De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[λθ΄. Περὶ πτέριδος καὶ θηλυπτερίδος.] Πτέρις ῥίζαν μάλιστ’ ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη

110
δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης. ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν ἔχει.

[μ΄. Περὶ πυκνοκόμου.] Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως, ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν φύλλα φύματά τε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι καὶ τὸ διὰ τοῦ κριθίνου· καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι τῆς ξανθῆς καθαρτική.