De methodo medendi

Galen

Galen, De methodo medendi

Ἀνελθόντες οὖν αὖθις ἐπὶ τὴν μέθοδον ὑπὲρ τῆς τοῦ κάμνοντος ἐπισκεψώμεθα δυνάμεως, εἴτε συντελεῖ τι πρὸς τὴν θεραπείαν, εἴτ’ οὐδὲν ὅλως, ὡς ἔδοξέ τισιν. ἔοικε δὲ τοῖς ἄχρηστον εἰς θεραπείας εὕρεσιν εἶναι φαμένοις τὴν δύναμιν οὐκ οἰκεία τοῖς ἔργοις τῆς τέχνης ἡ σκέψις, ἀλλὰ λογικωτέρα μᾶλλον, ὡς σοφισταῖς γεγονέναι. λέγουσι μὲν γὰρ ἐκ τῆς διαθέσεως ἣν θεραπεύομεν εἶναι τὴν ἔνδειξίν ὧν χρὴ πράττειν, οὐκ ἐκ τῆς δυνάμεως. ἀμέλει καὶ ὥρας καὶ χώρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ ἔθη καὶ κράσεις σωμάτων ἀχρήστους εἶναί φασι κατὰ τὸν αὐτὸν λόγον. εἶθ’ ὅταν ἀναγκάζονται τὴν θεραπείαν ἐξαλλάττειν, διὰ ταῦτα τῶν ἐν ἀρχῇ ῥηθέντων ἑαυτοῖς ἐπιλανθανόμενοι, τὰ μὲν αὐτῶν ἀντενδείκνυσθαί

630
φασιν ἐνίοτε τοῖς θεραπευτικοῖς σκοποῖς, τὰ δ’ εἰς ὕλας βοηθημάτων εἶναι χρήσιμα, καθάπερ καὶ τὰ μόρια τοῦ ζώου. καὶ γὰρ ἐπ’ ἐκείνων τὴν αὐτὴν στρέφονται στροφὴν, ἐν ἀρχῇ μὲν τῶν λόγων ἄχρηστα πρὸς τὴν τῆς θεραπείας εὕρεσιν ὑπάρχειν αὐτὰ φάσκοντες, ὕστερον δ’ ὅτ’ ἂν ἐξελέγχωνται, πρὸς μὲν τὴν ἔνδειξιν τῆς θεραπείας ἄχρηστα λέγοντες, εἰς δὲ τὴν τῆς ὕλης ἐξάλλαξιν, ἢ εὕρεσιν, ἢ διαφορὰν, ἢ ποιότητα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὐχ. ὡσαύτως ἅπαντες, ἀναγκαῖα συγχωροῦντες ὑπάρχειν. ὅπερ οὖν εἶπον ἀρτίως, ἀναλήψομαι καὶ νῦν, ὡς ἐκ τοῦ χρησίμου τῆς τέχνης μεταβαίνοντες εἰς λογικὴν ἀφικνοῦνται σκέψιν. ἔστι μὲν γὰρ τὸ χρήσιμον ἐξευρεῖν βοηθήματα δι’ ὧν ὁ κάμνων θεραπευθήσεται· καταλιπόντες δ’ ἐκεῖνοι τοῦτο περὶ ὀνομάτων ἐρίζουσιν, ἐνδείξεις τε καὶ ἀντενδείξεις λέγοντες καὶ κοινότητας καὶ σκοποὺς καὶ ὕλας βοηθημάτων, ὅσα τ’ ἄλλα τοιαῦτα τῇ διαφορᾷ τῶν ὀνομάτων ἀπολογεῖσθαι νομίζοντες, ὑπὲρ ὧν ἀπεφήναντο ψευδῶς. ἐγὼ δ’ οὐ κωλύω μὲν αὐτοὺς ὀνόμασιν οἷς ἂν ἐθέλωσι χρῆσθαι· μεμνῆσθαι δὲ ἀξιῶ τῶν ἐξ ἀρχῆς
631
προτεθέντων, ἅπερ ἐστὶ βοηθημάτων εὑρέσεις· εἰς ἃς ὅ τι περ ἂν φαίνηται συντελοῦν ὁπωσοῦν ἀναγκαῖον αὐτὸ φατέον εἰς τὴν θεραπείαν ὑπάρχειν. οὕτως οὖν καὶ ἡ δύναμις εἴτ’ ἀναγκαία σκοπεῖσθαι τοῖς ἰατροῖς ἐπὶ τῶν ἀῤῥωστούντων εἴτ’ οὐκ ἀναγκαία σκοπῶμεν. ἐγὼ μὲν γάρ φημι πολλάκις ἀναγκαιοτάτην ὑπάρχειν αὐτὴν, ὡς πάντα σχεδόν τι τὰ περὶ τὸν κάμνοντα δι’ ἐκείνην πράττεσθαι μόνην, ἔστι δ’ ὅτε μετρίως ἀναγκαίαν, ὡς λαμβάνεσθαι μέν τι καὶ ἐξ αὐτῆς εἰς τὰ ποιητέα, μὴ μέντοι πρὸς αὐτήν γε τὸ πᾶν κῦρος ἀναφέρεσθαι τῶν πρακτέων. αὖθις δ’ ἄν σοι δείξαιμι τὴν δύναμιν οὕτω βραχὺ συντελοῦσαν εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ὡς διὰ σμικρότητα καὶ λανθάνειν ἐνίοτε καὶ παραπέμπεσθαι καὶ σιωπᾶσθαι, καθάπερ ὅλως οὐκ οὖσαν ἐκ τῶν χρησίμων σκοπῶν. ἀλλ’ ὅπερ ἐπὶ τῆς δυνάμεώς ἐστι, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὑπάρχει τῶν ἐνδεικνυμένων. ἄλλοτε γὰρ αὐτῶν ἄλλο τὸ μὲν ἧττον δύναται, τὸ δὲ πλέον· ἐνίοτε δὲ οὕτως ἰσχυρόν ἐστιν ὡς μόνον ἐνδείκνυσθαι δοκεῖν, ἢ οὕτως ἀσθενὲς ὡς παραλείπεσθαι.

632

Ταῦτ’ οὖν ἐπιδεικνύντι μοι πρόσεχε τὸν νοῦν, ἐκεῖνο διὰ μνήμης ἔχων ὡς οὔτ’ ἐν ἄλλοις τισὶ τὸ μεθόδῳ θεραπεύειν ἐστὶν οὔτ’ ἄλλος τις πρὸ ἡμῶν διωρίσατο πάνθ’ ἑξῆς αὐτὰ, καίτοι γε ὑφ’ Ἱπποκράτους εὑρημένης τῆς ὁδοῦ. ταυτὶ γὰρ ἃ νῦν ἐγὼ μέλλω διέρχεσθαι τὴν θεραπείαν ἐκδεικνύμενα πρῶτος ἁπάντων ἐκεῖνος ἔγραψεν· ἀλλ’ ὡς ἂν πρῶτος εὑρίσκων οὔτε τὴν προσήκουσαν ἅπασιν ἐπέθηκε τάξιν οὔτε τὴν ἀξίαν ἑκάστου τῶν σκοπῶν ἀκριβῶς ἀφωρίσατο, παρέλιπέ τέ τινας ἐν αὐτοῖς διορισμοὺς, ἀσαφῶς τε τὰ πλεῖστα διὰ παλαιὰν βραχυλογίαν ἑρμήνευσε. καὶ δὴ καὶ περὶ τῶν ἐπιπεπλεγμένων διαθέσεων ὀλίγιστα παντάπασιν ἐδίδαξε. συνελόντι δὲ φάναι τὴν ἐπὶ τὰς ἰάσεις ὁδὸν ἅπασαν μέν μοι δοκεῖ τέμνεσθαι, δεομένην μέντοι γ’ ἐπιμελείας εἰς τὸ τέλεον, ὥσπερ καὶ νῦν ὁρῶμεν ἐνίας τῶν ἐπὶ τῆς γῆς ὁδῶν τῶν παλαιῶν ἢ πηλῶδές τι μόριον ἑαυτῶν, ἢ λίθων, ἢ ἀκανθῶν πλῆρες, ἢ λυπηρῶς ὄρθιον, ἢ κάταντες σφαλερῶς, ἢ θηρίων πλῆρες, ἢ διὰ μέγεθος ποταμῶν δύσβατον, ἢ μακρὸν, ἢ

633
τραχὺ κεκτημένας. ἀμέλει ταῦτ’ ἐχούσας ἁπάσας τὰς ἐπὶ τῆς Ἰταλίας ὁδοὺς ὁ Τραϊανὸς ἐκεῖνος ἐπηνωρθώσατο, τὰ μὲν ὑγρὰ καὶ πηλώδη μέρη λίθοις στρωννὺς, ἢ ὑψηλοῖς ἐξαίρων χώμασιν, ἐκκαθαίρων δὲ τά τε ἀκανθώδη καὶ τραχέα καὶ γεφύρας ἐπιβάλλων τοῖς δυσπόροις τῶν ποταμῶν· ἔνθα δ’ ἐπιμήκης οὐ προσηκόντως ὁδὸς ἦν, ἐνταῦθα σύντομον ἑτέραν τεμνόμενος· ὥσπερ καὶ εἰ δι’ ὕψος λόφου χαλεπὴ, διὰ τῶν εὐπορωτέρων χωρίων ἐκτρέπων· καὶ εἰ θηριώδης ἢ ἔρημος, ἐξιστάμενος μὲν ἐκείνης, ἐφιστάμενος δὲ εἰς τὰς λεωφόρους, ἐπανορθούμενος δὲ καὶ τὰς τραχείας. οὔκουν χρὴ θαυμάζειν εἰ μαρτυροῦντες Ἱπποκράτει τὴν εὕρεσιν τῆς θεραπευτικῆς μεθόδου γράφειν ἐπεχειρήσαμεν αὐτοὶ τήνδε τὴν πραγματείαν. οὐ γὰρ ὡς οὐδ’ ὅλως εὑρεθείσης αὐτῆς, ἀλλ’ ὡς δεομένης ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τήνδε τὴν συγγραφὴν ἧκον οὐδένα τῶν πρὸ ἐμοῦ συμπληρώσαντα τὴν μέθοδον εὑρών. ἔνιοι μὲν γὰρ οὐδ’ ἔγνωσαν ὅλως αὐτὴν, ἔνιοι δὲ γνόντες οὐκ ἠδυνήθησαν προσθεῖναι τὸ λεῖπον· εἰσὶ δ’ οἳ καὶ κατακρύψαι καὶ συσκιάσαι προείλοντο καὶ ἀφανῆ ποιῆσαι
634
παντάπασιν· οἵτινες δ’ εἰσὶν οὗτοι προϊόντος ῥηθήσεται τοῦ λόγου. νυνὶ δ’ ὅπερ ὑπεσχόμην ἤδη ποιήσω· πάντας ἑξῆς ἐκθήσομαι τοὺς θεραπευτικοὺς σκοπούς.

Ἀρχὴ δ’ αὐτῶν εἰς σαφήνειαν χρήσιμος ἀνάμνησις ὧν ἐν τῇ πρὸ τούτου γράμματι διῆλθον, ὑπὲρ τῶν ἐφημέρων πυρετῶν διαλεγόμενος. ἐφαίνετο γὰρ ἐπ’ ἐκείνων ἔνδειξις ἡ πρώτη μὲν καὶ ὡς ἂν εἴποι τις κυριωτάτη τὴν διάθεσιν τοῦ νοσοῦντος ἐκκόπτειν, ὥσπερ ἐπὶ τῶν ὑγιαινόντων ἐδείχθη φυλάττειν. ἀλλ’ ὥσπερ τηρεῖται διὰ τῶν ὁμοίων, οὕτως ἀναιρεῖται διὰ τῶν ἐναντίων. συνενδείκνυσθαι δ’ ἐλέγομεν εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν αὐτήν τε τοῦ σώματος τὴν κρᾶσιν ἅμα τοῖς ἔθεσι καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν. ἐφ’ ὧν δὲ νοσημάτων ἐξαίρετός τις ἐν ἑνὶ μορίῳ τοῦ ζώου διάθεσις ἐγένετο, καθάπερ ἐπὶ τῶν ἐγκαύσεων ἐν τῇ κεφαλῇ, λαμβάνεσθαί τινα κᾀκ τοῦ μέρους τούτου ἔνδειξιν. οὐ μὴν ἐν ἐκείνῳ γε τῷ γράμματι περὶ τῆς δυνάμεως ἢ τῆς τὴν διάθεσιν ἐργαζομένης αἰτίας εἴρηταί τι, διὰ τὸ τὴν μὲν δύναμιν οὐδεμιᾶς ἐξαιρέτου δεῖσθαι προνοίας ἐν τοῖς

635
ἐφημέροις πυρετοῖς, ὡς ἂν ἐῤῥωμένην τοὐπίπαν· διάθεσίν τε οὐδεμίαν εἶναι τὸν ἀκριβῶς ἐφήμερον πυρετὸν ἤτοι γεννῶσαν ἤ αὐξάνουσαν, ἑκατέρως γὰρ ἐγχωρεῖ λέγειν. ἀλλὰ νῦν γε περὶ πρώτης διελθὼν τῆς δυνάμεως ἑξῆς ἐπὶ τὰς γεννώσας αἰτίας τὸν πυρετὸν ἀφίξομαι τῷ λόγῳ.

Διοικοῦσι τὸ ζῶον, ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπεδείκνυτο, τρεῖς ἑτερογενεῖς ἀλλήλων δυνάμεις, ὥσπερ ἐκ πηγῆς τινος ἰδίας ἑκάστη παντὶ τῷ σώματι διανεμόμεναι. καλεῖ δ’ αὐτὰς ὁ Πλάτων ψυχὰς, ἰδίαν ἑκάστης εὑρίσκων τὴν οὐσίαν. ἔστι δ’ ἡ μέν τις αὐτῶν εἰς τὸ τρέφεσθαι τὸ ζῶον ἀναγκαία καὶ κοινὴ πρὸς τὰ φυτὰ, τὴν μὲν οἷον πηγὴν ἔχουσα τὸ ἧπαρ, ὀχετοὺς δ’ ἐξ αὐτῆς εἰς ὅλον τὸ σῶμα διασπειρομένους τὰς φλέβας· ἣν εἴτ’ ἐπιθυμητικὴν, εἴτε φυσικὴν, εἴτε θρεπτικὴν ὀνομάζοις, οὐδὲν διοίσει, καθάπερ οὐδὲ εἰ ψυχὴν ἢ δύναμιν. ἑτέρα δ’ οὐ μόνον ὡς φυτοῖς ἡμῖν ἢ ζῶσιν, ἀλλὰ καὶ ὡς ζώοις ὑπάρχουσα ψυχὴ, κατὰ τὴν καρδίαν ἵδρυται πηγή τις οὖσα καὶ ἥδε τῆς ἐμφύτου θερμασίας· ὀχετοὶ δὲ καὶ ταύτης

636
τῆς πηγῆς αἱ ἀρτηρίαι, καλουμένης καὶ αὐτῆς ὀνόμασι πολλοῖς· καὶ γὰρ δύναμις ζωτικὴ καὶ δύναμις θυμοειδὴς καὶ ψυχὴ ζωτικὴ καὶ ψυχὴ θυμοειδὴς ὀνομάζεται. τρίτη δ’ ἐν ἐγκεφάλῳ καθίδρυται ψυχὴ λογικὴ, τῶν κατὰ προαίρεσιν ἐνεργειῶν ἅμα ταῖς αἰσθήσεσιν ἐξηγουμένη, χρῆται δὲ μορίοις καὶ ἥδε καθάπερ ὀχετοῖς τισι τοῖς νεύροις, αἴσθησίν τε καὶ κίνησιν ἐπιπέμπουσα δι’ αὐτῶν τῷ ζώῳ παντί. τὸ μὲν δὴ ταύτας φυλάττειν τὰς δυνάμεις οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ φυλάττειν τὴν ζωήν· ἐδείχθη γὰρ ὅπως ἀπολομένης ἡστινοσοῦν ἐξ αὐτῶν μιᾶς ἀναγκαῖόν ἐστι καὶ τὰς λοιπὰς συναπόλλυσθαι. καὶ διὰ τοῦτο κατὰ τὴν ὑγιεινὴν πραγματείαν ὁ σκοπὸς ἡμῖν οὗτος ἦν. ἐπὶ δὲ τῆς θεραπευτικῆς ὁ μὲν πρῶτος σκοπὸς ἀνάλογον τῷ κατὰ τὴν ὑγιεινὴν ἡ τοῦ νοσήματος ἀναίρεσίς ἐστιν· οἷον γὰρ ἐπ’ ἐκείνης τὸ φυλάξαι τὴν ὑγείαν ὑπάρχει, τοιοῦτον ἐπὶ ταύτης ἐκκόψαι τὴν νόσον. ἓν δ’ ἀμφοτέραις αὐταῖς κοινὸν ἡ φυλακὴ τῆς ζωῆς· ἐπὶ μὲν τῆς ὑγιεινῆς πραγματείας ἑπομένη τῇ φυλακῇ τῆς ὑγείας· ὃ γὰρ ἂν ὑγείας ἕνεκα πράττηται, τοῦτ’ εὐθέως ἐστὶ καὶ τῆς ζωῆς φυλακτικόν·
637
ἐπὶ δὲ τῆς θεραπευτικῆς οὐκέτι, διὰ τὸ τὰ λυτικὰ τῶν παρὰ φύσιν ἐν ἡμῖν διαθέσεων οὐκ ἐξ ἅπαντος φυλάττειν τὴν ζωήν· ἔνια γὰρ ἐξ αὐτῶν ἐστι τοιαῦτα ταῖς δυνάμεσιν, ὥστε ἀμετρότερον ἢ ἀκαιρότερον αὐτοῖς χρησαμένων ἀπόλλυσθαι τὴν ζωήν. ἐπὶ γοῦν τῆς φλεβοτομίας, ἣν ὀλίγον ἔμπροσθεν ἄχρι λειποθυμίας ἐλέγομεν χρῆναι ποιεῖσθαι, χάριν τοῦ σβέσαι τὴν φλόγα τῶν ἐπὶ στεγνώσει συνόχων, οὐ σμικρόν τι τὸ βλάβος εἰκὸς ἀκολουθήσειν, εἰ μὴ κατὰ τὸν προσήκοντα καιρὸν ἢ τὸ δέον ἀποτελεσθείη μέτρον. δύο οὖν ἀνθρώπους ἀπολλυμένους εἶδον ἐν αὐταῖς τῶν ἰατρῶν ταῖς χερσὶ, λειποθυμήσαντας μὲν, ἀνακομισθέντας δ’ οὐκέτι. πολλοὶ δὲ εἰ καὶ μὴ παραχρῆμα διεφθάρησαν, ἀλλ’ ἐξ ὑστέρου γε διὰ τὸν τῆς δυνάμεως κάματον· οὓς εἴ τις ἐκένωσεν ἄνευ τοῦ καταλῦσαι τὴν δύναμιν, οὐκ ἂν ἀπώλοντο. καὶ μέν γε καὶ εἰς νόσον ἔνιοι μακρὰν ἐξέπεσον, ἐπὶ κενώσεσιν ἀμέτροις ἐκλυθείσης τῆς δυνάμεως. ἄλλοι δ’ εἰς τὸν ἐφεξῆς βίον ἅπαντα τὴν κρᾶσιν ὅλην τοῦ σώματος ἔσχον ψυχροτέρον, οὐ δυνηθέντες οὐκέτ’ ἀνακαλέσασθαι τὴν ἐκ τῆς ἀμέτρου κενώσεως
638
βλάβην· ἐξ ἧς ψυχρότητος οἱ μὲν ἄχροοί τε καὶ καχέκται καὶ ῥᾳδίως ἐπὶ παντὶ βλαπτόμενοι διετέλεσαν, ἄλλοι δ’ ἐξ αὐτοῦ τούτου νοσήμασιν ἑάλωσαν ὀλεθρίοις, ὑδέροις καὶ ὀρθοπνοίαις καὶ ἥπατος ἀτονίαις καὶ γαστρὸς, ἀποπληξίαις τε καὶ παραπληξίαις. εἰς τοσοῦτον οὖν ἀναγκαίας οὔσης τῆς δυνάμεως, ἁπάντων δ’ αὐτὴν τῶν κενωτικῶν βοηθημάτων ὅταν ἀμετρότερον αὐτοῖς τις χρήσοιτο βλαπτόντων, ἐναντιούμεναι δηλονότι πρὸς ἀλλήλαις αἱ ἐνδείξεις γίγνονται κατὰ τὰ τοιαῦτα τῶν σωμάτων ἐν οἷς ἡ μὲν διάθεσις ἵνα λυθῇ δεῖται κενώσεως ἀξιολόγου, φέρειν δ’ αὐτὴν ἡ δύναμις οὐ δύναται. πολλάκις δ’ οὐδὲν ὑπὸ τῆς κενώσεως ἡ δύναμις βλαπτομένη παρορᾶται τοὐντεῦθεν ὑπὸ τῶν ἀσκέπτων τε ἅμα καὶ προπετῶν ἰατρῶν, ὡς οὐδέποτε οὐδὲν ἐνδεικνυμένη. σφάλλονται δὲ, ὡς εἴρηται, διὰ τὸ μὴ γινώσκειν ὡς ἄλλου μέν τινος ἕνεκεν ἡ δύναμις σκοπὸς τῶν ποιητέων ἐστὶν, εἰς δὲ τὴν λύσιν τῆς διαθέσεως οὐδὲν ἐνδείκνυται. ὥσπερ οὖν ἐπὶ τῶν ὑγιαινόντων ἕπεται διὰ παντὸς τοῖς ἕνεκα τῆς ὑγείας πραττομένοις καὶ οὐδὲν ἔστιν εὑρεῖν τὸ φυλακτικὸν ὑγείας
639
ἀναιρετικὸν τῆς δυνάμεως, οὕτως ἐπὶ τῶν νοσούντων ἐνίοτε μὲν ἕπεται τοῖς ὡς πρὸς τὴν λύσιν αὐτοῦ πραττομένοις, ἐνίοτε δ’ ἀναιρεῖται πρὸς αὐτῶν. εἰ μὲν γὰρ ὀλίγον τῆς δυνάμεως εἴη τὸ πλῆθος ἰσχυρότερον, ἐπὶ ταῖς συμμέτροις κενώσεσιν οὐ μόνον οὐδεμία βλάβη τῆς δυνάμεως, ἀλλὰ καὶ ὠφέλεια μεγίστη γίνεται τοῦ βαρύνοντος αὐτὴν ἀρθέντος. εἰ δ’ ἵνα μὲν ἡ διάθεσις ἰαθῇ, πολλὴ χρεία τῆς κενώσεως εἴη, καταλύοιτο δὲ ὑπὸ τῆς τοσαύτης ἡ δύναμις, οὐ μόνον αὖ πάλιν οὐδὲν ὀνήσεται πρὸς αὐτῆς ὁ ἄνθρωπος, ἀλλὰ καὶ κινδυνεύσει τὰ μέγιστα. κατὰ μὲν οὖν τοὺς ἐπὶ στεγνώσει συνόχους ἰσχυρᾶς οὔσης ὡς τὰ πολλὰ τῆς δυνάμεως ἀκίνδυνος ἡ κένωσις, ἐν ἑτέροις δὲ νοσήμασιν ἐσχάτως ἐστὶ κινδυνώδης, οἷον ἐπὶ τῆς διαφθορᾶς εἰ τύχοι τῶν χυμῶν· ἐν καιρῷ γὰρ ἂν εἴη μνημονεύειν αὐτῆς ὑπὲρ τοῦ καὶ τοὺς τῆς φλεβοτομίας ἅπαντας σκοποὺς ἐν τούτῳ τῷ βιβλίῳ διορίζειν. τὸ τοίνυν διεφθαρμένον ἀλλότριόν ἐστι τῇ φύσει, τὸ τοιοῦτον δ’ ἐνδείκνυται τὴν ἄρσιν. ἐὰν οὖν ἡ διαφθορά ποτε μετὰ δυνάμεως ἀσθενοῦς συμπέσῃ, μάχεται τῆς διαθέσεως τὸ βοήθημα
640
τῇ φυλακῇ τῆς δυνάμεως. ἡ μὲν γὰρ διάθεσις ἐνδείκνυται τὴν κένωσιν ἤτοι διὰ φλεβοτομίας ἢ καθάρσεως· οὐδετέραν δ’ αὖ ἡ ἄῤῥωστος οἴσει δύναμις. ἐπεὶ τοίνυν ἐν ἁπάσαις ταῖς τοιαύταις μάχαις ἄπορος ἡ βοήθεια γίνεται, ποτὲ μὲν ὅλως ἀνίατος ἡ διάθεσις ἔσται, ποτὲ δὲ ἐν χρόνῳ καὶ μόγις ἰατροῦ μεγάλου τυχοῦσα δύναιτ’ ἂν ἰαθῆναι. χρὴ γὰρ δηλονότι κατὰ τὰς τοιαύτας ἐναντιώσεις τῶν ἐνδείξεων κατὰ βραχὺ μὲν ἐκκενοῦν τὸ μοχθηρὸν, κατὰ βραχὺ δ’ ἀντ’ αὐτοῦ τὸ χρηστὸν ἐντιθέναι. καλεῖται δ’ ἐπίκρασις ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη θεραπεία τῆς κακοχυμίας.

Μέμνησο δέ μοι πρὸς τὰ μέλλοντα καὶ τοὺς τῆς φλεβοτομίας σκοπούς. ἐπειδὴ γὰρ αἵματός ἐστι κένωσις ἡ φλεβοτομία καὶ χρηστὸν τῇ φύσει τὸ αἷμα, χρὴ δήπου καλῶς αὐτὴν γίγνεσθαι τὸ ἄχρηστον τῇ φύσει κενοῦσαν. ἄχρηστον δὲ γίγνεται τῇ φύσει τὸ αἷμα διττῶς· ἢ τὸ μὴ φυλάττον ἀκριβῶς τὴν ἑαυτοῦ ποιότητα, μηδὲ τρέφειν ἔτι δυνάμενον ὡς πρόσθεν χρηστὸν ἢ τὸ πλῆθος τοσοῦτον γενόμενον, ὡς ἤτοι βαρύνειν τὴν δύναμιν, ἢ τείνειν, ἢ ῥήσσειν, ἢ ἐμφράττειν

641
τάς τε ἀρτηρίας καὶ τὰς φλέβας. ἐν τούτοις μὲν ἡ φλεβοτομία χρήσιμος, ὡς ἕν τι καὶ αὐτὴ τῶν κενωτικῶν βοηθημάτων· ἐν ἑτέροις δ’ ὡς ἀντισπαστικὸν ἢ παροχευτικὸν, ὅταν ὁρμὴν χυμῶν σφοδροτέραν ἤτοι γε εἰς τοὐναντίον ἀντισπάσωμεν δι’ αὐτῆς, ἢ παροχετεύσωμεν εἰς τὰ πλάγια. δεῖται δ’ ἀεὶ δυνάμεως ἰσχυρᾶς ἐξαρκούσης τῷ ποσῷ τῆς κατ’ αὐτὴν κενώσεως. ἐκ τούτων οὖν τῶν σκοπῶν ἐνίοτε μὲν ἅπαξ ἀφαιροῦμεν αἵματος ἐνίοτε δὲ δὶς ἢ τρὶς ἢ πλεονάκις ὡς κᾀν τοῖς ἑξῆς ἔσται δῆλον. ἐν δὲ τῷ παρόντι τοῦθ’ ἡμῖν δέδεικται σαφῶς ὅτι τῶν κενωτικῶν βοηθημάτων ἐνίοτε μὲν ἀλύπως ἡ δύναμις ἀνέχεται, μήτε ὀνιναμένη πρὸς αὐτῶν μηδὲν ὅ τι καὶ ἄξιον λόγου μήτε βλαπτομένη. πολλάκις δ’ ἤτοι μᾶλλον ἢ ἧττον ὠφελεῖταί τε καὶ βλάπτεται καὶ ὡς ὁπόταν μὲν ἀξιόλογον γένηται τὸ βλάβος ἐκ τῶν κενωτικῶν βοηθημάτων, ἐναργῶς φαίνεται τηνικαῦτα ἡ δύναμις ἐνδεικνυμένη τι καὶ αὐτὴ χρήσιμον, ὥσπερ γε καὶ ὁπόταν ὠφελεῖται σαφῶς. ὁπόταν δὲ μήτε ὄφελος αὐτῇ τι μήτε βλάβος ἐκ τῶν τὴν διάθεσιν ἀνασκευαζόντων γένηται, παρορᾶται μὲν τηνικαῦτα ὡς ἄχρηστος.

642

Μία δὲ κᾀκ ταύτης ἐστὶ διαπαντὸς ἡ τοῦ συμφέροντος ἔνδειξις, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων. κατὰ γὰρ τὴν ἑαυτοῦ φύσιν ἐνδεικνύμενον ἕκαστον ἓν ἐνδείξεται διαπαντὸς, ὡς ἂν καὶ μίαν ἔχον τὴν φύσιν. καὶ τοῦτο τὸ ἓν εἰ μὲν ἁπλοῦν εἴη, τὸ τὴν ἔνδειξιν ποιούμενον ἁπλοῦν ἔσται καὶ αὐτό· συνθέτου δ’ ὑπάρχοντος ἐκείνου καὶ τοῦτο ἔσται σύνθετον. ἔνια μὲν οὖν ἐνδείκνυται τὴν ἑαυτοῦ φυλακὴν, ἔνια δὲ τὴν ἀναίρεσιν· ὁποτέρως δ’ ἂν τοῦτο ποιῇ, τὸ μὲν ἁπλοῦν ἁπλῆν καὶ τὴν ἔνδειξιν ἔχει, τὸ δ’ οὐχ ἁπλοῦν οὐχ ἁπλῆν. διὰ τοῦτο ἐν τοῖς ἔμπροσθεν ἀεὶ τὴν μὲν ἁπλῆν δυσκρασίαν ἁπλῆν καὶ τὴν ἔνδειξιν ἔφαμεν ποιεῖσθαι, καθάπερ εἰ τύχοι ἐπὶ ψύξεως τὴν θερμότητα, τὴν δ’ οὐχ ἁπλῆν οὐδὲ τὴν ἔνδειξιν ἔχειν ἁπλῆν. τὴν γὰρ θερμὴν καὶ ξηρὰν δυσκρασίαν ἐνδείκνυσθαι τὴν ἴασιν ἑαυτῆς διὰ τῶν ὑγραινόντων τε καὶ τῶν ψυχόντων.

Ἕξει τοίνυν καὶ ἡ δύναμις ἀεὶ τὴν ἔνδειξιν μίαν, ἥτις ἐστὶν ἑαυτῆς φυλακή. ἐκ τίνων οὖν φυλαχθήσεται; κατὰ μὲν πρῶτον λόγον ἐκ τοῦ τῆς οὐσίας αὐτῆς τὸ κενούμενον

643
ἢ ἀλλοιούμενον ἐπανορθοῦσθαι, κατὰ δεύτερον δ’ ἐκ τοῦ κωλύειν ἡμᾶς τὰ κενοῦν ἢ ἀλλοιοῦν τὴν οὐσίαν αὐτῆς δυνάμενα. περιλαμβανέσθω δ’ ἐν τοῖς ἀλλοιοῦσι βραχυλογίας ἕνεκα καὶ τὰ τὴν συνέχειαν ἑαυτῆς διασπῶντα. ταῦτ’ οὖν ἀεὶ τῆς δυνάμεως ἐνδεικνυμένης, ἐπὶ μὲν τῶν ὑγιαινόντων, ὡς εἴρηται, συμφωνία τῶν πραττομένων ἁπάντων ἐστὶν εἰς τὴν διαμονὴν αὐτῆς, ἐπὶ δὲ τῶν νοσούντων οὐκ ἀεί. κᾀν τούτῳ χρὴ σκοπεῖσθαι τὸ ἐπικρατοῦν ἤτοι κατὰ τὸ μέγεθος ἢ καὶ κατὰ τὴν ἀξίαν, ὡς καὶ πρόσθεν ἐλέγετο. μέγιστον μὲν οὖν ἀξίωμα τὸ τῶν δυνάμεών ἐστιν· αὐτὸ γὰρ τὸ ζῇν ἡμῖν ἐκ τῆς τούτων ὑπάρχει φυλακῆς, ἐπειδὴ καὶ τὴν ζωὴν ἀναγκαῖον ἤτοι αὐτὰς τὰς δυνάμεις ἢ τὰς ἐνεργείας αὐτῶν ὑπάρχειν· οὐδὲν δ’ ἂν εἴη τῆς ζωῆς πρότερον ἐν τοῖς ζώων σώμασιν, ὅτι μηδ’ ὑγιαίνειν οἷόν τε χωρὶς τοῦ ζῇν. ἡ δύναμις οὖν ἁπάντων πρῶτον φυλακτέα τοῖς ἀνθρώποις ἐστὶν ἐκ τοῦ μήτε κενοῦσθαι τὴν οὐσίαν αὐτῆς μήτ’ ἀλλοιοῦσθαι τοσαύτην ἀλλοίωσιν, ὅση πλησιάσει φθορᾷ. καὶ ταύτης τῆς φυλακῆς ἐστὶ μόριον, ὅταν τὴν εὐκρασίαν ἤτοι φυλάττομεν οὖσαν
644
ἢ οὐκ οὖσαν ἐργαζόμεθα. μετὰ δὲ τὴν δύναμιν ἡ ἀπὸ τῶν διαθέσεών ἐστιν ἔνδειξις, ἃς θεραπεύειν πρόκειται, κᾄπειτα ἑξῆς τἄλλα. πᾶν οὖν ὅπερ ἂν μάχηται τῇ ἀπὸ τῆς δυνάμεως ἐνδείξει, δεύτερόν ἐστι καὶ ὕστερον ὧν ἐκείνη κελεύει. τὰ δ’ εἰς ταὐτὸ συμβαίνοντα τοῖς ἐκείνῃ συμφέρουσιν ἀμφοτέρας ἔχει τὰς ψήφους, καὶ τὴν τῶν πρωτείων ὡς ἂν εἴποι τις καὶ τὴν τῶν δευτερείων. ὥστε ταῦτα μὲν ἀναμφισβητήτως ποιητέα, τὰ δ’ ἐναντιούμενα ποτὲ μὲν οὐδ’ ὅλως ἐστὶ ποιητέα, ἐνίοτε δ’ ἐπ’ ὀλίγον. εἰ γὰρ ἡ διάθεσις ἣν θεραπεύειν προαιρούμεθα χρῄζει κενώσεως, ἄῤῥωστος δ’ ἡ δύναμις ἐσχάτως ὑπάρχει τῶν τὴν διάθεσιν ἰωμένων, οὐδὲν τῷ κάμνοντι προσάξωμεν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ, καθ’ ὅσον ἀνατρέφομεν τὴν δύναμιν. ὅταν δ’ εἰς τοσοῦτον ἰσχύος ἥκειν αὐτὴν ὑπολάβωμεν ὡς ἤτοι μηδὲν ἢ ὀλίγον ὑπὸ τῆς κενώσεως βλάπτεσθαι, τηνικαῦτα καὶ πρὸς τὴν τῆς διαθέσεως ἴασιν ἀφιξόμεθα. πρῶτος μὲν οὖν ἁπάντων σκοπὸς ὁ τῆς δυνάμεώς ἐστιν· οὐ μὴν ὡς θεραπευτικός γε πρῶτος, ὅς γε τὴν ἀρχὴν οὐδὲ τῶν θεραπευτικῶν ἐστιν, ἀλλ’ ὡς ἂν εἴποι τις τῶν ζωτικῶν.
645
οὐ γὰρ ἵν’ ὑγιαίνωμεν, οὐδ’ ἵν’ ἀπαλλαγῶμεν νόσων, ἐξ αὐτῆς τι πρώτως λαμβάνομεν, ἀλλ’ ἵνα ζῶμεν. πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ πρώτως, ὅτι γε καὶ κατὰ συμβεβηκός ποτε τῆς δυνάμεως ἡ ῥῶσις εἰς τὴν τῆς διαθέσεως ἴασιν ὑπάρχει χρήσιμος. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς ἐπιδειξόμεθα.