De hirudinibus, revulsione, cucurbitula, incisione et scarificatione
Galen
Galen, De hirudinibus, revulsione, cucurbitula, incisione et scarificatione
Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι καὶ ἐπὶ πολλοῖς αὐταῖς χρῶνται. αὗται γὰρ ἐκμειλίττουσαι ῥᾳδίως ἅπτονται τῶν σαρκῶν. τὰς δὲ νέον εἰλημμένας φυλάττειν χρὴ ἡμέραν μίαν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας. οὕτως γὰρ διαπιεσθήσεται τὸ ἰῶδες αὐτῶν. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλισθησόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω ἢ κνάσθω τοῖς ὄνυξι, ἑτοιμότερον γὰρ ἅψονται. δεῖ δὲ
Περὶ ἀντισπάσεως.
Τὰς σφοδροτάτας ἐπιῤῥοὰς τῶν χυμῶν ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν. ἀντισπαστικὰ δέ ἐστι βοηθήματα ἐπὶ τῆς εἰς θώρακα καὶ γαστέρα ῥοπῆς εἰς χεῖρας· ἔμετοι δὲ ἐπὶ τῆς εἰς τὰ κάτω, καθάπερ καὶ ἡ διὰ τῶν δριμυτέρων κλυσμῶν τῆς ἐπὶ τοὺς ἐμέτους. ἄμφω δὲ ταύτας τὰς ῥοπὰς, λέγω δὲ τὰς διὰ τῆς ἄνω καὶ κάτω γαστρὸς, εἰς οὖρα καὶ ἱδρῶτας ἀντισπάσεις· καὶ μέντοι γε καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ διαχωρήσεις γαστρὸς. ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ τοὺς τιτθοὺς προβαλλομένη σικύα. ταῖς δὲ καθ’ ὑποχόνδριον ἐρειδομέναις ἀντισπάσεις τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ αἵματος, ὥσπερ γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν. ἀντισπᾷ δὲ καὶ τὰ δριμέα φάρμακα τοῖς κόλποις ἐπιτιθέμενα
Περὶ σικύας.
Σικύαι προκενωθέντων χρήσιμοι. πληθωρικῶν γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις. τῷ δὲ αὐτῷ λόγῳ κἀπὶ τῶν κατ’ ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου μορίου φλεγμαίνοντος οὐδενὸς, ἀλλ’ ὅταν μὴ ἐπιῤῥῇ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γένηται ἢ κινῆσαί τε καὶ ἐκμοχλεῦσαι τὸ καταφλεγμαῖνον, ἢ πρὸς τοὐκτὸς ἐπισπάσασθαι. γενομένων δὲ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιθετέον τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. κατὰ τὴν
Περὶ ἐγχαράξεως καὶ κατασχασμοῦ.
Ἐγχαράξομεν μέρη τοῦ σώματος, ἤτοι φλεγμαίνοντα, ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα, ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπεσούσης, ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο τὴν ὕλην. οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες. καὶ μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας ἀποκρίνεσθαι συνήθως. οἷον αἱμοῤῥοΐδων ἐπισχεθεισῶν ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ