De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[λ΄. Περὶ κλινοποδίου.] Κλινοπόδιον θερμαντικῆς ὑπάρχει δυνάμεως, οὐδέ πω καυστικῆς. ἔστι δὲ καὶ λεπτομερὲς 

31
τὴν οὐσίαν καὶ θείη ἄν τις αὐτὸ τῆς τρίτης τάξεως ἔν τε τῷ θερμαίνειν καὶ ξηραίνειν.

[λα΄. Περὶ κληματίδος.] Κληματίδος τὰ φύλλα δριμείας τε καὶ καυστικῆς ἐστι δυνάμεως, ὥστε καὶ λέπρας ἀποδέρειν. εἴη ἂν οὖν ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων ἀρχομένης. ὀνομάζεται δὲ κληματὶς καὶ τὸ δαφνοειδὲς, ὅπερ ἔνιοι μυρσινοειδὲς, ἔνιοι δὲ πολυγονοεδὲς καλοῦσιν. ἀλλ’ οὐκ ἔστιν ἑλκωτικὸν οὐδὲ δριμὺ, καθάπερ τὸ προειρημένον, ἀλλὰ διαῤῥοίας καὶ δυσεντερίας ὠφελεῖ μετ’ οἴνου πινόμενον. ὀδόντων τε ἀλγήματα διαμασώμενον πραΰνει, καὶ τὰς τῶν ὑστερῶν ὀδύνας ἐν πεσσῷ προστιθέμενον ὠφελεῖ, τοσοῦτον ἀποδεῖ τοῦ καίειν, ἢ ἑλκοῦν, ὡς τὸ πρότερον. ἀλλ’ ὅ γε θαυμασιώτατος Πάμφιλος, ὥσπερ τὰ ἄλλα πάντα ληρεῖ, περὶ ὧν οὐκ οἶδε γράφων, οὕτω καὶ ταῦτα ἄμφω συνέχεεν ἐς ταὐτόν. Διοσκουρίδης δ’ ἀμφοῖν ἐν τῷ τετάρτῳ μέμνηται, τοῦ μὲν ἁπλῶς ὀνομαζομένου κληματοειδοῦς ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου, θατέρου δὲ κατὰ τὴν ἀρχήν. ὅθεν οὐδ’ ἐμὲ χρὴ

32
γράφειν ἔτι τὰς ἰδέας ἀμφοῖν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἄλλων ἐποίησα.

[λβ΄. Περὶ κνίκου.] Κνίκου τῷ σπέρματί πρὸς τὰς καθάρσεις μόνον χρώμεθα., τῆς τρίτης γάρ ἐστι τάξεως τῶν θερμαινόντων, εἴ τις ἔξωθεν αὐτῷ χρῆσθαι βούλοιτο.

[λγ΄. Περὶ κόκκου Κνιδίου.] Κόκκος Κνίδιος καθαίρει μὲν καὶ αὐτὸς, δριμείας δ’ ἐστὶ καὶ καυστικῆς δυνάμεως.

[λδ΄. Περὶ κόκκου βαφικοῦ.] Κόκκος βαφικὸς στυπτικὴν μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, ξηραίνει δ’ ἀμφοτέραις ἀδήκτως, καὶ διὰ τοῦτο πρός τε τὰ μεγάλα τῶν τραυμάτων ἁρμόττει καὶ πρὸς τὰς τῶν νεύρων τρώσεις. λειοῦσι δ’ αὐτὴν ἔνιοι μὲν σὺν ὄξει τηνικαῦτα, σὺν ὀξυμέλιτι δ’ ἄλλοι.

[λε΄. Περὶ κοκκυμηλέας.] Κοκκυμηλέας ὁ καρπὸς ὑπάγει γαστέρα, καὶ πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς δ’ ἧττον. Διοσκουρίδης δ’ οὐκ οἶδ’ ὅπως τὰ Δαμασκηνὰ κοκκύμηλα ξηρανθέντα φησὶν ὑπέχειν γαστέρα. ὑπάγει μὲν γὰρ καὶ ταῦτα σαφῶς, ἀλλ’ ἧττον τῶν ἐκ τῆς Ἰβηρίας.

33
ἔστι δὲ τὰ μὲν Δαμασκηνὰ στυπτικώτερα, τὰ δ’ ἐκ τῆς Ἰβηρίας γλυκύτερα, καὶ δὴ καὶ τὰ δένδρα τοῖς καρποῖς ἀνάλογον. ἧττον μὲν στυπτικὰ τὰ κατὰ τὴν Ἰβηρίαν, μᾶλλον δὲ τὰ κατὰ τὴν Δαμασκόν. ἁπλῶς δ’ εἰπεῖν ὧν ἐν τοῖς φύλλοις ἢ τοῖς βλαστοῖς ἐμφαίνεταί τις στύψις σαφὴς, ταῦτα ἀφεψόμενα διάκλυσμα γίγνεται τῶν περὶ γαργαρεῶνα καὶ παρίσθμια φλεγμονῶν. ὁ δὲ τῶν ἀγρίων καρπὸς στυπτικὸς ἐναργῶς ἐστι καὶ σταλτικὸς γαστρός. ὀνομάζεται δὲ τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦμνον. τὸ δὲ κόμμι τοῦ δένδρου φασὶν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι θρυπτικὸν, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παίδων, καὶ εἴπερ αὐτὸ ποιεῖ, δῆλον ὡς τμητικῆς τε καὶ λεπτομεροῦς μετέχει δυνάμεως.