De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Περὶ λίθων. [α΄. Περὶ ἐνεργουσῶν ποιοτήτων τῶν λίθων.] Τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ τέγγεσθαι. δυνάμεις δ’ ἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως δ’ ἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν ὁ λόγος ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ ἡ τῆς χρήσεως αὐτῆς μέθοδος. ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις ἀμέθοδοί τ’ εἶναι καὶ ἄλογοι καὶ δι’ ἐμπειρίας μόνης γινωσκόμεναι. διὰ τί γὰρ ἥδε ἡ λίθος ἁψαμένη τραύματος αἱμοῤῥαγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν· διὰ τὶ μέντοι τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν

193
γοῦν ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἀποτρίψας μεθ’ ὕδατος αὐτὸν εἰς πάχος μέλιτος ἐθελήσῃς γεύσασθαι, στυφούσης αἰσθήσῃ δυνάμεως. ἔμαθες δ’ ὅτι τὰς αὐξανομένας ἔτι φλεγμονὰς, καὶ μάλιστα ἐν νευρώδεσι μορίοις, ἀποκρούεσθαι δεῖ τοῖς στύφουσι φαρμάκοις. ὅταν δὲ μηκέτ’ ἐπιῤῥέῃ τὸ αἷμα τῷ μέρει, προσμιγνύναι τοῖς στύφουσιν τὰ διαφοροῦντα, καὶ κατὰ βραχύ γε μεταβαίνειν ἐπ’ αὐτὰ μόνα. περὶ μὲν οὖν τῶν τοιούτων δυνάμεων ἐν ταῖς λίθοις ἐροῦμεν, ἀναμνήσαντες πρότερον ὧν ἐπὶ πλεῖστον διήλθομεν ἐν τοῖς πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσιν τῇ φωνῇ. τούτων γὰρ ἔνιοι λίθον ἀῤῥενικῶς οὐκ ἐπιτρέπουσι λέγειν, ἀλλ’ ἐὰν εἴπῃς, ἔμβαλλον τὸν λίθον ἐπὶ τὸν κύνα, κεκράγασιν ὡς αὐτοὶ πεπληγμένοι λίθῳ τὴν κεφαλήν· ὥσπερ γε καὶ ἂν τὸν δρῦν εἴπῃ τις, ὡς ξύλῳ πεπληγότος ἐκβοῶσιν. ἐὰν οὖν ἐκείνοις τις πειθόμενος τὰ συνήθη τοῖς ἰατροῖς ὀνόματα μεταῤῥυθμίζῃ, τὴν λίθον λέγων τὴν αἱματῖτιν καὶ τὴν πυρῖτιν καὶ τὴν γαλακτῖτιν καὶ τὴν σχιστὴν, ὡς περίεργός τε καὶ παράσημος καταγνωσθήσεται, 
194
πάντων ἐξ ἔθους ἤδη παλαιῶν λεγόντων ἀῤῥενικῶς τὰς διαφορὰς αὐτῶν, αἱματίτην, πυρίτην, γαλακτῖτην, μελιτίτην, γαγάτην, σχιστὸν, Φρύγιον, Ἀράβιον, Μεμφίτην. ἔμπαλιν δὲ τὴν πέτραν λέγουσιν θηλυκῶς, οὐ τὸν πέτρον ἀῤῥενικῶς. Ἀσίαν οὖν πέτραν ὀνομάζουσιν, οὐκ Ἄσιον πέτρον, τὸν λίθον Ἄσιον. οὕτως δὲ καὶ Ἀσίας πέτρας ἄνθος, ἐκ πέτρας δὲ κεκαυμένης φασὶ γίνεσθαι τὴν τίτανον. ὅ γε μὴν Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς οὐκ ἐκ πάσης λίθου φασὶ γίγνεσθαι τὴν τίτανον, ἀλλ’ ἐκ μόνης γε τῆς πέτρας, ὀνομάζοντες οὕτως κατ’ ἐξοχὴν τῶν λίθων μίαν τὴν σκληροτάτην. ἐγὼ γοῦν ἐξεπίτηδες εἴωθα, μεταβάλλων τὰ ὀνόματα, λέγειν ἑκατέρως ἅπαντα τὰ τοιαῦτα, περὶ ὧν ἀχρήστως ἐρίζουσιν ἔνιοι, δεικνὺς ἔργῳ μηδὲν βλαπτομένην τὴν σαφήνειαν τῆς ἑρμηνείας, ὁποτέρως ἄν τις εἴπῃ. θαυμαστὸν δ’ οὐδὲν τοὺς ἀγνοοῦντας ὅτι τῆς κατὰ φύσιν ἑρμηνείας ἤτοι μίαν μόνην ἀρετὴν θετέον εἶναι τὴν σαφήνειαν, ἢ πρώτην γε τῶν ἄλλων ἁπασῶν καὶ ἀρίστην, εἰς τοσούτους λήρους
195
ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι θυίαις ἢ ἀκόναις εἰς χυλὸν ἀναλύονται.

[β΄. Περὶ αἱματίτου, γαλακτίτου καὶ μελιτίτου.] εἷς δέ τίς ἐστι τῶν τοιούτων καὶ ὁ καλούμενος αἱματίτης, ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ γε καὶ ὁ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος φαίνεται γάλακτι. παραπλήσιον δ’ αὐτῷ κατὰ τὴν χρόαν τὸν χυλὸν ἐργαζόμενος ὁ μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὁ μὲν γλυκὺς ἅπας χυλὸς ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, ὁ δὲ στύφων ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν ὁ μὲν αἱματίτης λίθος τοσοῦτον τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, ὁ δὲ μελιτίτης σύμμετρον θερμότητα, μέσην δ’ ἀμφοῖν κρᾶσιν ὁ γαλακτίτης. εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δ’ ἂν αὐτῷ χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονὴ τοιαῦτ’ εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος, ἢ μᾶλλον

196
ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’ ὕδατος. ἄρχου δ’ ἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγχέων, ὅταν δ’ ὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθ’ ὑποβολὴν ἢ ἐκτροπὴν τοῦ βλεφάρου. ὁ δ’ αὐτὸς οὗτος λίθος ὁμοίως ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ μόνῳ καθ’ αὑτόν. ἐγὼ δ’ ἐφ’ ὧν εἶπον ἐχρησάμην, ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς, ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι δ’ ἐγχυματιζόμενος ἢ ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ τοῦτο τῇ πείρᾳ.