Καλῶς οὖν ἐν τοῖς προκειμένοις τῶν περὶ διαίτης ὀξέων παρῄνηται φλεβοτομεῖν ἡμᾶς, ὅταν ᾖ μέγα τὸ νόσημα καὶ ἀκμάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώμη παρῇ. καὶ κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουμένῃ πληθωρικῇ συνδρομῇ μόνῃ τὰς φλεβοτομίας λέγει τετηρῆσθαι. τοὐναντίον γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτομίας οὐ περιλαμβάνουσι, πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενομένου πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο μέγα, φλεβοτομήσομεν πάντως, κᾂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ χώραν καὶ δύναμιν, ἃ μόνα φαίνεται κᾀν τοῖς προκειμένοις τῶν περὶ διαίτης εἰρημένα. τὸν μὲν γὰρ ἀκμάζοντα διὰ τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορισμὸν παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ τῆς φλεβοτομίας μέγεθος νοσήματος καὶ ῥώμη τοῦ κάμνοντος, καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδρομὴν, οὐ τὴν πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτομία. περιέχεται γὰρ ἐν αὐτῇ κᾀκείνη τὸ μέγεθος αὐξάνουσα τοῦ νοσήματος. οὐ μόνον γὰρ ὅταν ἤδη παρῇ τὸ μέγα νόσημα, φλεβοτομίας καιρὸς,
278
ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις ἣν Ἱπποκράτης εἶπε διδάσκων ἡμᾶς, ὅσα παρόντων ἤδη τῶν νοσημάτων ὀρθῶς ἂν πράξαιμεν, ἄμεινον εἶναι ταῦτα κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ μελλόντων ἄρχεσθαι φθάνειν ποιοῦντας. ὥστε τοὺς εἰρημένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας ἔστι μεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτομήσεις ἐπιδόξους γενομένους ἁλώσεσθαι μεγάλῳ νοσήματι, πρός τε τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώμην. εἰ γὰρ ἐπιτήδειός τις ἐν νοσήματι γενέσθαι μεγάλῳ, κᾂν μηδὲν μηδέπω κατὰ τὸ σῶμα παρῇ σύμπτωμα, φλεβοτομεῖν ἀξιοῦμεν. ἀρκεῖ γὰρ τὴν ἡλικίαν ἐπισκέψασθαι μετὰ τῆς δυνάμεως, ὥστε τρία τὰ συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι παρὸν ἢ προσδοκώμενον, καὶ ἡλικίαν ἀκμάζοντος καὶ ῥώμην δυνάμεως. ἴσως δὲ μόνον ἀμελέστερον ἑρμηνεύεσθαι δόξει τὸ τῆς ἡλικίας ἐν τοῖς προκειμένοις, ἐν τῷ περὶ διαίτης ὀξέων. οὐ γὰρ τὴν τῶν ἀκμαζόντων εἰρῆσθαι μόνον ὀρθῶς ἔχει, ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν, ὡς δύο μόνας ἐξαιρεῖσθαι τοῦ διορισμοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων.
279
ἀλλ’ ἡ μὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάμεως λόγῳ περιέχεσθαι δύναται. ῥώμη γὰρ οὐδενὶ τῶν κατ’ αὐτὴν τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς παισὶν ἔδοξεν ὑπάρχειν ῥώμην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικταί μοι. φλεβοτομήσομεν οὖν, εἰ μέγα τὸ νόσημα προσδοκοίημεν εἶναι, ἢ παρὸν ἤδη θεωροίημεν ἢ ἀρχόμενον, ἐπισκεψάμενοι τὴν ῥώμην τῆς δυνάμεως, ἐξελοῦντες τοῦ λόγου μόνα τὰ παιδία, καὶ φήσομεν ἐλλειπέστερον εἰρῆσθαι τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ προκείμενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι μόνοι σκοποὶ πρὸς φλεβοτομίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν χυμῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτομεῖν, ὁ λόγος ἐλέγχεται. ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισμα τοῦ μὴ δύνασθαι φλεβοτομίαν ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅμα τῷ χρώματι τοῦ παντὸς σώματος ἐμπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν, ὁ σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος ἐπικρατούντων κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ
280
μικρῶν. ὡρισμένων οὖν τριῶν σκοπῶν φλεβοτομίας, μεγέθους νοσήματος, ἤτοι παρόντος ἢ προσδοκωμένου ἢ ἀρχομένου, ἡλικίας ἀκμάζοντος, ῥώμης δυνάμεως ἔξω τῆς τῶν παίδων ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα γνωρίσματα φλεβοτομίας, ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξομεν, συνενδεικνύμενοι τὸ ποσὸν τῆς ἀφαιρέσεως, οὐκ αὐτὴν τὴν φλεβοτομίαν, ὥστε ἐκ μὲν τοῦ νοσήματος καὶ τῆς ἡλικίας καὶ τῆς δυνάμεως ὅτι φλεβοτομητέον γνωρίζεσθαι, τὸ ποσὸν δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων λαμβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουμένη συνδρομὴ καὶ ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις, εἰς ὥραν καὶ χώραν τεμνομένη καὶ τὰ κατὰ τὸν προηγούμενον βίον γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσμένων, ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ μή. περὶ μὲν οὖν τῆς ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόμεθα.
Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισμάτων ἐν τῷ παρόντι σκεψόμεθα, πότερον ἐπὶ φλεβοτομίαν ἀφιξόμεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι
281
τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος. ἥντινα τοίνυν ἔχωμεν γνώμην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες μοι συμβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ μελαγχολικοῖς, ἢ αἷμα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθημα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοματικοῖς, ἢ συνεχῶς ἀλισκομένοις συνάγχῃ ἢ περιπνευμονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλμίαις σφοδραῖς, ἢ καθόλου φάναι μεγάλῳ νοσήματι. φλεβοτομίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φημὶ βοηθήμα παραχρῆμα προσαγόμενον, ἐπιδιωρισμένῃ τῇ δυνάμει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ μὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ μηδὲν τοιοῦτον πεπονθόσιν ἔμπροσθεν ἁπάντων τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσμασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι
282
τὸ πλῆθος, εἰ μὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵματος εἶναι πλεονεξίαν. τοιοῦτον δέ ἐστι μάλιστα τὸ μελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δὲ που καὶ τὸ τῶν ὠμῶν καλουμένων χυμῶν. ἀλλ’ ἐπὶ μὲν τῆς μελαγχολικῆς καλουμένης περιουσίας φλεβοτομεῖν ἄμεινον, ἢ πάντως γε φαρμάκῳ χρῆσθαι μελάνων καθαρτικῷ, τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔμπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισμα τό τε τῆς χροιᾶς μολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε μᾶλλον ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δὲ ἱκανῶς ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώματος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νωθρότης καὶ αἰσθήσεων ἀμαυρότης. ἔμπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱμοῤῥοΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις θαῤῥῶν, κᾂν μὴ πρότερον ὦσι πεπειραμένοι μεγάλου νοσήματος. ἐνδέχεται μὲν γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν
283
αἱμοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ μόρια κατεσκευασμένοι μοχθηρῶς, καὶ μάλιστα τὼ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτομήσεις ἐν τάχει.
Τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κίνησιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέμνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτότερον αἷμα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς ὀνίνανται μάλιστα. τὰς μελαντέρας δὲ φλέβας τέμνων θεράπευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ μελαγχολικώτερον, ἔτι δὲ μᾶλλον ἂν μεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει
284
δὲ τοῦτο ἰσχνοτέραις τε καὶ μελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σμικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα. καὶ γὰρ καὶ μικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθείη. οὐ χρὴ δὲ ὑμᾶς καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος, ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας, ὅταν ᾖ σφοδρὰ, χρώμενον τῷ βοηθήματι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, μὴ περιμένειν εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’ ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν ἐν ἀγκῶνι φλέβα, δεξιοῦ μὲν αἱμοῤῥαγοῦντος μυκτῆρος τῇ δεξιᾷ χειρὶ, θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅμα δὲ τοῦτο τῷ ἔργῳ καὶ τοῖς κώλοις περιβάλλειν δεσμοὺς ἐκ ταινίων ἢ ἐρίων καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα γὰρ καὶ ἡμεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχομεν τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, πειρασθέντες ἔμπροσθεν ὧν
285
γεγράφασιν εἴς τε τὰς ῥῖνας ἐκτιθεμένων φαρμάκων, ἐπί τε τοῦ μετώπου καταχριομένων πάντων ἀσθενῶν. ὥστε πρὸς τοῖς εἰρημένοις περὶ φλεβοτομίας ἔμπροσθεν καὶ τοῦτο καταβάλλει τὸν Μηνοδότου λόγον, ἡγουμένου τὴν πληθωρικὴν ὀνομαζομένην συνδρομὴν ἀναμιμνήσκειν ἡμᾶς τοῦ βοηθήματος. ἡ γὰρ εἰρημένη νῦν διάθεσις ἐναντία σαφῶς ἐστὶ τῇ πληθωρικῇ. παραλαμβάνομεν δ’ ἐπ’ αὐτῆς τὴν φλεβοτομίαν οὐχ ὡς κενωτικὸν, ἀλλ’ ὡς ἀντισπαστικὸν βοήθημα.