Κατὰ τὴν αὐτὴν αἰτίαν ἐοίκασιν οἱ παλαιότατοι τῶν ἰατρῶν τὰς πονηρὰς δόξας ἀνελέγκτους ἐᾶσαι, καθ’ ἣν καὶ τῶν νομοθετῶν οἱ ἀρχαιότατοι τὰ μέγιστα τῶν ἁμαρτημάτων ἀτιμώρητα. μετριωτέρας γὰρ οὔσης κατ’ ἐκεῖνον τὸν χρόνον τῆς κακίας καὶ μήτε ἀδικεῖν ἐπιχειρούντων τὰ μέγιστα μήτε ἀναισχυντεῖν ὑπομενόντων τὰ φανερώτατα, πῶς ἄν τις ἢ κόλασιν ὥριζε τοῖς μηδ’ ὅλως γεγενημένοις, ἢ ἔλεγχον ἐπῆγεν οἷς οὐδεὶς ὅλως εἶπεν; ἐπειδὴ δ’ ἐν τῷ χρόνῳ τῆς κακίας αὐξανομένης οὔτε ἀτόλμητον οὐδὲν ἔτι τοῖς
324
ἀνθρώποις οὔτε ἄῤῥητον ἦν, οἱ μὲν νομοθέται πολλοὺς τρόπους καινοὺς ἐξευρίσκουσι τῶν ἐπὶ τοῖς ἀδικοῦσι τιμωριῶν. οἱ δ’ ἀλήθειαν τιμῶντες ἐλέγχων ἰδέας πολυτρόπους ἐπὶ τοῖς σοφισταῖς, ὅπερ νῦν ἐοίκαμεν καὶ ἡμεῖς ἂν δράσειν, ἐξελέγχοντες τοὺς ἀναιροῦντας μὲν τῶν καθαιρόντων φαρμάκων τὴν ἑλκτικὴν δύναμιν ὧν ἐκκενοῦσι χυμῶν, μεταβλητικὴν δέ τινα φάσκοντας ἔχειν ἁπάντων ὁμοτίμως τῶν πλησιαζόντων αὐτοῖς. λέλεκται δ’ οὐδὲν Ἱπποκράτει πρὸς τὴν τοιαύτην δόξαν. οὔπω γὰρ οὔτ’ Ἀσκληπιάδης ἦν κατ’ αὐτὸν, ὁ προφανῶς ἀναισχυντήσας τε καὶ ὥσπερ ἔπαθλόν τινα κατὰ τῆς ἀληθείας ἀποδυσάμενος, οὔτ’ Ἐρασίστρατος, ὁ μετ’ αἰδοῦς μέν τινος, ὅλον δ’ ἀνατρέψας τὸ κεφάλαιον αὐτὸ, ὃ περὶ τῶν καθαιρόντων φαρμάκων φανερῶς ὑπάρχει. τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδεν Ἐρασίστρατος οὐδαμόθεν τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντ’ αὐτῆς χρῆται. μέρος δέ ἐστι τῆς τῶν οἰκείων
325
ἑλκτικῆς δυνάμεως ἡ ἐν τοῖς καθαίρουσι φαρμάκοις, ὥσπερ γε καὶ καθ’ ἣν ἡ χολὴ διακρίνεται καὶ τὸ οὖρον, ἄλλα τε πολλὰ κατά τε τὴν ὑγείαν τῶν ζώων ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ κατὰ τὰς ἰάσεις τῶν νοσημάτων καὶ κατὰ τὰ νοσήματα, ὑπό τε τῶν ἰατρῶν καὶ αὐτῆς τῆς φύσεως οὐχ ἥκιστα. ἐπεὶ τοίνυν Ἱπποκράτης οὐδὲν εἶπεν πρὸς τοὺς ἀναιροῦντας ἐκ τῶν ὄντων τὴν ὁλκὴν, ὅτι μηδὲ προστάτην οὕτως ἰταμὸν ὁ λόγος ἔσχεν, οἷοι πολλοὶ τῶν μετ’ αὐτῶν ἐγένοντο, δίκαιον ἂν εἴη περὶ τῆς ἀληθείας ἀνθ’ Ἱπποκράτους ἡμᾶς ἀγωνίσασθαι καὶ πρῶτον μὲν οἷόν τι λέγουσιν ἀναμνῆσαι τοὺς ἄνδρας, εἶθ’ ἑξῆς ὡς οὐκ ὀρθῶς λέγοντας ἐπιδεῖξαι. ὁ μὲν δὴ λόγος αὐτῶν τοιόσδε. τὸ καθαῖρον φάρμακον, οὗπερ ἂν ψαύσῃ χυμοῦ, τοῦτον εἰς τὴν ἰδίαν ἰδέαν ἀλλοιοῖ, χολὴν μὲν ξανθὴν ἐργαζόμενον, ὅπερ ὀνομάζουσι χολαγωγὸν, ὥσπερ καὶ φλέγμα, ὃ καλοῦσι φλεγμαγωγόν· ὑδατώδη δέ τινα φύσιν ἀποτελοῦν ὃ καλοῦσιν ὑδραγωγὸν, ἄλλο γε μέλαιναν χολὴν ἀποφαῖνον οὗπερ ἂν ἅψηται χυμοῦ.
326
συνελόντα δὲ φάναι, μεταβολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν ταῖς φλεψὶ χυμῶν ἁπάντων, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν, ἡ προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος. ἀλλ’ εἴπερ ταῦτα βούλεσθε, λέγωμεν ἤδη πρὸς αὐτοὺς, ἄν τε χολῆς ἀγωγὸν, ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀῤῥώδους ὑγρότητος λάβῃ τὶς φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν φλεβῶν χυμούς. καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ καθῆραί τινα τοιούτῳ φαρμάκῳ, τοῦ τέμνοντα φλέβα κενῶσαι τὸ αἷμα, καθόσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόν περ ἔμπροσθεν ἐνυπάρχει ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμενόν ἐστιν οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ τῇ συστάσει. τὸ μὲν γὰρ τῶν ὑδατωδῶν ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον ὄντα παχύτατα τὸ δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα καὶ στάσιμα, κᾂν εἰ πρόσθεν ἦν ὑγρότατα. καὶ τοίνυν καὶ ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ’ ἄλλους μέν τινας ἔσται σκοποὺς, κατ’ αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων οὐκ ἔσται. τίνες δ’ ἄλλοι σκοποί; πολλοὶ μὲν
327
ἑτοιμότεροι πρὸς φλεβοτομίαν εἰσὶ τῶν ἄλλων, ἔνιοι δὲ πρὸς κάθαρσιν, ὥσπερ γε καὶ ἄλλοι θᾶττον ὁτιοῦν πάθειεν ἢ φλεβοτομοῖεν. ἔνιοι δὲ ἀποκοπῆναι μᾶλλον ὑπομένουσι μόριόν τι τοῦ σώματος ἢ καταπιεῖν φάρμακον. καὶ μὲν δὴ καὶ τινὲς μὲν ἀνατρέπονται τὸν στόμαχον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, ἕτεροι δὲ ἀλύπως λαμβάνουσιν. ἀπὸ τῶν τοιούτων οὖν σκοπῶν ἐνίους μὲν τῶν ἀνθρώπων φλεβοτομήσομεν, ἐνίοις δὲ τὸ καθαῖρον φάρμακον δώσομεν, οὐκ ἀφ’ ὧν ἐνόμιζον οἱ Ἀσκληπιάδαι, φλεβοτομίαν μὲν ὁμοτίμως ἐκκενοῦν ἅπαντας τοὺς ἐν ταῖς φλεψὶ νομίζοντες χυμοὺς, τὴν κάθαρσιν δ’ οὐχ ὁμοτίμως, ἀλλ’ ἕνα μέν τινα καὶ μόνον ἐκεῖνον, οὗπερ ἂν ἀγωγὸν εἶναι λέγεται. διὸ καὶ καθαίρεσθαι φασὶ τὸ αἷμα ὑπὸ τῶν τοιούτων φαρμάκων, οὐ κενοῦσθαι καθάπερ ἐν ταῖς φλεβοτομίαις. ταῦτα ὑμῶν ἕπεται ταῖς ὑποθέσεσιν ἑκόντων τε καὶ ἀκόντων.
Ἀναμνήσω δ’ αὐτῶν τὰ κεφάλαια. κατὰ μὲν τοὺς Ἀσκληπιάδας ἁπάντων τῶν ἐν ταῖς φλεψὶ χυμῶν ὁμότιμός ἐστιν ἡ ἐν ταῖς φλεβοτομίαις κένωσις, οὐχ ὁμότιμος
328
δ’ ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς καθαρὸν ἀποφῆναι τὸ αἷμα. κατὰ δὲ τοὺς περὶ Ἐρασίστρατον ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις, οὕτω κᾀν ταῖς καθάρσεσιν ἡ κένωσις, ἃς οὐδὲ καθάρσεις ὄντως, ἀλλὰ κενώσεις ἅμα διαφθορᾷ καὶ ἀλλοιώσει τῶν κενουμένων ὑπάρχειν ἐροῦσιν. ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τε ἐσχάτως ἀγωνιζέσθωσαν ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις μακροῖς, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις εἰς ἃ προσκαλοῦμαι κατὰ τὴν πολυανθρωποτάτην πόλιν τήνδε, μυρίων ὁσημέραι μὲν κατ’ αὐτὴν ἰκτεριώντων εὑρεθῆναι δυναμένων, μυρίων δὲ ὑδερικῶν. ἀρκεῖ γάρ μοι περὶ τούτων πρῶτον ποιήσασθαι λόγον. ἀγέτω τις πρός με τούτων δή τινα χωρὶς πυρετοῦ μεστὸν ἔχων τῆς πικρᾶς χολῆς τὸ σύμπαν σῶμα, καὶ θεασάσθω πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄνθρωπον ἡμέραις τισὶν, ὅταν ἤδη μοι καιρὸς εἶναι δοκῇ, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν, εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύτης καθάρσεως ἐπανάγω τὸν ἄνθρωπον, οὐδὲν ὅλως ἔτι περὶ τὸ σῶμα πραγματευσάμενος.
329
ἀλλὰ τοῦθ’ ἡμεῖς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις ἐπεδειξάμεθα τοῖς ἡμιμοχθήροις αὐτῶν, καὶ πολλοὺς ἐπὶ τὰ βέλτια μετεστήσαμεν. οὐ μὴν τούτου γε ἕνεκεν, ὦ σοφιστὰ, πιστεύειν σε κελεύω τοῖς μαρτυροῦσιν, ἀλλὰ σαυτὸν, ὅτε βούλει, θεάσασθαι μιᾷ καθάρσει τὸν ἰκτεριῶντα, τὴν κατὰ φύσιν ἀπολαμβάνοντα χρόαν. ὅταν οὖν ἴδῃς τοῦτο γινόμενον, ὦ γενναῖε, τολμήσῃς ἐν τῷ μέσῳ καταστὰς λαμπρᾷ τῇ φωνῇ, κήρυκος γοῦν δίκην αἴρων αὐτὴν, ἀποτεῖναι λόγον μακρὸν, οἷον πολλάκις τοῖς μαθηταῖς, ὡς οὐχ ἕλκεται τὸ οἰκεῖον ὑφ’ ἑκάστου τῶν καθαιρόντων, ἀλλὰ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν ἅπαν, ὁποῖον ἂν εἴη, μεταβάλλεται πρὸς ὅπερ ἂν ἡ τοῦ φαρμάκου δύναμις ἀλλοιοῦν αὐτὸ φύσιν ἔχῃ. καὶ νῦν οὗτος ὁ θεραπευθεὶς τὸν ἴκτερον οὐ τῷ κενωθῆναι τὸν χυμὸν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως ὤνητο. θεάσασθε γοῦν ὅπως ἐγὼ τῶν οὕτως ἐχόντων ἕτερον ἤτοι φλεβοτομήσας, ἢ δοὺς ἄλλο τι τῶν ὑπηλάτων ὁμοίως ὠφελήσω. ταῦτ’ εἰπὼν ἐφεξῆς μοι δύο τῶν ἰκτεριώντων, τὸν μὲν φλεβοτόμησον, τὸν δὲ διά τινος τῶν τοιούτων
330
ὑπηλάτων ἐκκένωσον, ὃ σύμπαντες μὲν ἄνθρωποι τὴν μέλαιναν χολὴν κενοῦν, σὺ δὲ οὐ κενοῦν, ἀλλὰ γεννᾷν πέπεισαι. κᾄπειτ’ ἐὰν ὠφελήσῃς αὐτὸν, εὔχρουν ἀποφήνας τὸ σῶμα, πᾶν ὁτιοῦν ἂν ἐθελήσας με παθεῖν, συγχωρήσω σοι, μηδὲν μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ’ εἰς τὸ ἔσχατον ἀγαγὼν βλάβης, ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον τέχνην. ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις. ἐπὶ δὲ τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως ὑπό τε φλεβοτομίας διατιθέμενον καὶ φαρμάκου τινὸς τῶν ὑδραγωγῶν. εἰ γὰρ μὴ δείξαιμι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες ἐκκενούμενον ὑπὸ φαρμάκου, τότ’ ἔνεστί σοι καταγνῶναι μὲν τοῦ παλαιοῦ λόγου νομίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν, ὡς σὺ φῂς, ἀλλ’ ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ φαρμάκου. καθ’ ἡμῶν δ’ ὅ τι βούλει πράξαι, καὶ μὴν εἰ μελαίνης χολῆς ἢ ξανθῆς ἀγωγὸν δοίης φάρμακον, οὐ κενώσεις τὸν ὄγκον, καὶ οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς ἑλκτικόν ἐστι χυμοῦ. σὺ δ’ εἰ νομίζεις ἅπαντας ὁμοίως
331
ἀλλοιοῦσθαι καὶ κένωσιν εἶναι κοινὴν, οὐ κάθαρσιν, τὸ γινόμενον, ἔξεστί σοι τέμνειν τὴν φλέβα. ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς τις ὢν γράφων προσεκαλεῖτο, χαλεπὸν ἦν ἐξελέγχειν αὐτόν. ἐπεὶ δ’ ἄνθρωπος ἑκάστης μὲν ἡμέρας ὑφ’ ἡμῶν βλεπόμενος, ἐπ’ αὐτὸν δὲ τὸν διὰ τῶν ἔργων ἔλεγχον προσκαλούμενος, οὐκ οἶδα πῶς οὐκ αἰσχύνεσθε φλυαροῦντας. οὐ μέλλω λέγειν, ὅτι παμπόλλων ἰκτεριώντων ἐξεκάθηρα τὸ σῶμα τοῦ χολώδους χυμοῦ καθάρσει μιᾷ· καὶ γὰρ μυρίοι περὶ τούτου μαρτυροῦσιν· εἰ δὲ οἱ ἀναισχυντότατοι σοφισταὶ προσποιήσονται πᾶσιν ἀνθρώποις ἀπιστεῖν, θεασάσθωσαν αὐτοὶ γιγνόμενον αὐτὸ τὸ ἔργον, ὁποσάκις ἂν βουληθῶσι.
Καίτοι τί λέγω θεασάσθωσαν; ἐπέδειξα γὰρ ἤδη πολλάκις αὐτοῖς τοῦτο, καὶ μέμνημαί γε τινὰ καὶ τοιαύτης τινὸς ἀντιλαμβανόμενον ἀδολεσχίας. ἔφησε γὰρ οὐχ ἓν δή τι χυμῶν εἶδος ἕλκεσθαι πρὸς ἑκάστου τῶν φαρμάκων, ἀλλὰ ἁπλῶς ἕκαστον μὲν αὐτῶν ἕλκειν ὥσπερ τὰ βδάλλοντα. τῇ δὲ ὁλκῇ πρότερον μὲν ἀκολουθεῖν τὸ λεπτότερον ἐν τοῖς χυμοῖς, ἐφεξῆς δὲ αὐτῷ τὸ παχύτερον, εἶθ’ οὕτως τὸ παχύτατον.
332
ὧν μὲν ἂν οὖν ἡ ῥώμη φαρμάκων ἐκλύηται θᾶττον, ἐπὶ τοῖς ὑδατώδεσιν ἵστασθαι τὴν κένωσιν. ὧν δ’ ἂν ἐπὶ πλέον ἐξαρκεῖ, κενοῦσθαι τούτων καὶ τὴν ξανθὴν χολήν. ὅσα δὲ ἰσχυρότατα, τούτων καὶ τὴν μέλαιναν ἐπισπᾶσθαι. παραχρῆμα μὲν οὖν ἔδοξε τοῖς θιασώταις ὁ τοιοῦτος εὖ λέγειν καὶ πάντες ἐπεβόων αὐτῷ καὶ δρόμῳ πολλῷ καταλιπὼν ἡμᾶς ἀπηλλάττετο, γινώσκων, οἶμαι, βεβαίως ὅτι μένων ἐξελεγχθήσεται. δοθέντος μέντοι κατὰ τὴν ὑστεραίαν ὑφ’ ἡμῶν τοῖς χορευταῖς αὐτοῦ βιβλίου τινὸς, ἐν ᾧ τῶν οὕτως ἐξαίφνης ἀποτετολμημένων ἦν ἔλεγχος, οὐκέτ’ οὐδέποτ’ αὐτοῖς ἐκείνοις ἔθ’ ὁμοίως ἦν πιθανὸς ἀπορῶν διαλύσασθαι τὰ προβεβλημένα. ταυτὶ γὰρ ἐνεγέγραπτο τῷ βιβλίῳ, χθὲς μὲν ἀπέδρας τὸν λόγον, ὅμοιόν τι ποιήσας ἀγωνιστῇ τὸν στέφανον ἁρπάσαντι καὶ φυγόντι πρὶν ἀγωνίσασθαι, τήμερον δὲ οὐκ ἐκφεύξῃ τὸν ἔλεγχον. ἀκολουθήσει γάρ σοι τουτὶ τὸ βιβλίον, εἰς τὰς χείρας ἐμπεσὸν τῶν ἀμφίσε χορευτῶν. οὐδὲ γὰρ ἧττόν τις πρὸς ἐκείνους ὁ λόγος ἐστὶν ἢ πρός σε, τοὺς οὐδέποτε μὲν ἔμπροσθεν ἀκηκοότας σοῦ συγχωροῦντος ὑπάρχειν
333
ὁλκὴν ἐν οὐδενὶ τῶν ὄντων ἁπλῶς, χθὲς δὲ ὁμολογοῦντος ἠκηκοότας ἕλκεσθαι κοινῇ πάντα τὰ περιεχόμενα κατὰ τὰς φλέβας ὑπὸ τοῦ φαρμάκου. δίκαιον γὰρ ἦν αὐτοὺς μὴ ὅτι θαυμάζειν ἢ ὅλως ἐπαινεῖν τὸ ῥηθὲν, ἀλλὰ προδοσίαν ὑπολαμβάνειν ὧν ἐξ ἀρχῆς ἐτίθετο. περίτε γὰρ οὔρων διακρίσεως καὶ ξανθῆς χολῆς καὶ μελαίνης ἄλλων τε πολλῶν ἐνεργειῶν κατὰ τὸ σῶμα παμπόλλους λόγους ἑκάστοτε ποιεῖσθε, πάντα μᾶλλον ἢ ὁλκὴν εἶναι συγχωροῦντες ἐνέργειαν τινὰ φυσικὴν ἑκάστῳ σώματι τῶν οἰκείων ἑαυτῷ, νυνὶ δὲ οὐ μόνον εἶναι τὴν ὁλκὴν συγχωρήσαντες, ἀλλὰ καὶ πάντων ἁπλῶς, ὅπέρ ἐστι πολὺ μεῖζον ὁμολόγημα τοῦ τῶν οἰκείων φάναι. τὸ μὲν γὰρ ὥσπερ τις ἀποκριτικὴ τῶν ἀλλοτρίων ἐστὶ δύναμις ἐν τοῖς ζώοις, οὕτως εἶναι τινὰ καὶ τῶν οἰκείων ἑκάστῳ τῶν ὄντων ἑλκτικὴν, εὔλογον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, ὅσοι γε μηδέπω τὴν ἡμετέραν σοφίαν σοφοί· τὸ δ’ ἕλκεσθαι πάνθ’ ὁμοτίμως ὑπό τινος, ἄν τ’ οἰκεῖα ταῖς ποιότησιν ἄν τ’ ἐναντιώτατα τύχῃ, θαυμαστῆς ἀλογίας μεστόν. οὕτως οὐ μόνον ὡμολόγησας τὴν ὁλκὴν, ἀλλὰ καὶ
334
πολὺ χεῖρον ἢ ἐχρῆν οὐ μόνον τῶν οἰκείων, ἀλλ’ ἁπλῶς ἁπάντων εἰπών. οὕτω μὲν δή μοι δοκεῖς οὐκ ἐπαινεῖσθαι μᾶλλον ἢ παροινεῖσθαι δίκαιος ὑπάρχειν ὑπὸ τῶν περί σε χορευτῶν. ὅτι δὲ οὐδὲ κέχρησαι ποτὲ καθαίρουσι φαρμάκοις, ἀλλ’ ἰδιώτης τέ τις εἶ καὶ ἄπορος ἔργων ἰατρικῶν, ἐγώ μοι δοκῶ καὶ τοῦτο διὰ ταχέων ἐπιδείξειν. ὅσα καθαίρειν πέφυκε μέλαιναν χολὴν, εὐθέως ἐξ ἀρχῆς κενοῖ μέλαιναν. διαφέρουσι δ’ ἀλλήλων κενώσεις τῷ τὰ μὲν ὑγρότερα, τὰ δ’ ἐφεξῆς αὐτῶν ἀεὶ καὶ μᾶλλον εἶναι παχύτερα. αὐτὸ τοῦτο καὶ τοῖς τὸ φλέγμα καὶ τοῖς τὴν ξανθὴν χολὴν ἐκκαθαίρουσιν ὑπάρχει. ἕλκει μὲν γὰρ ἐξ ἀρχῆς ἕκαστον αὐτῶν τὸν οἰκεῖον χυμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ παχύτερον, οὐ μὴν ὡς σὺ νομίζεις ἐπλήρωσέ τις πρότερον ὅλην λεκάνην ὀῤῥώδους περιττώματος, εἶθ’ ἑξῆς ἄλλην χολῆς ξανθῆς, κᾄπειτ’ ἄλλην φλέγματος, εἶθ’ οὕτως κενοῦσθαι τὴν μέλαιναν. ᾧ δῆλον ὡς ὑπὸ μὲν τοῦ φαρμάκου τὸ οἰκεῖον ἕλκεται, συνέπεται δὲ αὐτῷ τὸ ἐπιπολάζον ὑδατῶδες. ἔνεστι δέ σοι τοῦτο θεᾶσθαι νῦν, εἰ καὶ μὴ πρότερον πλεῖστον μὲν ὑδατῶδες καὶ χολῶδες κενουμένους
335
τοὺς ἀνθρώπους ἐπὶ ταῖς τοιαύταις τῶν φαρμάκων δόσεσιν, ὀλιγίστην δὲ τὴν σύμπασαν αὐτοῖς γιγνομένην κένωσιν ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς. ἐχρῆν δὲ ἀεὶ πλεῖστον μὲν τὸ σύμπαν ἐπὶ τοῖς τῆς μελαίνης κενοῦσθαι κατά γε τὴν σὴν ὑπόθεσιν, ἐλάχιστον δὲ ἐπὶ τοῖς ὑδατώδεσίν τε καὶ χολώδεσιν. ἀσθενείᾳ γάρ που καὶ ῥώμῃ τῶν φαρμάκων ὁ λόγος σου διέκρινε τὴν τῶν κενουμένων ἰδέαν, ὡς ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς. ἐπεὶ δὲ ῥώμῃ ταῦτα τῶν ἄλλων διαφέρει, παμπόλλη τις ἡ κένωσις γενήσεται, πρώτη μὲν τοῦ ὑδατώδους ἅπαντος, εἶτα τοῦ χολώδους, εἶτα τοῦ φλεγματώδους, εἶτ’ αὐτῆς τῆς μελαίνης. ἐπὶ δέ γε τῶν ἀσθενῶν ὑπηλάτων αὐτὰ μόνα κενωθήσεται τὰ ὑδατώδη. φαίνεται δὲ οὐδὲν τούτων γιγνόμενον, ὥστε ταῦτα τὰ φαινόμενα καταβάλλει σου τὸν λόγον. ἄξιον δὲ ἀποκρίνεσθαί σε καὶ διὰ τί τῶν παχυτέρων ἀεὶ μετὰ τὰ λεπτότερα κενουμένων ἡ μέλαινα χολὴ προτέρα τοῦ αἵματος ἕλκεται, καίτοι γε οἷον ἰλύς τις οὖσα τοῦ αἵματος, ὡς ἐν τοῖς οἴνοις ἡ τρύξ.
336
Ἴσως οὖν ζητήσεις εἰ ἔστι τι φάρμακον εὐθὺς ἐξ ἀρχῆς αἵματος ἀγωγόν. ἔστιν, ὦ βέλτιστε, χρήσαιτο δ’ ἂν οὐδεὶς αὐτῷ. διὰ τί; φήσεις ἴσως. ὅτι σφάξαι τοῦτ’ ἂν εἴη τὸν ἄνθρωπον, οὐ καθῆραι. τὰ γάρ τοι καθαίροντα δι’ αὐτὸ τοῦτο πρὸς ἁπάντων ὀνομάζεται καθαίροντα, διότι καθαρὸν ἀποφαίνει τὸ αἷμα τῶν εἰρημένων περιττωμάτων. οὐ μὴν οὕτω γέ τις ἐστὶ σοφὸς ἰατρὸς, ὡς ἐθελῆσαι μὲν κενῶσαι ἅπαν τὸ αἷμα, καταλιπεῖν δ’ ἐν τῷ σώματι τοὺς ἄλλους χυμούς. ὅθεν ἐν τοῖς δηλητηρίοις ἅπαντα τὰ τοιαῦτα καταριθμοῦσιν, ὅσα κένωσιν αἵματος ἐργάζεται διὰ τῶν κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔντερα φλεβῶν. ἐχρῆν δὲ οὐδὲ ταῦτα κατὰ τὴν σὴν ὑπόθεσιν ἐξ ἀρχῆς κενοῦν αἷμα. τὰ δὲ ὀνόματα τῶν τοιούτων φαρμάκων, οὐδ’ εἰ βεβαίως ἠπιστάμην, ἐδήλουν ἂν ἐν τοῖς γράμμασιν. ἀλλ’ ἐκεῖνό γε μόνον ἀσφαλὲς εἰπεῖν μοι τὸ γενόμενον ἐν Θρᾳξὶ Βιθυνοῖς ἔτι παίδων ἡμῶν ὑπαρχόντων. εὗρέ τις ἄνθρωπος τοιαύτην βοτάνην, ὥστε τὸν προσαράμενον αὐτῆς ἀποκρίνειν αἷμα καὶ οὕτως ἀπόλλυσθαι. πολλῶν οὖν ἀποθνησκόντων ὁμοίῳ
337
τρόπῳ, ζητήσεως ἀκριβεστέρας ἀξιώσαντες τὸ γινόμενον, εὗρόν τε τὸν φαρμακέα καὶ πρὸς τὸν ἡγούμενον τοῦ ἔθνους ἤγαγον. ἔργον δὲ ἐκείνου ποιουμένου μὴ μόνον αὐτὸν ἀποκτεῖναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἴ τις ἄλλος ἢ ἐδίδαξεν αὐτὸν ἢ ἔμαθεν παρ’ αὐτοῦ, μαθεῖν μὲν παρ’ οὐδενὸς ἔφη τὴν πόαν, ἀλλ’ ἧπαρ ποτὲ χοίρειον εἴς τι προάστειον κομίζων, πηξάσης τῆς γαστρὸς, ἀποθέσθαι κατὰ βοτάνης αὐτὸ, κᾄπειτ’ ἀναιρούμενον αὖθις ἰδεῖν ἰχῶρας αἱματώδεις ἐξ ὅλου τοῦ ἥπατος ἐπὶ τὴν βοτάνην ἐκρέοντας, ἐντεῦθέν τε στοχασάμενον εἰκὸς εἶναι τὴν βοτάνην ἕλκειν αἷμα, δοῦναι τινὶ πείρας ἕνεκα τῶν ἐπιτυχόντων ἀνθρώπων, ὡς δ’ ἅπερ ἤλπισεν εὗρεν, ἐπὶ κακῷ χρῆσθαι τοῦ λοιποῦ. οὐ μὴν οὐδὲ δεῖξαι ἔφη βοτάνην ἑτέρῳ ἀνθρώπων. ταῦτ’ εἶπεν ὁ φαρμακεὺς ἐκεῖνος ἐπὶ πλεῖστον βασανιζόμενος. ὁ δὲ τοῦ ἔθνους ἡγούμενος, ἐπεὶ κατὰ τὴν διήγησιν, ἣν ἐποιήσατο περὶ τῆς βοτάνης, παμπόλλην ἔφη πεφυκέναι πανταχόθεν, δεθέντα τοὺς ὀφθαλμοὺς ἐκέλευσεν αὐτὸν ἀπαχθῆναι τεθνηξόμενον, ὅπως μή τινι μεταξὺ δείξειεν. ὥστε, ὦ βέλτιστε, πολλὰ μὲν εἰκὸς εὑρῆσθαι φάρμακα τοιαύτην
338
ἔχοντα δύναμιν, ὥστε εὐθὺς ἐξ ἀρχῆς ἕλκειν αἷμα. σιωπᾶσθαι δ’ εὔλογον αὐτὰ, καθάπερ τὰ ἄλλα δηλητήρια πρὸς ἁπάντων σιωπᾶται τῶν ἐχόντων νοῦν. ἐγένοντο γάρ τινες ἤδη καὶ περὶ τὴν τούτων διδασκαλίαν ἄφθονοι, τερατώδη τινὰ κοινωνίαν ἐπιδειξάμενοι καὶ γράψαντες ἑκάστου τῶν δηλητηρίων σκευασίας, ἀλλ’ οὐκ ἐκ τῶν νοῦν ἐχόντων οἱ τοιοῦτοι, καθάπερ οὐδὲ ὑμεῖς, ἐὰν ἡμᾶς ἐρωτᾶτε τίνα τῶν φαρμάκων αἵματός ἐστιν ἀγωγά. πάλιν τοίνυν τὸν λόγον ἐπὶ τὸν ἐξ ἀρχῆς ἀναγάγωμεν σκοπόν. ὁ μὲν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας τοὺς χυμοὺς, ἀλλὰ τοὺς μὲν εὐρουστάτους πρώτους, ἐφεξῆς δὲ τοὺς ἄλλους ἀποκρίνεσθαι, προδίδωσι τὰ φίλτατα, τὴν ἑλκτικὴν δύναμιν ὑπάρχειν ἐν τοῖς οὖσιν ὁμολογῶν. ὑπὲρ ἧς ἀναισχυντεῖ ὁ χορὸς αὐτοῦ, περί τε χολῆς καὶ οὔρου διακρίσεως, ἀναδόσεώς τε καὶ ἄλλων τοιούτων ἀλλόκοτα λέγειν ὑπέμεινεν, ἔτι τε τοῖς φαινομένοις ἐναντία τίθεται, καθάπερ ἐδείξαμεν ἔμπροσθεν. εἰ γὰρ ἀληθὴς ἡ ὑπόθεσις αὕτη, πλείστη μὲν ἡ σύμπασα κένωσις ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς, ἐλαχίστη δὲ ἐπὶ τοῖς τῶν ὀῤῥωδῶν
339
περιττωμάτων ἔσται. καὶ μὴν δείξω σοι μυριάκις, ἐὰν θελήσῃς, ὦ σοφιστὰ, κᾂν νῦν γοῦν θεάσασθαι τὰ τῆς τέχνης ἔργα, τοῖς μὲν ὑδραγωγοῖς φαρμάκοις ἑπομένην ἀεὶ πλείστην κένωσιν, τοῖς δὲ τὴν μέλαιναν ἐκκαθαίρουσιν ἐλαχίστην. δείξω δὲ καὶ κατ’ ἀρχὰς εὐθέως ἐκκενουμένην τὴν μέλαιναν.
Ὁ μὲν οὖν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας τοὺς χυμοὺς εἰς τοσοῦτον ἀναίσθητός τε καὶ ἀμαθής ἐστιν, ὁ δ’ ἀλλοιοῦσθαι θεασάσθω πάλιν εἰς ὅσον οὐδὲν διοίσει κατ’ αὐτὸν ἢ φλεβοτομεῖν ἢ καθαίρειν χολαγωγῷ φαρμάκῳ τὸν ἰκτεριῶντα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁμότιμόν ἐστι φλεβοτομῆσαί τε τὸν ὑδεριῶντα καὶ κενῶσαι τινὶ τῶν ὑδραγωγῶν, εἶτα οὐκ αἰσχρὰ τὰ τοιαῦτα; καταγελῶσιν οὐκ ὀρθῶς οἱ πολλοὶ τὰ τοιαῦτα ἀκούοντες ἀλλήλοις ἀντιλεγόντων τῶν ἰατρῶν, κατεγνώκασί τε τοῦ λόγου πάντες, ὀνομάζουσί τε τοὺς ὁπωσοῦν τι φθεγγομένους λογιατρούς. ὃ γὰρ εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν εἰπεῖν μοι καιρὸς, ἰδιώτης ἅπας τοῦ τοιούτου σοφιστοῦ κρείττων ἐστίν. εἰ γὰρ καὶ
340
μηδὲν ἄλλο, τὰς γοῦν κατὰ φύσιν ἐννοίας οἱ ἰδιῶται διασώζουσιν, ἀπολλύντων καὶ ταύτας διὰ μοχθηροὺς ἐθισμοὺς τῶν σοφιστῶν. ἔναγχος γοῦν τις ἰδιώτης οὐκ ἄφρων ἐξανθημάτων αὐτῷ κατὰ πολλὰ μόρια τοῦ σώματος ἐξαίφνης γενομένων ἑλκωδῶν τε καὶ κακοχρόων ἧκεν ὡς τὸν ἰατρὸν, ἀξιῶν ὅτι τάχιστα καθαρθῆναι. τοῦ δὲ φλεβοτομεῖσθαι μᾶλλον αὐτὸν κελεύοντος, οὐ μαίνου, ἔφη, τῷ γὰρ διεφθαρμένῳ συνεκκενοῦσθαι τὸ χρηστὸν εὔλογον ὑπάρχει. ἀλλ’ οἱ πάντα μᾶλλον ἢ τὸν Ἱπποκράτειον λόγον ἀληθεύειν βουλόμενοι καὶ τὰς κοινὰς ἐννοίας προσαπολλύουσι τῇ φιλονεικίᾳ. κᾄπειτ’ ἐπιπηδῶσι μὲν ἡμῖν ὡς διασπασόμενοι, τοῖς δὲ ἐπ’ αὐτῶν τῶν ἔργων ἐλέγχοις ἄχθονται. δίκαιον δὲ ἦν ὡς ἡμεῖς ἐκείνους ἐπηρεάσοντας ὑπὲρ ὧν οὐκ ἴσασιν Ἱπποκράτην φέρομέν τε καὶ πείθειν ἐπιχειροῦμεν, οὕτω καὶ αὐτοὺς ὑπομένειν τοὺς ἐλέγχους, καὶ μάλιστα μὲν, εἰ οἷόν τε, στέργειν τοὺς διδάξαντας· εἰ δὲ μὴ, ἀλλὰ μὴ μισεῖν γε πάντως. ἀκούσας γοῦν τις τῶν ἀπὸ τῆς τοιαύτης ἐμπληξίας ἰατρῶν, ὡς ἐγὼ παμπόλλους ἐθεράπευσα μόνῃ καθάρσει. τούτων δὴ τῶν τὰς καλουμένας
341
ἀλωπεκίας ἐχόντων τοὐντεῦθεν ἤρξατο μισεῖν με. καί τις ἄλλος ὅτι καρκινώδεις διαθέσεις ἀρχομένας, τούς τε καλουμένους ἐλέφαντας καὶ φαγεδαίνας, ἄλλα τε πολλὰ τῶν κακοήθων ἑλκῶν ὁμοίως ἐμίσησεν, ἄλλος δὲ ὅτι σκοτωματικοὺς ἐθεράπευσα καθάρσεσι μόναις, ἄλλος δ’ ὅτι μανιώδεις ἐπιλήπτους τε καὶ μελαγχολικοὺς, ἔτι δὲ καὶ κεφαλαίᾳ κάμνοντας οὐκ ὀλίγους ἐξιασάμην καθάρσεσι μόναις, ὥσπερ γε καὶ ἰσχιαδικούς. οὕτω δὲ καὶ ἀλγήματα χρόνια κατὰ πολλοὺς τόπους ἐσπαρμένα καὶ τοῦτον δὴ τὸν ἔναγχος ὡς κωλικὸν ἤδη τριῶν μηνῶν ὑπὸ τῶν ἰατρῶν θεραπευσάμενον, ἐπὶ τὸ χεῖρον προϊόντα, πάντα ἀποῤῥῖψαι κελεύσας ἐκεῖνα καθάρσεσι μόναις ἰασάμην. ἰασάμην δὲ καὶ ῥοῦν γυναικεῖον, οὐκ ἀφανοῦς τινος τῶν ἐν Ῥώμῃ γυναικῶν καθάρσεσι μόναις, ὥσπερ οὖν καὶ ἄλλων πολλῶν ἀφανεστέρων αὐτό τε τοῦτο τὸ πάθημα καὶ ἄλλα τινὰ τῶν κατὰ μήτραν συνισταμένων. ἐρυσιπελάτων δὲ τί δεῖ καὶ λέγειν, ὡς οὐδέν ἐστι δραστικώτερον βοήθημα χολαγωγοῦ φαρμάκου, καθάπερ ἐναντιώτατον αὐτοῖς τὸ τοῦ φλέγματος ἀγωγόν. δι’ ὅλης ἡμέρας ἔχω καὶ ἄλλα
342
λέγειν ἔργα θαυμάσια καθάρσεσιν ἑπόμενα, περὶ ὧν ἀγνοεῖν εἰκός ἐστι τοὺς μηδέποτε τὴν περὶ τὰ καθαίροντα φάρμακα τέχνην μεμαθηκότας. ὅπου γὰρ οὐδ’ εἶναί τι νομίζουσιν ὅλως καθαῖρον φάρμακον, ἦ πού γε ἐπί τινων χρηστέον ἢ καθ’ ὅντινα τρόπον ἐπιστήσονται; διὰ τοῦτο θεραπεύουσιν μὲν ἄλλοι τὰ παθήματα ψιλῇ καὶ μόνῃ ποδηγούμενοι τῇ πείρᾳ. σοφοὶ δὲ ἡμῖν οὗτοι καὶ τὸν λόγον, οὐκ ἐφ’ ᾧ τι προσθεῖναι τοῖς διὰ τῆς ἐμπειρίας εὑρημένοις, ἀλλ’ ἀνατρέψαι καὶ ταύτην μεταχειριζόμενοι, πολὺ χεῖρον ἰατρεύουσι τῶν ἐπὶ ψιλαῖς καὶ μόναις ὁρμώντων ταῖς ἀλόγοις τριβαῖς. ἁπάντων δὲ τούτων ἀρχὴ καὶ πηγὴ μία τὸ πρὸς Ἱπποκράτην μῖσος, ἐξ ἧς πηγῆς ἐῤῥύη μὲν καὶ ἄλλα πολλὰ, καὶ τουτὶ δὲ αὐτὸ τὸ ἐνεστὸς σκέμμα, τὸ περὶ τῆς ἑλκτικῆς δυνάμεως, ἧς μέρος ἢ εἶδος ἢ ὡς ἄν τις ἐθέλοι καλεῖν ἡ τῶν καθαιρόντων φαρμάκων δύναμις.