De curandi ratione per venae sectionem

Galen

Galen, De curandi ratione per venae sectionem

Ὅτι δ’ ἐν αὐτῇ πάλιν ἐκείνῃ τῇ ἡμέρᾳ, καθ’ ἣν φλεβοτομοῦμεν, ἐπιτηρῆσαι χρὴ τὴν παρακμὴν τοῦ πυρετοῦ, πρόδηλον εἶναι νομίζω. καίτοι γ’ ἐνίοις ἐστὶν οὐδὲ τοῦτο πρόδηλον, ὅσοι κελεύουσιν ἕωθεν μόνον φλεβοτομεῖν, ἢ τὸ μακρότατον ἄχρι πέντε ἢ ἓξ ὠρῶν. ἀλλ’ εἰ τῶν ἔμπροσθεν εἰρημένων ἐν ὅλῳ τῷ γράμματι μνημονεύει 

311
τις, οὐδὲν τοιούτων σφαλήσεται φλεβοτομῶν ἐν ἁπάσῃ μὲν ἡμέρας ὥρᾳ, πάσης δὲ νυκτὸς, σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν, ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτον δεομένων τοῦ βοηθήματος χωρὶς πυρετοῦ, οὐ τὴν παρακμὴν, οὐκ ὄντος γε ὅλως τοῦ πυρετοῦ, τὸ μέγεθος δ’ αὐτῆς τῆς ὀδύνης ἢ φλεγμονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐν ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία. μηδενὸς δὲ τοιούτου κατεπείγοντος ἢ κωλύοντος ἄμεινόν ἐστιν ἔωθεν φλεβοτομεῖν, οὐκ εὐθέως ἅμα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορήσαντες δὲ χρόνον ὡς ὥρας μιᾶς, εἴρηται δὲ ὅτι καὶ λούειν τινὰς ἄμεινον, εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους, ἐφ’ ὧν δὲ ἦρος εἰσβαλόντος ἐπὶ φλεβοτομίαν ἔρχεσθαι. διὰ προσδοκίαν πυρετῶν οἶδα φλεβοτομήσας ἐνίους καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων, ἢ ἐν διδασκαλείοις, ἢ ἐργαστηρίοις, ἢ κατ’ ἀγορὰν, ἢ ἐπὶ τῆς οἰκίας. ὅ γε μὴν τῆς ἐπαφαιρέσεως καιρὸς, ἐφ’ ὧν μὲν ἁπλῶς κενῶσαι,
312
κᾂν δύο ταῖς ἐφεξῆς ἡμέραις γένηται, βέλτιον ἐστί. προσέχειν δ’ ἐν ἅπασι τοῖς τοιούτοις σε χρὴ τὴν δύναμιν τοῦ κάμνοντος, ἁπτόμενον τῶν αὐτοῦ ἀρτηριῶν. ἔνιοι γὰρ εὐπαθεῖς εἰσι τὴν δύναμιν, ὡς μὴ φέρειν ἀθρόαν κένωσιν, ἐφ’ ὧν ἀνακτησάμενος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὸν κάμνοντα, ἐπαφαιρεῖν ἐν τῇ δευτέρᾳ προσήκει.

Ὅτι καὶ τὰς ἀρτηρίας φλέβας ὀνομάζουσιν οἱ παλαιοὶ καὶ ἡμῖν ἑτέρωθι δέδεικται καὶ πρὸ ἡμῶν ἄλλοις ὡμολόγηται. διά τε οὖν αὐτὸ καὶ προσέτι τὴν οἰκειότητα τῶν διδασκαλιῶν καὶ βραχύτητα τοῦ λόγου, κάλλιον ἔδοξέ μοι μὴ γράφειν ἕτερον βιβλίον ὑπὲρ ἀρτηριοτομίας, ἀλλὰ τῷ τῆς φλεβοτομίας συνάψαι λόγῳ, καὶ τοῦτό γε αὐτὸ κατὰ τόδε τὸ μέρος, ἐν ᾧ σκοπούμεθα τίνας ἐπὶ τίσι μέρεσι πεπονθόσι προσήκει διαιρεῖσθαι φλέβας. ὡς γὰρ ἄλλας ἐπ’ ἄλλοις ἐδείξαμεν, οὕτω δὴ καὶ τὰς κατὰ τοὺς κροτάφους ἀρτηρίας καὶ τὰς τῶν ὤτων ὄπισθεν ἔθος ἐστὶ τοῖς ἰατροῖς διαιρεῖν, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλμοῖς ῥεύμασιν, ὅσα θερμὰ καὶ πνευματώδη,

313
τὰς δὲ ὄπισθεν τῶν ὤτων ἐπὶ σκοτωματικοῖς μάλιστα καὶ ὅσοι χρονίοις ἀλγήμασι κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. ἤδη δὲ καὶ δι’ ἄλλα πάθη περὶ τὴν κεφαλὴν συνιστάμενα χρόνια κέχρηνται τινὲς ἀρτηριοτομίᾳ τῶν ὤτων ὄπισθεν. οὐ μὴν ἐφ’ ἑτέρου γέ τινος μορίου πάσχοντος ἐχρήσαντο τῷ βοηθήματι, καίτοι τῶν πολλῶν δεομένων αὐτοῦ μᾶλλον ἢ φλεβοτομίας. ἔνθα γὰρ ἐνοχλεῖ θερμὸν αἷμα καὶ πνευματῶδες ἐν ταῖς ἀρτηρίαις ἠθροισμένον, ἐνταῦθα χρεία τῶν κοινῶν τῶ πάσχοντι μορίῳ τεμνομένων ἀρτηριῶν. ἀλλὰ διὰ τὸ δυσεπίσχετον τῆς ἀρτηρίας οὐ τολμῶσιν οἱ ἰατροὶ διαιρεῖν τὰς ἀρτηρίας, ὅπου γε καὶ φλεβοτομοῦντες τινὲς, ὅταν ἀρτηρίαν τρώσωσιν ἐν τῷ παραχρῆμα, δυσχερῶς ἱστῶσι τὴν αἱμοῤῥαγίαν, καὶ ὅταν τὰ βέλτιστα πράξωσιν, εἰς οὐλὴν τῆς διαιρέσεως ἰούσης ἀνεύρυσμα γίνεται.

Καὶ μέντοι καὶ ἀποθανόντας τινὰς ἴσμεν ἐκ τῆς ὑποκειμένης ἀρτηρίας τῇ κατ’ ἀγκῶνα φλεβὶ τῇ ἔνδον. ἐνίους μὲν ἐν τῷ παραχρῆμα διὰ τὸν περιβληθέντα

314
βρόχον, ἐθελησάντων τε τῶν ἰατρῶν ἐπέχειν, ὡς τὴν αἱμοῤῥαγίαν εἰς γάγγραιναν ἐλθεῖν, ἐνίους δ’ ὕστερον ἐν τῇ τῶν ἀνευρυσμάτων χειρουργίᾳ διαφθαρέντας. ἀναγκαῖον γὰρ ἐν ταύτῃ βρόχῳ διαλαμβάνεσθαι τὸ ἀγγεῖον. τὰς μὲν οὖν ἀξιολόγους κατὰ τὸ μέγεθος ἀρτηρίας διὰ ταῦτα φεύγουσιν οἱ ἰατροὶ, τὰς δὲ μικρὰς ὡς οὐδὲν μέγα δυναμένας ἀνύσαι. καίτοι καὶ αὗται πολλάκις ἡμῖν ὤφθησαν οὐ μικρὰν ὠφέλειαν ἐπιφέρουσαι μετὰ καὶ τοῦ συνουλοῦσθαι χωρὶς ἀνευρύσματος. καὶ μέντοι κᾂν μείζων ἀρτηρία ᾖ, καὶ αὐτὴ χωρὶς ἀνευρύσματος συνουλοῦται διαιρεθεῖσα πᾶσα. καὶ πολλάκις τοῦτο αὐτὸ τὸν ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἰάσατο. φαίνεται γὰρ σαφῶς ὅθ’ ὅλη δι’ ὅλης ἑαυτῆς ἐγκαρσίως διακοπῇ, τῶν μερῶν ἑκατέρων ἀνασπωμένων ἑκατέρωσε, τὸ μὲν ἄνω τοῦ μορίου, τὸ δὲ κάτω. τοῦτο μέν γε καὶ ταῖς φλεψὶν, ἀλλὰ μετρίου ὑπάρχει, ταῖς δ’ ἀρτηρίαις ἀεὶ μᾶλλον τῶν φλεβῶν. ἔγωγ’ οὖν ὅθεν ὁρμηθεὶς ἐπὶ τὸ διαιρεῖν ἀρτηρίας ἦκον ἤδη σοι φράσω. προτραπεὶς ὑπό τίνων ὀνειράτων δυοῖν ἐναργῶς μοι γενομένων
315
ἦκον ἐπὶ τὴν ἐν τῷ μεταξὺ λιχανοῦ τε καὶ μεγάλου δακτύλου τῆς δεξιᾶς χειρὸς ἀρτηρίαν, ἐπέτρεψά τε ῥεῖν ἄχρις ἂν αὐτομάτως παύσηται τὸ αἷμα, κελεύσαντος οὕτω τοῦ ὀνείρατος. ἐῤῥύη μὲν οὖν οὐδ’ ὅλη λίτρα. παραχρῆμα δ’ ἐπαύσατο χρόνιον ἄλγημα κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἐρεῖδον, ἔνθα συμβάλλει τῷ διαφράγματι τὸ ἧπαρ. ἐμοὶ μὲν οὖν τοῦτο συνέβῃ νέῳ τὴν ἡλικίαν ὄντι. θεραπευτὴς δὲ τοῦ θεοῦ ἐν Περγάμῳ χρονίου πλευρᾶς ἀλγήματος ἀπηλλάγη δι’ ἀρτηριοτομίας ἐν ἄκρᾳ τῇ χειρὶ γενομένης, ἐξ ὀνείρατος ἐπὶ τοῦτο ἐλθὼν καὶ αὐτός. ἑτέρῳ δὲ τραύματος ἐν τῷ σφυρῷ γενομένου διαιρεθείσης ἀρτηρίας, οὐκ ἐπαύετο μὲν ἡ φορὰ τοῦ αἵματος, ἄχρι κληθεὶς ἐγὼ διέτεμον ὅλην αὐτὴν, εἶτα τῷ διὰ τῆς ἀλόης καὶ μάννης καὶ τοῦ λευκοῦ τῶν ὠῶν ἐχρησάμην φαρμάκῳ λαγῴαις ἀναλαμβανομένῳ θριξὶ, καὶ χωρὶς μὲν ἀνευρύσματος ἐθεραπεύθη τὸ τραῦμα περισαρκωθέντος τοῦ στόματος τῆς ἀρτηρίας, ὁ δὲ ἄνθρωπος ἐτῶν ἤδη τεσσάρων ἐκ διαλειμμάτων οὐ μικρῶν ὀδυνώμενος τὸ ἰσχίον, ἐξ ἐκείνου τελέως ὑγιὴς ἐγένετο. ταῦτα οὖν ἔπεισέ με πολλάκις ἐν ἄκροις
316
τε τοῖς κώλοις, καὶ μέντοι καὶ κατὰ τὴν κεφαλὴν ἀρτηρίας διαιρεῖν, ἐπὶ πᾶσιν ἀλγήμασιν, ὅσα διὰ θερμὴν οὐσίαν ἢ πνευματώδη τὴν γένεσιν ἔχειν ἔδοξεν, καὶ μάλιστα κατὰ τοὺς ὑμένας, ὧν τὸ ἄλγημα νυγματῶδές τ’ ἐστὶ καὶ πλατυνόμενον ἀτρέμα, τῆς μὲν νυγματώδους αἰσθήσεως καθ’ ἕν τι μέρος ὡς ἂν κέντρον τοῦ πεπονθότος τόπου γινομένης, τάσεως δ’ αἴσθησιν ἴσχοντος τοῦ περὶ τὸ κέντρον τοῦ μυὸς παντός.