Quos quibus catharticis medicamentis et quando purgare oporteat

Galen

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, Kühn, Cnobloch, 1826

Τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ, καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον ἕλκειν ἐφιεμένου χυμὸν, τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκοντος, ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον. τοὺς δ’ ὑγιαίνοντας μὲν ἔτι, νοσήσοντας

344
δ’ ἂν, εἰ μὴ κενωθεῖεν, φθάνειν δεῖ κενοῦν εἰσβάλλοντος ἦρος ἤτοι διὰ φλεβοτομίας, εἰ τοῖς πληθωρικοῖς ἁλίσκονται νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖς ἄρθροις εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν δὴ πολλῶν ἐκωλύσαμεν γίνεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τε τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν. ἐνίοις μὲν οὖν συμφέρει τοὺς φλεγματώδεις κενοῦσθαι χυμοὺς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικοὺς, ἐνίοις δὲ τὸ ὀῤῥῶδες περίττωμα κατὰ τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεσθαι παθῶν οὐσίαν. αὐτίκα καὶ μελαγχολίᾳ τις ἁλίσκεται καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦρος μόνον, ἀλλὰ καὶ φθινοπώρου. οὕτω δὲ καὶ γυναῖκα τινὰ καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶ, καρκινώδη διάθεσιν ἐν τῷ μασθῷ ἔχουσαν, ἣν ἰασάμην ἰσχυρῶς κενώσας διὰ φαρμάκου καθαίροντος μέλαιναν χολήν. καὶ εἰ μὴ παραληφθείη ποτὲ
345
ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ ἐγγίνεται. ἐλέφαντα δὲ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διὰ φλεβοτομίας καὶ καθάρσεως ἰασάμην, ἑκάστου δ’ αὐτῷ ἔτους αὖθις ἀρκεῖ μία καὶ τούτῳ κάθαρσις, ἐκλειφθείσης δὲ αὐτῆς, αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελάνων χυμῶν· ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν· ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν. ἄλλος δέ τις ὥρᾳ θέρους ἀεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς, ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν φθάνων ὑφ’ ἡμᾶς καθαίρεσθαι κατὰ τήν τελευτὴν τοῦ ἦρος. οὕτως γὰρ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦν, ὡς τούς γε ἐπιληπτικοὺς, ἀρθριτικοὺς καὶ μελαγχολικοὺς καὶ ὅσοι τ’ ἄλλοι διὰ παχεῖς χυμοὺς νοσοῦσιν, εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι. χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς παχεῖς χυμοὺς καὶ γλίσχρους καὶ τοὺς πόρους δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸ τῶν καθαρτικῶν φαρμάκων ἀναστομοῦν, εἰ ἡ
346
κάθαρσις ἀρίστη μέλλει γίνεσθαι κατὰ πάντα καὶ μάλιστα ἐπὶ τῶν ἑλλέβορον λαμβανόντων. ἡ γὰρ συντονία τῶν σπαραγμῶν ἐκβάλλουσα τοὺς ἐσφηνωμένους δυσλύτως τοῖς πεπονθόσι μέρεσι χυμοὺς καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦσα, ῥᾷον ἀπεργάσεται τοῦτο προλελεπτυσμένων αὐτῶν. εἰ δὲ ἀμελήσουσι τούτων, δυσχερεῖς ἀπαντῶσιν αἱ καθάρσεις, μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τε πολλῆς καὶ κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. τοὺς μέλλοντας δὲ ἑλλέβορον λήψεσθαι προπειρᾶσθαι χρὴ τῆς φύσεως, ὅπως ἔχῃ πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γενέσθω δὲ ἡ πεῖρα διὰ τῶν ἐμετικῶν φαρμάκων, ὅσα μέτρια. ἐὰν γὰρ μὴ ῥᾳδίως φαίνηται καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἑλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσαι. γένοιτο δ’ ἂν τοῦτο καὶ δι’ αὐτῶν καὶ συνεχῶν ἐμέτων, ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἑλλέβορον. γένοιτο δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ σώματα. προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν
347
τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκεν, οὕτως ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία, φυλάττειν τὰς ὑγρότητας. τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ ἥτις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνὴ μήτε δριμεῖα μήθ’ ἁλυκὴ μήτε πικρά. δεδώκαμεν δὲ ἐνίοτε ῥαφανῖδας δι’ ὀξυμέλιτος πήξαντες αὐτὰς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἑλλεβόρου κλῶνας λευκοῦ, καὶ εἴη ἂν ἀσθενὴς ἀφ’ ἑλλεβόρου κάθαρσις ἡ τοιαύτη. οἱ δὲ στέρνον ἔχοντε τὸν θώρακα καὶ διὰ τοῦτο καὶ συντεθλιμμένον, ἀνεπιτηδειότατοι τυγχάνουσιν εἰς τὰς διὰ τῶν ἐμετικῶν φαρμάκων καθάρσεις, τάς τε ἄλλας καὶ μάλιστα τὰς δι’ ἑλλεβόρου τοῦ λευκοῦ. ῥήγνυται γὰρ αὐτοῖς ἀγγεῖόν τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις. χρὴ δὲ καὶ τὸν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω κενοῦν· ἔστιν ὅτε μὴν ἔμπαλιν, εἰ κατὰ μὲν τὴν γαστέρα φλεγματικὸς, ἐν δὲ τοῖς ἐντέροις πικρόχολος ἀθροισθείη, τὸν μέντοι μελαγχολικὸν ἀεὶ κάτω. γέγραπται δὲ κατὰ τοὺς Ἱπποκράτους ἀφορισμοὺς περὶ τῶν ὡρῶν· θέρεος φαρμακεύειν 
348
τὰς ἄνω κοιλίας, χειμῶνος δὲ τὰς κάτω. τὸ δὲ ἀνάλογον ταῖς ὥραις ἐπὶ τῶν χωρῶν σκοπεῖσθαι χρὴ, θερμότητί τε καὶ ψυχρότητι διαιρουμένους· οὕτω δὲ κᾀπὶ τῶν ἡλικιῶν. καὶ μὴν καὶ τὸ ἔθος οὐ σμικρὰ μοῖρα πρὸς ἔνδειξιν κενώσεως. οἱ μὲν γὰρ ἐμεῖν εἰθισμένοι φέρουσιν ἀλυπότερον τὰς διὰ τῆς ἄνω κοιλίας καθάρσεις, οἱ δὲ ἀήθεις οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπὶ ἑλλεβόρου. καὶ τὸ τοῦ νοσήματος δὲ εἶδος σκοπεῖσθαι προσήκει. ἐπὶ μὲν γὰρ τοῦ φλεγματίου ὑδέρου φλέγματος ἀγωγῷ δεῖσθαι τῷ φαρμάκῳ πρότερον μὲν διὰ τῆς κάτω γαστρὸς, εἶτα δι’ ἐμέτων, εἶτα δι’ ἀποφλεγματισμῶν. δι’ ὅλου γὰρ τοῦ σώματος ἐκτεταμένου τοῦ πλεονάζοντος ἁπάσας κενώσεις παραληψόμεθα. ἐπὶ δὲ τοῦ ἀσκίτου ὑδέρου τῶν ὑδραγωγῶν τι δώσομεν φαρμάκων, ὥσπερ γε κᾀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν. ἐκκαθαίρειν δὲ χρὴ καὶ τούτων πολυειδῶς τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ διὰ οὔρων καὶ ὑπερώας καὶ διὰ ῥινῶν. οὕτω δὲ κᾂν ὁ μελαγχολικὸς πλεονάσῃ χυμὸς, ὡς ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ
349
ἐλέφαντι, τὸ τῆς μελαίνης χολῆς κενωτικὸν φάρμακον διδόαμεν, ἐπιληψίας δὲ φλεγμαγωγοῖς καθαίρομεν. ἐξ ὧν δῆλον ὅτι ἡ κατάστασις τῆς νόσου καὶ τὸν κενωθησόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον δι’ οὗ χρὴ κενοῦν αὐτόν. ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶσι, τὴν ἀποκάθαρσιν ποιούμεθα· διὰ μὲν τῆς κάτω γαστρὸς, ὅταν ἐν τοῖς σιμοῖς αὐτοῦ γίνηται τὸ πάθημα, δι’ οὔρων δὲ ὅταν ἐν τοῖς κυρτοῖς. οὕτω δὲ κᾀπὶ τῶν ἄλλων ἐπισκέψῃ, τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ αἰτίας ὁρμᾶται τὸ νόσημα. ταῦτα γάρ σοι καὶ τὸν κενωθησόμενον ἐνδείξεται χυμὸν καὶ τὸν τρόπον τῆς κενώσεως καὶ τὸν τόπον δι’ οὗ χρὴ κενοῦσθαι, καὶ πρὸς τούτοις ἅπασι τὸν καιρόν. ἐν ἀρχῇ μὲν γὰρ τοὺς ὀῤῥώδεις τε καὶ λεπτοὺς κενώσεις χυμούς. ἀναμενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν εἰσὶν ὅ τε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς. καὶ ἀπὸ τῶν παροξυσμῶν δὲ σκοπὸν εἰς ἔνδειξιν τοῦ τρόπου τῆς κενώσεως ἕξεις, ἐκ μὲν τῶν ἄνω ποιούμενος τὰς κενώσεις ἐν τοῖς παροξυσμοῖς, ἐκ δὲ τῶν
350
κάτω κατὰ τὰς καλουμένας ἀνέσεις. καὶ γὰρ αὐτόματα οὕτως ὠφελεῖ, ἐν μὲν τοῖς παροξυσμοῖς ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμοῤῥαγούντων, ἐν δὲ ταῖς ἀνέσεσιν οὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων. φυλάττεσθαι δὲ χρὴ μάλιστα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇς κάτω καθαίρειν πολλά. τῆς γὰρ ῥοπῆς τῶν χυμῶν ἄνω γενομένης ἡ τοῦ καθαίροντος φαρμάκου δύναμις ἐμποδιασθήσεται. ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις ἀεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν, ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ, κατ’ ἀρχὰς οἷόν τε φαρμακεύειν· καὶ αὐτὸ τοῦτο μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως ποιεῖν. κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι τῷ πάντα μὲν τὰ καθαίροντα φάρμακα θερμὰ ταῖς δυνάμεσιν εἶναι, δεῖσθαι δὲ τὸν πυρετὸν ᾗ πυρετός ἐστι κατὰ τὸν αὐτοῦ λόγον οὐχ ὅπως τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ καὶ τῶν ἐναντιωτάτων αὐτοῖς, τῶν ὑγραινόντων τε καὶ ψυχόντων. οὔκουν οὐδ’ αὐτῆς ἕνεκα πυῤῥώδους θερμότητος ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται. ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ
351
βλαπτομένην, ἀλλὰ τῶν ἐργαζομένων αὐτὴν ἕνεκα χυμῶν. χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν κενώσεως γίνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης βλάπτεσθαι τὸ σῶμα πρὸς τῶν καθαρτικῶν φαρμάκων. ἔστι δὲ ἡ ὠφέλεια μείζων, ἐὰν ἀλύπως τε καὶ πᾶς ὁ βλάπτων κενωθῇ χυμός. ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περισκέψασθαι εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν. οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων ὄντες, ὡσαύτως δὲ οἷς ὑποχόνδρια τέταται καὶ πεφύσηται, ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυῤῥώδη, ἢ καί τις αὐτόθι σπλάγχνων φλεγμονὴ, πάντες οὗτοι πρὸς τὰς καθάρσεις ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα καὶ τοὺς χυμοὺς ὡς ἔνι μάλιστα τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτούς τε καὶ ἧττον μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένους τε τοὺς πόρους δι’ ὧν ἡ κάθαρσις μέλλει γενήσεσθαι. ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλομεν τινὰ καθαίρειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, ἢ οὐκ ἐξωτέρω τῆς δευτέρας, μέλλοντων ἡμῶν χρῆσθαι
352
ταῖς καθάρσεσιν ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ ἄρα σχοίη τις καιρὸν μελίκρατον ἄκρατον δοῦναι ποιεῖν, ἐναφεψήσας ὑσσώπου τι ἢ θύμου, ἢ ὀριγάνου, ἢ τραγοριγάνου, ἢ γλήχωνος, ἤ τινος τῶν οὕτω λεπτυνόντων, ὥστ’ εὐλόγως ὀλιγάκις ἐν τοῖς ὀξέσιν νοσήμασι κατ’ ἀρχὰς γενήσεται ἡμῖν χρεία φαρμάκων, τῷ μήτε πολλάκις ὀργᾷν ἐν ἀρχῇ τοὺς λυποῦντας, μήτε εἰ καὶ τοῦτο ὑπάρχει, τοῦ νοσοῦντος ἂν ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ὄντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος ἐπιτήδειον παρασκευάσαι. ὀργᾷν δ’ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήσει σφοδροτέρᾳ γενόμενοι καὶ μεταῤῥέοντες ἀπὸ μορίων εἰς μόρια, κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ὀχλῶσι τὸν ἄνθρωπον, ἀλγοῦντες καὶ ἀσῶντες καὶ γαργαρίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες. τοὺς οὖν τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει. τοὺς δὲ ἤδη καθ’ ἕν τι μόριον ἐστηριγμένους, οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν, οὔτε φαρμακεύειν πρὶν πεφθῆναι. τηνικαῦτα γὰρ καὶ τὴν φύσιν ἕξομεν βοηθοῦσαν τῇ κενώσει. φαίνεται γὰρ αὕτη μετὰ τὰς πέψεις, διακρίνουσά τε τοὺς 
353
χυμοὺς, ἀποθεμένη τε τὸ περιττὸν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσεις γίνονται. ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης, οὐδὲν δεῖ φαρμακείας· μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης, τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας, ἵν’ ἐξ ἀμφοῖν ἡ τοῦ λυποῦντος χυμοῦ γένηται κένωσις, ἀπωθουμένης μὲν τῆς φύσεως, ἕλκοντος δὲ τοῦ φαρμάκου. χρὴ δ’ εἰδέναι ὡς αἱ μεταῤῥύσεις ἄλλοτε εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις γίνονται, τὰ δὲ πλείω ἡσυχάζει καὶ μένει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται καθ’ ὅλον τοῦ νοσήματος τὸν χρόνον ἄχρι λύσεως. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθος ᾖ, ἀλλὰ καὶ μετὰ σφοδροτάτου πυρετοῦ, εὐλαβητέον εἰς τὴν δόσιν τοῦ καθαρτικοῦ φαρμάκου, καὶ μάλισθ’ ὅταν ἀπείρως ἔχῃ τις τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μέν εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ’ ἐπὶ βραχείᾳ πόσει φαρμάκου καθαίρονται δαψιλῶς. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ἦς τῆς τοῦ κάμνοντος φύσεως, ἐπὶ τὴν τοῦ φαρμάκου δόσιν ἀφίξῃ χρώμενος ἑλλεβόρῳ μέλανι ἤ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ’ αὐτὴν συνήθως ὀνομάζουσιν.
354
ποικίλως δ’ αὐτῆς σκευαζομένης, ἡ τὸν ἑλλέβορον εἰληφυῖα, τὴν σκαμμωνίαν δ’ οὐκ ἔχουσα, κάλλιστόν ἐστι φάρμακον ὑπήλατον. μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον συμφέρει τῆς πτισάνης ἐπιῤῥοφεῖν, ὥς φησιν Ἱπποκράτης. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται, κατὰ δὲ τὴν δίοδον ὅ τε στόμαχος ὅσον περὶ τῆς γαστρὸς ὑψηλὸν, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ μεταλαμβάνων μεγάλως βλάπτεται. χρήσιμος οὖν ὁ χυλὸς τῆς πτισάνης ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥῦψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ φαρμάκου πόσει κελεύει τῆς πτισάνης ἐπιῤῥοφεῖν. ἀρξαμένης δὲ τῆς καθάρσεως γίνεσθαι οὐκέτι βούλεται δίδοσθαι πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου. οὐκ ἐκκρίνει δ’ ἡ γαστὴρ ἐνίοτε καθαρτηρίου δοθέντος, ἤτοι διὰ τὴν ἰδιότητα
355
τῆς τοῦ κάμνοντος φύσεως ἢ διὰ τὴν βραχύτητα τοῦ δοθέντος φαρμάκου. πολλάκις δὲ καὶ κόπρος ἐσφηνωμένη σκληρὰ κατά τινα τῶν ἐντέρων, ἐκκενωθῆναι δυναμένη διὰ κλυστῆρος, πρὶν δίδοσθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωσιν. δύναται δὲ καὶ τῆς φύσεως ἐπὶ οὖρα τὴν ὁρμὴν πεποιημένης τὸ καθαρτικὺν μηδὲν ἀνύειν. ἐνίοτε μὲν ὅταν ἀποτύχῃ καθαίροντα, πρὸς τὸ βλάπτειν μηδὲν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζώου, τὰ δὲ ἐπὶ τὸ φθαρτικὸν καὶ δηλητήριον ἐκτρέπεται. πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα καὶ μάλιστα αὐτῆς τὸ στόμα, διὰ τὸ νευρωδέστατον εἶναι καὶ αἰσθητικώτατον ἡ μίξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδὲ ἀκραιφνὴς ἡ δύναμις αὐτῶν ἅπτεται τοῦ σώματος τῆς γαστρός. χρὴ δὲ εἶναι τὰ μιγνύμενα σπέρματα τοιαῦτα, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὥστε καὶ τοὺς παχεῖς χυμοὺς τέμνειν καὶ τὰς ὁδοὺς αὐτῶν, δι’ ὧν ἐκκενοῦνται, διανοίγειν τε καὶ ἀναστομοῦν. δεῖ δὲ
356
ὁμοειδῆ ἀλλήλοις τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν στασιάζειν. ἡ δὲ στάσις αὐτῶν γίνεται, οὐχ ὅταν τὸ μὲν χολῆς, εἰ τύχοι, τὸ δὲ φλέγματος κενωτικὸν, ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν. ἀνώμαλος γὰρ ἡ κένωσις οὕτω γίνεται, προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον, ὅταν ἤδη παύεσθαι δοκούσης αὐτῆς ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνηται.