ἡρακλείδην πολλὰ φάρμακα γραψάντων, ἃ τοῖς μετὰ ταῦτα διὰ πείρας ἀφικόμενα διωρίσθη. καὶ τὰ μὲν ἄριστα ἐν αὐτοῖς αὐτοὶ πάλιν ἔγραψαν, ὅσα δ’ ἧττον ἐκείνων ἐνεργεῖν ἐδόκει κατέλιπον. εἰκότως οὖν κᾀγὼ τὴν πλείονα μνήμην ποιοῦμαι τῶν μετ’ ἐκείνους γεγονότων. εἰσὶ δὲ αὐτῶν οἱ μάλιστα δοκοῦντες ἐν τῇ τῶν φαρμάκων ἐμπειρίᾳ κατωρθωκέναι, Πετρώνιος Μούσας καὶ Ἥρας καὶ Ἀνδρόμαχος, Ἀσκληπιάδης τε καὶ Κρίτων. γέγραπται δὲ καὶ τοῖς περὶ τὸν Ἀρχιγένην τε καὶ τὸν Φίλιππον οὐκ ὀλίγα φάρμακα. καί τι καὶ βιβλίον ἕν ἐστι Μενεκράτους ἐπιγεγραμμένον, 
503
αὐτοκράτωρ ὁλογράμματος ἀξιολόγων φαρμάκων. ὅσα τε οὖν τούτοις γέγραπται κάλλιστα φάρμακα καὶ πρὸς αὐτῶν ἐπαινούμενα καὶ ὅσων ἡμεῖς πεῖραν ἔχομεν, ἐξ αὐτῶν τε τούτων τῶν γεγραμμένων καὶ ὧν οἱ διδάσκαλοι ἡμῶν ἐχρῶντο, καὶ εἴ τι καὶ ἡμῖν προσεξεύρηται, τοῦτ’ ἐν τοῖς ἑξῆς γράψω, τίνος ἐστὶ γένους ἕκαστον αὐτῶν ἐξηγούμενος. νυνὶ δὲ ἐπὶ τὰς χλωρὰς διῆλθον, ἐφεξῆς ταύταις γράψω τὰς μηλίνας.

[Μήλιναι ἔμπλαστροι.] Ὥσπερ τῶν χλωρῶν ἐμπλάστρων αἱ πλεῖσται διὰ τὸν ἰὸν ἐπικρατοῦντα γίγνονται τοιαῦται, καὶ μάλιστα αὐτῶν αἱ εὐχρούστεραι, κατὰ τὸν αὐτὸν τρόπον καὶ αἱ μήλιναι. ἀλλ’ αἱ μὲν χλωραὶ τὸν ἰὸν ἀνέψητον ἔχουσιν, αἱ μήλιναι δὲ ἑψόμενον μὲν, ἀλλὰ μετρίως. ὡς ἐάν γε ἐπὶ πλέον ἕψῃς, τὰς καλουμένας ὑπ’ ἐνίων μὲν διχρώμους, ὑπ’ ἐνίων δὲ κιῤῥὰς ἐργάσῃ. καλεῖν δ’ ἔθος ἐστὶ τοῖς ἰατροῖς ἁπλῶς μὲν χλωρὰς καὶ μηλίνας καὶ κιῤῥὰς, ὅσαι κολλῶσί τε τὰ μὴ πάνυ μεγάλα τραύματα καὶ ἕλκη συνουλοῦσιν, ἃ καλεῖν τοῖς ἰατροῖς ἔθος ἀπερίστατα, σαρκοῦσί τε τὰ κοῖλα τηκόμεναι διὰ ῥοδίνου. πολύχρηστοι δὲ

504
ἐξ αὐτῶν, ἐφ’ ὧν ἐπαγγελία πλείων ἐστίν. ἔνιαι δὲ πολλὰς μὲν οὐκ ἔχουσιν ἐπαγγελίας, ἀξιόλογον δὲ μίαν, ἤτοι πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττειν ἢ διαφορεῖν πῦον ἢ μελικηρίδας ἢ μαλάττειν σκληρότητας ἤ τι τοιοῦτον τῶν οὐκ εὐκαταφρονήτων οὐδ’ εὐθεραπεύτων. ὁ Ἀνδρόμαχος μὲν οὖν ἔγραψε ιδ΄. μηλίνας, ὧν αἱ πέντε μὲν ἔχουσιν ἰὸν, αἱ δ’ ἄλλαι χωρὶς ἰοῦ γεγόνασι. τῶν δὲ τὸν ἰὸν ἐχουσῶν μία μέν ἐστι πρώτη γεγραμμένη τῶν ιδ΄. μία δ’ ἄλλη τετάρτη καί τις ἐπ’ αὐτῆς ἕκτη καὶ μετ’ ἐκείνην ἥ τε ζ΄. καὶ ἡ ι΄. ὅσαις μὲν οὖν οὐδὲν ἐξαίρετον προσγέγραφεν, αὗται πᾶσαι καὶ κολλῶσιν ἕλκη καὶ ἐπουλοῦσιν. εἰ δὲ βούλοιτό τις, καὶ τακεῖσαι μετὰ ῥοδίνου σαρκοῦσι. θεραπεύουσι δὲ καὶ μετρίας φλεγμονὰς, ὥσπερ γε καὶ σκληρότητας μετρίας μαλάττουσι. καὶ μᾶλλόν γε τοῦτο ποιοῦσιν, ὅσαι θυμιάματος ἔχουσιν ἀμμωνιακοῦ. καὶ τούτων αὐτῶν μᾶλλον ὅσαι πλείονος, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. ἔν τισι δὲ προσέθηκεν αὐτὸς ἁπαλὴ, τουτέστι πρὸς ἁπαλοὺς χρῶτας ἁρμόττουσα δηλονότι. καὶ καθ’ ἣν πρόσκειται τὸ ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ,
505
δηλῶν ὅτι πρὸς περιωδυνίαν καὶ συνάγχην καὶ πλευροῦ πόνον ἁρμόττει. ἢ ὅτι διαφορεῖ τὰ ἐντὸς ἀποστήματα, πλέον τι ταύταις μαρτυρεῖ τῶν ἁπλῶς γεγραμμένων. ἐφεξῆς οὖν αὐτὰς ἁπάσας ὑπογράψω.

[Μήλιναι Ἀνδρομάχου.] Μηλίνη ᾗ χρῶμαι. ♃ λιθαργύρου δραχ. ρδ΄. ἐλαίου θέρους κοτύλην α΄. χειμῶνος κοτύλης ἥμισυ, κηροῦ δραχ. μή. κολοφωνίας δραχ. μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κδ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχ. η΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου κυάθους γ΄. ἢ κοτύλης ἥμισυ, ῥητίνης κολοφωνίας δραχ. ξδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. μ΄. ψιμυθίου δραχ. κδ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. μ΄ ἢ ν΄. ψιμυθίου δραχ. στ΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. ιστ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. β΄. ἐλαίου κοτύλην α΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. κολοφωνίας δραχ. ξδ΄. οἱ δὲ μή. κηροῦ δραχ. πδ΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχ. η΄. ἰοῦ δραχ. η΄. ὀποπάνακος δραχ. στ΄. ἐλαίου θέρους κοτύλην

506
α΄. χειμῶνος κοτύλης S" ἢ κυάθους γ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. πιτυΐνης ῥητίνης δραχ. ρ΄. κηροῦ δραχ. ιβ΄. ἐλαίου κοτύλης ἥμισυ ἤ κυάθους γ΄. οἴνου Φαλερίνου κοτύλης ἥμισυ. ἡ λιθάργυρος σὺν τῷ οἴνῳ λεαίνεται ἕως ξηρανθῇ, εἶτα ἕψεται. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου παλαιοῦ κοτύλας ο΄ ἢ β΄. κηροῦ δραχ. ρ΄. ἰοῦ σκώληκος δραχ. κε΄. χαμαιλέοντος μέλανος δραχ. ιβ΄ καὶ ἥμισυ, χρυσοκόλλης δραχ. μ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. σ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. κηροῦ δραχ. ρξη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. σμύρνης δραχ. δ΄. ἰοῦ δραχ. η΄ ἢ κ΄. ῥητίνης κολοφωνίας δραχ. ρκη΄. χαλβάνης δραχ. κ΄. χαμαιλέοντος μέλανος δραχ. η΄. οἱ δὲ προπόλεως δραχ. η΄ ἢ κ΄. ἀντὶ χαμαιλέοντος. ἄλλη. ♃ ἐλαίου παλαιοῦ ἐναπεζεσμένου χαμαιλέοντος, ὡς ὅτι πλείονος ξέστην α΄. λιθαργύρου λίτραν α΄. ἀναζέσας ἔμπασσε λιθάργυρον καὶ ἕψε. ἄλλη πρὸς νομάς. ♃ σανδαράχης δραχ. γ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. λιβάνου δραχ. δ΄. σμύρνης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιη΄. κηροῦ δραχ. ιη΄. τερμινθίνης δραχ. στ΄. στέατος ὑείου δραχ. β΄. μέλιτος κοτύλης ἑκκαιδέκατον.
507
ἄλλη. ♃ λιθαργύρου δραχ. ρη΄ ἢ ρκ΄. κηροῦ δραχ. ρη΄ ἢ ρκ΄. ἐν ἄλλῳ ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. τερμινθίνης δραχ. μ΄. ἀριστολοχίας δραχ. κε΄. ζειᾶς ῥίζης δραχ. η΄ ἢ κ΄. ἰοῦ σκώληκος δραχ. ιστ΄. στυπτηρίας σχιστῆς δραχ. ιστ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἄλλη ἁπλῆ. ♃ λιθαργύρου δραχ. ρ΄. ἀξουγγίου δραχ. οε΄. ἐλαίου παλαιοῦ δραχ. οε΄. πρὸς ἁπαλοχρῶτας καὶ διαφορεῖ. ἄλλη ἄφρα λεγομένη μαλακτικὴ μηλίνη Διοφάντους, ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ, ἐν ᾗ ἄρθρα ἐθεραπεύθη. ♃ ἰξοῦ εἰργασμένου λίτραν α΄. κηροῦ λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. χαλβάνου οὐγγίας γ΄. τήξας χρῶ. ἄλλη Σαλώμη πρὸς πᾶσαν περιωδυνίαν καὶ συνάγχην μετὰ σικύας καὶ πρὸς πλευρᾶς πόνον. ♃ λιθαργύρου λίτρας β΄. ἐλαίου παλαιοῦ οὐγγίας η΄. ἕψε ὁμοῦ.

[Ἄλλη μηλίνη παρὰ Ἡρακλείδου, διαφοροῦσα τὰ ἐντὸς ἀποστήματα ἀνωδύνως.] ♃ Λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχ. ρ΄. κηροῦ δραχ. π΄. ῥητίνης ξηρᾶς δραχ. ξ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. χαλβάνης δραχ. ιστ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὡς δὲ Ῥούστικος ὁ γνώριμος Ἰσιδώρου, ♃ λιθαργύρου δραχ. ν΄. 

508
ψιμυθίου δραχ. ν΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄ ἢ μ΄. κηροῦ δραχ. κε΄. ῥητίνης ξηρᾶς δραχ. λ΄. πτελέας τῆς ἐν θυλακίοις δραχ. ιε΄. χαλβάνης δραχ. η΄. ἐλαίου παλαιοῦ κοτύλης ἥμισυ ἢ κοτύλην α΄. S". τούτων τῶν ἐμπλάστρων οὐδεμιᾶς τὴν ἕψησιν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ τὸ μὲν συνέχον τῆς χρόας αὐτῶν ἔμπροσθεν εἶπον, ὅτι μήτε ὠμὸν εἶναι δεῖ τὸν ἰὸν, ὡς ἐν ταῖς χλωραῖς, μήτ’ ἐπὶ πλεῖστον ἑψημένον, ὡς ἐν ταῖς διχρώμοις τε καὶ κιῤῥαῖς ὀνομαζομέναις. ἀλλ’ ἐγγὺς ἤδη τοῦ μέλλειν ἀναιρεῖσθαι τὴν κακκάβην ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι τὸν ἰὸν, εἶθ’ ὅταν μεταβάλλῃ καὶ γίγνηται μηλίνη, βαστάζειν ἀπὸ τοῦ πυρὸς, ἐὰν ἀμόλυντον ἤδη τὸ φάρμακον εἴη. εἰ δὲ μὴ, βραχὺ προσεπιμετρήσαντες ἐπὶ μαλακωτάτου πυρὸς, οὕτως αἴρειν. ἐν γὰρ τῷ λαβροτάτῳ, μεταβάλλει ῥᾳδίως ἐπὶ τὸ κιῤῥόν. ὑπογράψω δὲ διὰ τοῦτο καὶ δύο ἄλλας ἐμπλάστρους μηλίνας ἐνδόξους, τὴν μὲν ἑτέραν Μενοίτου λεγομένην, τὴν δ’ ἑτέραν Σεραπίωνος, ὧν καὶ τὰς ἑψήσεις ἔγραψαν πολλοὶ καὶ ὑμεῖς ἕξετε παράδειγμα τῆς σκευασίας τῶν ὑπὸ τοῦ Ἀνδρομάχου γεγραμμένων.

509

[Μενοίτου μηλίνη.] ♃ ῾Λιθαργύρου λίτρας δ΄. ἐλαίου λίτρας γ΄. τερμινθίνης διαυγοῦς λίτρας β΄. κηροῦ λίτραν α΄. ἰοῦ, λιβανωτοῦ, χαλβάνης ἀνὰ οὐγγίας δ΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. ἕψε λιθάργυρον καὶ ἔλαιον ἕως ἂν λίαν συστῇ, εἶτα βάλλε τὴν ῥητίνην καὶ τὸν κηρόν. καὶ ὅταν λυθῇ καλῶς ταῦτα, θὲς κάτω τὴν κακκάβην καὶ ἔα ψυγῆναι καλῶς, εἶτα βάλλε τὸν ἰὸν, καὶ κινήσας κάτω ἕψε πάλιν ἐπὶ μαλακοῦ πυρὸς, ἄχρις ἂν μηλοειδὲς γένηται, εἶτα τὴν χαλβάνην καὶ τὸν λιβανωτὸν λειώσας καὶ κατεράσας εἰς θυείαν, ἔνθα προλελείωται τὸ ἀμμωνιακὸν ἐν ὄξει, ὡς εἶναι γλοιῶδες, καὶ μαλάξας εὐθέως ἀναλάμβανε καὶ ἐπιχέας ὄξους ὀλίγον, ἔα μέχρι τῆς ἑξῆς ἡμέρας καὶ τότε πάλιν μαλάξας ἀπόθου.

[Μηλίνη Σεραπίωνος τραυματικὴ καὶ διαλυτικὴ, πυκτικὴ, πάγχρηστος.] ♃ Λιθαργύρου δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κη΄. κηροῦ δραχ. νστ΄. ἰοῦ κυπρίου δραχ. θ΄. σμύρνης δραχ. α΄. κολοφωνίας δραχ. νστ΄. χαλβάνης δραχ. θ΄. ἐλαίου

510
κοτύλης ἥμισυ, θέρους κο. α΄. τέταρτον, ἕψε λιθάργυρον ἔλαιον. ὅταν μεταβαλῇ, ἀμμωνιακὸν, εἶτα κηρὸν, καὶ καθελὼν βάλλε χαλβάνην, ἰὸν καὶ τὰ λοιπὰ καὶ μαλακῶς ἕψε. τοιαύτας ἑψήσεις ἔγραψαν πολλοὶ τῶν πρὸ ἐμοῦ τῶν γεγραμμένων ἐμπλάστρων μηλίνων, ἀφ’ ὧν καθ’ ὁμοιότητα καὶ τὰς ἄλλας μηλίνας ἕψειν δυνήσεσθε. τὴν μὲν λιθάργυρον δεῖ πρῶτον ἐμβαλόντας, εἶτα ῥητίνας καὶ ἀμμωνιακὸν, εἶτα χαλβάνην καὶ ἰόν. εἶτα ἐὰν ἤτοι λιβανωτὸν ἢ σμύρναν ἢ ἀλόην λαμβάνῃ, ταῦτα γὰρ, ὅταν αἴρηται τὸ φάρμακον ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι χρὴ μὴ φέροντα τὰς ἑψήσεις. προείρηται δ’ ὅτι καὶ μαλακῶς ἕψεσθαι χρὴ, μάλιστα ὅταν ὁ ἰὸς ἐμβληθῇ. καὶ μέντοι καὶ ὅτι βάλλειν αὐτὸν χρὴ καθέντα κατὰ γῆς τὴν κακκάβην καὶ μικρὸν ἀποψύχοντα καὶ μᾶλλον ἐὰν μικρὸν ᾖ τὸ ἀγγεῖον, ἐν ᾧ ἡ ἕψησις γίνεται. ζέοντι γὰρ τῷ προεψημένῳ, κατ’ αὐτὸ προσεμβληθεὶς ὁ ἰὸς, ὑπερχεῖσθαι πολλάκις ἐποίησε τοῦ ἀγγείου τὸ φάρμακον. ἐν δὲ τῇ τοῦ Μενοίτου μηλίνῃ τῇ πρώτῃ τῇ πυκτικῇ καλουμένῃ, διότι μάλιστα οἱ πύκται χρῶνται τῷ φαρμάκῳ, καὶ
511
ὅτι δι’ ὄξους τὸ ἀμμωνιακὸν ἐν τῇ θυείᾳ δύναται λειοῦσθαι, τῶν ἄλλων ἁπάντων ἐν τῇ κακκάβῃ μιχθέντων, εἶτα καταχεομένου αὐτοῦ προμεμαθήκαμεν.

[Μήλιναι Ἥρα ἔμπλαστροι.] Πρὸς χοιράδας τοῦ Ἥρα. αἱ ὑφ’ Ἥρα γεγραμμέναι κατὰ λέξιν οὕτως. μηλίνη πρὸς τοὺς παλαιοὺς κόλπους, κᾂν ὦσιν εἰς τὰ κενὰ συντετρημένοι. ἡ δ’ αὐτὴ καὶ διαφορεῖ χοιράδας τὰς ἐπὶ τῶν παίδων ἄρτι συστάσας, ποιεῖ καὶ πρὸς τὰ ἐσπαραγμένα τῶν ἄρθρων. ♃ λιθαργύρου χρυσίτιδος δραχ. ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ρ΄. κηροῦ Ποντικοῦ δραχ. ιβ΄. καὶ τετρώβολον, ἐλαίου κοτύλης ἥμισυ, οἴνου Φαλερίνου κοτύλης ἥμισυ, ἡ λιθάργυρος μετὰ τοῦ οἴνου λεαίνεται ἕως ἂν ξηρανθῇ, εἶθ’ οὕτως ἕψεται σὺν τῷ ἐλαίῳ ἕως μεταβαλῇ, καὶ τότε μίγνυται ῥητίνη καὶ ὁ κηρὸς καὶ ἕψεται ἕως ἂν μὴ μολύνῃ. ἡ Μενοιτίου χρυσίζουσα, ποιοῦσα πρὸς τοὺς ἁπαλοχρῶτας καὶ μάλιστα εὐνούχους. ἁρμόζει δὲ ἐπὶ ἀποσυρμάτων καὶ παντὸς ἕλκους παλαιοῦ καὶ προσφάτου καὶ κατακαυμάτων. ἔστι δὲ μάλαγμα, διαφορεῖ φύματα, παρωτίδας, χοιράδας, σκληρίας

512
πάσας, ποιεῖ καὶ πρὸς ῥαγάδας καὶ κονδυλώματα, λίαν καλή. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου παλαιοῦ δραχ. ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ν΄ ἢ ρ΄. κηροῦ δραχ. ν΄. ἕψε τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕως ἂν ἄρξηται συστρέφεσθαι καὶ ἀπόδος ῥητίνην λείαν, τακείσης δὲ ταύτης κηρόν. καλῶς δὲ ἔχουσαν κατέρασον εἰς θυείαν προκεχρισμένην ἐλαίῳ καὶ ἀνατρίψας ἀνελοῦ. ἔστι δὲ ἐχέκολλος καὶ ἀμόλυντος. ἡ Ὑγιεινοῦ εἰς πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ παρωνυχιῶν. ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. λιθαργύρου χρυσίτιδος μνᾶ α΄. κηροῦ μνᾶ α΄. χαμαιλέοντος μέλανος ῥίζης δραχ. λστ΄. ἰοῦ ξυστοῦ δραχ. ιη΄. χρυσοκόλλης δραχ. μ΄. ἐλαίου παλαιοῦ κοτύλαι γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ, εἶτα κηρόν. ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε. 
513
πρὸς μὲν οὖν τὰ προειρημένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπεπλεγμένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι ἀπὸ μυῶν ἢ νεύρων δεῖ. τούτων τῶν τριῶν ἐμπλάστρων, ἃς ὁ Ἥρας ἔγραψεν, ἡ πρώτη δι’ οἴνου σκευάζεταί τε καὶ λέγεται. καὶ πολλοὶ τῶν ἡμετέρων διδασκάλων τε καὶ φίλων αὐτῇ χρῶνται, χωρὶς ἰοῦ δηλονότι σκευαζομένῃ, γεγραμμένῃ δὲ καὶ ὑπὸ Ἀνδρομάχου καὶ σχεδὸν ὑπὸ πάντων τῶν συνθέντων ἐμπλάστρους ποικίλας. οἱ μὲν οὖν πολλοὶ σκευάζοντες αὐτὴν ἀμελῶς εὐκαταφρόνητον ποιοῦσι τὸ φάρμακον. ἔστι δὲ κάλλιστον, ἐὰν, ὡς γέγραπται, δι’ οἴνου Φαλερίνου σκευασθῇ. μὴ παρόντος δὲ τούτου κιῤῥὸν οἶνον χρὴ βάλλειν παλαιὸν, λεπτὸν τῇ συστάσει, καθόλου ἐγχωρεῖ κιῤῥὸν τοῦτον ὑπάρχειν. ἴδιον γὰρ τῶν λευκῶν τὸ διαφανές. εἰσὶ δὲ κιῤῥοὶ κάλλιστοι παρ’ ἡμῖν ἐν Ἀσίᾳ ὅ τε Τμωλίτης καλούμενος καὶ ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος παρὰ τοῖς παλαιοῖς Ἀριούσιος ὁ ἐν Χίῳ γεννώμενος, ᾧ πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα
514
τὰς ἀντιδότους, ὥσπερ νῦν τῷ Φαλερίνῳ. τοιοῦτον οὖν οἶνον ἐὰν βάλλωμεν εἰς τὴν λιθάργυρον ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἢ ἄλλως ἐν ἡλίῳ θερμῷ, εἶτα τρίβωμεν, ἢ καὶ χωρὶς ἡλίου πολλῷ χρόνῳ τρίψωμεν, ὡς ξηρανθῆναι τὸ ὑγρὸν, αὐτήν τε καταλειφθῆναι τὴν λιθάργυρον ἢ παντελῶς ἄνικμόν τε καὶ ξηρὸν ἢ ἐγγύς τι ταύτης, ἄριστον γίγνεται τὸ φάρμακον. ἐσκεύαζε δὲ αὐτὴν εἷς τῶν ἐμῶν διδασκάλων μετὰ τὸ παρασκευασθῆναι ξηρὰν, ἐν οἴνῳ Φαλερίνῳ τετριμμένην, ᾧδέ πως. τὸ μὲν ἔλαιον ἐν ἑτέρῳ, τὸν δὲ οἶνον ἐν ἑτέρῳ ἀγγείῳ θερμαίνων κατὰ βραχὺ κατέχει τῆς λιθαργύρου, ποτὲ μὲν ἐπὶ τὸν οἶνον καὶ καλῶς λειώσας καὶ ἀναμίξας ἐπέβαλε τοῦ ἐλαίου, ποτὲ δὲ ἀπὸ τοῦ ἐλαίου ἀρξάμενος ἐπὶ τὸν οἶνον μετέβαινεν. ἐναλλὰξ δὲ τοῦτο ποιῶν πολλάκις ἑκάτερον ἐξεδαπάνα καὶ οὕτως εἰς κακκάβην κατεράσας ἐκ τῆς θυείας ἐπέβαλλε τὴν πιτυΐνην ῥητίνην, ἣν ἰδίως καλοῦσι φύσημα, λελειωμένην ἀκριβῶς, εἶτα τὸν κηρὸν, καὶ ἥψει κατὰ βραχὺ μέχρις ἀμολύντου. ἐχρῆτο δ’ αὐτῇ καὶ ἐπὶ κόλπων, προχρίων αἵματι περιστερᾶς, οὐ τῶν κατοικιδίων,
515
ἀλλὰ τῶν βοσκάδων καλουμένων ὑπό τινων εἰς τοὺς πύργους, οὓς παρ’ ἡμῖν κατασκευάζουσιν ἐν τοῖς ἀγροῖς. ἔνιοι δὲ ταύτας ἀγρίας ὀνομάζουσιν. ὡσαύτως δὲ κατὰ μεγάλα τραύματα πρόσφατα διαχρίων αἵματι περιστερᾶς τοιαύτης ἐπετίθει τὸ φάρμακον θαῤῥῶν αὐτῷ σφόδρα. τοῦ δὲ οἴνου κοτύλην ἐνέβαλλε μίαν καὶ ἡμίσειαν, οὐχ ὡς ὁ Ἥρας τε καὶ Ἀνδρόμαχος, ἥμισυ μόνον τῆς κοτύλης· καὶ κατὰ τοῦτο βέλτιον πολὺ τὸ φάρμακον ἐγίγνετο. βουληθεὶς δὲ εὐῶδες αὐτὸ ποιῆσαι, μίξεις ὀποπάνακος ἡμιούγγιον, ὅπερ ἐστὶ δραχ. δ΄. ἔμβαλλε δὲ χάριν τῆς εὐχροίας τὸν λευκὸν κηρὸν τὸν Ποντικόν. τὸ φάρμακον τοῦτο καὶ μέχρι συνουλώσεως ἄγει καλῶς τὰ ἕλκη.

[Κρίτωνος μήλινα φάρμακα.] Περὶ ὧν Κρίτων ἔγραψε μηλίνων, ἃς αὐτὸς πυξίνας ὀνομάζει. πυξίνη πρὸς τὰ νεότρωτα. ἡ δ’ αὐτὴ ἐπουλοῖ καὶ ἐπισπᾶται. ♃ λιθαργύρου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης οὐγγίας η΄. ἰοῦ οὐγγίας η΄. ἐλαίου παλαιοῦ ξέστας β΄. ὄξους ξέστου ἥμισυ, λιθάργυρον, ἔλαιον, ἰὸν, ὄξος ἕψε ὁμοῦ ἐπὶ μαλακοῦ

516
πυρός. ὅταν δὲ μέλλῃ συστρέφεσθαι, βάλλε ῥητίνην, κηρὸν, καὶ ἑνώσας χρῶ μάλιστα ἐπὶ νεοτρώτων. ἔγραψε δὲ καὶ ἄλλην ὁ Κρίτων πρὸ ταύτης, ἣν ὀνομάζει πυξίνην, ἁπλῆν μὲν, ὅσον ἐπὶ τῷ τῶν μιγνυμένων ἀριθμῷ, τῇ δ’ ἐπαγγελίᾳ μεγάλην· γράφει γοῦν ἐπ’ αὐτῇ κατὰ λέξιν οὕτως. ἡ διὰ χαμαιλέοντος ποιοῦσα τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν, ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. ♃ λιθαργύρου μνᾶν α΄. κηροῦ μνᾶς στ΄. ἰοῦ μνᾶς δ΄. χαμαιλέοντος μνᾶς η΄. ἐλαίου μνᾶν α΄. ἔλαιον, λιθάργυρον ἕψε κινῶν σπάθῃ ἕως οὗ συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γενομένου, ἰὸν ἐπίπασον, ἔπειτα πρόσβαλε κηρὸν, τήξας δὲ ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα. ὅταν δὲ ἑνωθῇ κατέρασον εἰς θυείαν καὶ μαλάξας ἀνελοῦ. γέγραφε δὲ καὶ ἄλλας ὁ Κρίτων τινὰς ἐμπλάστρους ἐν τῷ τετάρτῳ τῶν φαρμάκων πυξίνας μὲν, ὡς αὐτὸς ὀνομάζει, μηλίνας δὲ κατὰ τοὺς
517
ἄλλους, ἀλλὰ τινὲς μὲν αὐτῶν χωρὶς ἰοῦ συντίθενται, τινὲς δὲ λαμβάνουσι μὲν ἰὸν, ἀλλ’ ἐν ἑτέρῳ γένει φαρμάκων εἰρήσονται, κατὰ τὰς τῆς δυνάμεως ὁμοιότητας, ἐν ταῖς ἐπουλωτικαῖς αἱ ἐπουλωτικαὶ, ἐν δὲ ταῖς διὰ χυλῶν αἱ διὰ χυλῶν, ἐν δὲ ταῖς μαλακτικαῖς ὅσαι μαλάττειν πεφύκασιν, ὥσπερ καὶ ἡ τοῦ Μνασαίου, πολυειδῶς ὑπ’ αὐτοῦ σκευαζομένη κατὰ τὸ προκείμενον βιβλίον. νῦν οὖν ἤδη καιρὸς ἐπὶ τὰς κολλητικὰς μεταβῆναι διαφερούσας κατὰ χρόαν ἀλλήλων τε καὶ μηλίνων.

[Περὶ τῶν κιῤῥῶν ἐμπλάστρων, ἃς διχρώμους ὀνομάζουσιν.] Ἔνιαι μὲν ἐκ τῆς αὐτῆς ὕλης σύγκεινται ταῖς τὸν ἰὸν ἐχούσαις μηλίναις, ὡς καὶ πρόσθεν ἔφην, ἑνὶ μόνῳ διαφέρουσαι τῷ μέχρι πλείονος ἡψῆσθαι. πᾶσαι γὰρ διὰ τὸν ὠμὸν ἰὸν χλωραὶ μήλιναι μὲν γίγνονται μετρίως ἑψηθέντος αὐτοῦ, κιῤῥαὶ δὲ πλέον. εὔδηλον οὖν ὅτι πλέον ἔλαιον ἀναγκαῖόν ἐστιν ἔχειν τὰς μηλίνας τε καὶ τὰς κιῤῥὰς τῶν χλωρῶν, εἰ καὶ πάντα τὰ ἄλλα ἔχοιεν ταὐτά. καὶ διὰ τοῦτο ἐμβάλλειν προσήκει τῇ κακκάβῃ πρῶτον μὲν 

518
τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως ἑψηθησομένην, ἐφεξῆς δὲ τὸν ἰὸν, καὶ μετ’ αὐτὸν, εἴ τι τῶν μεταλλικῶν ἐμβάλλοιτο, καθάπερ ὁ κεκαυμένος χαλκὸς καὶ ἡ λεπὶς αὐτοῦ, κᾀπειδὰν παχυνθῇ, τηνικαῦτα κηρὸν καὶ ῥητίνην, εἰ καὶ ταῦτα λαμβάνοι τὸ φάρμακον, ἐπὶ τέλει δὲ λιβανωτόν τε καὶ σμύρναν καὶ ἀλόην ὅσα τ’ ἄλλα τοιαῦτα, καθάπερ τὴν ἐνδοξοτάτην τῶν κιῤῥῶν, ἣν ὀνομάζουσι διὰ δικτάμνου τῶν ἱερῶν ὀνομαζομένων καὶ αὐτὴν, ὥσπερ ἡ ἴσις, ἐπειδή φασιν αὐτὰς ἐκ τῶν ἱερῶν τῶν ἐν Αἰγύπτῳ κομισθῆναι. πολύχρηστος μὲν οὖν ἐστιν αὕτη καὶ διὰ τοῦτο κατὰ τὸν ἑξῆς λόγον ἅμα τοῖς πολυχρήστοις γεγράψεται. νυνὶ δὲ περὶ τῶν ἄλλων κιῤῥῶν, ὅσαι τ’ ἀκριβῶς ἁπλαῖ καὶ ὅσαι μεταξὺ τούτων τε καὶ τῶν πολυχρήστων εἰσὶ, τὸν λόγον ποιήσομαι. καθάπερ οὖν ἁπλαῖ χλωραὶ διὰ κηροῦ τε καὶ ῥητίνης ἐλαίου τε καὶ ἰοῦ συνετίθεντο, κατὰ τὴν εἰρημένην ἐπ’ αὐτῷ συμμετρίαν, οὕτως αἱ κιῤῥαὶ προσλαβοῦσαι λιθάργυρον ἐλαίου τε πλέον ἢ αἱ χλωραὶ τὴν σύνθεσιν ἔχουσιν. ἐὰν μὲν οὖν ἐπὶ πλέον ἑψηθῆναι βουληθῇς τὴν ἔμπλαστρον,
519
αὐξήσεις τε τὸ ἔλαιον, ἕξεις τε τὸ φάρμακον ξηραντικώτερον, καὶ διὰ τοῦτο τῶν ἐναίμων τραυμάτων κολλητικώτερον· ἐὰν δὲ συμμέτρως, ἀρκεῖ τοσοῦτον εἶναι τὸ ἐλαίου μέτρον, ὅσον σταθμὸν τῆς λιθαργύρου. λίτραν γὰρ ἐλαίου τὴν Ῥωμαϊκὴν μετρήσαντες εἰς λίτρας λιθαργύρου τὴν σταθμικὴν ἐμβαλοῦμεν. ἐὰν δὲ ἐπὶ πλέον ἑψηθῆναι βουλώμεθα τὸ φάρμακον, οὐ μόνον μίαν καὶ ἡμίσειαν ἐλαίου λίτραν ἐμβαλοῦμεν, ἀλλὰ καὶ δύο καὶ πλείους. ξηραντικώτεραι δὲ τῶν οὕτως σκευαζομένων κιῤῥῶν ἐμπλάστρων εἰσὶν ὅσαι μηδ’ ὅλως ἔχουσι ῥητίνην καὶ κηρὸν, ἀλλὰ διὰ τῶν μεταλλικῶν καλουμένων μόνον σύγκεινται, καθάπερ ἄλλοι τέ τινες τῶν ἔμπροσθεν ἔγραψαν τοιαύτας, ᾗ τε ἐγὼ χρῶμαι διὰ παντὸς ὑπ’ ἐμοῦ συντεθείσῃ, κατὰ τόνδε τὸν τρόπον ἑψομένῃ. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προεψήσας ἐπεμβάλλω τὰ μεταλλικὰ λελειωμένα μετὰ ὄξους καὶ οὕτως ἕψω ἄχρις ἀμολύντου. βάλλω δὲ τοῦ μὲν ἐλαίου λίτρας δ΄. ὅσῳ δ’ ἂν ᾖ παλαιότερον, τοσούτῳ ἔσται βέλτιον, καὶ μᾶλλον ἐὰν ᾖ Σαβῖνον. τῆς λιθαργύρου δὲ λίτρ. γ΄. καὶ ὄξους δριμυτάτου
520
λίτρας β΄. μεταλλικὰ δὲ τρία τάδε, λεπίδα χαλκοῦ μέλανος ἰοῦ τε καὶ χαλκίτιδος, ἴσον ἑκάστου σταθμὸν ἀνὰ οὐγγίας β΄. ὅπερ ἐστὶ δραχμαὶ ἑκκαίδεκα. παλαιὸν δ’ ὅταν ᾖ τὸ ἔλαιον καὶ παχὺ διὰ τὴν παλαιότητα, τέτταρας καὶ ἥμισυ λίτρας ἐμβάλλῃς, ἐγὼ δὲ καὶ ε΄. ποτὲ καὶ διὰ τοῦτο ἐνέβαλον ὄντος χειμῶνος. ἴσμεν γὰρ ὅτι πλεῖον ἐν χειμῶνι βάλλεται τὸ ἔλαιον ἤπερ ἐν θέρει. προεψήσεις δὲ δηλονότι τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως. ἐὰν δὲ καὶ κίκινον ἔχῃς ἔλαιον, ἀντὶ τοῦ παλαιοῦ ἔμβαλλε αὐτό. τοῦτο τὸ φάρμακον ἔναιμα τραύματα κολλᾷ ῥᾳδίως καὶ μᾶλλον ἐπὶ τῶν σκληρῶν σωμάτων ἤπερ ἁπαλῶν τε καὶ γυναικωδῶν καὶ παιδίων, ὁποῖα καὶ τὰ τῶν εὐνούχων ἐστὶν, ἀνιέμενόν τε δι’ ἐλαίου κικίνου ἢ παλαιοῦ, καὶ ἔμμοτον ἐπιτιθέμενον θαυμαστὸν ὅπως πέττει τὰ δυσιατότατα τῶν ἑλκῶν, ὅσα μηδ’ ὅλως πῦον. ἐργάζεται. κολλᾷ δὲ καὶ κόλπους καὶ σύριγγας προστέλλει καὶ ξηραίνει καὶ κλείει τελέως. καὶ ὅταν γε ταῦτα καλῶς ἐργάζεσθαι βουληθῇς αὐτὸ, δι’ ὄξους δριμυτάτου τὰ μεταλλικὰ τρῖψον ἡμέραις πλείοσι καὶ μᾶλλον
521
ἐν ἡλίῳ. καὶ τὴν λιθάργυρον δ’ ὡσαύτως τρίψας καὶ ξηράνας, εἶτα μίξας τῷ ἐλαίῳ καθ’ ὃν εἴρηται τρόπον ἕψε. πρὸς μέντοι τὰ δυσεπούλωτα τῶν ἑλκῶν οὐκ ἀναγκαῖον οὕτως κατειργάσθαι τὰ μεταλλικὰ καὶ τὴν λιθάργυρον ἐν τῇ τρίψει. καὶ γὰρ καὶ χωρὶς τούτων ἐπουλωτικώτερον γίνεται. προσέμβαλλε δ’ αὐτῷ τηνικαῦτα καὶ διφρυγοῦς οὐγγίαν καὶ χρυσοκόλλης οὐγγίαν. βάλλεται δὲ οὐχ ἅμα τῇ λεπίδι καὶ τῷ ἰῷ ταῦτα, καθάπερ οὐδ’ ὅταν ἑφθὸν ἤδη τελέως ᾖ τὸ φάρμακον, ἀλλ’ ἐν τῷ μεταξὺ καιρῷ. τοσαύτης γὰρ ἑψήσεως δεῖται τὰ τοιαῦτα τῶν φαρμάκων, ὡς ἀκριβῶς ἑνωθῆναι τοῖς προϋπάρχουσιν, ὃ διὰ συμμέτρου γίγνεται χρόνου μήτε λίαν πολὺ πρὸ τῆς ἄρσεως τῆς κακκάβης μήτ’ ἐγγὺς αὐτῆς. καὶ μόνη μὲν οὖν ἡ ἔμπλαστρος αὕτη σύριγγάς τε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα κολλᾶν ἐστιν ἱκανή. συνεργεῖ δ’ αὐτῇ καὶ σπόγγος καινὸς μὴ σκληρὸς, οἴνῳ παλαιῷ βεβρεγμένος. ἡ δ’ ἐπίδεσις ἐπὶ τῶν κόλπων, ἀπὸ τοῦ πυθμένος γιγνέσθω πρὸς τὸ στόμιον ἀφικνουμένου τοῦ ἐπιδέσμου, καθότι δηλωθήσεται σαφέστερον ἐν τῷ περὶ συρίγγων λόγῳ.

522

[Περὶ τῶν ἐπουλωτικῶν.] Εἴτ’ ἐπουλωτικὰς εἴτε συνουλωτικὰς ἐθέλεις ὀνομάζειν τὰς οὐλὴν ποιούσας ἐμπλάστρους, ὡσαύτως δὲ καὶ τἄλλα φάρμακα τά τ’ ἐπίπαστα καὶ τὰ διὰ μοτῶν χρήσεως προσφερόμενα, διήνεγκεν ὡς οὐδὲν πρὸς τὰς ἰάσεις αὐτῶν, εἰ μεμνημένος εἴης τῆς δυνάμεως, ὁποίας εἶναι προσήκει τῶν τοιούτων φαρμάκων, εἰρημένης ἅμα ταῖς ἄλλαις ἁπάσαις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ὅσῳ γὰρ αἱ κολλητικαὶ τῶν σαρκωτικῶν ἐδείχθησαν εἶναι ξηραντικώτεραι, τοσούτῳ τῶν κολλητικῶν αἱ ἐπουλωτικαί. πρόκειται γὰρ ἡμῖν ἐν αὐταῖς τὴν γεννηθεῖσαν ἐν τοῖς κοίλοις ἕλκεσι σάρκα δέρμα ποιῆσαι. διὸ καὶ στύφειν χρὴ τὸ τοιοῦτον γένος τῶν φαρμάκων, εἴτ’ ἐπίχριστον εἴτ’ ἐπίσπαστον εἴη. προκείμενον δ’ ἡμῖν ἐνταῦθα τῶν ἐμπλάστρων ἐκείνων μόνον μνημονεῦσαι. καὶ γὰρ τὰ διὰ τῶν μοτῶν ἐπιτιθέμενα φάρμακα τούτων τηκομένων ἐν ῥοδίνῳ ἢ μυρσίνῳ γίγνεται. καὶ μᾶλλόν γε τὸ μύρσινον τοῦ ῥοδίνου χρησιμώτερον, ὅσῳ καὶ στυπτικώτερόν ἐστιν. εἰ δὲ μηδέτερον ἔχοις τούτων, διὰ κυπρίνου καὶ σχινίνου καὶ 

523
μηλίνου τηκτέον· εἰ δὲ μὴ τούτων ἔχοις τι, δι’ ὠμοτριβοῦς ἐλαίου ἢ τοῦ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσιν Σπανόν. ὅταν δὲ μηδὲ τοῦτ’ ἔχῃς, θαλλοὺς ἐλαιῶν ἁπαλοὺς θλάσας, ἐμβαλεῖς ἑτέρῳ τινὶ τῶν ἐπιτυχόντων ἐλαίων. εἰ δὲ καὶ τούτων ἀπορεῖς, ἄμεινον ἐλαίῳ παλαιῷ τήκειν. τὸ γοῦν ξηραντικώτερον γενέσθαι τὸ φάρμακον ἐκ τούτου ἔχοις. οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν ἀφίστανται τῶν ἐκ παλαιοῦ χρόνου πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων ἅπασι τοῖς ἀρίστοις ἰατροῖς καὶ διὰ τοῦτο ἐνδόξων γεγονότων, ὅπως δοκῶσιν αὐτοὶ βέλτιόν τι παρὰ τοὺς ἔμπροσθεν ἔχειν. εἰδέναι δὲ χρὴ τῶν ἐνδόξων φαρμάκων ἃ παρὰ πᾶσιν ἐπῄνηται, τό τε διὰ καδμείας καὶ τὸ διὰ τοῦ λαδάνου φάρμακον ἄριστον εἰς ἐπούλωσιν. οὐ παρὰ πᾶσι δὲ τοῖς ἰατροῖς ἡ τῶν μιγνυμένων ἁπλῶν φαρμάκων ὡμολόγηται συμμετρία. διὰ τοῦτ’ οὖν ἔδοξέ μοι γράψαι τὰς ἑκάστῳ τῶν γραψάντων αὐτὰς ἀρεσκούσας, ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων, ἀρξαμένῳ κατὰ τὸ τρίτον τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.