De curandi ratione per venae sectionem

Galen

Galen, De curandi ratione per venae sectionem

Ὅσα οὖν καὶ περὶ τούτου τοῦ σκέμματος εἴρηται τοῖς ἰατροῖς εἰ γράφοιμι, δεήσει μοι βιβλίου μεγάλου, καθ’ ἑαυτὸ δὲ πληρουμένου. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων ἃ μέχρι δεῦρο τοῦ λόγου διώρισται, τὴν ἐμαυτοῦ γνώμην ὑμᾶς ἀνέμνησα, τεθεαμένους ἐπὶ τῶν ἔργων αὐτὴν μαρτυρουμένην, οὕτω καὶ νῦν πράξω, τὴν ἀρχὴν τοῦ λόγου ποιησάμενος ἐκ τῶν ἐναργῶς ὁσημέραι θεωρουμένων ἐπὶ τῶν καμνόντων, ἃ πρῶτος Ἱπποκράτης ἀκριβῶς παραφυλάξας ἔγραψεν. ἔστι δὲ αὐτῶν ἓν μὲν καὶ πρῶτον κεφάλαιον· ὅσα κατ’ ἴξιν αἱμοῤῥαγεῖ, μεγίστην ὠφέλειαν ἐπιφέρειν τοῖς νοσοῦσιν.

296
τὸ δὲ κατ’ ἴξιν ὅτι κατ’ εὐθὺ λέγει, πᾶσιν ὡμολόγηται, σαφῶς αὐτοῦ κεχρημένου πολλάκις ἐπὶ τοῦδε τοῦ σημαινομένου τῇ κατ’ ἴξιν φωνῇ. τὰ δ’ ἀνάπαλιν αἱμοῤῥαγοῦντα μηδὲν ὠφελεῖν ἢ καὶ βλάπτειν ἐνίοτε τῷ καταλῦσαι τὴν δύναμιν ἄνευ τοῦ τὸ πάθος κουφίσαι. οὔτε γὰρ ἐπὶ σπληνὶ μεγάλῳ μυκτὴρ δεξιὸς αἱμοῤῥαγήσας οὔτε ἀριστερὸς ἐφ’ ἥπατι φέρει τινὰ ὠφέλειαν, ἀλλὰ ἀντίσπασις μὲν ἐν τοῖς κατ’ εὐθὺ ἀντισπωμένοις ἐναργῆ τὴν ὠφέλειαν ἐν τάχει δεικνύει, ἐπὶ δὲ τοῖς ἀνάπαλιν οὐκέτι. δεξιοῦ μὲν οὖν αἱμοῤῥαγοῦντος μυκτῆρος ἡ κατὰ τὸ ὑποχόνδριον τὸ δεξιὸν ἐρειδομένη συκία σαφῶς ἵστησιν ἐν τάχει τὴν αἱμοῤῥαγίαν, ὥσπερ καὶ ἡ κατὰ τὸν ἀριστερὸν αἱμοῤῥαγοῦντος ἀριστεροῦ. καὶ φλεβοτομήσας δὲ χάριν ἀντισπάσεως, ἐπὶ μὲν ταῖς κατ’ εὐθεῖαν αἱμοῤῥαγίαις ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. ἔμπαλιν δ’ εἰ τέμνοις, οὐδὲν ὄφελος.

Οὕτω τοίνυν καὶ σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράμεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρὸς, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμνῃς

297
τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένωσις αἵματος ἐξ ἀριστερᾶς χειρὸς, ἄμεινον δὲ μὴ ἅπαξ ἐκκενοῦν τὸ σύμμετρον, ἀλλ’ εἰς δύο μερίζοντας ἡμέρας. οὐ μὴν οἶδα κατὰ τί τοῖς ἰατροῖς ἠμέληται τοῦ φλεβοτομεῖν τοὺς σπληνώδεις. ἐγὼ γὰρ ἀεὶ μεγάλην ὠφέλειαν ἔγνων γινομένην, εἰ καὶ λίτραν τις ἐκκενώσειεν μίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώσεως ἐκ τῶν προειρημένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ μέν γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευροῦ φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις, ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢ μετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλμὸν ἰσχυροτάτας ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτομία, τῆς ὠμιαίας καλουμένης φλεβὸς τεμνομένης. πειρᾶσθαι δ’ ἐπὶ πάντων παθῶν ἄμεινον ἦν ἐπὶ ταῖς φλεβοτομίαις μετρίαις γινομέναις τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ μὲν ἐπὶ μιᾶς ἡμέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔμπροσθεν εἴρηται, μέχρι λειποθυμίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖμεν. ἐπὶ μὲν
298
οὖν τῶν ὀφθαλμῶν ἥ τ’ ὠμιαία καλουμένη φλὲψ ἥ τ’ ἐπ’ αὐτῆς κατασχιζομένη κατ’ ἀγκῶνα τμηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας, ἢ πνεύμονος, ἢ διαφράγματος, ἢ σπληνὸς, ἢ ἥπατός τε καὶ γαστρὸς, ἢ διὰ μασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένη. τέμνειν δὲ καὶ ταύτην, μάλιστα μὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ μὴ, τὴν ἀπ’ αὐτῆς ἀποσχιζομένην εἰς τὴν καμπὴν τῆς διαρθρώσεως. ἴστε δή που μικρὸν ἔμπροσθεν ἀπὸ τῆς ὠμιαίας φλεβὸς ἀποσχίζεσθαι τὴν προειρημένην συνάπτουσαν αὐτήν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’ ἀγκῶνα φλεβοτομίας εἰσὶν, ὅ τ’ ἔνδον καὶ ὁ ἐκτὸς καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος, ὁ δὲ ἐκτὸς ἐπὶ τῶν ὑπὲρ τούτων ἢ προσώπου ἢ κεφαλῆς. ὁ μέσος δὲ τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς ἀπεσχισμένας φλέβας, εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινομένας, εἶτ’ ἐνταῦθα συναπτομένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταυτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν καμπὴν τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ μὲν τὴν ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν ἀσαφεστέρας
299
οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρας τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ὅσαι κατὰ τὸν πῆχύν εἰσι, διαιρεῖν οὐδὲν κωλύει μὴ φαινομένων τῶν κατ’ ἀγκῶνα. καὶ τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν, οὕτω δ’ ἐναργῆ διὰ ταχέων ἐνίοτε τὴν ὠφέλειαν αἱ κατ’ εὐθὺ τῶν πασχόντων μορίων φλεβοτομίαι φέρουσιν, ὥστε καὶ τοὺς πάσχοντας αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν ἐκπλήττεσθαι πολλάκις.

Ἐγὼ γοῦν οἶδα ποτὲ παρακληθεὶς ὑπό τινος οἰκοῦντος ἐν προαστείῳ τῆς Ῥωμαίων πόλεως ἀνδρὸς πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγματα, κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν, ὀδυνώμενόν τε μεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡμερῶν κ΄. ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάμενος ἰατρὸς Ἐρασιστράτειος, ἔργον πεποιημένος ἀπέχεσθαι φλεβοτομίας ἀεί. θεασάμενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πολύαιμον, ἀνελκώτους μὲν ἔτι τοὺς ὀφθαλμοὺς ἔχοντα, 

300
φλεγμονὴν δὲ μεγίστην ἔχοντα καὶ ῥεῦμα καὶ δασύτητα ἐν ἀμφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη τινὰς, ὑφ’ ὧν ἐπισκοτούμενος ἔτι καὶ μᾶλλον ὠδυνᾶτό τε καὶ παρωξύνετο τὴν φλεγμονὴν καὶ τὸ ῥεῦμα, ταῦτα θεασάμενος ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν μὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν τριῶν ἡμερῶν τοὐλάχιστον οὐκ ἐκ μακρῶν διαλειμμάτων ὑπ’ ἐμοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡμέρας ἐμοί. καὶ μὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσομαι καὶ ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που ὥρας ε΄ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵματος λίτρας γ΄, εἶτα ἄλλην μίαν ὥρας θ΄. ἐν αἷς ἀνακαλύψας μεγάλως ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων μιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαμεν ἐπὶ τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς μίλης τοῦ πυρῆνος ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνομένης. ἐπράχθη δὲ τοῦτο πρῶτον μὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ΄. ἐφ’
301
αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσμὰς ἡλίου, κἄπειτα κατὰ τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς ἐπιμιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’ οἴνου, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς ἡμέραν ἕωθεν ἁπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον ἔνθα τῶν ὀχημάτων ἀποβαίνειν εἰσὶν εἰθισμένοι, προσηγόρευσεν αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγμάντοις καὶ ἀρευματίστοις τοῖς ὀφθαλμοῖς, ὁ πρὸ δύο ἡμερῶν οὐδὲ διανοῖξαι τὰ βλέφαρα δυνάμενος ὑπὸ τοῦ ῥεύματός τε καὶ τῆς ὀδύνης. ἔδοξεν οὖν τὸ πρᾶγμα μαγείᾳ τινὶ γεγονέναι παραπλήσιον, ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυμάζοντά τε τὸ τάχος τῆς θεραπείας, ἅπαντάς τε τοὺς μετ’ αὐτοῦ παραπλησίως βοᾷν, οὐχ ἡμῶν μέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς μέγιστα κακὰ ὁρῶντα διὰ τὸ τῆς φλεβοτομίας δέος. ἔχρῃζε μὲν γὰρ ὁ κάμνων ἀποσμηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦτο γενέσθαι χωρὶς φαρμάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον
302
ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται πολλάκις ἡμῖν ὡς ἅπαντα τὰ δριμέα φάρμακα προσφερόμενα μορίοις τισὶν, ἐὰν μὴ κενὸν ᾖ τὸ σῶμα πᾶν καὶ ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦμα καὶ φλεγμονὴν ἐργάζεται. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν μαγεία τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα, ἀπ’ ἐκείνου τὸν Ἐρασιστράτειον ἰατρὸν αἱμοφόβον ὠνόμαζεν. αὕτη μὲν οὖν ἡ διήγησις ἀμφοῖν ἔνδειξιν ἔχει, τοῦ τε χρῆναι φλεβοτομεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡμῖν προκείμενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτομεῖν χρῆναι κατ’ εὐθὺ τῶν πασχόντων μορίων καὶ τὰς ὠμιαίας ἐντέμνειν φλέβας ἐπὶ τῶν ἀνωτέρων μερῶν τοῦ θώρακος πασχόντων.