De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

Οὐκ ἄλλη μέν τίς ἐστι τῆς συνθέσεως αὐτῶν ἡ μέθοδος, ἄλλη δὲ τῆς χρήσεως. αὕτη γὰρ ἡ σύνθεσις, ὡς πρὸς τὴν χρῆσιν ἀναφερομένη γίγνεται, σκοπὸν ἐχόντων τῶν συντιθέντων τὰ φάρμακα τὴν ἐκ τῆς χρήσεως αὐτῶν ὠφέλειαν. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις, οὕτω κᾀν τούτοις ἔνιοι μὲν ἄνευ διορισμοῦ γεγράφασι τὰς χρήσεις τῶν φαρμάκων, οἷον ὅτι πρὸς ὀδύνην ἐπιτήδειόν ἐστιν, οὐκ ἔτι

12.697
προσθέντες ἐπὶ τίνι διαθέσει τῆς ὀδύνης γινομένης. ἔνιοι δὲ καὶ τὰς διαθέσεις ἔγραψαν, οἱ μὲν ἐμπειρικώτερον, οἱ δὲ λογικώτερον· ἐμπειρικώτερον μὲν ὅσοι τοῖς φαινομένοις ἐναργῶς κατὰ τοὺς ὀφθαλμοὺς σημείοις τὸν διορισμὸν ἐποιήσαντο, λογικώτερον δὲ ὅσοι τοῖς ἀμυδρῶς φαινομένοις ἢ μηδ’ ὅλως φαινομένοις. ἐναργῶς μὲν γὰρ φαίνεται ῥεῦμα πολὺ καὶ ὀλίγον, ἄδηκτόν τε καὶ δακνῶδες ἔρευθός τε πλέον ἢ ἔλαττον, ὥσπερ γε καὶ φλέβες ὀλίγου τε καὶ πολλοῦ πλήρεις αἵματος, ὅ τε τῆς φλεγμονῆς ὄγκος ἐλάττων ἢ μείζων, ὥσπερ καὶ αἱ ποικιλίαι τῶν παρὰ φύσιν χρωμάτων, αἵ τε διεξιοῦσαι λῆμαι πλείους ἢ ἐλάττους ἢ μικρότεραι ἢ μείζους. φαίνονται δ’ ἐναργῶς ἡμῖν καὶ αἱ γινόμεναι τραχύτητες ἐν τοῖς βλεφάροις τῶν ὀφθαλμῶν. τί δὲ δεῖ λέγειν, ὅτι καὶ τὰ ἕλκη καὶ αἱ φλύκταιναι κατά τε τοὺς τόπους καὶ τὰ μεγέθη διαφορὰν οὐκ ὀλίγην ἔχουσι καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, καὶ καθ’ ἕτερόν γε τρόπον ἐκ τῶν φαινομένων ἐναργῶς εἰσι καὶ αἱ ὀδύναι. διαφέρουσι γὰρ οὐδὲν, ἄν θ’ ἡμῖν
12.698
ἄν τε τοῖς κάμνουσι φαίνωνται. καὶ γὰρ ὅτι ἀλγοῦσι καὶ ὅπως ἀλγοῦσι δῆλον, ὅτι μετὰ θλίψεως ἢ τάσεως ἢ σφηνώσεως ἢ διαβρώσεως ἤ τινων σφυγμῶν ἀλγοῦσιν, ἡμῖν σαφῶς ἐνδείκνυται. οὐ φαίνονται δὲ οἱ τοιοῦτοι διορισμοὶ, καθάπερ ἔνιοι γράφουσι, πρὸς ῥεῦμα. τὸ δ’ ἀπὸ τῶν ἔνδον τοῦ κρανίου πρὸς ῥεῦμα τὸ ἀπὸ τῶν ἐκτὸς ἢ νὴ Δία τὸ ἀπὸ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν χορηγούμενον. ὅταν τε λέγωσί τινες ἔντασιν ἢ σφήνωσιν ἐν τῷ βάθει τῶν ὀφθαλμῶν εἶναι χυμῶν παχέων ἢ γλίσχρων ἢ πολλῶν, οὐδὲν τούτων σύμπτωμα βαρύνει τοὺς κάμνοντας, ὡς ὀδύνη σφοδρὰ καθ’ ὁτιοῦν μόριον, οὐ γὰρ δὴ κατ’ ὀφθαλμούς γε μόνους γινομένη, ὥστε καὶ ἀποθανεῖν εἵλοντό τινες, ἄμεινον εἶναι τοῦτο παθεῖν ἡγησάμενοι τοῦ δι’ ὅλης ἡμέρας ἀνέχεσθαι τῆς ὀδύνης. ἐμοὶ δὲ ἐν ἄλλοις τέ τισι καὶ τῷ δωδεκάτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται σαφῶς καθόλου περί τε τῆς διαφορᾶς τῶν διαθέσεων ἐφ’ αἷς ὀδυνῶνται σφοδρῶς ἥ τε αἰτία ἑκάστης αὐτῶν. γέγραπται δὲ κᾀν τῷ τρισκαιδεκάτῳ
699
τῆς θεραπευτικῆς μεθόδου πάντα ὅσα γε χρὴ περὶ τῶν ἐν ὀφθαλμοῖς διαθέσεων ἐπίστασθαι τὸν ἰατρὸν, εἰς τὰς ἰάσεις αὐτῶν ἀναγκαῖα. λεχθήσεται δέ καὶ νῦν ἐν κεφαλαίοις βραχέσιν ὅσον αὐτῶν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τουτέστιν ὅσα συνῆπται τῇ τῶν ὑλῶν διδασκαλίᾳ. καὶ γὰρ ὀποὶ καὶ χυμοὶ καὶ σπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν ἐμβάλλεται ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, ὥσπερ γε καὶ τῶν μεταλλικῶν ὀνομαζομένων οὐκ ὀλίγα, τὰ μὲν ἐσχάτως αὐστηρὰ καὶ στρυφνὰ καὶ δριμέα, τὰ δὲ μετριώτερα μὲν τούτων, ὅμως δ’ οὖν ἰσχυρὰ, καθάπερ γε καὶ ἀδηκτότατά τινα ταῖς πλύσεσι γεγονότα.

[Περὶ ἀδήκτων φαρμάκων.] Πομφόλυξ οὖν πεπλυμμένος οὐδενὸς ἀπολείπεται τῶν ἀδηκτοτάτων φαρμάκων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα πρός τε τὰ λεπτὰ καὶ δριμέα ῥεύματα προκεκενωμένης δηλονότι τῆς κεφαλῆς ἅμα τῷ παντὶ σώματι· τὸ μὲν οὖν ὅλον σῶμα πρόδηλον ὅτι διὰ φλεβοτομίας τε καὶ καθάρσεως ἐκκενοῦμεν, ἀποφλεγματισμοῖς δὲ

700
τὴν κεφαλήν. δύναται γὰρ ὁ πεπλυμμένος πομφόλυξ, ὥσπερ καὶ τὸ σπόδιον καὶ τὸ ἄμυλον ἅμα μὲν καὶ ξηραίνειν μετρίως ὑγρότητας, ἅμα δὲ καὶ κωλῦσαι κενοῦσθαι διὰ τῶν χιτώνων τὴν ἐν τοῖς τελείοις ἀγγείοις αὐτῶν περιεχομένην ὑγρότητα περιττὴν, ὡς ὅταν γε πρὶν κεκενῶσθαι τὴν κεφαλὴν, ἐπιῤῥεόντων ἔτι τοῖς ὀφθαλμοῖς ὑγρῶν, ἐμφρακτικοῖς χρήσαιτό τις φαρμάκοις, ὀδύνην τε σφοδρὰν ἐργάσεται διατεινομένων τῶν χιτώνων καὶ ὑπὸ τοῦ πλήθους τῶν περιῤῥεόντων ὑγρῶν καί ποτε ῥῆξιν ἢ διάβρωσιν αὐτῶν ἐμποιεῖ. ἐκ τοῦ αὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις φαρμάκοις ὑπόλεπτον ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς, ἔχον ἐκ περιττοῦ τὸ ἀποπλύνειν τὰς ὑγρότητας, ἐπαλείφειν τε τὰ τραχυνθέντα. τὸ δὲ ἐμφράττεσθαι τοῖς κατὰ λεπτὸν πόροις ὁμοίως ἐκείνοις οὐκ ἔχει, καθάπερ οὐδὲ τὸ ξηραίνειν. ὁ μέντοι τῆς τήλεως χυλὸς ὅσον μὲν ἐπὶ τῇ γλισχρότητι παραπλήσιός ἐστι τῇ λευκῇ τῶν ὠῶν ὑγρότητι, διαφορητικῆς δέ ἐστι δυνάμεως, ὥσπερ δὴ καὶ μετρίως θερμαντικῆς, καὶ διὰ τοῦτο πολλὰς τῶν ὀδυνῶν εἴωθε πραΰνειν.

[Περὶ τῶν δριμέων.] Ἐναντιωτάτη δὲ τῇ τούτων ὕλῃ 

12.701
κατὰ γένος ἐστὶν ἡ τῶν δριμέων ὀπῶν, οἷον τοῦ τε Κυρηναίου καὶ Μηδικοῦ καὶ σαγαπηνοῦ καὶ εὐφορβίου καὶ ἁπλῶς εἰπεῖν ἡ τῶν θερμαινόντων σφοδρῶς ἄνευ τοῦ τραχύνειν οὐ μόνον ἐν ὀποῖς, ἀλλὰ καὶ ἐν χυλοῖς καὶ ἐν σπέρμασι καὶ ἄνθεσι καὶ καρποῖς φυτῶν περιεχομένη.

[Περὶ τῶν ῥυπτικῶν.] Τρίτη δὲ ἐπὶ ταῖς εἰρημέναις ἐστὶν ἰσχυρὰ δύναμις ἡ τῶν ῥυπτικῶν φαρμάκων, ὁποία χαλκοῦ τε λεπίς ἐστι καὶ ἡ κεκαυμένη χαλκῖτις, ὅ τε κεκαυμένος χαλκὸς, ὥσπερ δὴ καὶ τὸ ἄνθος αὐτοῦ καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι.

[Περὶ τῶν σηπτικῶν.] Καὶ παρακείμενον ἄλλο γένος τούτοις ἐστὶ τὸ τῶν σηπτικῶν, ὁποῖόν ἐστιν ἀρσενικόν τε καὶ σανδαράχη τό τε τῆς Ἀσίας πέτρας ἄνθος, ἐπ’ ὀλίγον δὲ τῆς τοιαύτης δυνάμεως καὶ τῷ μίσει μέτεστιν.

[Περὶ τῶν στυφόντων.] Ἄλλο δὲ γένος ἐστὶ φαρμάκων εἰς τὰς ὀφθαλμικὰς δυνάμεις ἐμβαλλομένων ὅσα στύφειν πέφυκε. τὰ μὲν οὖν μετρίως τοιαῦτα τὰς ἐπιῤῥοὰς ἀποκρούεται, τὰ δὲ σφοδρὰ πλέον ὀδυνᾷ, τραχύνοντα τοὺς χιτῶνας

12.702
ἢ τὴν τῶν ἐπιῤῥεόντων ὁρμὴν ἀναστέλλει. μίγνυται δέ ποτε χρησίμως αὐτῶν ὀλίγον ταῖς καλουμέναις ὀξυδερκέσι δυνάμεσι συνάγοντα καὶ σφίγγοντα τὴν οὐσίαν τῶν ὀφθαλμῶν. τὰ δὲ μετρίως στύφοντα χρησιμώτατα μέν ἐστι ταῖς καλουμέναις ὀφθαλμίαις, χρήσιμα δὲ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις διαθέσεσιν ἑλκῶν τε καὶ φλυκταινῶν καὶ ῥευμάτων. ἔστι δὲ τοιαῦτα ῥόδων φύλλα καὶ ἄνθη καὶ χυλὸς ἐρείκης τε καρπὸς, ὅ τε τῆς νάρδου στάχυς, ἔτι τε τὸ τοῦ μαλαβάθρου φύλλον, ὅ τε κρόκος καὶ τὸ λύκιον, ἥ θ’ ὑποκυστὶς ὀνομαζομένη. σφοδροτέρας δὲ τούτων στύψεως ἥ τε ἀκακία μετέχει καὶ τὸ ὀμφάκινον τοῦ γένους τῶν χυλῶν ὄντα καὶ αὐτὰ καὶ τὸ βαλαύστιόν τε καὶ οἱ κύτινοι καὶ αἱ κηκίδες αἱ ὀμφακίτιδες τοῦ γένους εἰσὶ τῶν ἱκανῶς στυφόντων.

[Περὶ πεπτικῶν.] Πεπτικὰ δὲ φλεγμονῶν τε καὶ τῶν ἄλλων διαθέσεών ἐστι φάρμακα, σμύρνα καὶ κρόκος καὶ καστόριον καὶ λιβανωτὸς, ὅ τε τῆς τήλεως ἑψηθείσης χυλὸς,

12.703
ἅπερ καὶ διαφορεῖν πέφυκε, καὶ μάλιστα ἡ σμύρνα. τοιαύτη μέν ἐστιν ἡ τῶν ὀφθαλμικῶν ὕλη, καὶ ὅσοι γε φύσει συνετοὶ τυγχάνουσιν ὄντες, ἐγυμνάσαντό τε τὸν λογισμὸν, οὐδὲν ἔτι δέονται τῆς παρ’ ἐμοῦ διδασκαλίας, αὐτοὶ δυνάμενοι πρὸς ἕκαστον πάθημα τῶν ἐν ὀφθαλμοῖς γινομένων ἐπιτήδειον συντιθέναι φάρμακον. ἐπειδὴ δὲ ὀλίγοι μέν εἰσι τοιοῦτοι, στοχάζεσθαι δὲ χρὴ καὶ τῆς τῶν πολλῶν ὠφελείας, ἄμεινον ἔνδοξέ μοι τὸν περὶ συνθέσεως αὐτῶν λόγον ὁλοκλήρως διελθεῖν, ἐπαναλαβόντι πρότερον ἕνεκα συνόψεως ὧν ἐμνημόνευσα φαρμάκων ἑκάστου, τὴν κοινὴν κατὰ γένος δύναμιν, εἰρημένην μὲν καθόλου κατὰ τὸ πέμπτον ὑπόμνημα τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας καὶ διὰ τῶν ἐφεξῆς δὲ κατὰ μέρος ἐν ἕξ βιβλίοις ἄχρι τοῦ τελευταίου. χρήσομαι δὲ ταῖς προσηγορίαις τῶν ἐν τοῖς φαρμάκοις δυνάμεων, ἃς ἐθέμην ἐν τῇ προειρημένῃ πραγματείᾳ ἕνεκα σαφηνείας, τινὰ μὲν εἶναι λέγων γεώδη ταῖς οὐσίαις, ἄνευ ψύξεως ἐπιφανοῦς ἢ θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα, καὶ τούτων
12.704
αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως ἢ θερμασίας μετέχοντα, τινὰ τινὰ δὲ ὅλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύναμιν. ὅλον δ’ οὖ τὸ γένος αὐτῶν ἐμπλαστικῶν φαρμάκων ὠνόμασα, δύναμιν ἐναντίαν ἐχόντων τοῖς ἐκφρακτικοῖς, ὁποῖος ὅ τε Σάμιος ἀστήρ ἐστι, λεπτομερέστερος ὤν τῆς ἁπλῆς οὕτως ὀνομαζομένης Σαμίας γῆς, ὅ τε πεπλυμμένος πομφόλυξ, ὥσπερ γε καὶ ἡ σποδὸς αὐτοῦ πλυνθεῖσα καὶ ἡ καδμεία κεκαυμένη καὶ πεπλυμμένη. δοκεῖ δέ μοι αὐτῇ μὲν ἔτι βραχύ τι ῥυπτικὸν ἐνυπάρχειν, ἐάν τε μετὰ τὴν καῦσιν, ἐάν τε χωρὶς ταύτης πλυνθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ τι στυπτικὸν, ὥσπερ γε καὶ τῷ μολύβδῳ μετὰ τὸ καυθῆναι καὶ πλυνθῆναι. καὶ γὰρ καὶ τοῦτο τὸ φάρμακον ἀδηκτότατον μέν ἐστιν, ἔχει δὲ βραχύ τι στύψεως. εἴτε δὲ ἀρσενικῶς καλεῖν ἐθέλοι τις εἴτε θηλυκῶς τὴν πομφόλυγα, διήνεγκεν οὐδέν· ὥσπερ γε καὶ τὸ ἄμυλον, ὃ καὶ αὐτὸ πλυνθὲν ἀκριβῶς ἐστιν ἀδηκτότατόν τε καὶ μέσον, ὡς μήτε στύψιν ἔχειν μήτε δριμύτητα, τουτέστι μήτε ψύξεως μήτε θερμότητος μετέχειν. καὶ τὸ ψιμύθιον δὲ πλυνθὲν ἔγγιστα τῆ δυνάμει
12.705
τοῦ κεκαυμένου καὶ πεπλυμμένου μολύβδου γίνεται, σαφές τε διὰ τῆς στύψεως ἐνδεικνύμενον γνώρισμα τελέως ἄποιον, ὡς πρὸς τὴν γεῦσίν τε καὶ ὄσφρησιν φαινόμενον τῆς τε ἀμύλου καὶ Σαμίου ἀστέρος. ἅπαν δ’ οὖν τὸ τῶν τοιούτων γένος φαρμάκων, ἐάν τε βραχεῖαν ἐμφαίνῃ ποιότητα κατὰ γεῦσιν ἢ ὀσμὴν, ἐάν τε μηδ’ ὅλως ἐμφαίνῃ, παραπλησίως τοῖς καθαρωτάτοις ὕδασιν ἄποιον καλεῖται, καὶ μόνον τῷ γεώδει τῆς οὐσίας ξηραίνειν πέφυκε μετρίως. διὸ καὶ χρόνῳ πλέονι τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται, κατὰ τὰς πρώτας ἡμέρας οὐδὲν ὀνινάναι δοκοῦντα. προσφερόμενα δ’ ὅμως ὑπὸ τῶν ἰατρῶν ὡς ἀδηκτότατα, κατὰ τὰς δυσιάτους διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον ἢ καὶ μετὰ διαβρώσεως τοῦ τε κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν δύναται, τῶν μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν 
12.706
δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν, ἐάν τε ἐν τοῖς ὀφθαλμοῖς ᾖ μόνοις εἰς καχεξίαν τοιαύτην ἀφιγμένων τῶν μορίων ὡς διαφθείρειν τὸ ἐπιῤῥέον, ἐάν τε καὶ αὐτὸ τὸ ἐπιῤῥέον μοχθηρὸν ᾖ, ἢ διὰ τὴν κεφαλὴν μόνην ἢ καὶ ὅλον τὸ σῶμα τοιοῦτον ὑπάρχον, ὅθεν καὶ προπαρασκευάζομεν εἰς τὴν ἴασιν ἐπιτήδειον τὸ πεπονθὸς μόριον, ὅλου τε τοῦ σώματος ταῖς καθάρσεσι καὶ ταῖς ἀντισπάσεσι, πρώταις μὲν ταῖς κάτω τοῦ σώματος, ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ ἰνίον τε καὶ τὸ δέρμα τῆς κεφαλῆς. χρώμεθα δὲ καὶ ἀρτηριοτομίαις ἐνίοτε τέμνοντες τὰς ὀπίσω τῆς κεφαλῆς περὶ τὰ ὦτα τεταμένας ἀρτηρίας, ἐκκόπτοντές τε μόριον τῶν ἐν τοῖς κροτάφοις, ὡς μόνον ἡμᾶς ἔτι θεραπεύειν τὴν ἐν τοῖ χιτῶσι τῶν ὀφθαλμῶν γεγενημένην διάθεσιν, ἐφ’ ἧς καὶ τὸ διὰ τῶν φλεβῶν ἐπ’ αὐτοὺς παραγινόμενον αἷμα χρηστὸν διαφθείρεται. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν μόνας φαίνεται τὸ τῶν προειρημένων φαρμάκων γένος, ἀδήκτως ξηραῖνον τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν, ἥτις, ὡς ἐλέχθη, διαφθείρει τὸ ἐπιῤῥέον. ἡ μὲν γὰρ τῶν στυπτικῶν
12.707
δύναμις οὔτε ξηραίνει τὴν τοιαύτην διάθεσιν, ἐπέχει τε τῶν δακνωδῶν ἰχώρων τὰς ἐκροάς. ἡ δὲ τῶν θερμῶν καὶ δριμέων οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ συναυξάνει τὴν ποιότητα τῶν δακνωδῶν χυμῶν, ἡ δὲ τῶν χαλαστικῶν τε καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γεννώμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀναστρέφειν ἢ ἐπουλοῦν οὔτε τὸ προπεπτωκὸς προστέλλειν τε καὶ κατακλείειν. ὥσπερ οὐδ’ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις ἀγαθὸν οὐ σμικρὸν ἔχει. κρόκος δέ ἐστιν, ὡς ἔφην, καὶ σμύρνα καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων φαρμάκων. τί δεῖ λέγειν ἔτι περὶ τῶν ὀξείας ἢ πικρὰς ἐχόντων δυνάμεις φαρμάκων, ὡς δακνώδη τε καὶ παροξυντικὰ τῶν τοιούτων ἐστὶ διαθέσεων, ἐπὶ πλέον δ’ αὐτῶν ἥκει κακίας τὰ νιτρώδη δύναμιν ἢ ἁλμυρὰν ἢ αὐστηρὰν ἔχοντα. ὑπόλοιπον οὖν ἐστι γένος ἐκθεραπεύειν δυνάμενον ἕλκη μετὰ ῥεύματος δριμέος, ὅσα διῆλθον ἀρτίως ἀδήκτων φαρμάκων, ἐν πλέονι χρόνῳ τὴν κακοχυμίαν τοῦ πεπονθότος μορίου ἐκδαπανῶντα. καλεῖται
12.708
δὲ παρὰ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια λιβιανὰ καὶ κύκνοι, διὰ μὲν τὴν χρόαν λευκὴν οὖσαν, ὡς οἱ κύκνοι, κρατοῦντος ἐν αὐτοῖς ἀμύλου τε καὶ γῆς Σαμίας καὶ ψιμυθίου τοῦ Ῥοδιακοῦ. καὶ γὰρ καὶ ἄλλως ἄριστον τοῦτο καὶ τῇ χρόᾳ λευκότερόν τε καὶ κουφότερον καὶ λεπτομερέστερον τῶν ἐν τῷ ἑτέρῳ τινὶ χωρίῳ γινομένων. ἐν οἷς δὲ ἐπικρατεῖ τὰ ἄλλα φάρμακα, τὴν χρόαν ἐργάζεται κατὰ τὴν ἑαυτῶν οὐσίαν, ὥσπερ εἴ τις τῷ λευκῷ χρώματι μίξειεν ὀλίγον κυανοῦν. ταῦτα δὲ τὰ κολλύρια διὰ τοῦτο ἀποτρίβουσί τινες ταῖς ἀκόναις ἐπιστάζοντες ἐκ τῶν τιτθῶν εὔχυμον γάλα, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστικόν. ἐν δὲ τῷ γάλακτι περιεχομένου τινὸς ὀῤῥώδους ῥυπτικοῦ, σύμμετρος ἡ χρῆσις αὐτοῦ γίνεται τῇ προκειμένῃ θεραπείᾳ. δέδεικται γὰρ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου ῥυπτικῶν ἀδήκτων δεόμενα τὰ πληρωθησόμενα τῶν ἑλκῶν. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψήματος ἄμεινον ἀποτρίβειν τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι καὶ ταύτης, ὃ μηδ’ ὅλως μέτεστι τοῖς ὠοῖς.

12.709

[Περὶ τραχωμάτων.] Οὐσῶν δὲ δυσιάτων τῶν εἰρημένων διαθέσεων, ὑπερβάλλουσι χαλεπότητι προσγενόμεναι τῶν βλεφάρων αἱ τραχύτητες, ὑφ’ ὧν καὶ κατὰ τὰς ὀφθαλμίας οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται κοπτόμενοι. ἀλλ’ ἐπ’ ἐκείνων μὲν τολμῶμεν τοῖς ἰδίοις τῆς φλεγμονῆς φαρμάκοις μιγνύναι τι βραχὺ τῶν ῥυπτικῶν, ὁποῖόν ἐστι τὸ δι’ οἴνου τραχωματικὸν κολλύριον, ὡς καταστεῖλαι μὲν πρῶτον ὅσα τοῖς βλεφάροις ἐπετράφη, ἀφλεγμαντοτέρων δὲ γενομένων τῶν; κατὰ τῶν ὀφθαλμῶν ἀποῤῥύψαι τὰς τραχύτητας. ἐπὶ δὲ τῶν ἕλκους ἐχόντων μετὰ ῥεύματος δακνώδους οὐχ οἷόν τε τοιούτῳ χρήσασθαι φαρμάκῳ, διαβρωθήσεται γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴς ἥ τε τοῦ ῥαγοειδοῦς πρόπτωσις ἔσται μείζων, ὀδύνη τε σφοδρὰ καταλήψεται τὸν ἄνθρωπον, ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. καταστάντες οὖν εἰς ἀπορίαν τῆς τοιαύτης ἐπιπλοκῆς τῶν παθῶν οἱ ἰατροὶ μόνην ἐξευρήκασι βοήθειαν, ὡς ἐν ἀπόροις ἐκστρέφοντες τὰ βλέφαρα διαῤῥύπτειν αὐτὰ καὶ ἀποσμᾷν ἄνευ φαρμάκων, ἔνιοι μὲν αὐτῷ τῷ κυαθίσκῳ τῆς σμίλης ἐπιπολῆς

12.710
ἀποξύοντες, εἶτα σπόγγῳ μαλακῷ τὸ ἀποῤῥέον ἐκλαμβάνοντες, προστέλλοντές τε τὰ βλέφαρα τὸ λοιπὸν τῆς τραχύτητος. ἔνιοι δὲ καὶ δέρματα θαλαττίων ζώων τινῶν ἐπιπολῆς τραχέα συμμέτρως εἰς τὴν τοιαύτην χρείαν παραλαμβάνουσιν. εἷς δέ τις τῶν ἐμῶν διδασκάλων καὶ κολλύριον ἐποίησε διὰ κισσήρεως καὶ τὰς τραχύτητας ἀπέῤῥυπτεν, ἐκστρέφων τὰ βλέφαρα. πρόδηλον δ’ ὅτι λελειῶσθαι τὴν κίσσηριν ἀκριβῶς χρὴ, κᾀπειδὰν τοῦτο γένηται διὰ τραγακάνθης ἢ κόμμεως ἀναπλάττεσθαι. παυομένου δ’ ἐν τῷ χρόνῳ διὰ τῶν εἰρημένων κολλυρίων τοῦ ῥεύματος, ἐπιτολμῶμεν ἤδη τὰ ῥυπτικὰ τῶν φαρμάκων προσφέρειν τοῖς βλεφάροις ὀλίγον τι μιγνύντες αὐτῶν τὸ κατ’ ἀρχὰς, εἶτ’ ἐὰν τοῦτο φέρειν ὁ ἄνθρωπος φαίνηται κατὰ βραχὺ παροξύνοντες. ἐπειδὰν δὲ καὶ τὸ ῥεῦμα ξηρανθῇ καὶ τὰ βλέφαρα μετρίως ἔχῃ τὴν πλήρωσιν τῶν κοίλων ἑλκῶν, τῷ διὰ λιβάνου κολλυρίῳ ποιούμεθα, μιγνύντες αὐτῷ κατ’ ἀρχὰς μὲν ὀλίγιστον τοῦ δι’ οἴνου, κατὰ βραχὺ δὲ τὴν μίξιν αὐξάνοντες, ὥστε τὰ βλέφαρα 
12.711
μηκέτι ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, ἀκριβῶς τε τὰ ἕλκη καθαρὰ γενόμενα πληροῦσθαί τε καὶ συνουλοῦσθαι. περὶ μὲν οὖν τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν δ’ ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς παθῶν τε καὶ φαρμάκων.

[Περὶ ὀφθαλμίας.] Ἄρξομαι δὲ ἀπὸ τοῦ συνεχεστάτου γινομένου πάθους ἐν τοῖς ὀφθαλμοῖς, ὃ καλοῦσιν ἰδίως ὀφθαλμίαν. ἔστι δ’, ὡς ἐμάθετε, φλεγμονὴ τοῦ περιοστίου τε καὶ περικρανίου καλουμένου χιτῶνος ἢ ὑμένος ἤ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. καλοῦσι δὲ τὸν αὐτὸν τοῦτον ἐπιπεφυκότα, διότι τοῖς ἄλλοις ὅσοι τὸν ὀφθαλμὸν αὐτὸν συνιστῶσι χιτῶσιν ἐπιπέφυκεν ἔξωθεν, σύνδεσμος ὤν καὶ αὐτὸς ὅλῳ τῷ ὀφθαλμῷ, πρὸς τὰ περικείμενα τῶν ὀστῶν, καὶ διὰ τοῦτο συνεπαίρεται τὰ πέριξ τῶν ὀφθαλμῶν ἄχρι τῶν μήλων ἐνίοτε κατὰ τὰς σφοδροτέρας ὀφθαλμίας. εὔδηλον οὖν ὅτι τὰ θεραπεύοντα φάρμακα τὸ τοιοῦτο πάθος ὑποπεπτωκέναι μὲν χρὴ πάντως τῇ κοινῇ τῶν πάντων. θεραπείᾳ

12.712
φλεγμαινόντων, προσειληφέναι δέ τι καὶ τῆς τοῦ μορίου φύσεως, εὐπάθειαν ἐξαίρετον ὑπὲρ πᾶν τὸ καθόλου τοῦ σώματος δέρμα διά τε τὴν εὐαισθησίαν καὶ τὴν ἀραιότητα τῆς οὐσίας προσειληφότος. ἀποκρουστικὰ δὲ παραληπτέον φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στύψιν, ἀλλὰ μετριώτερα μὲν αὐτὰ κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπιμιξίᾳ δὲ παρηγορικῆς ὑγρότητος ἔτι καὶ μᾶλλον τοιαῦτα γινόμενα. παρηγορικὰς δὲ ὑγρότητας ἔφην ὠοῦ τε τὸ λευκὸν καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ πρὸς τούτοις ἔτι τὸ γάλα. προνοεῖσθαι δὲ ὅταν αὐτὸ χρὴ τοῦ νέας ἅμα καὶ εὐχύμου γυναικὸς εἶναι τοῦτο, τῶν τιτθῶν ἐκθλιβομένων ἐπὶ τὴν ἀκόνην, ἐφ’ ἧς ἀποτρίβεται τὸ κολλύριον, ὅπως ἔτι χλιαρὸν ἐγχέηται τοῖς ὀφθαλμοῖς. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν σφοδρῶς ὀδυνωμένων ἢ διὰ μέγεθος φλεγμονῆς ἢ διὰ δριμύτητα τῶν ἐπιῤῥεόντων ὑγρῶν ἀναγκαζόμεθα πράττειν, ὡς τὸ πολὺ δ’ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων, ἐκθεραπεύειν τὰς ὀφθαλμίας διὰ τῶν καλουμένων μονοημέρων κολλυρίων. οὕτω γὰρ
12.713
οὐκ ὀλιγάκις ταῦτα μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ καλουμένῳ ναρδίνῳ κολλυρίῳ, πρὸς ἀποκατάστασίν τε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμιγνύναι δ’ αὐτῷ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν δριμέων καὶ σταλτικῶν ὀνομαζομένων, κατὰ δὲ τὴν δευτέραν βραχύ τι τοῦδε πλεῖον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ τοῦ βαλανείου. τὰ δ’ οὖν μονοήμερα καλούμενα κολλύρια ἔνια μὲν ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπασιν ὀλίγην ἢ οὐδ’ ὅλως ἔχοντα προσείληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει μετρίως καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ σμύρνα καὶ λύκιον Ἰνδικὸν, καὶ καστόριον δὲ καὶ λιβανωτὸς ἄνευ τοῦ στύφειν πέττει τε ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα πλεῖστον μὲν εἶναι χρὴ τὸ ὑγρὸν
12.714
τοῦ αὐτοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δ’ ἂν ὅ τε κρόκος καὶ ἡ σμύρνα καὶ τὸ καστόριον, ὅ τε λιβανωτὸς καὶ τὸ λύκιον ἐπικρατῇ βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρμάκῳ. πυρίᾳ τε χρηστέον πάντως ἐπ’ αὐτοῖς διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον ὀδυνώμενοι τυγχάνοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις ἡμέραις ταῖς θεριναῖς. ἡ πυρία δὲ δι’ ἀφεψήματος γινέσθω μελιλώτου καὶ τήλεως. περὶ μὲν οὖν ὀφθαλμίας αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ἑλκῶν ἐφεξῆς ἐρῶ.