De curandi ratione per venae sectionem

Galen

Galen, De curandi ratione per venae sectionem

Οὐ μόνον ἡ τροφὴ τοῖς τοῦ ζώου μέρεσιν ἐξ αἵματός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερμασία τὴν διαμονὴν ἐξ αἵματος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶμεν ὅλους θερμαινομένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτεται ποτὲ μὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ δ’ εἰ καὶ μὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως ἐπιτιθεμένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν καρδίαν θερμότης ποτὲ μὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος αἵματος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται, ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερμὴν αἵματος ἢ δι’ ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ θερμότητα, τούτου καὶ τἄλλα μέρη τοῦ σώματος εὐθέως μεταλαμβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι μέρος ἐνίοτε παρὰ φύσιν ἤτοι θερμότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις ἐν ἑτέροις ὑπομνήμασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ

263
τρόπῳ, ποτὲ μὲν ἐπὶ χυμοῖς θερμοῖς ἢ ψυχροῖς, ἐνίοτε δὲ καὶ κατὰ δυσκρασίαν μόνην. ἀλλ’ αἱ μερικαὶ θερμότητες καὶ ψύξεις, ὅσαι μὲν ἐγγύς εἰσι τῷ πεπονθότι μορίῳ συμμεταβάλλουσιν, εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶμα πρὶν τὴν καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ τὸ σῶμα τῆς καρδίας ἀλλοιούμενον διττῶς, ἤτοι κατὰ δυσκρασίαν ἢ διὰ χυμοὺς θερμοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς αὐτῶν. οἱ χυμοὶ δὲ ἐδείχθησαν θερμοὶ καὶ ψυχροὶ γινόμενοι διά τε τὸ ποσὸν τῶν ἐσθιομένων τε καὶ πινομένων καὶ δι’ ἡσυχίας τε καὶ κινήσεις σώματός τε καὶ ψυχῆς πλείους. ὥσπερ δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται μοχθηραὶ, φλεγματωδεστέρων ἢ χολωδεστέρων ἀποτελουμένων τῶν ληφθέντων, ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠμῶν καὶ ἀμεταβλήτων ἄχρι πλείστου μενόντων καὶ πνευματουμένων, οὕτω καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἀποτυγχανομένων, ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσονται κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυμοὺς
264
διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερμὰ καὶ ὑγρὰ φαίνεται τάχιστα σηπόμενα, καὶ μάλισθ’ ὅταν ἐν θερμοῖς ᾖ χωρίοις, ἀναγκαῖον ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδομένην τροφὴν, ὅταν μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῆς φύσεως εἰς γένεσιν αἵματος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας. ἐπεὶ δὲ τοῖς ἒξ ὕλης θερμοῦ σηπομένοις συμβαίνει γίνεσθαι θερμοτέροις, διὰ τοῦτο θερμότερον ἔσται τὸ σηπόμενον αἷμα. τούτου δὲ θερμοτέρου γιγνομένου καὶ τὸ μόριον ἐν ᾧ σήπεται θερμότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερμῶν τὰ πλησιάζοντα συνθερμαίνεται, συνθερμανθήσεται τοῖς οὕτω διακειμένοις μορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ δριμείᾳ δηλονότι θερμασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ σηπεδόνος. ἐὰν οὖν ἀξιόλογόν τε τὸ μόριον ᾖ τὸ οὕτως θερμανθὲν, ἐκτείνειν τε τὴν ἑαυτοῦ θερμασίαν ἐπὶ τὴν καρδίαν ἱκανὸν, ἤτοι γε ὅτι πλησίον αὐτῆς ἐστὶν, ἢ ὅτι κύριον, ἢ ὅτι θερμὸν, συνεκπυρώσει κᾀκείνην, ἅτε φύσει θερμοτάτην οὖσαν. εἰ δὲ ἅπαξ αὐτὴ πυρωθείη, ῥᾳδίως ἤδη τὸ πᾶν αὐτῆς σῶμα συνεκθερμανθήσεται, 
265
καθάπερ τινὸς ἑστίας φλόγα πολλὴν ἐχούσης ὁ περιέχων αὐτὴν οἶκος. ὀνομάζουσι δὲ τὸ τοιοῦτον πάθημα τοῦ σώματος οἱ Ἕλληνες πυρετόν. ἐνίοτε δὲ πρὶν ἄρχεσθαι σήπεσθαι τὸ πλῆθος τοῦ αἵματος, ἐπί τι μόριον ἀθρόως ἀφικόμενον ἤτοι τελέως ἐνέκρωσεν, ὥστε διαφθεῖραι τὴν ἐνέργειαν, ἢ βλάβην ἀξιόλογον ἐνεγκεῖν. αἱ γοῦν ἀποπληξίαι κατὰ τοῦτον γίνονται τὸν τρόπον, ἐπὶ τὴν ἀρχὴν τοῦ ζώου ῥυέντος ἀθρόως αἵματος πολλοῦ. ὡς ὅταν γ’ εἰς ἄλλο τι κατασκήψῃ μόριον, ὄγκον ἐν τούτῳ παρὰ φύσιν ἐργάζεται. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φλεγμονή. ὅταν δὲ παχύτερόν τε καὶ μελαγχολικώτερον ᾖ τὸ κατασκῆψαν αἷμα, σκιῤῥώδης ὁ ὄγκος γίνεται, καθάπερ γε καὶ χαῦνος, ὅταν ᾖ φλεγματικώτερον τὸ ῥεῦμα· χολώδους δὲ ὄντος ἐρυσίπελας ἀποτελεῖται. διωρισμένα δ’ ἀκριβῶς ἔχεις ἅπαντα ταῦτα κατὰ τὰς προειρημένας ἄρτι πραγματείας, ἀλλὰ νῦν γ’, ὡς ἔφην, ὑποθέσεις τῷ παρόντι λόγῳ τὰ δεδειγμένα ποιούμενος ἀκολούθως αὐτοῖς τὸν περὶ τῆς φλεβοτομίας ἐπιδείκνυμι λόγον. ὄντος οὖν πλήθους διττοῦ, κάλλιστον γὰρ ἐντεῦθεν
266
ἄρξασθαι, καὶ τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν εἰς σηπεδόνα τε ῥᾳδίως ἀφικνουμένου καὶ μέντοι καὶ κατασκήπτοντος ἐνίοτε εἰς μόριά τινα, κᾀν τούτοις ἐργαζομένου τοὺς παρὰ φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, κατασκήπτοντος μὲν καὶ τούτου πολλάκις εἰς μόρια καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς ῥήξεις τῶν φλεβῶν ἐργαζομένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξασθαί τι μέγα κακὸν ἐργάσασθαι περὶ τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν ἄμφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν πραγματείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵματος ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥωστημάτων, ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται, διὸ καὶ περιττὴν ἡγοῦμαι τήνδε τὴν συγγραφήν. εἰ μὲν γὰρ ὡσαύτως καὶ ἐν ἐκείναις ταῖς πραγματείαις ἔγραψα, κἀνταῦθα γράφοιμι, δὶς περὶ τῶν αὐτῶν ἀναγκασθήσομαι διέρχεσθαι, καὶ διὰ ταῦτα μακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντομώτερον ἄγοιμι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον,
267
ἢ ἀσαφῶς τι διὰ τὴν βραχυλογίαν εἰπεῖν, ἢ διορισμόν τινα τῶν χρησίμων παραλιπεῖν. ἀλλ’ ἐπεὶ μὴ κατὰ τὴν ἐμαυτοῦ προαίρεσιν ἧκον ἐπὶ τὸν λόγον τοῦτον, εἴ τι γίγνοιτο τῶν εἰρημένων τούτων ἐν αὐτῷ σφάλμα, τὴν αἰτίαν οἱ ἀξιώσαντες ἕξουσιν, ὥσπερ γε καὶ εἰ κατορθωθείη καὶ φανείη χρήσιμος, ἀποστήσομαι τῶν ἐπαίνων ἐκείνοις.

Ἥδε οὖν αὖθις ἀρχὴ γιγνέσθω τῷ λόγῳ. τοῖς μὲν τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι μορίων καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις, ἀναγκαία μέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας ἀποβλέπων, μάλιστα μὲν εἰς τοὺς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνάμεως ῥώμην ἢ ἀῤῥωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου τοῦ σώματος, ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενημένον βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων καὶ μάλιστα πολυτρόφων ὁ οὕτως ἔχων προσηνέγκατο τὸ ἔθος τε καὶ παρὰ τὸ ἔθος, κινήσεις τε τίνας ἐκινήθη, ἐκκρίσεις τε τίνας ἔσχεν

268
ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος, ἐπὶ δὲ τούτοις ἅπασι πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ μὲν δὴ τοῦ πλήθους ἑκατέρου ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων ὀρισθήσεται σημείων. εἰς ὅσον γὰρ ἑαυτῷ βαρύτερος ὁ ἄνθρωπος εἶναι δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς τοσοῦτον ηὔξηται. κατὰ δὲ τὸν αὐτὸν λόγον εἰς ὅσον ἡ τονώδης αἴσθησις ηὔξεται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος διαγνώσῃ, μεμνημένος ὅτι τὸ χρῶμα χυμῶν ἐστιν, ἐπειδὰν μετρίως ἔχει θερμότητος λείπων σῶμα φύσει. τοῖς μὲν γὰρ ψυχροτέροις ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας ἠθροισμένοις χυμοῖς ὄγκος καὶ διάθεσις τῶν ἀγγείων, τοῖς δ’ ἐν τῇ σαρκὶ, κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ θερμότητος. αἱ δὲ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀῤῥωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνεργείαις ἐδείχθησαν κρινόμεναι, προαιρετικαῖς μὲν κατὰ
269
τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγμοὺς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, τῇ δὲ κατ’ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναμις ἡ θρεπτικὴ, ἣν ἐξ ἥπατος ὁρμᾶσθαι ἐδείκνυεν τὴν διάγνωσιν ἐλάμβανεν. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σημείοις αἱ δυνάμεις ἐῤῥωμέναι τυγχάνουσιν οὖσαι, φλεβοτομήσεις δηλονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἐπιδιοριζόμενος, ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη. τοῦ δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος οὐ πάντως αἵματος ἀφαιρετέον. ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα χυμὸν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρὴ μέχρι πόσου μὲν ἡ δύναμις ἔῤῥωται, μέχρι δὲ πόσου αὐτὸς ὁ χυμὸς ἔφυ. προκαταλυθεῖσα γὰρ ὑπὸ τῶν τοιούτων διαθέσεων ἡ δύναμις ἐν ταῖς φλεβοτομίας εἴωθε καταπίπτειν ἐς ἔσχατον, ὡς μηκέτ’ αὐτὴν ἀνακτήσασθαι δυνηθῆναι. τούτου δὲ γενομένου κίνδυνος οὐ σμικρὸς ἕπεται, μάλισθ’ ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ στομάχου μοχθηρῶς ἔχοντος, ἢ τοῦ σώματος ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος. 
270
διαφοροῦνται γὰρ οἱ τοιοῦτοι συγκόπτονταί τε τάχιστα, κᾂν μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός. εἰ δὲ μηδὲν εἴη τούτων, ἀλλ’ ὁ χειμὼν ἢ τὸ χωρίον ὑπάρχει φύσει ψυχρὸν, ἥ τε φύσις τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν ἑπομένων συμπτωμάτων. τοὺς οὕτω διακειμένους οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσμασι μετρίως θερμαίνουσι καὶ πόμασι τέμνουσι τὸ πάχος τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως. ὅσα γὰρ σφοδρῶς θερμαίνει καταλύει τὴν δύναμιν ἀθροότερον, ὡς μηκέτι ἐξαρκεῖν τῇ θεραπείᾳ. πολλάκις δὲ καὶ τὸν πυρετὸν συνηύξησεν, ὥστε κἀντεῦθεν βλάβην γίνεσθαι τῇ δυνάμει. διὸ δὲ τῶν τεμνόντων τὸ πάχος χυμῶν, ἐδεσμάτων τε καὶ πομάτων ἡ κατὰ τὸ θερμαίνειν δύναμις ἔστω μετρία.