De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ε΄. Περὶ Ἰουδαϊκοῦ.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρότερος τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γινόμενος, λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ κατὰ τὸ σχῆμα καὶ γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζουσι δ’ αὐτὸν ἀπὸ τῆς χώρας ἐν ᾗ γεννᾶσθαι πέφυκεν Ἰουδαϊκὸν, καὶ χρῶνται πρὸς τοὺς ἐν τῇ κύστει λίθους, ἀνιέντες μὲν ἐπ’ ἀκόνης, ποτίζοντες δὲ δι’ ὕδατος θερμοῦ κυάθων τριῶν. ἡμεῖς δ’ ἐφ’ ὧν ἐπειράθημεν οὐδὲν ἤνυσεν ὡς πρὸς τοὺς ἐν κύστει λίθους, ἐπὶ δὲ τῶν ἐν νεφροῖς συνιμένων ἐστὶ δραστήριος.

[στ΄. Περὶ πυρίτου.] Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων ἐστὶν καὶ ὁ πυρίτης ὀνομαζόμενος, ᾧ χρώμεθα μιγνύντες ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δ’ αὐτῇ καὶ ὁ

200
σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πτύον μὲν πολλάκις, ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις τῶν μυῶν γενομένη διεφορήθη. κεκόφθαι δὲ καὶ λελειῶσθαι πάνυ σφόδρα χρὴ τοὺς λίθους ἅπαντας ὅταν εἰς χρῆσιν ἄγωνται, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις. εἰ μὴ γὰρ χνοώδεις γεννηθεῖεν ὡς εἰς τὸ βάθος καταδύεσθαι τῶν σωμάτων οἷς προσφέρονται, παραπλήσιοι μενοῦσι ταύταις ταῖς θαλαττίαις τε καὶ ποταμίαις ψάμμοις, αἵτινες καὶ αὐταὶ τὴν μὲν κοινὴν ἁπάντων λίθων δύναμιν ἔχουσιν. ξηραίνουσι γοῦν τὴν ὕποιδόν τε καὶ ὑδερώδη σάρκα, κατακλινομένων ἐν αὐταῖς τεθερμασμέναις τῶν καμνόντων. οὐ μὴν εἰς ἄλλο γέ τι χρώμεθα αὐταῖς, ὥσπερ τοῖς προειρημένοις εἰς ὀφθαλμικάς τε καὶ σταλτικὰς αἵματος καὶ ῥοῦ γυναικείου δυνάμεις, ἔτι τε κολλητικὸν ἑλκῶν, ἐπουλωτικόν τε καὶ σαρκωτικόν. ὅσοι γὰρ αὐτῶν οὐκ εἰσὶ δριμεῖς, εἰς ταῦτα πάντες εἰσὶ χρήσιμοι, καθάπερ οἱ δριμεῖς, ὧν ὕστερον ἐμνημόνευσα, πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι
201
καὶ ἀφελεῖν, λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι καὶ τῆξαι.