De methodo medendi

Galen

Galen, De methodo medendi

Ὡς δ’ ἄν τις καὶ τοὺς πυρετοὺς ἰῷτο μεθόδῳ, τοῖς ἄλλοις ὡσαύτως νοσήμασι τοῖς κατὰ δυσκρασίαν συνισταμένοις ἐν ἡμῖν, ἃ διῆλθον ἐν τῷ πρὸ τοῦδε γράμματι, καιρὸς ἂν εἴη λέγειν. ὅτι μὲν οὖν, ὦ Εὐγενιανὲ, ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ κεραννυμένων ἀλλήλοις ἡ τῶν ἁπλῶν καὶ πρώτων μορίων συνέστηκε φύσις, ἅπερ Ἀριστοτέλης προσαγορεύει ὁμοιομερῆ δι’ ἑνὸς ἀποδέδεικται γράμματος, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. ὅτι δ’ ἐν τῷ τὸ μὲν θερμότερον

531
εἶναι, τὸ δὲ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ κατὰ συζυγίαν τι τούτων πεπονθέναι, τῶν ἁπλῶν καὶ πρώτων μορίων ἐστὶν ἡ πρὸς ἄλληλα διαφορὰ, διὰ τῆς περὶ κράσεων ἐδείχθη πραγματείας. ἐν δέ γε τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς βιβλίῳ τῶν μὲν ἁπλῶν τοῦ ζώου μορίων δύο τὰ πάντ’ εἶναι γένη νοσημάτων ἐδείκνυτο· κοινὸν μὲν τὸ ἕτερον αὐτοῖς, πρὸς τὰ σύνθετά τε καὶ δεύτερα καὶ ὀργανικὰ μόρια, καλοῦμεν δὲ αὐτὸ λύσιν ἑνώσεως· ἕτερον δ’ ἐξαίρετον ἴδιον ἐν δυσκρασίᾳ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιστάμενον. εἷναι δὲ τῶν δυσκρασιῶν τὰς μὲν κατὰ μίαν ἀντίθεσιν ἁπλᾶς, τὰς δὲ κατ’ ἄμφω συνθέτους. ἐν μὲν οὖν τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσει δύο συνίστασθαι δυσκρασίας ἁπλᾶς· ἑτέραν μὲν, ὅταν ἑαυτοῦ γένηταί τι θερμότερον εἰς τοσοῦτον ὡς ἤδη βλάπτεσθαι τὴν ἐνέργειαν αὐτοῦ· δευτέραν δὲ, ὅταν ὁμοίως ἐπικρατήσῃ τὸ ψυχρόν. ἐν δὲ τῇ κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἑτέρας αὖ δύο καὶ κατὰ τάσδε δυσκρασίας, ὑγρὰν καὶ ξηράν. ἐπιπλεκομένων δ’ ἀλλήλαις
532
τῶν ἁπλῶν ἄλλας συνίστασθαι τέτταρας, ὑγρὰν καὶ ψυχρὰν, ὑγράν τε καὶ θερμὴν, καὶ ξηρὰν καὶ θερμὴν, ξηράν τε καὶ ψυχράν. εἴρηται δὲ καὶ γεννῶντα τὰς δυσκρασίας αἴτια δι’ ἑτέρου γράμματος, ἐν ᾧ τὰς τῶν νοσημάτων αἰτίας ἐδηλοῦμεν. ἓν δέ τι τῶν κατὰ δυσκρασίαν νοσημάτων ἐστὶ καὶ ὁ πυρετὸς, εἰς τοσαύτην ἀμετρίαν αἰρομένης τῆς θερμασίας ὡς ἀνιᾷν τε τὸν ἄνθρωπον ἐνέργειάν τε βλάπτειν, ὡς εἴ γε μήπω μηδέτερον ἔχει, κᾂν ὅτι μάλιστα θερμότερος ἑαυτοῦ τύχῃ γεγονὼς, οὐδέπω πυρέττειν αὐτὸν ἐδείκνυμεν. ἐπεὶ δ’ ἕκαστον τῶν παρὰ φύσιν ἐν ἡμῖν συνισταμένων, εἴτε εἰδικωτέρας τυγχάνῃ προσηγορίας, εἴτε γενικωτέρας, οὐκ ἔστιν ἐκτὸς τοῦ σώματος, ἀλλὰ καὶ ἡ φλεγμονὴ καὶ ἡ πλευρῖτις καὶ ἡ νόσος ἅμα τὰ τρία καθ’ ἓν γίνεται σῶμα τὸ Δίωνος, εἰ οὕτως ἔτυχεν, ἐνδείκνυται δὲ καὶ τούτων μὲν ἕκαστον ἰδίαν ἔνδειξιν, οὐδὲν δ’ ἧττον αἱ διαφοραὶ τοῦ πάντων εἰδικωτάτου, διὰ τοῦτ’ οὖν ἄμεινον ἔνδοξεν ἰδίᾳ πραγματεύεσθαι περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ἵν’ ἐφ’ ἑτοίμοις ἅπασιν ὁ λόγος ἡμῖν ἐνθάδε περαίνοιτο, χωρὶς τῆς πρὸς τοὺς κακῶς ὑπὲρ αὐτῶν
533
γράψαντας ἀντιλογίας. ἀναμνησθῶμεν οὖν τὰ κεφάλαια τῆς διαφορᾶς αὐτῶν, ἵν’ ἐξ ἑκάστου τὴν οἰκείαν ἔνδειξιν ἀναλάβωμεν. ἔστιν οὖν μία μὲν αὐτῶν διαφορὰ καθ’ ἣν ἤτοι πάρεστιν ἔτι τὸ ποιοῦν αἴτιον τὸν πυρετὸν, ἢ πέπαυται ποιῆσαν· ἑτέρα δὲ καθ’ ἣν ἤτοι γ’ ἑκτικός ἐστιν ὁ γεγονὼς πυρετὸς, ἢ ὡς ἂν εἴποι τις σχετικός. ἐπειδὴ γὰρ ὀνομάζουσι τὰς μὲν εὐλύτους διαθέσεις ἐν σχέσει, τὰς δὲ μὴ τοιαύτας, ἐν ἕξει, συγχωρητέον ἐστὶν ἕνεκα σαφοῦς διδασκαλίας καὶ αὐτῶν τῶν πυρετῶν τοὺς μὲν δυσλύτους ἑκτικοὺς, τοὺς δ’ εὐλύτους σχετικοὺς ὀνομάζεσθαι. καὶ λεκτέον ἐνίους μὲν τῶν πυρετῶν εὔλυτον ἔχειν τὴν διάθεσιν οὕτως ὡς τὸ θερμανθὲν ἐν ἡλίῳ ξύλον, ἐνίους δὲ δύσλυτον, ὡς τὸ μέχρι τοῦ τύφεσθαί τε καὶ καπνὸν ἀποβάλλειν ὑπὸ πυρὸς θαλφθέν. αὗται μὲν αἱ πρῶται διαφοραὶ τῶν πυρετῶν, ἃς συνάψαντες πρότερον ταῖς γενικωτέραις ἐνδείξεσιν, αὖθις ἐπὶ τὰς αὐτῶν τῶν εἰρημένων εἰδικωτέρας ἀφιξόμεθα. πρώτη μὲν γὰρ ἔνδειξις ὡς ἀπὸ νοσήματός ἐστιν, ἅπαντος πυρετοῦ τὴν ἀναίρεσιν ἐνδεικνυμένη· δευτέρα δὲ ὡς τοιοῦδε νοσήματος,
534
οὐκέθ’ ἁπλῶς ἀναίρεσιν, ἀλλὰ τοιάνδε τινά. κατὰ γάρ τοι δυσκρασίαν νοσούντων τῶν πυρεττόντων ἀναγκαῖον καὶ τὴν ἴασιν αὐτῶν ἀναίρεσιν εἶναι τῆς δυσκρασίας. ἅπασα δ’ ἀμετρία διὰ τῆς ἐναντίας ἀμετρίας ἰᾶται, καὶ γὰρ καὶ τοῦτ’ ἔμπροσθεν ἐδείχθη. καὶ τοίνυν καὶ ἡ τῆς τοῦ πυρετοῦ δυσκρασίας ἀμετρία διὰ τῆς ἐναντίας ἀμετρίας ἰαθήσεται. ἔστι δ’ ἡ ἀμετρία τῆς τῶν πυρεττόντων δυσκρασίας ἐν πλεονεξίᾳ θερμότητος· ἡ τοίνυν εἰς εὐκρασίαν ὁδὸς αὐτοῖς διὰ ψύξεως ἔσται. εἰ μὲν οὖν ἤδη γεγονότες εἶεν οἱ πυρετοὶ, τὸ δὲ ποιῆσαν αὐτοὺς αἴτιον οἴχοιτο, μόνος ἂν οὗτος εἴη τῆς θεραπείας αὐτῶν ὁ σκοπὸς ἡ ψύξις. ὥστε ζητητέον ἡμῖν τὰς ὕλας ὅσαι ψύξιν ἰσόῤῥοπον ἔχουσι τῇ πλεονεκτούσῃ θερμότητι. γιγνομένων δ’ ἔτι τῶν πυρετῶν τὴν ποιοῦσαν αὐτοὺς αἰτίαν ἀναιρετέον· εἰ δὲ τὸ μὲν ἤδη γεγονὸς αὐτῶν εἴη, τὸ δ’ ἔτι γίγνοιτο, τοῦ συναμφοτέρου στοχαστέον, ἀναιρούντων πρότερον μὲν τὴν ἀνάπτουσαν αἰτίαν αὐτοὺς, ἐφεξῆς δὲ σβεννύντων, τὸ φθάσαν ἀπ’ αὐτῆς ἀνῆφθαι. τίνες οὖν αἰτίαι πυρετοὺς γεννῶσαι καὶ κατὰ τίνα σώματος ἑκάστου διάθεσιν, 
535
εἰ μή τις εἴη μεμνημένος ἀκριβῶς, οὐκ ἄν ποτε μεθόδῳ προνοήσαιτο πυρετῶν.

Ἐλέχθη γοῦν ἐν ἐκείνοις τοῖς σώμασιν ἡ στέγνωσις ἐργαζομένη πυρετὸν, ἐν οἷς ἐστι τὸ διαπνεόμενον οὐκ ἀτμῶδες οἷόν περ ἐν τοῖς εὐχύμοις, ἀλλὰ δακνῶδες καὶ δριμὺ καὶ καπνῷ παραπλήσιον ἢ λιγνύϊ. τούτοις οὖν τοῖς σώμασιν ὑγιεινότατα μὲν λουτρὰ γλυκέων ὑδάτων εὐκράτων καὶ τρίψις ἀραιωτικὴ καὶ γυμνάσια σύμμετρα καὶ δίαιτα γλυκύχυμος, ἐναντιώτατα δὲ λουτρὰ ψυχρὰ καὶ στυπτηριώδη καὶ ἀλουσία καὶ γυμνάσιον ὀξὺ καὶ τρίψις ἤτοι μηδ’ ὅλως ἢ σκληρὰ γινομένη καὶ δίαιτα κακόχυμος, ἀγρυπνία τε καὶ θυμὸς καὶ λύπη καὶ φροντὶς, ἔγκαυσίς τε καὶ κόπος. ἀλλὰ περὶ μὲν τῶν ἄλλων αὖθις ἐπάνειμι· περὶ δὲ τῆς στεγνώσεως νῦν ὅθεν ὁ λόγος ὡρμήθη γινώσκειν χρὴ σαφῶς ὅτι καὶ μόνη χωρὶς τῶν ἄλλων ἁπάντων ἱκανὴ γεννῆσαι πυρετούς. ἐὰν οὖν εἴρξῃς τὰς τοιαύτας φύσεις τῶν οἰκείων λουτρῶν, αὐτίκα πυρέττουσιν. ἐθεάσω δὲ δήπου καθ’ ὃν ἐν

536
Ῥώμῃ σὺν ἡμῖν διέτριψας χρόνον ἐνίους οὕτω νοσήσαντας· ἐφ’ ὧν οἱ τὴν θαυμαστὴν διάτριτον ἀσίτους ὑπερβάλλειν ἀξιοῦντος, αὐτοὶ κακοηθεστάτους πυρετοὺς κατασκευάζουσι, δέον αὐτίκα τοῦ πρώτου παροξυσμοῦ παρακμάζοντος ἀπάγειν εἰς τὸ βαλανεῖον, ἐπιτρέπειν τε λούεσθαι πολλάκις εἰ βούλοιντο, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ δίς. ἐγὼ γοῦν ἐάσας ἅπαντας τοὺς ἄλλους ἀναμνήσω σε τοῦ λουσαμένου μὲν ἐν τοῖς στυπτηριώδεσιν ὕδασιν, ἃ καλοῦσιν Ἄλβουλα, πυκνωθέντος δ’ ἐκ τούτου τὸ δέρμα, κᾀντεῦθεν ἀρξαμένου πυρέττειν, ἀρκέσει γὰρ ἕνεκα σαφηνείας οὗτος οἷον παράδειγμά τι τοῦ λόγου γενέσθαι. παρῆσαν μὲν ἐπισκοπούμενοι τῶν οὐκ ἀφανῶν τινες ἰατρῶν ὁ μὲν Ἐρασιστράτειος, ὁ δὲ μεθοδικός· ἔδοξε δ’ ἀμφοτέροις ἀσιτῆσαι τὸν ἄνθρωπον. οὐ μὴν εἰάσαμέν γε ἡμεῖς, χωρισθέντων αὐτῶν ἐλθόντες, ἀλλ’ εἰς βαλανεῖον εἰσαγαγόντες εὐθέως καὶ χλιαρὸν ἔλαιον ἐπὶ πλεῖστον αὐτῷ περιχέαντες, ἀνατρίψαντές τε πρᾳότατα, τὸ πλεῖστον τοῦ χρόνου μέρος ἐν τῷ τῆς θερμῆς δεξαμένης ὕδατι διατρίβειν ἐκελεύσαμεν. εἶτα ἐξελθόντα καὶ
537
χρησάμενον ὕδατι ψυχρῷ, κατὰ τὰ εἰωθότα σκεπάσαντες σινδόνι καὶ βραχὺ καθίσαι κελεύσαντες, ὡς ἀνακτήσασθαι τὴν δύναμιν, αὖθις εἰσαγαγόντες εἰς τὸ βαλανεῖον ὁμοίως τε πάλιν ἀλείψαντές τε καὶ τρίψαντες καὶ κατὰ τὸ θερμὸν ὕδωρ χρονίσαι κελεύσαντες· εἶτ’ αὖθις ἐξαγαγόντες καὶ τῷ ψυχρῷ βάψαντες, ἀπομάξαντές τε τροφὴν ἐδώκαμεν αὐτίκα μὲν ἐξελθόντι μετὰ τὸ πιεῖν ὕδατος πτισάνης χυλὸν, εἶτα βραχὺ διαλιπόντες θριδακίνην, καὶ μετ’ αὐτὴν ἐξ ἁπλοῦ λευκοῦ ζωμοῦ τῶν ἁπαλοσάρκων ἰχθύων, οἷοί περ οἱ πετραῖοι πάντες εἰσὶ καὶ οἱ ὀνίσκοι καλούμενοι. κάλλιον δ’ ἕνεκα τοῦ παραλελεῖφθαι μηδὲν ἅπαντα προσθεῖναι τῇ διηγήσει. τοῦ μὲν ἔτους ἦν ὁ καιρὸς ἐκεῖνος ἐν ᾧ ταῦτ’ ἐπράττετο βραχύ τι μετὰ τὰς ὑπὸ κύνα προσαγορευομένας ἡμέρας, ὁ δὲ ἄνθρωπος ὡς πέντε καὶ τριάκοντα ἐτῶν, μελάντερος τὴν χροιὰν καὶ λεπτὸς τὴν ἕξιν καὶ δασὺς, ἁπτομένοις τε σαφῶς δακνώδη τὴν θερμασίαν ἔχων, ὁπόθ’ ὑγίαινεν, οὖρα κατακορῆ ξανθὰ καὶ εἰ ἐπὶ πλέον ἀσιτήσειε δάκνοντα, γαστὴρ ἐξηραίνετο συνεχῶς καὶ ἦν τὰ διαχωρήματα βραχέα καὶ δριμέα καὶ ξηρά· τὸ
538
δὲ τῆς ψυχῆς ἦθος ὀξύθυμόν τε καὶ φροντιστικὸν ὑπῆρχεν, ὀλιγόϋπνός τε τὰ πάντα καὶ συνεχῶς ἀγρυπνίαν μεμφόμενος. οὗτος ἐν χωρίῳ τινὶ πράξεων ἕνεκα γενόμενος ἐχρῆτο τοῖς Ἀλβούλοις πλησίον οὖσιν ὥρας, τε ἑβδόμης, ὡς ἔφασκε, καὶ τρίς γε καὶ τετράκις ἐλούετο, χρηστόν τι δὴ τοῦτο νομίζων ἐργάζεσθαι. ἐκεῖθέν τε πάλιν εἰς τὸν ἀγρὸν ἀφικόμενος καὶ τροφὴν προσαράμενος, εἶθ’ ὑπνώσας βραχέα παρεγένετο μὲν εἰς τὴν πόλιν ἑσπέρας βαθείας, ἀπορήσας δ’ ἐπιτηδείου λουτροῦ διὰ τῆς νυκτὸς ἐπύρεξε. θεασάμενοι δὲ αὐτὸν οἱ ἰατροὶ σχεδὸν ὥρας τρίτης τῆς ἡμέρας ἐκέλευσαν οὐ μόνον ἐκείνην, ἀλλὰ καὶ τὴν ἑξῆς ἀσιτεῖν ὅλην, ἵνα τὴν διὰ τρίτης νύκτα φυλάξαιντο, καὶ ταῦτ’ εἰπόντες ἀπηλλάττοντο. λούσαντες οὖν ἡμεῖς αὐτὸν καὶ διαιτήσαντες, ὡς εἴρηται, τοῖς οἰκέταις ἐκελεύσαμεν, ἐὰν εἰς ἑσπέραν οἱ ἰατροὶ παραγενηθῶσιν ἡσυχάζειν τε φάναι τὸν ἄνθρωπον, ἀποπέμπειν τ’ ἐκείνους παραχρῆμα, τῆς ἐπιούσης ἡμέρας ἥκειν ἀξιώσαντας. ὡς δ’ ἐχωρίσθησαν, αὖθις ὁμοίως λούσαντές τε καὶ διαιτήσαντες αὐτὸν, ἐξ αὐτῶν τούτων ὧν ἐπράξαμεν ὑπνῶσαι καλῶς ἐποιήσαμεν.
539
παραγενόμενοι δὲ οἱ ἰατροὶ κατὰ τὴν ὑστεραίαν ἕωθεν, ἠξίουν αὐτὸν ἔτι κᾀκείνην ἀσιτῆσαι τὴν ἡμέραν, εἰ καὶ ὅτι μάλιστα τελέως ἀπύρετος εἴη. τοῦ δ’ ὑποσχομένου πράξειν ὡς κελεύουσιν, οἶσθα μὲν δή που τὸν γέλωτα τὸν γενόμενον ἀπελθόντων αὐτῶν, ὃν ἡμεῖς ὀλίγον ὕστερον ἀφικόμενοι κατελάβομεν. ἐπίστασαι δὲ καὶ ὅπως ἐπράχθη τὰ κατὰ τὸν ἄῤῥωστον. ἐπειδὴ γὰρ, ἔφην, ὑγιαίνων ἐλούου δὶς, οἱ δ’ ἰατροὶ τελέως ἀσιτῆσαί σε κελεύουσιν, οὔτ’ ἐκείνοις τὸ σύμπαν πεισθῆναι δίκαιον, διαλλάξαι τέ τι τῶν ἐπὶ τῆς ὑγείας προσήκει. τοῦ δ’ οἰομένου με συμβουλεύειν αὐτῷ λούσασθαι μὲν, ἀλλ’ οὐ δὶς, ἑτοίμου τε πράττειν εἶναι φάσκοντος ὅ τί περ ἂν ἐγὼ κελεύσαιμι· μὴ τοίνυν, ἔφην, μήτ’ ἀσιτήσῃς μήτε λούσῃς δὶς, καὶ γὰρ καὶ καμεῖν μοι δοκεῖς τρίτην ἡμέραν καί που καὶ θερμανθῆναι σφοδρότερον ὑπὸ τοῦ ἡλίου· διά τε οὖν τὸν κάματον, ἔφην, καὶ τὴν ἔγκαυσιν ἕν σε χρὴ προσθεῖναι λουτρὸν τοῖς δύο καὶ τρὶς λούσασθαι πειθόμενον ἐμοὶ, τοῦτο γὰρ ὑπέσχου ποιήσειν. ὁ δὲ μειδιάσας χαλεπὰ μὲν, ἔφη, προστάττεις, 
540
ἀλλ’ ἐπεὶ συνθήκας φυλάττειν δίκαιον, ἃ κελεύεις ποιήσω. τὰ δὲ πραχθέντα μετὰ ταῦτα τοῖς ἰατροῖς οἶσθα δήπου σαφῶς ὁπόσου καταγέλωτος ἦν ἄξια. δὶς μὲν ἐλέλουτο καὶ ἠριστηκὼς ἐκεκοίμητο, περὶ δὲ δυσμὰς ἡλίου τῶν οἰκετῶν τις ἀγγέλλει παρεῖναι τοὺς ἰατρούς. ὁ δὲ προσποιεῖται πυρέττειν καὶ περιβαλλόμενος ἱμάτιον, εἴσω τε στραφεὶς, ὅπως μὴ καταφανὴς αὐτοῖς γένοιτο πεπωκὼς οἶνον, τῶν φίλων τινὶ κελεύει τοῖς ἰατροῖς ἀνθ’ αὑτοῦ ποιεῖσθαι τὰς ἀποκρίσεις, ἤν τι πυνθάνωνται. ἔμελλον δὲ δήπου τὸ συνηθέστατον αὐτοῖς πρῶτον ἐρήσεσθαι, θεώμενοι περιβεβλημένον ἐπιμελῶς ἅμα τῇ κεφαλῇ τὸν ἄνθρωπον, ἥτις ἦν ὥρα καθ’ ἣν ὁ παροξυσμὸς εἰσέβαλεν. ἀποκρινομένου δὲ τοῦ φίλου σχεδὸν οὐδεμίαν ὁλόκληρον ὥραν γεγονέναι μεταξὺ, πότερον μετὰ φρίκης, ἢ μετὰ περιψύξεως ὑπήρξατο πυνθάνονται. τοῦ δὲ μετὰ φρίκης εἰπόντος ἅπτονται τοῦ ἀνθρώπου, διά τε τὸ γελᾷν καὶ περικεκαλύφθαι νοτιζομένου. ἐπαινέσαντες οὖν αὐτὸν ἐπὶ τῷ πεισθῆναί σφισι καὶ μηδὲν ἁμαρτεῖν, πρὸ τοῦ διὰ τρίτης παροξυσμοῦ, τοιγάρ τοι διὰ τοῦτο ἔφασαν ἤδη μέν σοι πέπαυται
541
τὰ τῆς φρίκης, ἱδρῶτος δ’ ἐστὶν ὑπόφασις καὶ νοτὶς πολλὴ περὶ τὸ δέρμα, καὶ ταῦτ’ οὐκ ἂν ἐγένετο, μὴ ἀσιτήσαντός σου καὶ τὴν διάτριτον ὑπερβάλλοντος. κελεύσαντες οὖν τοῖς οἰκείοις, ἐὰν γένωνταί τινες αὐτῷ νοτίδες, ἀπομάττειν ἐπιμελῶς, ὅπως μὴ ψυχθείη, παραγενήσεσθαί τε φάντες ἕωθεν ἀπαλλάττονται, μηδὲ τότε κελεύοντες ἐπὶ τοῖς ἱδρῶσι τραφῆναι τὸν ἄνθρωπον· ἐδόκουν γὰρ αὐτοῖς αἱ κατ’ ἐκεῖνον τὸν καιρὸν νύκτες εἶναι μικραὶ καὶ κάλλιον ἐφαίνετο κατὰ τὴν ὑστεραίαν ἕωθεν τρέφειν. ἀπαλλαγέντων οὖν αὐτῶν ἐν ἱδρῶτι ῥεόμενος ὁ νεανίσκος, ὡς ἐνετετύλικτο τοῖς ἱματίοις, καταδραμὼν εἰς τὸ βαλανεῖον, ἐλούσατο τὸ τρίτον, ὁμοίως τε διῃτήθη. κᾄπειτα κατὰ τὴν ὑστεραίαν, πρὶν ἀφικέσθαι τοὺς ἰατροὺς, προῆλθε τῆς οἰκίας ἐπίτηδες, ὅπως μὴ καταλάβοιεν αὐτόν. οἳ δ’ ἄρα μικρὸν ὕστερον ἥκοντες καὶ μαθόντες αὐτὸν προεληλυθέναι καθ’ ἑαυτοὺς ἐθαύμαζον, ὅ τι ποτ’ εἴη τὸ προελθεῖν ἀναγκάσαν ἠσιτηκότα δυοῖν ἡμέραιν τὸν ἄνθρωπον. εἰ μὲν οὖν ἓν τοῦτο μόνον ὑπὸ τῶν τοιούτων ἰατρῶν οἱ κάμνοντες ἠδικοῦντο, τὸ μέχρι πλειόνων ἡμερῶν ἐπὶ τῆς κλίνης κατέχεσθαι, δυνάμενοι καὶ χωρὶς ἀσιτίας ἀκαίρου
542
πολὺ θᾶττον ἐπὶ τὰς συνήθεις ἀφικνεῖσθαι πράξεις, ἦν μὲν ἂν δήπου καὶ οὕτω δεινὸν τὸ γιγνόμενον, ἀλλ’ ἧττον μακρῷ τῶν καταλαμβανόντων αὐτούς. ἐπειδὴ δὲ χαλεπωτάτοις ἁλίσκονται πυρετοῖς αἱ εἰρημέναι φύσεις, ὅταν οὕτω διαιτηθῶσιν, οὐδὲν ἀποδεῖν μοι δοκοῦσι δημίων οἱ τὰ τοιαῦτα διαπραττόμενοι τῶν ἰατρῶν. οὐ γὰρ ὥσπερ οἱ ὑγροὶ καὶ εὔχυμοι κατὰ τοὺς ἐφημέρους πυρετοὺς ἀναγκασθέντες ὑπερβάλλειν τὴν δαιμονίαν διάτριτον ἓν τοῦτο ἀδικοῦνται μόνον, τὸ κατατρίβεσθαι μάτην, οὕτω καὶ αἱ προειρημέναι φύσεις, ἀλλ’ ἐπὶ ταῖς μακροτέραις ἀσιτίαις ἁλίσκονται πυρετοῖς δριμυτάτοις τε καὶ ὀξυτάτοις, ἐξ ὧν ἡ μετάπτωσις εἰς τοὺς ἑκτικοὺς γίνεται ῥᾳδίως, κᾀξ ἐκείνων αὖθις εἰς τὸν περιφρυγῆ μαρασμὸν, ἢ ἐὰν εὐαδίκητον εἴη τὸ στόμα τῆς γαστρὸς, εἰς τὸν συγκοπώδη. πολλάκις γοῦν ἤκουσας ἡμῶν λεγόντων ἐνίοις τῶν τοιούτων ἰατρῶν ὡς ἔξεστιν αὐτοῖς ἐναργέστατα μαθεῖν ἡλίκον ἐργάζονται κακὸν ἐν ἀσιτίᾳ φυλάττοντες τὰς προειρημένας φύσεις, ἢν ἐθελήσωσιν ὑγιαίνοντας ἀμέμπτως αὐτοὺς ἀσιτῆσαι κελεῦσαι δυοῖν ἡμέραιν·
543
ὄψονται γὰρ αὐτίκα πυρέττοντας δι’ οὐδὲν ἄλλο δήπουθεν, ἢ τὸν λιμόν. ᾧ γὰρ οὔτ’ ἦν ἔμπροσθεν οὐδὲν ἄλλο περὶ τὸ σῶμα μέμψεως ἄξιον, οὔτ’ ἐν τῷ μεταξὺ προσεγένετό τι νεώτερον ἔξωθεν, οὗτος ἐναργῶς ὑπὸ τῆς ἀσιτίας ἐπύρεξεν. ὅταν δ’, ὡς εἴρηται, μὴ μόνον εἷς ἢ δύο τῶν οὕτω δυσκράτων, ἀλλ’ ἐφεξῆς ἅπαντες ἀσιτήσαντές τε καὶ ἀλουτήσαντες ἁλίσκωνται πυρετοῖς, οὐδ’ ἀμυδρὰν ὑπόνοιαν ἔτι δυνατὸν ἡμῖν γίγνεσθαι τοῦ δι’ ἄλλο τι καὶ μὴ διὰ τὴν ἀσιτίαν πυρέττειν αὐτούς. οἷς γὰρ ἐν τῇ κράσει τοῦ μὲν ὑγροῦ τὸ ξηρὸν, τοῦ δὲ ψυχροῦ τὸ θερμὸν πλεονεκτεῖ, τούτοις ἡ μὲν ἕξις τοῦ σώματος ἰσχνὴ καὶ δασεῖα καὶ μελαντέρα, καὶ εἰ ἅψαιο, θερμοτέρα τῶν ἄλλων τριῶν τῶν δυσκράτων, τῶν ἧττον θερμῶν, ἐντεύξῃ· παμπόλλη δ’ ἡ ξανθὴ χολὴ καὶ οὖρα καὶ διαχωρήματα κατακορῆ καὶ οἱ σφυγμοὶ μεγάλοι καὶ ὕπνοι λεπτοὶ καὶ ὀλίγοι καὶ ὁ θυμὸς σφοδρός. εἴρηται τοιγαροῦν ἐπ’ αὐτῶν ὀρθῶς Ἱπποκράτει τό τε καθόλου τῆς διαίτης εἶδος ὁποῖόν τι χρὴ ποιεῖσθαι καὶ ὅσα καὶ οἷα καταλαμβάνει συμπτώματα τοὺς τοιούτους ἀνθρώπους, οὐ μόνον ἐπειδὰν δι’ ὅλης ἡμέρας
544
ἀσιτήσωσιν, ἀλλὰ κᾂν τῆς ἑτέρας τροφῆς ἀπόσχωνται τῆς κατὰ τὸ ἄριστον. ἐν μὲν γὰρ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν φησὶν, ἐν θερμῷ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλιννύειν. ἐν δὲ τῷ περὶ διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδείας γνώμας, ὑπὲρ τῶν ἐκλειπόντων τὸ εἰθισμένον ἄριστον διαλεγόμενος, ἐμνημόνευσε καὶ τούτων τῶν φύσεων ὀνομάζων αὐτὰς πικροχόλους ἀπὸ τοῦ κρατοῦντος χυμοῦ. ἔχει δ’ ἡ ῥῆσις ὧδε· Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι καὶ δειλοὶ εἰς πᾶν ἔργον καὶ καρδιαλγέες, ἐκκρεμᾶσθαι γὰρ δοκέει αὐτοῖς τὰ σπλάγχνα καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος συγκαίεται· ἔστι δ’ οἷσι καὶ πικραίνεται τὸ στόμα καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται. ταῦτα προειπὼν, εἶθ’ ἑξῆς ἕτερά τινα περί τε τοῦ δείπνου καὶ τῆς νυκτὸς, ἐπὶ τελευτῇ τοῦ λόγου φησὶ τοὺς πικροχόλους χαλεπώτερόν τε φέρειν τήν τε μονοσιτίαν καὶ τὴν ἀσιτίαν τῶν ἄλλων ἀνθρώπων, ἕν τι μέρος ἐξηγούμενος ἐπ’ αὐτῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ, τὸ κατὰ τὴν 
545
δίαιταν, ὧν ἐν τῷ καθόλου παρῄνεσεν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν. ἡ γάρ τοι ψύξις ἥν ἐν ταῖς θερμαῖς φύσεσι συνεβούλευε, γίγνεται μὲν καὶ ἐξ ἄλλων τινῶν, οὐχ ἥκιστα δὲ καὶ διὰ τῆς τῶν σιτίων προσφορᾶς. ὅσοις γὰρ αὐχμῶδές τέ ἐστι καὶ δριμὺ τὸ ἔμφυτον θερμὸν ἀμετρότερον ἐξ ἀρχῆς κρατηθεῖσι, τούτοις αἱ τροφαὶ πραότερον αὐτὸ καὶ ἧττον ἀποφαίνουσι δακνῶδες. εὔδηλον δὲ δήπουθεν ὡς εὐχύμους τε καὶ ἀκριβεῖς εἶναι χρὴ τροφὰς τὰς διδομένας αὐτοῖς, οὐ τῷ μετέχειν τῆς τοιαύτης ὀλίγης οὐσίας ὀνομαζομένας τε καὶ τρέφειν μὴ δυναμένας, ἀλλὰ τῷ τὸ πλεῖστον ἐν ἑαυταῖς ἔχειν χρηστόν. εἰσὶ μὲν γάρ πως καὶ αἱ μαλάχαι καὶ αἱ κράμβαι καὶ τὰ τεῦτλα καὶ αἱ θριδακίναι καὶ ἁπλῶς εἰπεῖν τὰ λάχανα σύμπαντα καὶ αἱ ὀπῶραι τροφαὶ, περιέχεται γάρ τις ἐν αὐταῖς οὐσία τρόφιμος. ἀλλ’ ὥσπερ τούτων ὀλίγον μέν ἐστι τὸ τρέφον, οὐκ ὀλίγον δὲ τὸ ἄχρηστον, οὕτως ἐπ’ ἄρτου καθαροῦ καὶ ὠῶν καὶ κρεῶν καὶ χόνδρου πλεῖστον μὲν τὸ τρέφον, ἐλάχιστον δὲ τὸ μὴ τοιοῦτον. ἐὰν δὲ δὴ πρὸς τῷ μὴ τρέφειν τὸ μεμιγμένον ἄχρηστον τῷ χρησίμῳ συμβαίνῃ δριμεῖαν, ἢ ὀξεῖαν, ἢ
546
στρυφνὴν, ἢ πικρὰν, ἢ ὅλως μοχθηράν τινα δύναμιν ἔχειν, οὐ μόνον ἐκπέπτωκε τὰ τοιαῦτα τοῦ μὴ κυρίως ὑπάρχειν τροφαὶ, ἀλλὰ καὶ τῆς τῶν φαρμάκων δυνάμεως οὐ σμικρόν τι μετείληφε. τρέφειν οὖν χρὴ τοὺς τοιούτους ἀνθρώπους ἐκείναις ταῖς τροφαῖς ὅσαι μήτε τινὰ φαρμακώδη δύναμιν ἔχουσιν αἰσθητὴν, ἀλλὰ μηδ’ αὐτὸ τὸ τρόφιμον πάμπολυ· πρόσεστι γάρ τις καὶ τούτῳ κακία πλεονασθέντι. πρῶτον μὲν γὰρ οὐδ’ ἡ κατὰ τὴν γαστέρα πέψις ἐπ’ αὐτῶν ἀκριβοῦται· εἰ δ’ ἄρα καὶ κρατήσειεν αὐτῶν ἡ γαστὴρ, ἀλλ’ ἥ γε κατὰ τὰς φλέβας οὐκ ἀκριβὴς γίγνεται. εἰ δὲ κᾀν ταύτῃ μηδέν τι μέγα πλημμεληθείη, τὴν γοῦν τρίτην πέψιν, ἥτις ἐστὶν ἑκάστου τῶν μορίων οἰκεία, χαλεπὸν ἐν ἅπασιν αὐτοῖς κατορθωθῆναι. πρόσεστι δὲ δήπου τῷδε καὶ τὸ χρῆναι τὰς τροφὰς, ἐπειδὰν θερμότερόν τε καὶ ξηρότερον ἑαυτοῦ γένηται τὸ σῶμα, ψυχούσας πως εἶναι καὶ ὑγραινούσας. ὅθεν ἄριστος μὲν ὁ τῆς πτισάνης χυλὸς ἀκριβῶς καθεψημένης, οὐδὲν ἐχούσης ἐν ἑαυτῇ περιέργον ἥδυσμα. καὶ γὰρ ἐμψῦξαι καὶ ὑγρᾶναι καὶ ἄδιψον φυλάξαι τὸν ἄνθρωπον ἱκανὴ πρὸς τῷ μήτ’ ἀτμῶδές
547
τι μήθ’ ὑγρὸν μήτε ξηρὸν ἐπέχειν περίττωμα. καλῶ δ’ ἀτμώδη μὲν ὅσα διὰ τοῦ δέρματος εἰς τοὐκτὸς ἀποῤῥεῖν πέφυκεν, ὑγρὰ δ’ ὅσα διὰ τῆς κύστεως, ξηρὰ δ’ ὅσα διὰ τῆς κάτω γαστρός· ἀπὸ γὰρ τῆς ἐπικρατούσης ἐν ἑκάστῳ τῶν εἰρημένων οὐσίας ἐθέμην αὐτοῖς τὰς προσηγορίας. ὅτι δ’ οὐδέν τι τούτων ἐφέξει πτισάνης χυλὸς εὔδηλον. αἱ μὲν γὰρ διὰ τῆς κάτω γαστρὸς ὑποχωρήσεις τῶν περιττῶν ὑπὸ τῶν στυφόντων ἴσχεσθαι πεφύκασιν, αἱ δὲ δι’ οὔρων τε καὶ σύμπαντος τοῦ δέρματος, ὑπό τε τῶν ἐμπλαττομένων τοῖς πόροις καὶ σφοδρῶς στυφόντων, ἅπερ ὀνομάζουσι στρυφνά· πτισάνη δ’ οὔτε ἐμπλαστικῆς οὔτε στυπτικῆς μετέχει δυνάμεως. ὅτι μὲν οὖν οὐ στύφει δηλοῖ καὶ ἡ γεῦσις, ἧς μόνης ἴδιόν ἐστιν αἰσθητὸν τὸ στῦφον. ὅτι δ’ οὐδ’ ἐμπλάττει λογίσασθαι πάρεστιν ἐκ τῶν ἄλλων αὐτῆς ἔργων. εἴτε γὰρ ἔξωθεν ἀνατρίβοις τῇ πτισάνῃ ῥυπαρὸν σῶμα, ῥύπτει τοῖς ἀφρονίτροις τε καὶ τῷ μέλιτι παραπλησίως, εἴτ’ ἐν τῇ γαστρὶ περιεχόμενον μέτριον φλέγμα δι’ ἐμέτων ἐκκενῶσαι βουληθείης, οὐδὲν ἧττον μελικράτου πτισάνης χυλὸς χρήσιμος.
548
πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ μέτριον, ὅτι, εἰ πολὺ καὶ γλίσχρον ἰσχυρῶς καὶ παχὺ, ῥαφανῖδες δι’ ὀξυμέλιτος, οὐ μελίκρατον καὶ πτισάνη πεφύκασιν ἀποῤῥύπτειν. ἔστι μὲν δὴ καὶ μελίκρατον εἰς ἁπάσας τὰς εἰρημένας ἐκκρίσεις ἐπιτήδειον, ἀλλ’ οὔτε ἄδιψον ὥσπερ ἡ πτισάνη κᾀν ταῖς πικροχόλοις φύσεσιν ἐκχολοῦται ῥᾳδίως. ἄριστον μὲν οὖν, ὡς εἴρηται, σιτίον ἐπὶ τῶν τοιούτων κράσεων ἡ πτισάνη. δεύτερον δ’ ἐπ’ αὐτῇ χόνδρος ὄξος χάριν ἀναδόσεως ὀλίγον εἰληφώς. τρίτον δ’ ὁ χωρὶς ὄξους ὑγρὸς, οὐ παχὺς, ὁποῖον ἔνιοι σκευάζουσιν ἔτνει παραπλήσιον· ἐμβαλεῖν δὲ καὶ τῷδε βέλτιον ἑψημένῳ πράσου· δῆλον δ’ ὅτι καὶ ἀνήθου καὶ ἁλῶν ἐξ ἀνάγκης μετέχειν. καὶ μὲν δὴ καὶ οἱ κριβανῖται τῶν ἄρτων ἀγαθὸν ἔδεσμα καὶ τῶν ἰχθύων οἱ πετραῖοι πάντες. οὐδὲν δ’ ἧττον αὐτῶν οἱ ὀνίσκοι, πλὴν εἴ που λίμνης ἢ ποταμῶν μεγάλων ἐμβαλλόντων εἰς θάλατταν νεμόμενοι πλησίον ὑγροτέραν τε καὶ γλισχροτέραν ἔχοιεν τὴν σάρκα. ἐφεξῆς δὲ τῶν ὀνίσκων τά τε βούγλωσσά ἐστι καὶ αἱ νάρκαι καὶ τῶν ἰχθύων ὁ λάβραξ
549
καὶ ἡ τρίγλα κᾄπειτα πελάγιος κέφαλος. ἅπαντες δὲ χείρους ἰχθύες ὅσοι λίμνης θαλάττῃ συναπτούσης ἢ στόματος ποταμοῦ μεγάλου νέμονται πλησίον. ἐκ δὲ τῶν πτηνῶν ἄριστοι μὲν οἱ πέρδικες ἅμα τοῖς ὀρείοις ἅπασι στρουθοῖς, ἐφεξῆς δὲ ἀλεκτορίδες καὶ φασιανοὶ καὶ νέαι περιστεραί· μὴ καθείρχθω δ’ ἔνδον μηδὲ ταῦτα, περιττωματικὰ γὰρ ἅπαντα τὰ ἀγύμναστα, περιττωματικὰ δὲ καὶ τὰ λιμναῖα σύμπαντα καὶ ἑλώδη· διὸ καὶ τῶν χοιρείων αὐτῶν ἀμείνω τὰ ἐκ τῶν ὀρῶν· ἐφεξῆς δὲ αὐτῶν οἱ ἔριφοι. πάντων δὲ τῶν εἰρημένων φευκτέα τά τε παλαιὰ ζῶα καὶ τὰ νεωστὶ γεγενημένα· τὰ μὲν γὰρ σκληρότερά ἐστι καὶ δυσπεπτότερα, τὰ δὲ πέρα τοῦ δέοντος ὑγρὰ καὶ περιττωματικὰ, καὶ μάλισθ’ ὅσα φύσει τῶν ζώων ἐστὶν ὑγρὰ, καθάπερ ὄϊές τε καὶ σύες. ἀλλὰ περὶ μὲν τῆς ἐν ἅπασι τοῖς ἐδέσμασι δυνάμεως ἑτέρωθι διῄρηται· νυνὶ δ’ ἕνεκα παραδείγματος ὥσπερ τἄλλα τὰ κατὰ τήνδε τὴν πραγματείαν, οὕτω λελέχθω καὶ ταῦτα· πρόκειται γὰρ οὐ τὰς ὕλας ἡμᾶς ἐξευρεῖν ἐν αὐτῇ, καθάπερ ἔν τε τοῖς τῶν ἐδεσμάτων καὶ φαρμάκων; ἀλλὰ μόνας 
550
τὰς καθόλου δυνάμεις· οὐδὲν δὲ δήπου διοίσει δυνάμεις γενικὰς ἢ καθόλου προσαγορεύειν αὐτάς. ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὸ προκείμενον. οἷς δ’ ἀποῤῥεῖ τι δριμὺ καθ’ ἑκάστην ἡμέραν, ἕτοιμον τούτοις ἁλῶναι πυρετῷ στεγνωθεῖσι τὸ δέρμα. στεγνοῖ δ’ αὐτὸ τά τε στύφοντα πάντα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐμνημονεύσαμεν τῶν Ἀλβούλων ὑδάτων, ὅσα τ’ ἐμπλάττεται τοῖς πόροις. ἔστι δ’ ὅτε καὶ ἡ ξηρότης αὐτοῦ τοῦ δέρματος ἀμετροτέρα γινομένη πυκνοῖ τοὺς πόρους αὐτοῦ. διὰ τοῦτο οὖν ἡμᾶς ἐθεάσω καὶ τὸν οἰνάνθῃ χρώμενον ἐν τῷ βαλανείῳ κωλύσαντας χρῆσθαι, καθ’ ὃν ἔφησε χρόνον, ἀνωμαλίας αἰσθάνεσθαι, καὶ τὸν ὡσαύτως ἐκείνῳ μετ’ ἐλαίου βραχέος οἴνῳ πολλῷ, καὶ τὸν τῷ σχινίνῳ δὲ χρώμενον, ἡνίκα πυκνώσεως ᾔσθετο, καὶ τοῦτον, ὡς οἶσθα, τοῦ λοιποῦ χρῆσθαι διεκωλύσαμεν. εἴρξαμεν δὲ καὶ τὸν εἰληθεροῦντα καθ’ ἑκάστην ἡμέραν καὶ τὸν τῇ κόνει χρώμενον. ἑτέρῳ δ’ εἰς ἀνωμαλίαν ἀφικομένῳ πυρετώδη τὸ σφοδρὸν τῆς τρίψεως ἐπανεῖναι προσετάξαμεν. ἄλλον δ’, ὡς οἶσθα, ἐθεράπευσα θαυμάσαντα πῶς ἑνὶ λουτρῷ μετὰ τρίψεως
551
τῆς προσηκούσης ἡμερῶν παμπόλλων ἀνωμαλίαν αὐτοῦ φρικώδη διελύσαμεν. ἐχρῆτο δὲ κᾀκεῖνος ἐλαίῳ στύφοντι τούτῳ, τῷ δικαίως ἐνδόξῳ διὰ τὴν εἰς τἄλλα χρείαν, ὃ καλοῦσιν σπάνον. ἀφελόντες οὖν τοῦτο καὶ τῷ Σαβίνῳ λιπαρῶς τε καὶ μαλακῶς ἐπὶ πλέον ἀνατρίψαντες καὶ λούσαντες δὶς, εὐθέως ἀπεφήναμεν ὑγιῆ. ταῦτά τε οὖν ἅπαντα φυλακτέα τοῖς τὰ καπνώδη τε καὶ λιγνυώδη διαπνεομένοις, ὅσα τε γλίσχρα καὶ παχύχυμα· καὶ γὰρ καὶ ταῦτ’ ἐμπλάττοντα τοὺς πόρους ἐπέχει τὰς διαπνοάς. ἐπέχει δ’, ὡς εἴρηται, καὶ τὰ ξηραίνοντα τὸ δέρμα πέρα τοῦ μετρίου. πολλοὺς γοῦν ἐν ἡλίῳ χρωμένους τοῖς τοιούτοις, ἄλλους δὲ νίτρῳ πλέονι, τινὰς δ’ ἁλσὶν, ἢ γυμνασίοις πολλοῖς, ἢ τρίψει σκληρᾷ, ξηροτριβίᾳ τε καὶ κόνει νοσοῦντας ἐκ τούτων καθ’ ἕκαστον ἐνιαυτὸν, οἶσθ’ ὡς ἐπισχόντες αὐτῶν ἀνόσους ἤδη παμπόλλων ἐτῶν ἐφυλάξαμεν. ἔστι δ’ εἰκότως τὰ τοιαῦτα παραγγέλματα κοινὰ τῶν θ’ ὑγιαινόντων ἔτι καὶ τῶν ἤδη δυσαρεστουμένων. οὐ γὰρ τῶν γεγονότων, ἀλλὰ τῶν γιγνομένων
552
ἔτι πυρετῶν ἐστι προφυλακτικὰ κατὰ τὴν τῶν ποιούντων αὐτοὺς αἰτιῶν ἄρσιν· ὁ γὰρ ἔτι γιγνόμενος πυρετὸς ἀρθέντος τοῦ αἰτίου συναναιρεῖται καὶ αὐτός. ὥσθ’ ὅσαπερ ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ περὶ τῶν τοιούτων κράσεων εἴρηται, μεταφέρειν ἅπαντα προσῆκεν ἐπὶ τὴν τῶν ἀρχομένων πυρέττειν, εἴτε ἴασιν χρὴ λέγειν, εἴτε προφυλακήν. ἰώμεθα γὰρ τὸ ἤδη γεγονὸς αὐτῶν, κᾂν ὀλίγον ᾖ, προφυλαττόμεθα δὲ μὴ γενηθῆναί τι πλέον ἀναιροῦντες τὸ αἴτιον.

Ὥσπερ δὲ εὔρουν τε καὶ ἔμπνουν εἶναι τὸ σῶμα πάντῃ κοινὸς ἐπὶ τῶν εἰρημένων μάλιστα φύσεων ὑγιαινόντων τε καὶ δυσαρεστουμένων σκοπὸς, οὕτω καὶ τὸ φεύγειν ἀγρυπνίας καὶ θυμοὺς καὶ λύπας καὶ φροντίδας, ἐγκαύσεις τε καὶ ψύξεις καὶ κόπους· ἑτοιμότατα γὰρ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων αἱ τοιαῦται κράσεις ἀναλίσκονται πυρετοῖς. ἰᾶσθαι δὲ αὐτὰς, ὅταν ἐπί τινι τῶν λελεγμένων προφάσεων πυρέξωσιν, ἔστιν οὖν ᾗ μὲν ὁμοίως τοῖς ἐπὶ στεγνώσει ῥηθεῖσιν, ᾗ δὲ καὶ διαφερόντως. ἄγειν μὲν

553
γὰρ ἐπὶ τὰ λουτρὰ χρὴ πάντας ἐν τῇ παρακμῇ τοῦ πρώτου παροξυσμοῦ· τρίβειν τε λιπαρῶς τε ἅμα καὶ μαλακῶς τοὺς μὲν ἐπί τινι τῶν στυψάντων τὸ δέρμα, καθάπερ εἴρηται, τοὺς δ’ ἐπὶ ξηρότητι τρίβειν μὲν, ἀλλ’ ἐλάττω τούτοις, λούειν δὲ πλείω. στοχάζεσθαι δ’ ἀεὶ τοῦ μέτρου τῆς δυνάμεως ἐν ἅπαντι τῷ τοιούτῳ βοηθήματι. θυμοὶ μὲν οὖν καὶ λῦπαι καὶ ἀγρυπνίαι καὶ φροντίδες οὔτε τρίψεων οὔτε λουτρῶν δέονται πολλῶν, ἀλλὰ πολὺ μὲν ἐξ ἁπάντων ἐκ τοιᾶσδε πυρεξάντων αἰτίας, ἔλαιον περιχεῖν χλιαρὸν ἥκιστα μετέχον στύψεως· ἀνατρίψαντες δὲ βραχέα, λούειν ὡς ἔθος. αἱ δ’ ἐγκαύσεις εὐθέως μὲν ἐξ ἀρχῆς τῶν ψυχόντων δέονται καὶ πλειόνων λουτρῶν, ἥκιστα δὲ ἐλαίου δαψιλοῦς, ἢ συχνῆς τρίψεως. ἔστω δὲ τὰ ψύχοντα ῥόδινόν τε καὶ τὸ καλούμενον ὀμφάκινον ἔλαιον, ὅπερ, οἶμαι, καὶ ὠμοτριβὲς ὀνομάζουσιν. ἀμείνω δ’ ἔξ αὐτῶν ὅσα μηδ’ ὅλως ἐν ἑαυτοῖς ἔχει τῶν ἁλῶν. ἐργάζεσθαι δὲ ψυχρὸν τὸ ἀγγεῖον, ἐν ᾧ μᾶλλον περιέχεται, κρεμῶντας ἐν φρέατι,
554
ψαῦον τοῦ ὕδατος. ἔτι δὲ μᾶλλον εἰ κρουνὸς ὕδατος ψυχροῦ καταράττει τοῦ ἀγγείου, ψύχει τὸ ὑγρόν. εἰ δ’ ἐπὶ πλέον ἐψῦχθαι βούλοιο, χιόνι περιπλάττειν αὐτό. καταχεῖν δὲ τοῦ βρέγματος μετέωρον ἐξαίροντα τὴν χεῖρα δι’ ἐρίου συμμέτρου τῷ μεγέθει. ταῦτα ποιήσαντα μέχρι τῆς παρακμῆς ἄγειν ἐπὶ τὸ λουτρόν. εἰ δὲ καὶ ψυχθεὶς πυρέξειεν ὁ τὴν προειρημένην ἔχων κρᾶσιν, ὑπὲρ οὗ ταῦτα πάντα λέγεται, καὶ τοῦτον ἐπὶ τὸ βαλανεῖον ἀκτέον ἐν ταῖς παρακμαῖς. εἰ δὲ σὺν κορύζῃ καὶ κατάῤῥῳ πυρέττοι, πρὶν πεφθῆναι ταῦτα, λούειν οὐ χρή. τοὺς δ’ ἐπ’ ἐγκαύσει καὶ τούτων παρόντων λουστέον, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπεδείκνυμεν. ἐπὶ δὲ τῷ λουτρῷ τὴν κεφαλὴν τοῖς αὐτοῖς ἑκατέρων βρέχειν οἷς πρὸ τοῦ, ψύχουσι μὲν τῶν ἐπ’ ἐγκαύσει πυρεξάντων, θερμαίνουσι δὲ τῶν ἐπὶ ψύξει. μέτρια δ’ ἔστω καὶ ταῦτα μετὰ τὸ λουτρὸν, οἷον τό τε καλούμενον ἴρινόν ἐστι καὶ τὸ νάρδινον μύρον. ἀλλ’ οὐ χρὴ μηκύνειν ἔτι περὶ τῶνδε λελεγμένων ἐν τοῖς ὑγιεινοῖς. ἀρκέσει δ’ εἰπεῖν ὡς τὰ μὲν ἄλλα πρακτέον ὁμοίως ἐπὶ τῶν πυρεξάντων, 
555
ἅπερ ἐπὶ τῶν ἐγκαυθέντων τε καὶ ψυχθέντων ἐλέγομεν χρῆναι πράττειν, ἄνευ τοῦ πυρέξαι· οὐ μὴν ἅπαντί γε καιρῷ τοὺς πυρέξαντας λουστέον, ἀλλ’ ἐν τῇ παρακμῇ τοῦ παροξυσμοῦ. καὶ μέντοι καὶ ὡς ἐπιτείνειν μὲν χρὴ τῶν πυρεξάντων ἐπ’ ἐγκαύσει τὴν ἐμψυκτικὴν ὀνομαζομένην ἀγωγὴν, ἐκλύειν δὲ τῶν ψυχθέντων τὴν θερμαντικήν. ὑπόλοιπον δ’ ἂν εἴη τὴν ἐν τῇ διαίτῃ κοινότητά τε καὶ διαφορὰν ἐπελθεῖν ἁπάντων τῶν εἰρημένων ἐπὶ τῆς ὑποκειμένης κράσεως, ἁλούσης ἐφημέρῳ πυρετῷ. κοινὸν μὲν δὴ πάντων εἶδος ἔστω σοι διαίτης, εὔχυμον, εὔπεπτον, οὐδαμόθι κατὰ τοὺς πόρους ἰσχόμενον· ἀλλὰ τοῖς μὲν ἐγκαυθεῖσι μετὰ τοῦ ψύχειν καὶ ὑγραίνειν. οὕτως δὲ καὶ τοῖς θυμωθεῖσι. τοῖς δὲ ψυχθεῖσι, μετὰ τοῦ θερμαίνειν μετρίως. τοῖς δ’ ἀγρυπνήσασι καὶ λυπηθεῖσι καὶ πλεῖον φροντίσασιν, ὑγρὸν καὶ ὑπνῶδες. οὕτως δὲ καὶ τοῖς μὲν κοπωθεῖσι τροφιμώτερον, τοῖς δὲ ψυχθεῖσιν ἀτροφώτερον, τοῖς δ’ ἄλλοις τὸ μέσον ἀμφοῖν. οἶνον δὲ πίνειν γινώσκεις δή που καὶ σὺ διδόντα με τοῖς
556
τοιούτοις ἅπασι, τὸν ὑδατώδη καὶ ὄψει καὶ δυνάμει· βελτίων γὰρ ὕδατος αὐτὸς τὰ πάντα, τῇ πέψει συναιρόμενος καὶ οὖρα καὶ ἱδρῶτας προτρέπων. δῆλος δ’ ἐστὶ καὶ ὁ Ἱπποκράτης οὐ μόνον ἐν τοῖς ἐφημέροις πυρετοῖς, ἀλλὰ κᾀν τοῖς ὀξέσι διδοὺς οἶνον, ἐξ ὧν ἐν τῷ περὶ διαίτης ὀξέων γράφει. κατὰ δὲ τὸ ἕκτον τῶν ἐπιδημιῶν εἴτε οὖν αὐτὸς εἴτε καὶ Θεσσαλὸς ὁ υἱὸς αὐτοῦ παραιτεῖται τὸν οἶνον οὐ μόνον εἰ πυρέξειαν οἱ θερμοὶ ταῖς κράσεσιν, ἀλλὰ κᾀν τῷ τῆς ὑγείας χρόνῳ· ἐν θερμῇ γοῦν φύσει παραινεῖ ψύξιν τε καὶ ποτὸν ὕδωρ καὶ ἐλιννύειν· εἰ μὴ ἄρα τὸ πλείονι χρῆσθαι τῷ ὕδατι τοῦ οἴνου κατὰ τὰς τοιαύτας φύσεις, ᾗπερ ἀρέσκει τισὶ, φαίημεν ὑπ’ αὐτοῦ παραινεῖσθαι. τοῦτο μὲν οὖν αὐτὸ καθ’ αὑτὸ ζητείσθω, περὶ δὲ ποτοῦ ψυχροῦ διοριστέον. ἐγὼ μὲν δή φημι τὰς τοιαύτας φύσεις ὑγιαινούσας τε μᾶλλον πρὸς τοῦ τοιούτου πόματος ὀνίνασθαι μεγάλα καὶ κατὰ τὸν ἐφήμερον πυρετὸν οὐκ ἀφαιροῦμαι τοὺς εἰθικότας· ἀήθει δὲ οὐκ ἀρξαίμην τηνικαῦτα διδόναι, ἀλλὰ πρότερον ἀκριβῶς ἀποδοὺς αὐτῷ τὴν ἀρχαίαν ὑγείαν. εἰ δὲ διὰ δειλίαν, ἢ
557
ἔθος ἐκ παίδων, ἢ ὑπόληψιν ψευδῆ φοβοῖτο τὸ ψυχρὸν, ἔργῳ τε πείσαιμ’ ἂν αὐτὸν, ἐπιτηρήσας ποτὲ αὐτὸν καυσούμενον ἐν θέρει καὶ λόγῳ μετὰ τὸ ἔργον. ὅταν γὰρ ἐπὶ τῇ χρήσει τοῦ τοιούτου πόματος ἀπαλλαχθῇ μὲν αὐτίκα τοῦ καυσοῦσθαί τε καὶ ἀλύειν, ἑαυτοῦ δὲ εὐτονώτερον ἐπὶ τῷδε τὸν στόμαχον ἔχειν φαίνηται, καὶ ἡ γαστὴρ καταῤῥήξῃ χολῶδες καὶ πέψῃ καλῶς, αὖθίς τε καὶ αὖθις χρησαμένῳ ἀνατρέφηται τὸ σῶμα, τότε ἂν ἤδη καὶ τοὺς ἄλλους αὐτῷ δείξας οὓς ὁμοίως ὤνησα, διέλθοιμι πρῶτον μὲν ὡς παντὸς μᾶλλον ἀληθές ἐστι τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα· γέγραπται δέ μοι περὶ τούτου πρόσθεν. εἶθ’ ὡς ἡ κρᾶσις αὐτῷ τὴν ὑγιεινὴν ἐκβεβηκυῖα συμμετρίαν πλησίον ἥκει νόσου, καὶ ὡς τοῖς τοιούτοις σώμασιν ἡ ὑγίεια σφαλερὰ καὶ κατὰ σχέσιν μᾶλλον ἢ καθ’ ἕξιν ὑπάρχει, καὶ ὡς εἰ μὲν ἀγαθῆς ὢν ἔτυχε κράσεως, ἐφύλαττον ἂν ἐκείνην αὐτῷ τρόπῳ παντὶ, μοχθηρᾶς δ’ ὑπάρχοντι φύσεως ἐπὶ τὸ κρεῖττον ἐξαλλάττω. λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ὑγιεινοῖς· ὅθεν οὐ χρὴ μηκύνειν ἐνταῦθα
558
μιμούμενον ἐκείνους τῶν ξυγγραφέων, ὅσοι παντάπασιν ὀλίγα γινώσκοντες, ἐν ἅπασι τοῖς βιβλίοις αὐτὰ διέρχονται. τουτὶ γὰρ οὐχὶ πολλὰ διδάσκειν, ἀλλὰ γράφειν ἐστὶ πολλὰ καὶ πολλοὺς χάρτας ἀναλίσκειν, ἐνὸν ὀλίγους, καὶ πολὺν κατατρίβειν χρόνον, ἐνὸν μή. οὐκοῦν μηδὲ τὰς διαγνώσεις τῶν ἐφημέρων πυρετῶν ἐνταυθοῖ γράφω, προειρηκὼς μὲν ἐν τῷ δευτέρῳ περὶ κρίσεων ὀλίγου δεῖν ἁπάσας, εἰρηκὼς δὲ τὰ λείποντα κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν. οὐδὲν δ’ ἧττον κᾀν τοῖς περὶ σφυγμῶν ὅσον ἐξ αὐτῶν χρηστὸν ἑρμηνεύσας, ὡς οἶσθα, μόνος ἁπάντων τῶν ἔμπροσθεν οὕτω σαφῶς ὡς μηδ’ ἂν παῖδα λαθεῖν τὸ δηλούμενον, Ἀρχιγένους ὡς ἐπεδείξαμεν, οὐ διδάξαντος, ἀλλὰ περιλαλήσαντος τὰ πλεῖστα κατά τε τὸ περὶ σφυγμῶν σύγγραμμα καὶ τὴν πραγματείαν ἣν αὐτὸς ἐπιγράφει περὶ τῆς τοῦ πυρετοῦ σημειώσεως. ὥσπερ δὲ τὸν ἐν τῷ στυπτηριώδει λουσάμενον ὕδατι τὴν τρίτην ἡμέραν ἀσιτεῖν ἐκέλευον οἱ ἰατροὶ, κατὰ τὸν αὐτὸν τρόπον οἶσθα καὶ τῶν ἐγκαυθέντων τε καὶ κοπωθέντων ἐπί τε τοῖς ἄλλοις τοῖς εἰρημένοις αἰτίοις
559
πυρεξάντων, οὐδένα λούοντας, οὐδὲ τρέφοντας αὐτοὺς πρὶν ὑπερβαλεῖν τὴν διάτριτον. ἀνάγκη δήπου κᾀμὲ λέγειν διάτριτον, ὅπως μὴ καὶ περὶ τοῦδε τῆς φλυαρίας αὐτῶν ἐνέχωμαι, φασκόντων ἕτερον μὲν εἶναι τὸν διὰ τρίτης παροξυσμὸν, ἑτέραν δὲ τὴν πρώτην διάτριτον· ἤκουσας γάρ ποτε καὶ σὺ μέχρι τοσούτου τῆς ἀδολεσχίας αὐτῶν ἐκταθείσης. ἀλλ’ εἴτε πρώτην διάτριτον, εἴτ’ ἄλλο τι καλεῖν ἐθέλουσιν, οὐχ ἅπαξ ἢ δὶς ἢ τρὶς, ἀλλ’ ὁσάκις οὐδὲ μεμνῆσθαι δυνατὸν ἔν τε τῇ πρώτῃ τῶν ἡμερῶν, εὐθέως εἰς ἑσπέραν ἐλούσαμεν τοὺς τὸν ἐφήμερον πυρέξαντας, ἔν τε τῇ δευτέρᾳ πολὺ μᾶλλον, ἀλλὰ καὶ κατ’ αὐτὴν τρίτην, ὡς ὀλίγον ἔμπροσθεν ἔφαμεν ἐπὶ τοῦ στεγνωθέντος τὸ δέρμα. τουτὶ μὲν οὖν τὸ αἴτιον ὀλιγάκις ἐθεασάμην ἀνάψαν πυρετὸν, ὅθεν αὐτὸ μάλιστα προὐχειρισάμην, ἔγκαυσιν δὲ καὶ κόπον ἕκαστόν τε τῶν ἄλλων πάνυ πολλάκις. ἐθεάσω δὲ καὶ σὺ πάντας αὐτοὺς τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθέν τε προσελθόντας ἐπὶ τὰς συνήθεις πράξεις, ἀπαντῶντάς τε τοῖς ἰατροῖς ὅσοι καὶ τὴν τρίτην ἡμέραν ᾤοντο τελέως αὐτοὺς ἠσιτηκέναι. καὶ τοίνυν θαυμάζοντί σοι καὶ ζητοῦντι, τί ποτ’ ἐστὶ τὸ αἴτιον τοῦ μὴ κᾂν νῦν γοῦν 
560
ἀποστῆναι τοὺς τοιούτους ἰατροὺς τῶν κακῶς αὐτοῖς ὑπειλημμένων, ὡς νομίζω, προσηκόντως εἶπον ὅτι μήτε γινώσκουσι τὴν ἀληθῆ θεωρίαν, αἰδοῦνταί τε νῦν ἄρξασθαι μανθάνειν αὐτήν. ἔνιοι δ’, ὡς ἤκουσάς ποτέ τινος ἐξ αὐτῶν ὁμολογήσαντος ἡμῖν ἰδίᾳ τἀληθῆ μετὰ τοῦ δακρύειν, οὐδὲ τῶν ἐπιτηδείων εὐπορῆσαί φασιν, ἐὰν οἱ νομίζοντες αὐτοὺς ἐπίστασθαί τι θεάσωνται μανθάνοντας. ἀλλὰ σὺ μὲν ἅπαξ ἤκουσας τοῦτο, θεοὺς δ’ ἐγὼ σύμπαντας ἐπόμνυμι πολλοὺς ἐμοὶ πολλάκις ὡμολογηκέναι μόνῳ ταῦτα μετὰ τοῦ δακρύειν τε καὶ τὴν ἑαυτῶν ὀδύρεσθαι δυστυχίαν ἐπὶ τῷ τὸν χρόνον ἀπολέσαι μοχθηροῖς διδασκάλοις χρησαμένους. ἐπόμνυμι δ’ αὖθίς σοι τοὺς θεοὺς καὶ τοῦτό μοι λεχθῆναι πάνυ πολλάκις ὑπὸ τῶν συμφοιτησάντων ἔτι μειρακίῳ τὴν ἡλικίαν ὄντι. ἐπειδὴ γὰρ εἴωθα, ὁπότε τις ἔροιτο περί τινος δόγματος εἰ ἀληθὲς εἴη, μηδὲν ἀποκρίνασθαι δύνασθαι φάσκειν, εἰ μὴ καὶ τὰ τῶν ἄλλων ἁπάντων μάθοιμι καί τινα μέθοδον κτησαίμην ᾗ διαγινώσκοιμι τὸ βέλτιον, οὐκ ὀλίγοι τῶν ταῦτα ἀκουόντων συμφοιτητῶν ἔφασάν μοι, σὺ μὲν καὶ φύσει διαφερούσῃ
561
κέχρησαι καὶ παιδείᾳ θαυμαστῇ διὰ τὴν τοῦ πατρός σου φιλοτιμίαν, καὶ ἡλικίαν δυναμένην μανθάνειν ἔχεις ὅθεν τε δαπανᾷν χρὴ σχολάζοντα μαθήμασι κέκτησαι· τὸ δ’ ἡμέτερον οὐχ ὧδ’ ἔχει· καὶ γὰρ ἀπαίδευτοι τὴν πρώτην παιδείαν ἐσμὲν καὶ οὐκ ὀξεῖς τὴν διάνοιαν ὥσπερ σὺ καὶ ἀναλίσκειν οὐκ ἔχομεν· ἀγαπητέον οὖν ἡμῖν ἐστιν ὁποῖά ποτ’ ἂν εἴη ταῦτα τὰ νῦν γινωσκόμενα. μὴ τοίνυν ἔτι θαύμαζε διὰ τί πολλοὶ τῶν ἰατρῶν οὐκ αἰσχύνονται φθεγγόμενοι τὴν διάτριτον, καίτοι μυριάκις ἡμᾶς ἑωρακότες ἐπὶ τῶν νοσούντων προγινώσκοντας εἴτ’ ἐφήμερός ἐστιν ὁ πυρετὸς εἴτε καὶ κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν οἴσει τινὰ παροξυσμόν. ἀλλ’ ἐκεῖνο σκόπει τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον, ἀνθρώπου φιλοσοφωτάτου τὸ ἦθος. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτῇ διαίτῃ ἀναγκαῖον χρέεσθαι. ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρα τῶν ἐσχάτων εἴη. πόνους μὲν γὰρ λέγει πάντα τὰ λυποῦντα τὸν ἄνθρωπον, ἐσχάτους δὲ ὀνομάζει τοὺς μεγίστους,
562
οἵπερ ἐν ταῖς ἀκμαῖς γίνονται. κελεύει δ’ εἰς τοῦτον τὸν χρόνον ἀποτίθεσθαι τῆς διαίτης τὸ λεπτότατον, οὐδέν τι διδάσκων ἀλλοιότερον ἢ ὁπότ’ ἔφασκεν· ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι. καὶ μὴν οὐχ οἷόν τε τὸ λεπτότατον τῆς διαίτης εἰς τὴν ἀκμὴν ἀναβάλλεσθαι, χωρὶς τοῦ κατὰ τὴν ἀρχὴν ἐστοχάσθαι περὶ πόσην ἡμέραν ἀκμάσει τὸ νόσημα. ἀλλὰ καὶ Ἱπποκράτη φασὶ ληρεῖν ταῦτα γράψαντα καὶ ἡμῶν ἔργῳ διαδεικνυμένων αὐτὰ, πάντα μᾶλλον νομίζουσιν ἢ δυνατὸν ἀνθρώπῳ κατὰ τὸν πρῶτόν ποτε παροξυσμὸν, ἀκριβῆ γνῶσιν ἔχειν τῆς τοῦ κάμνοντος διαθέσεως. ἐγὼ δ’ οὔτ’ ἐφ’ ἁπάντων τῶν νοσούντων ἀκριβῶς φημι γινώσκειν τὴν διάθεσιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν οὔτε τῶν ἐφημέρων τινὰ πυρετὸν λαθεῖν ἄν με· τοῦτο δ’ ἀρκεῖ κατά γε τὰς πρώτας ἡμέρας εἰς τὸ μηδὲν ἁμαρτεῖν ἐν τῇ διαίτῃ, τὸ διακρῖναι τὸν ἐφήμερον πυρετὸν τῶν ἄλλων. διὰ τοῦτό γέ τοι τῇ τετάρτῃ τῶν ἡμερῶν, ἐν ᾗ πρῶτον ἐκεῖνοι προταριχεύσαντες τὸν ἄνθρωπον ἄρχονται τρέφειν, ἡμεῖς ἤδη τὰ συνήθη τῶν ἔργων παρεχόμεθα πράττειν, κωλύομεν δὲ
563
κᾀκ τῶν ἐφημέρων πυρετῶν τὴν μετάστασιν εἰς τοὺς ὀξεῖς γενέσθαι, τῷ τρόπῳ τούτῳ τῆς διαίτης· ὡς εἴ γέ τις ἑτέρως διαιτήσειεν, ἐξ ἀνάγκης ἀκολουθήσουσι κατά γε τὰς προειρημένας κράσεις ὅσοι διακαέστατοι τῶν πυρετῶν. ἕτεραι γάρ εἰσι φύσεις ἐφ’ ὧν ἢ οὐδὲν ἢ οὐκ ἀξιόλογόν γέ τι τοσούτων ἡμερῶν βλάπτει λιμός· ὥσπερ ἕτεραί γε πάλιν ἐφ’ ὧν οὐ μόνον ἀβλαβὴς, ἀλλὰ καὶ πρὸς ὠφέλειάν ἐστιν ἡ ἀσιτία τῶν τριῶν ἡμερῶν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων φύσεων ἑξῆς διορίσω. τὴν ὑποκειμένην δ’ ἐξ ἀρχῆς κρᾶσιν εἰς τοὔσχατον ἄγουσι κίνδυνον αἱ ἀσιτίαι κατὰ πάντας τοὺς πυρετοὺς, οὐ μόνους ὧν νῦν ἐμνημόνευσα, τοὺς ἐφημέρους ὀνομαζομένους.

Εἰ γὰρ καὶ δι’ ἔμφραξιν, ὡς ἐλέχθη, στεγνωθείη ποθ’ ἡ διαπνοὴ, μικρὰν μὲν ὑπάρχουσαν αὐτὴν, εἴ τις ὀρθῶς διαῤῥύψειε, κωλύσει γενέσθαι δεύτερον παροξυσμόν· ἀξιολόγου δὲ γενομένης, οὐκ ἔθ’ ὁμοίως ἐπαγγείλασθαι δυνατόν. εἰ δὲ καὶ πολλοὶ καὶ παχεῖς καὶ γλίσχροι σφηνωθεῖεν χυμοὶ, τὸν ἐπὶ τούτοις πυρετὸν ἀδύνατόν ἐστιν ἐν τοῖς ὅροις διαμεῖναι τῶν ἐφημέρων. ἐξ ἀνάγκης γὰρ αὐτὸν ὁ ἐπὶ σήψει

564
χυμῶν διαδέξεται κατὰ τὰς κακοχύμους φύσεις. ὡς ἐπ’ ἄλλων γε κράσεων ἃς ἐν τοῖς ἑξῆς ἑρμηνεύσω γένοιτ’ ἄν τις ἰδέα πυρετοῦ συνόχου διὰ τὴν τοιαύτην αἰτίαν ἄνευ σήψεως χυμῶν. ἕπεσθαι δὲ τοῖς τοιούτοις λόγοις ἀδύνατον ὅσον ἄν τις μὴ πρότερον ἐν ταῖς εἰρημέναις πραγματείαις γυμνάσηται, καὶ μάλιστα τῇ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν. ἐπειδὰν γὰρ ἔμφραξίς τις ᾖ μετρία δι’ ἣν ἐπύρεξαν οἱ κακόχυμοι κατὰ μὲν τὴν πρώτην καὶ δευτέραν ἡμέραν ἄχρι τινὸς, οὐκ ἔστιν ἐν τῷ σφυγμῷ τὸ τῆς σήψεως σημεῖον, ὥσπερ οὐδ’ ἐν τοῖς οὔροις τὸ τῆς ἀπεψίας. μηκυνομένης μέντοι τῆς παρακμῆς καὶ μηκέτ’ ἀνάλογον ἐνδιδούσης ὥσπερ ὑπήρξατο μετὰ τὴν ἀκμὴν ὕποπτός ἐστιν ἡ διάθεσις, ὥσπερ ἐφ’ ὧν ἐπείγεται πρὸς τὴν λύσιν, ἀτμοί γέ τινες, ἢ νοτίδες, ἢ ἱδρῶτες ἐξεκρίθησαν, ἢ οὖρα πλείω χρηστὰ μετὰ τῶν κατὰ τὸν σφυγμὸν σημείων ἀγαθῶν ὑπαρχόντων, ἐφήμερός ἐστι βεβαίως ὁ πυρετός. ἀλλ’ ὅ γε διὰ μικρὰν ἔμφραξιν ὅμοιος μὲν τοῖς ἐφημέροις ἐστὶν, ὡς εἴρηται, κατά γε τὰ πρῶτα, μηκυνομένης δὲ τῆς παρακμῆς ὕποπτος γίγνεται, κᾂν μηδέπω τὸ τῆς σήψεως 
565
σημεῖον ἐμφαίνηται τοῖς σφυγμοῖς· ἐὰν γὰρ μὴ διαπνευσθῇ τελέως, ἀναγκαῖόν ἐστι σαπῆναι τὴν κακοχυμίαν. ἵν’ οὖν διαπνεύσῃ, μείζονος ἡμῖν ἤδη βοηθείας ἐστὶ χρεία. εἰ μὲν οὖν ἤτοι παιδίον ἢ γέρων εἴη, φλεβοτομεῖν οὐκ ἔτ’ ἐγχωρεῖ· μεταξὺ δὲ τῶν ἡλικιῶν τούτων ῥώμης παρούσης τῷ κάμνοντι φλεβοτομητέον, εἰ καὶ τὰ τοῦ πλήθους ἀπείη σημεῖα. βέλτιον γὰρ ἐκκενώσαντα τὸ πλέον τῆς κακοχυμίας, ἐπὶ τὸ διαῤῥύπτειν τὰς ἐμφράξεις ἰέναι· κίνδυνος γὰρ ἐκφραττόντων, πρὶν ἐκκενῶσαι, σφηνωθῆναι μᾶλλον αὐτάς. ἐκφράττουσι μὲν οὖν αἱ ῥυπτικαὶ δυνάμεις, ἔξωθέν τε προσπίπτουσαι τῷ δέρματι καὶ εἴσω τοῦ σώματος λαμβανόμεναι. κίνδυνος δὲ καὶ τὰς ἐκτὸς ἑλκούσας ἅμα τοῖς ἐμφράττουσι συνεπισπᾶσθαί τι καὶ ἄλλο, καὶ τὰς ἔνδοθεν ἀναφερομένας ἑαυταῖς συνεπισύρεσθαί τι τῶν ἐν τοῖς ἀγγείοις. ὅπερ εἰ μὲν γλίσχρον, ἢ παχὺ τύχοι, διπλασιάσει τὴν ἔμφραξιν· εἰ δὲ μὴ, ἀλλὰ τῷ πλήθει γε, πάντως οὐ σμικρὰ λυπήσει. φαίνεται γὰρ ἐνίοτε καὶ τὸ πολὺ ῥεῦσαν ἀθρόως οὐδὲν ἧττον ἐμφράττεσθαί τε
566
καὶ σφηνοῦσθαι τῶν γλίσχρων καὶ παχέων εἰ δὲ καὶ διὰ πόρων στενῶν ἡ διέξοδος εἴη, πολὺ δὴ μᾶλλον ἴσχεσθαι. ὅπως οὖν ἀσφαλὴς καὶ τούτοις ἡ φορὰ καὶ τοῖς ἔξωθεν ἡ ὁλκὴ γίγνοιτο, χρησιμώτατόν τέ ἐστι κενῶσαι τὸ σῶμα. καὶ μέντοι καὶ τὰ διαπνεόμενα τῶν χυμῶν καπνώδη καὶ λιγνυώδη περιττώματα μειωθέντων αὐτῶν ἐλάττω γίγνοιτο ἄν. ὥστε καὶ διὰ τοῦτο βραχύτερον ἔσται τὸ πυρετῶδες θερμὸν, ὡς ἐγχωρεῖν αὐτὸ διαπνεῖν εἰς τοὐκτὸς, εἴπερ εἶεν αἱ ἐμφράξεις βραχεῖαι. ὅταν οὖν ποθ’ ὑπονοήσῃς ἐστεγνῶσθαι τὸ δέρμα δι’ ἔμφραξιν, ἔκ τε τῶν μὴ γίγνεσθαι κατὰ τὴν παρακμὴν τοῦ πρώτου παροξυσμοῦ κενώσεις ἀξιολόγους καὶ διαμένειν ὁμοίαν ἑαυτῇ τὴν παρακμὴν, εἰ μὲν ἀπὸ μηδενὸς τῶν προφανῶν αἰτίων ἐπύρεξεν ὁ ἄνθρωπος, ἔτι καὶ μᾶλλον ἂν εἴη σοι βεβαιοτέρα τῆς ἐμφράξεως ἡ διάγνωσις· εἰ δὲ σύν τινι τῶν προφανῶν, οὐκ ἀδύνατον ἅμα συνεληλυθέναι διττὰς αἰτίας. εἰ γὰρ ἡ ἑτέρα μόνη τῶν αἰτιῶν ἡ ἐκ τοῦ προκατάρξαντος αἰτίου ἦν, ἐμειοῦτο ἄν ἡ παρακμὴ σὺν αἰσθηταῖς ἐκκρίσεσιν· οὔκουν ἀναβάλλεσθαι τῶν τοιούτων ἀῤῥώστων
567
ἀφαιρεῖν αἵματος, ἀνάλογον τῇ τε δυνάμει καὶ τῷ μεγέθει τῆς ἐμφράξεως. ἔνδειξις δὲ τοῦ ποσοῦ τῆς ἐμφράξεως ἐκ τοῦ μεγέθους ἔσται τοῦ κατὰ τὸν πυρετόν· μείζων μὲν γὰρ ἐπὶ ταῖς σφοδροτέραις ἐμφράξεσιν, ἐλάττων δ’ ἐπὶ ταῖς μικροτέραις συμπίπτει. κενώσαντα δὲ τὸ σύμμετρον οὐ μετὰ πολὺ διδόναι τῶν ῥυπτικῶν τινα τροφῶν ἢ φαρμάκων. ἔστι δ’ οὐ πολλὰ τὰ τοῦτο δυνάμενα ποιεῖν ἐν πυρετοῖς, ἀλλ’ ὡς εἴρηται καὶ πρόσθεν, ἐν τῷ τροφῆς μὲν λόγῳ ἡ πτισάνη τ’ ἐστὶ καὶ μελίκρατον, ἐν φαρμάκοις δὲ τό τε ὀξύμελι καὶ ὅσα τῷ μελικράτῳ συνεψεῖν οἶόν τε, ὡς καλαμίνθη καὶ ὕσσωπον καὶ ὀρίγανον καὶ ἕρπυλλον καὶ ἴρις καὶ σέλινον. ἀλλὰ ταῦτά γε πάντα πλέον ἢ δεῖ θερμὰ καὶ διὰ τοῦτο ἐξάπτει τοὺς πυρετοὺς ὥσπερ οἶνος. ὀξύμελι δὲ μόνον οὔτε τοὺς πυρετοὺς ἐξάπτει καὶ ῥύπτει γενναίως, ὡς διαλύειν μὲν ὅσα γλίσχρα καὶ παχέα, τοὺς πόρους δ’ ἐκφράττειν. ἐν δὲ τῷ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος εἴη ἂν τὸ καλούμενον ἀπόμελι, χρῶνται δ’ αὐτῷ κατὰ τὴν Πελοπόννησον πλεῖστον. θείη δ’ ἄν τις εὐλόγως, οἶμαι,
568
καὶ τὸ σάκχαρ ἐν τοῖς τοιούτοις. ἐπὶ δὲ τῇ τοιαύτῃ τροφῇ παραφύλαττε πόσον ἀφαιρεῖται τῆς πυρετώδους θερμασίας. εἰ γάρ σοι φαίνοιτο κατὰ τὴν τρίτην ἡμέραν ἕωθεν ἐλάχιστόν τι λείπεσθαι τοῦ πυρετοῦ, μήτε τοῦ τῆς σήψεως τῶν χυμῶν σημείου παρόντος ἐν τοῖς σφυγμοῖς μήτ’ ἐν τοῖς οὔροις τοῦ τῆς ἀπεψίας, ἡ δ’ ὕποπτος ὥρα καθ’ ἣν εἰσέβαλεν ὁ πυρετὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐξωτέρω τῆς μεσημβρίας εἴη, θαῤῥῶν λοῦε τὸν ἄνθρωπον ὅσον οἷόν τε τάχιστα πρὸ πολλοῦ τῆς ἕκτης ὥρας. ἱκανὸν δὲ κᾂν ἐντὸς τρίτης ὥρας ξυμπληρωθῇ τὸ λουτρόν. οὕτω δὲ καὶ εἰ δεκάτην ὥραν ὑποπτεύοις, ἄχρι τῆς ἑβδόμης λούειν ἐγχωρεῖ, τριῶν ἢ τεττάρων ὡρῶν ἰσημερινῶν αὐταρκεστάτων οὐσῶν εἰς διάστημα τοῦ τε βαλανείου καὶ τοῦ παροξυντικοῦ καιροῦ. χρὴ δ’ ἐν τῷ βαλανείῳ προαλείψαντα καὶ προανατρίψαντα μετριώτατα διαῤῥύπτειν τε καὶ ἀποπλύνειν ἔξωθεν τὸ σῶμα. τὴν δ’ ὕλην τῶν ῥυπτικῶν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἔχεις. ἐκλέγειν οὖν ἐκεῖθεν δεῖ τὰ πρὸς τὸ παρὸν ἁρμόττοντα· διῄρηται γὰρ ἐν αὐτοῖς ὅσα τε μᾶλλον αὐτῶν ὅσα θ’ ἧττον ῥύπτει. λεχθήσεται
569
δὲ καὶ νῦν ἕνεκα παραδείγματος ὀλίγα. μετριώτατα μὲν οὖν ῥύπτει τό τε τῶν ὀρόβων ἄλευρον καὶ τὸ τῶν κριθῶν καὶ τὸ τῶν κυάμων, ἔτι καὶ τὸ μελίκρατον τὸ ὑδαρές· μᾶλλον δὲ τούτων ἴρις καὶ πάνακος ῥίζα καὶ ἀριστολοχία καὶ τὸ μέτριον ἐν τῇ κράσει μελίκρατόν ἐστιν, ὥσπερ γε καὶ τοῦδε μᾶλλον ὅταν ἀκρατέστατον ᾖ. γίνεται δὲ τοιοῦτο τῷ μέλιτι μιχθέντος ὕδατος βραχέως, ὡς χυθὲν τοῖς μικροῖς τοῦ δέρματος εὐκόλως ἐνδῦναι πόροις. ἔτι δὲ τοῦδε μᾶλλον ὁ ἀφρὸς τοῦ νίτρου καὶ τὸ νίτρον αὐτὸ καὶ τὸ ἀφρόνιτρον. εἶναι δὲ χρὴ τὸ μὲν νίτρον λεπτομερὲς, οἷόν πέρ ἐστι τὸ Βερενίκιον· εἰ δὲ τὸ λιθῶδες εἴη, καίειν τε καὶ λειοῦν ἀκριβῶς αὐτό. μέλι δὲ τὸ καθαρώτατον καὶ δριμύτατον, οἷόν πέρ ἐστι τὸ Ὑμήττιον. ἔστι δὲ δήπου καὶ ὁ σάπων ὀνομαζόμενος ἐν τοῖς μάλιστα ῥύπτειν δυναμένοις. ἅλις ἔστω σοι παραδειγμάτων τῆς τῶν ῥυπτόντων ὕλης. μετιέναι γὰρ ἤδη καιρὸς ἐπὶ τὰ μετὰ τὸ λουτρόν. ἔστι δ’ οὐ πολλά· πλὴν γὰρ ὕδατος ἔχοντος ἐναφηψημένων αὐτῷ σέλινον ὀλίγον, οὐδὲν αὐτοῖς 
570
δοτέον, κᾂν τὸ μεταξὺ τοῦ τε λουτροῦ καὶ τῶν ὑπόπτων διάστημα τριῶν ὡρῶν ἔσεσθαι στοχαζώμεθα. περὶ μέντοι τὴν ἑσπέραν καὶ θᾶττον ὥραις δυοῖν τοῦ κατὰ τὴν πρώτην ἡμέραν εἰσβεβληκότος παροξυσμοῦ καὶ λοῦσαι δυνατὸν ἕωθεν καὶ θρέψαι μόνον πτισάνης χυλῷ. εἶτα εἰ μὲν μηδόλως ἐνέγκοιεν αἱ ὧραί τι, λούειν αὖθις εἰ βούλοιτο καὶ τρέφειν, ὧν εἴρηκα σκοπῶν ἐχόμενον. εἰ δέ τι γένοιτο, παραβάλλειν τε τοῦτο τῷ κατὰ τὴν πρώτην ἡμέραν παροξυσμῷ, συνεπισκοπεῖσθαι τά τε οὖρα καὶ τοὺς σφυγμούς· ἅπαντα δὲ δήπου φαίνεταί σοι μέτρια, βραχείας ὑπολειπομένης ἐμφράξεως, ὥστε καὶ λούσεις τῇ τετάρτῃ τῶν ἡμερῶν αὐτὸν καὶ θρέψεις τῶν εἰρημένων σκοπῶν ἐχόμενος· ἐλπίσεις τε μηδὲν ἔτι τῇ πέμπτῃ συμπεσεῖσθαι. μεγάλης δὲ τῆς ἐμφράξεως γεγενημένης οὐκέτ’ ἂν ὁ τοιοῦτος ἐκ τῶν ἐφημέρων εἴη πυρετῶν. ὥστε εἰς τὸν ἑξῆς ἀναβεβλήσθω λόγον, ἐν γάρ τοι τῷδε περὶ τῶν ἐφημέρων μόνων πρόκειται διελθεῖν.

Ἐπεὶ τοίνυν ἐφήμεροι πυρετοὶ ταῖς ὑποκειμέναις κράσεσι τῶν σωμάτων ἐπιγίγνονται πολλάκις καὶ

571
ἀπεψίαις σιτίων, ἑξῆς ἂν εἴη περὶ αὐτῶν διελθεῖν. χειρίστη μὲν οὖν ἐστιν ἐν ταῖς τοιαύταις κράσεσιν ἀπεψία καὶ τάχιστ’ ἀνάπτει πυρετὸν, ἐν ᾗ διαφθείρεται τὰ σιτία πρὸς τὸ κνισῶδές τε καὶ καπνῶδες· ὡς ἥ γε εἰς ὀξύτατον τρέπουσα σπανιάκις τε γίγνεται ταῖς τοιαύταις φύσεσι καὶ ἧττον βλάπτει. λεχθήσεται δὲ ὑπὲρ ἑκατέρας ἰδίᾳ ἡμῖν τὴν ἀρχὴν ἀπὸ τῆς πλειστάκις τε γιγνομένης αὐτῆς καὶ μᾶλλον βλαπτούσης ποιησαμένοις. ἔστι δ’, ὡς εἴρηται, κνισώδης τέ τις αὕτη καὶ καπνώδης, ἔλαττον μὲν ὑπάρχουσα κακὸν, εἰ καταῤῥήξειεν ἡ γαστὴρ, οὐ μικρὸν δὲ εἰ ἐπισχεθείη. πυρέττουσι γὰρ ἐπὶ ταῖς ἐπισχέσεσιν αὐτῆς ἑτοίμως αἱ κακόχυμοι φύσεις καὶ μάλισθ’ ὅταν ἐπὶ τὰς συνήθεις τράπωνται πράξεις, ὑπεριδόντες τοῦ μένειν ἔνδον ἐφ’ ἡσυχίας ἐν τῇ στρωμνῇ. πυρέττουσι δ’ ἔνιοι καὶ τῶν ἁλόντων διαῤῥοίαις ἐπ’ ἀπεψίᾳ, συναυξανομένης αὐτοῖς τῆς πυρετώδους διαθέσεως, οὐχ ἥκιστα κᾀκ τοῦ πλήθους τῶν ἐξαναστάσεων. εἰ δὲ καὶ δῆξίς τις, ἢ πόνος, ἢ θερμότης ἄμετρος ἐν τοῖς κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα γένοιτο, πολὺ δὴ μᾶλλον ἐντεῦθεν ἡ πυρετώδης αὐξάνεται
572
διάθεσις. ἴασις δ’ οὐχ ἡ αὐτὴ τῶν ἐπισχεθέντων τοῖς ἐκκρίνουσι· λεκτέον οὖν ὑπὲρ ἑκατέρων ἐν μέρει· φανεῖται γὰρ οὕτως οὐ μόνον ὅπῃ διαλλάττουσιν, ἀλλὰ καὶ ὅσον ἐν ἀμφοτέροις κοινόν. εἰ μὲν δὴ φαίνοιτο μόνα τὰ διεφθαρμένα κεκενῶσθαι, λουτέον τ’ ἐστὶ καὶ θρεπτέον ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, πρόνοιάν τινα τῶν κατὰ τὴν γαστέρα ποιησαμένοις πρότερον. εἰ δ’ οὕτως εἴη πολλὴ κένωσις ἤτοι γεγονυῖα πρόσθεν ἢ καὶ νῦν ἔτι γιγνομένη κατὰ τὸν ἄνθρωπον ὡς κεκμηκέναι τὴν δύναμιν, ἄμεινον θρέψαι χωρὶς τοῦ λοῦσαι προνοησαμένους τῶν κατὰ τὴν γαστέρα. πρόνοια δ’ ἐπὶ τῶν οὕτως ἐχόντων, εἰ μὲν μηκέτι γίγνοιτο κένωσις, ἐμβροχὴ δι’ ἐλαίου τε καὶ ἀψινθίου· χρὴ δὲ προδιαβρέχειν ὕδατι ζέοντι τὸ ἀψίνθιον, ὅπως μὴ κνισωθείη. καὶ εἴ γέ τις αἴσθησις ὑπολείποιτο κατὰ τὴν γαστέρα δήξεως ἢ πόνου, πίλημα μετὰ τὴν ἐπιβροχὴν ἤτοι θερμὸν καὶ ξηρὸν ἢ βεβρεγμένον μὲν ἐλαίῳ ἐν ᾧ τὸ ἀψίνθιον ἀπεζέσθη, τὸ πλεῖστον δ’ ἐκπεπιεσμένον ἐπιβάλλειν χρή. κάλλιον δ’ εἰ παρείη μύρον νάρδινον ἐπιμελῶς
573
ἐσκευασμένον, ἐν ἐκείνῳ δεύσαντα κατὰ τὸν αὐτὸν τρόπον ἐπιτιθέναι τὸ πίλημα. καὶ πολύ γε κάλλιον, εἰ πορφύρα τοῦτ’ εἴη θαλαττία· καὶ κάλλιστόν γε εἰ Τυρία ἀρίστη τυγχάνοι· λεπτομερεστέραν γὰρ ἔχει τὴν στύψιν ἥ τε τοιαύτη πορφύρα καὶ ἡ ἀρίστη νάρδος, ὥστε διὰ τοῦ βάθους διεξέρχεσθαι τῶν κατὰ τὴν γαστέρα σωμάτων, ἡ δύναμις αὐτῶν ξηραινόντων καὶ θερμαινόντων καὶ τονούντων. εἰ δ’ ἀτονώτερον ὑπάρχει τὸ στόμα τῆς γαστρὸς, ὅπερ καὶ στόμαχον ὀνομάζειν εἰθίσμεθα καταχρώμενοι τῇ προσηγορίᾳ, καὶ τῆς Χίας μαστίχης ἐν τῇ νάρδῳ λειώσαντες, ὡς γλοιῶδες γενέσθαι, δεύσαντες ἐξ αὐτοῦ, τὴν πορφύραν ἐπιθήσομεν. ἔστω δὲ θερμὸν ἱκανῶς ἕκαστον τῶν τοιούτων κατὰ τὴν πρώτην ἐπιβολήν· ἐκλύει γὰρ ἅπαντα τὰ χλιαρὰ τὸν τόνον τῆς γαστρός. οἶσθα δὲ καὶ ὡς ἐπ’ ἀγγείου διπλοῦ προϋποβεβλημένου κατὰ τὸ ἕτερον αὐτῶν τὸ μεῖζον ὕδατος ζέοντος, ἔθος ἡμῖν ἐστι θερμαίνειν τὰ μύρα· διαφθείρεται γὰρ ἡ δύναμις αὐτῶν ἑτέρως θερμανθέντων. ἔτι δὲ ὑπιούσης τῆς γαστρὸς ἄμεινον χρῆσθαι μηλίνῳ καλλίστῳ τε καὶ προσφάτῳ, τὸν αὐτὸν τρόπον
574
τῇ νάρδῳ· χρηστὸν δ’ εἰς τὰ τοιαῦτα σύμπαντα καὶ τὸ μαστίχινον. οὐχ ἥκιστα δὲ καὶ τὰ τῆς τρυφῆς ἕνεκα τῶν διατεθρυμμένων γυναικῶν σκευαζόμενα μύρα ταυτὶ τὰ πολυτελῆ, χρήσιμα πρὸς τὰς τοιαύτας διαθέσεις τῆς γαστρὸς, ἅπερ ἔοικεν ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς εὑρεθέντα καὶ τὰς προσηγορίας ἔχειν Ῥωμαϊκάς· ὀνομάζεταί γέ τοι σπικάτα γε καὶ φουλιάτα. μὴ φερόντων δὲ τῶν καμνόντων τὴν ζώνην, ἤτοι γ’ ἐξ ἔθους ἢ τρυφῆς, ἐγχωρεῖ διὰ κηρωτῆς ἀνύειν ταὐτόν. ἔστι δ’ εἰς τὰ τοιαῦτα καλλίστη κηροῦ Τυῤῥηνικοῦ τηχθέντος ἐν μύρῳ ναρδίνῳ, ψυχθείσῃ καὶ ξυσθείσῃ τῇ κηρωτῇ μιχθείσης λείας ἀκριβῶς ἀλόης τε καὶ μαστίχης. ἑκάστου δὲ αὐτῶν τὸ πλῆθος εἶναι χρὴ τοσόνδε· κηροῦ μὲν καὶ νάρδου τὸ ἴσον, ἀλόης δὲ τὸ ὄγδοον· ὥσπερ οὖν καὶ τῆς μαστίχης, ἢ εἰ βούλει βραχύ τι ταύτης πλέον. εἰ δὲ καὶ τῶν εἰρημένων τι μύρων τῶν πολυτελῶν ἀναμίξαις τῇ κηρωτῇ, βέλτιον ἔσται σοι τὸ φάρμακον. ἐγκαιομένης δὲ τῆς γαστρὸς, ὡς καὶ φλεγμονώδη διάθεσιν ἐν αὐτῇ ξυνίστασθαι δοκεῖν, ἀμείνων ἡ κηρωτὴ ἡ διὰ τοῦ μηλίνου γιγνομένη. 
575
πολλὰ δὲ καὶ ἄλλα φάρμακα τὰ μὲν δι’ οἰάνθης ἐστὶ, τὰ δὲ δι’ ὑποκυστίδος καὶ βαλαυστίου καὶ φοινίκων σαρκὸς, ἐπιτήδεια καὶ ψύχειν τὴν γαστέρα καὶ ῥώμην ἐντιθέναι. τούτων οὖν ἐκλέγου τὸ κάλλιστον εἰς τὰ παρόντα πρὸς τοὺς εἰρημένους σκοποὺς ἀποβλέπων. τρέφειν δ’ ἑξῆς τοῖσδε χρή· ῥεούσης μὲν ἔτι τῆς γαστρὸς, ἀλφίτοις τε καὶ τοῖς καλουμένοις ὀξυλιπέσιν ἄρτοις, ὀλίγιστον ὄξους ἔχουσιν, οὐχ ὡς ἐπὶ δυσεντερίας ἢ χρονίας διαῤῥοίας εἰώθαμεν σκευάζειν. ἐπιπάττειν δὲ τὸ ἄλφιτον, ἐνίοτε μὲν ὕδατι θερμῷ δαψιλές, ἐνίοτε δ’, ὅταν ἡ γαστὴρ ἔτι ἐκκρίνῃ, πλέον τοῦ δέοντος ἤτοι ῥοιᾶς, ἢ ἀπίων, ἢ μήλων χυλῷ καὶ μάλιστα τῶν κυδωνίων. εἰ δ’ ἥδιον τοῖς κάμνουσι καὶ ἀφέψημά τι παρασκευάζοντας ἀπίων, ἢ μήλων, ἢ μύρτων, ἐπιπάττειν αὐτοῖς τὸ ἄλφιτον. εἰ δὲ μηκέτ’ ἐκκρίνει ἡ γαστὴρ, ὅ τε χόνδρος ἱκανὸς ὁμοίως ἠρτυμένος πτισάνῃ, τουτέστιν ὄξους ἔχων, τό τε δι’ αὐτοῦ ῥόφημα χωρὶς ὄξους οἵ τε ὄρχεις τῶν ἀλεκτρυόνων καὶ οἱ πετραῖοι τῶν ἰχθύων
576
ἐκ τοῦ λευκοῦ ζωμοῦ καί τις τῶν στυφουσῶν ὀπωρῶν καὶ μόνη καὶ μετ’ ἄρτου. ταύτας δὲ πολὺ μᾶλλον ἐπιδώσεις, ἔτι ῥεούσης τῆς γαστρός. εἰ δ’ ἀνορέκτως ἔχοιεν, ὡς ἀπεστράφθαι τὰ σιτία, γίνεται γὰρ καὶ τοῦτο πολλοῖς τῶν ἁλόντων διαῤῥοίαις ἐπ’ ἀπεψίᾳ, τοῦ διὰ τῶν κυδωνίων μήλων χυμοῦ προσδοτέον αὐτοῖς ὅσον κοχλιάριον ἓν ἢ δύο· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ διὰ τῆς σαρκὸς αὐτῶν. εἴρηται δ’ ἡ σύνθεσις τῶν τοιούτων φαρμάκων ἐν τοῖς ὑγιεινοῖς. οὕτω μὲν ἐν τῇ πρώτῃ παρακμῇ τοὺς ἐπ’ ἀπεψίᾳ πυρέξαντας ἰᾶσθαι προσήκει, τῆς γαστρὸς ἐκκρινούσης. εἰ δ’ ἐπέχοιτο τελείως, ἁψάμενος πρότερον τῶν ὑποχονδρίων, εἶθ’ ὅλης τῆς γαστρὸς, ἐπίσκεψαι σαφῶς εἰ ὑπελήλυθεν εἰς τὸ λεπτὸν ἔντερον, ἢ εἰς τὸ κῶλον, ἡ τροφή. κᾄπειτ’ ἐρώτησον ἑξῆς τὸν κάμνοντα κατὰ τί μὲν αἰσθάνεται μάλιστα μέρος, ἤτοι δήξεως ἢ βάρους, ὁποῖαι δέ τινες αἱ ἐρυγαί. διαγνοὺς δ’ ἐκ τούτων ἐν ᾧ μάλιστα μέρει τῆς συμπάσης γαστρός ἐστιν ἡ τροφὴ, μετεώρου μὲν οὔσης ἔτι τοῦ διὰ
577
τῶν τριῶν πεπέρεων διδόναι μὴ τοῦ φαρμακώδους, ἀλλ’ ὅπερ ἐπῃνέσαμεν ἐν τοῖς ὑγιεινοῖς ὡς ἁπλούστατόν τε καὶ τοῖς ἠπεπτηκόσιν ἐπιτήδειον· εἶθ’ ἑξῆς αἰονᾷν ὑποχόνδριά τε καὶ σύμπασαν τὴν γαστέρα. τοῦτο δὲ κᾂν ἤδη κατωτέρω προήκῃ τὰ διεφθαρμένα, τῷ μᾶλλόν τε καὶ ἧττον ἐξαλλάττοντα· πλέονος γὰρ δεῖται καὶ χρόνου καὶ καταντλήσεως εἰς τὴν παρασκευὴν τῶν ἐφεξῆς πρακτέων οἷς ἔτι μετέωρός ἐστιν ἡ διεφθαρμένη τροφὴ κατὰ τὴν γαστέρα. κινηθείσης δ’ αὐτῆς ἀξιολόγως ἐπὶ τὰ κάτω, συμπράττειν ἤτοι διὰ τῶν προσθέτων ἢ διὰ κλυσμάτων πρᾴεων, εἰ μὲν δῆξις συνείη, ταύτην πραΰνοντας· εἰ δ’ ἐμπνευμάτωσις ἐκείνην, καθιστῶντας· εἰ δὲ μηδέτερον, ἐκ μέλιτος καὶ ὕδατος ἐλαίου τε βραχέως συντιθεμένου τοῦ κλύσματος. ἔνθα δὲ εἴη σφοδροτέρα δῆξις, ἔλαιον Σαβῖνον ἐπιτηδειότερον ἐνιέναι τηχθέντος στέατος ἐν αὐτῷ χηνός· εἰ δὲ μὴ παρείη τοῦτο, τοῦ τῆς ἀλεκτορίδος· εἰ δὲ μηδὲ τοῦτο, τοῦ τῆς αὐγός· ἀποροῦντες δὲ καὶ τοῦδε, κηροῦ βραχύ τι προσεπεμβάλλειν τῷ ἐλαίῳ, καὶ μᾶλλον εἰ πεπλυμένος εἴη. τὰς δὲ ἐμπνευματώσεις ἰᾶσθαι
578
συνέψοντας τῷ ἐλαίῳ πηγάνου τέ τι καὶ τῶν ἀφύσων σπερμάτων σελίνου καὶ κυμίνου καὶ μαράθρου καὶ σίνωνος, ὅσα τ’ ἄλλα τοιαῦτα. κενωθείσης δὲ τῆς γαστρὸς, αὐτίκα τρέφειν τὰ μὲν ἄλλα παραπλησίως τοῖς ἔμπροσθεν εἰρημένοις, ἀφαιρεῖν δὲ τὰ στύφοντα εἰ μὲν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εἰς ἑσπέραν πραχθείη ταῦτα, ἢ νυκτὸς ὥρας ἡστινοσοῦν, προνοεῖσθαι χρὴ κατὰ τὰ παραπλήσια καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν, καὶ λούεσθαί γ’ ἐν αὐτῇ συγχωρεῖν, ἐὰν ἀκριβῶς ἀπύρετος ᾖ. κᾀπειδὰν τῆς ἐπιούσης νυκτὸς ἀλύπως ὑπνώσῃ, τελέως ἤδη νομίζειν ὑγιαίνειν αὐτόν. εἰ δ’ ἡ μετὰ τὴν ἀπεψίαν ἡμέρα μετὰ τῆς ἐπιούσης νυκτὸς ἐνέγκοι τὸν πυρετὸν, ὡς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, προνοηθῆναί τε καὶ τραφῆναι τὸν ἄνθρωπον. ἐνέγκοι δέ τι εἰ καὶ ἡ διὰ τρίτης νὺξ βραχὺ πυρετῶδες, οὐδ’ οὕτως χρὴ δεδιέναι, ἀλλὰ καὶ τούτους ἐπὶ τῆς ἐρχομένης ἡμέρας καὶ λούειν καὶ τρέφειν, ἅπαντά τε τἄλλα ποιεῖν ἀνάλογον ἐπ’ αὐτῶν, ὡς ἔμπροσθεν διῄρηται. τὰς δ’ εἰς ὀξεῖαν ποιότητα μεταβολὰς τῆς ἀπεπτηθείσης τροφῆς οὔτε γιγνομένας ἐστὶν ἰδεῖν ἐν ταῖς τοιαύταις φύσεσιν,
579
ὅτι μὴ σπανίως, ἐπὶ τροφαῖς ἑτοίμως ὀξυνομέναις οὔτε πυρετὸν ἀναπτούσας ἐφήμερον, ὥσπερ οὐδὲ τὰς βραδυπεψίας· ὡς εἴ γέ ποτε διὰ τοιαύτην ἀπεψίαν πυρέξειαν αἱ πικρόχολοι κράσεις, ἔμφραξίν τε καὶ σῆψιν χυμῶν ὑποπτεύειν προσήκει, περὶ ἧς ἀκριβέστερον ἑξῆς διοριῶ κατὰ τὸν περὶ σήψεων λόγον. νυνὶ δὲ τῇ τῶν ἐφημέρων πυρετῶν διδασκαλίᾳ τοσοῦτον ἐπιπροσθεὶς ἀπαλλάξομαι. καπνώδης ἀναθυμίασις οὐκ ἄν ποτε γένοιτο διὰ βραδυπεψίαν, ἢ ἀπεψίαν ὀξυρεγμιώδη. ψυχροὶ γὰρ ἀτμοὶ ἐκ τῶν τοιούτων χυμῶν ἀποῤῥέουσιν ὀλίγιστοι παντάπασιν, οὐκ ἀναθυμιάσεις πολλαὶ καπνώδεις τε καὶ λιγνυώδεις· οὐδὲ γὰρ οὐδ’ ἐπὶ τῶν ἐκτὸς ἑτέρως ἔστιν ἰδεῖν καπνὸν ἢ λιγνὺν, ἀλλὰ καπνὸν μὲν ἐπὶ ταῖς ἡμικαύστοις ὡς ἂν εἴποι τις ὕλαις, λιγνὺν δὲ ἐπὶ ταῖς ὑπεροπτηθείσαις τε καὶ καυθείσαις· ἔστι γὰρ ἡ μὲν λιγνὺς ἀναθυμίασις γεώδης, ὁ δὲ καπνὸς συμμιγὴς ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας· οὐ μὴν οὐδ’ ὅπως χρὴ προνοεῖσθαι τῶν βραδυπεπτησόντων καὶ ὀξῶδες ἐρυγγανόντων ἀκούειν χρὴ ποθεῖν ἐν τῷδε· τῆς γὰρ ὑγιεινῆς πραγματείας ἐστὶν ὁ περὶ τούτων λόγος. ἐνταῦθα 
580
δὲ μόνον τῶν τοιούτων ἀπεψιῶν μνημονεύσομεν αἷς πυρετὸς ἕπεται. ἐπεὶ τοίνυν ἐφήμερος μὲν οὐχ ἕπεται πυρετὸς ταῖς ὀξυρεγμιώδεσιν ἀπεψίαις, ὁ δὲ ἐπὶ σήψει χυμῶν ἕπεταί ποτε, δεόντως εἰς τὸν ὑπὲρ ἐκείνων λόγον ἀνεβαλλόμην περὶ τῶν τοιούτων ἀπεψιῶν ἐρεῖν· οὐδὲ τότε καθ’ ὃν ἐν τοῖς ὑγιεινοῖς τρόπον. ἐν ἐκείνοις μὲν γὰρ εἴπομεν ὁποῖ’ ἄττα χρὴ πρᾶξαι τὸν ἀπεπτήσαντα περὶ τὸν τῆς ὑγείας καιρόν· ἐνταῦθα δὲ ὁποῖα κατὰ τοὺς ταῖς ἀπεψίαις ἀκολουθήσαντας πυρετούς.

Σχεδὸν εἴρηταί μοι πάντα περὶ τῶν ἐφημέρων πυρετῶν· οἱ γὰρ ἐπὶ βουβῶσι πυρέξαντες οὐδὲ πυνθάνονται τῶν ἰατρῶν ὅ τι χρὴ ποιεῖν· ἀλλὰ τοῦ θ’ ἕλκους ἐφ’ ᾧπερ ἂν ὁ βουβὼν αὐτοῖς εἴη γεγεννημένος, αὐτοῦ τε τοῦ βουβῶνος προνοησάμενοι, λούονται κατὰ τὴν παρακμὴν τοῦ γενομένου παροξυσμοῦ. κᾂν φθέγξηταί τις τηνικαῦτα διάτριτον, ἅπαντες καταγελῶσι καὶ σχολαστικὸν ἀποκαλοῦσι κατανοοῦντες, οἶμαι, φύσει μὴ δεῖν ὑπερβάλλειν τὸ μηδόλως ἐσόμενον. ἀξιοῦσί τε τοιούτους εἶναι τοὺς ἰατροὺς ἐν ἅπασι τοῖς ἄλλοις

581
ὅσα διαφεύγει τὰς αἰσθήσεις, οἷοί περ αὐτοὶ περὶ τὰ φαινόμενα. τὸ δ’ ἐν ἅπασιν εἶναι τοιούτους οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ γινώσκειν ὁπηνίκα μὲν ἔσοιτο διὰ τρίτης ὁ παροξυσμὸς, ὁπηνίκα δ’ οὐκ ἔσοιτο. καὶ μέν γε καὶ ψυχθέντες, ἢ ἐγκαυθέντες, ἢ κοπιάσαντες, ἤ τι τοιοῦτον ἕτερον παθόντες, ἐπειδὰν πυρέξαντες τύχωσιν, εἶτα τῆς ἐν ταῖς παρακμαῖς εὐφορίας αἴσθησιν ἔχωσιν ὑγιεινῆς, οὐδὲ τότ’ ἀνέχονται τῶν τὴν διάτριτον φθεγγομένων. ὃ γὰρ εἴωθα λέγειν πολλάκις, ὡς ἅπαντος σοφιστοῦ τῶν ἰδιωτῶν ἕκαστος, ὃς ἂν ἔχῃ κατὰ φύσιν, ἀληθέστερα δοξάζει, τοῦτο κᾀπὶ τῆς θειοτάτης αὐτῶν διατρίτου θεάσασθαί σοι πάρεστι, καταγελωμένης ὑπὸ πάντων τῶν κατὰ φύσιν ἐχόντων. ἔναγχος γοῦν τις ἰδιώτης ἐν δείπνῳ πολυτελεῖ πλείω προσενεγκάμενος καὶ πιὼν ἧκε μὲν οἴκαδε, σφαλλόμενός τε καὶ χειραγωγούμενος. ἐπιπολασάντων δὲ αὐτῷ τῶν βαρυνόντων τὴν γαστέρα, πάντ’ ἐξεμέσας αὐτὰ, διὰ νυκτὸς μὲν ἐπύρεξεν, ἐκοιμήθη δ’ ἐπὶ πολὺ τῆς ἐπιούσης ἡμέρας· εἶτα διαναστὰς καὶ βραχέα περιπατήσας ἐλούσατο καταγελάσας τοῦ τὴν διάτριτον αὐτῷ ἀναμένειν
582
συμβουλεύσαντος· ὅσον μὲν γὰρ ἐπ’ ἐκείνῳ καὶ τὴν ἑξῆς ἡμέραν ἀσιτεῖν ἐχρῆν αὐτόν· ὅσον δ’ ἐπὶ τοῖς ἀληθέσι καὶ οἷς αὐτὸς ἔπραξε λουσάμενος καὶ μετρίως διαιτηθεὶς καὶ κοιμηθεὶς ἀμέμπτως, ἕωθεν ἀναστάντα τῶν συνηθῶν ἔχεσθαι ἐν αὐτῇ τῇ διατρίτῳ, καθ’ ἣν ἀσιτεῖν αὐτὸν ἐχρῆν πειθόμενον τοῖς διατριταρίοις ἰατροῖς, οὕτω γὰρ αὐτούς τις ἐπισκώπτων ὠνόμαζε χαριέντως, καὶ δεδειπνηκότος δὲ ἤδη κατὰ τὸ σύνηθες τοῦ ἀνθρώπου, παρὼν ὁ εὐτράπελος ἐκεῖνος ἐγελωτοποίει, ἀναμιμνήσκων τὸν ἐμημεκότα τρίτης ἑσπέρας ὡς ἐχρῆν αὐτὸν ἄρτι δυοῖν ἡμερῶν ἄσιτόν τε καὶ ξηρὸν καὶ ἄσης μεστὸν κατακεῖσθαι, εἰς τὰς ὥρας ἀποβλέποντα κατὰ τὴν τῶν διατριταρίων πρόσταξιν. ἔστι γὰρ, οἶμαι, καὶ τοῖς ἰδιώταις εὔδηλα τὰ παρὰ τὴν ἐνάργειαν ἀποτετολμημένα. κᾀκ τούτου δεόντως ἰατροὺς μὲν ἑτέρους εἶναί φασι, λογιατροὺς δ’ ἑτέρους. πῶς γὰρ οὐ δίκαιοι τούτου τοῦ προσρήματός εἰσι τυγχάνειν οἱ μὴ γινώσκοντες ἃ μηδεὶς ἰδιώτης ἀγνοεῖ; πῶς δ’ οὐ καταγελᾶσθαι καὶ σκώπτεσθαι δικαιότατοι τυγχάνουσιν ὄντες οἱ πρὸς τῷ τὰ τοιαῦτα ἀγνοεῖν Ἱπποκράτει ἑαυτοὺς
583
προκρίνοντες; ἀλλὰ τὴν μὲν ἐκείνων ἀναισθησίαν οὐδ’ ἂν ὁ Ἑρμῆς ἅμα ταῖς Μούσαις ἰάσαιτο.

Συντετελεσμένου δὲ ἡμῖν τοῦ περὶ τῶν ἐφημέρων πυρετῶν λόγου κατὰ τὰς πικροχόλους φύσεις, ἐφ’ ὧν τὸ μὲν θερμὸν στοιχεῖον τοῦ ψυχροῦ, τὸ δὲ ξηρὸν τοῦ ὑγροῦ πλεονεκτεῖ, μεταβαίνωμεν ἤδη πρὸς ἑτέραν κρᾶσιν τῶν σωμάτων οὐδὲν ἧττον τῆσδε κακόχυμον, ἐν ᾗ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ κρατεῖ. σηπεδονώδεσι γάρ τοι νοσήμασιν ἡ φύσις αὕτη ἁπασῶν μάλιστα τῶν δυσκρασιῶν ἁλίσκεται, διότι καὶ καθ’ ὃν ὑγιαίνει χρόνον ἐγγὺς σηπεδόνος ἐστὶν, ὡς ἔκ τε τῶν ἰδρώτων ἔνεστι τεκμαίρεσθαι δυσωδῶν ὑπαρχόντων, οὐχ ἥκιστα δὲ καὶ τῶν οὔρων καὶ τῶν διαχωρημάτων, ἔτι τε καὶ τῆς ἐκπνοῆς. οἵα γὰρ ἡ τῶν τράγων κρᾶσίς ἐστι, τοιαύτη καὶ ἡ τῶν τοιῶνδε φύσεων. ἕτοιμον οὖν αὐτὴν νοσεῖν ἐξ αἰτίου παντὸς ἄλλα τε νοσήματα πολλὰ καὶ πυρετούς. οὔτε γὰρ ὁπόταν στεγνωθῇ τὸ δέρμα, δυνατὸν τοῖς οὕτω κεκραμένοις μὴ πυρέττειν, οὔθ’ ὅταν ἀπεπτῶσιν ἰσχυρῶς, ἢ ἐγκαυθῶσιν, ἤ τι τοιοῦτον ἕτερον

584
πάθωσιν. αἱ μὲν οὖν στεγνώσεις μάλιστα τῶν κακοχύμων ἅπτονται φύσεων. ὥστε οὐδὲν ἧττον αἱ πικρόχολοι κράσεις τῶν σηπεδονωδῶν ἁλώσονται πυρετοῖς ἐπὶ στεγνώσει. ὑπὸ δὲ τῶν κνισωδῶν ἀπεψιῶν ἑτοιμότερον αἱ ὑγραὶ καὶ θερμαὶ βλαβήσονται φύσεις, ἃς ἀρτίως ὠνόμασα σηπεδονώδεις, ἐπειδὴ ῥᾷστα σήπονται κατὰ ταύτας οἱ χυμοί. περὶ δὲ τῶν ἐμφράξεων τί δεῖ καὶ λέγειν; ἃς διὰ τοῦτο μάλιστα πυρετοὺς ἀνάπτειν ἔφαμεν, ὅτι σήψεις ἐργάζονται κατὰ τὰ μὴ διαπνεόμενα σώματα. ἀλλὰ περὶ μὲν τῶν τοιούτων πυρετῶν αὖθις ἐροῦμεν. οἱ δ’ ἐφήμεροι πάντες ἑτοιμότατα μὲν ἐν ταῖς εἰρημέναις συνίστανται κράσεσιν, ἐπὶ πᾶσι τοῖς αἰτίοις ὅσα μικρὸν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν πικροχόλων φύσεων· ἴασιν δὲ παραπλησίαν αὐτοῖς ἔχοντες ἐν ὀλίγοις πάνυ διαλλάττουσιν. ὑγρότεραι γὰρ αἱ φύσεις ὑπάρχουσαι, φέρουσιν ἐκείνων μᾶλλον ἀσιτίαν τε καὶ δίψος. ὥσθ’ ἧττον οὗτοι βλαβήσονται λιμαγχούμενοι πρὸς τῶν διατριταρίων ἰατρῶν, ἐὰν μόνον ἀκωλύτως διαπνέωνται. διὰ ταύτα δὲ 
585
καὶ τῶν βαλανείων, ὡς μανούντων μὲν τὸ δέρμα δέονται μᾶλλον, ἢ οὐχ ἧττόν γε τῶν πικροχόλων· ὡς ὑγραινόντων δ’ οὐ δέονται. ὅσα δ’ ἐπὶ τῶν τοιούτων φύσεων εἴρηται, ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ἕξεων εἰρῆσθαι χρὴ νομίζειν. ἔνιοι γὰρ ὑπάρχοντες εὔχυμοι φύσει πικρόχολοι γίγνονται, συνελθόντων εἰς ἕνα χρόνον ἐνίοτε πλειόνων αἰτιῶν ξηραινόντων τε καὶ θερμαινόντων τὸ σῶμα. φέρε γὰρ εἰς χωρίον ἀφῖχθαι τὸν ἄνθρωπον ὥρᾳ θέρους θερμὸν καὶ ξηρόν· εἶναι δὲ καὶ τὴν ἐν τῷ τότε χρόνῳ κατάστασιν θερμὴν καὶ ξηράν· ἐσθίειν τ’ αὐτὸν ἐδέσματα θερμὰ καὶ ξηρά· καὶ φροντίζειν καὶ λυπεῖσθαι καὶ ἀγρυπνεῖν καὶ θυμοῦσθαι καὶ πονεῖν πάμπολλα· δύναιτο δ’ ἂν ὁ αὐτὸς ἄνθρωπος ἀφροδισίοις τε συνεχέσι χρήσασθαι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ἡλίῳ τε διατρίβειν τὰ πλείω καὶ πίνειν φαρμάκων ξηραινόντων τε καὶ θερμαινόντων, ὥσπερ ἔνιοι μὲν τῆς θηριακῆς, ἔνιοι δὲ τῆς ἀμβροσίας, ἔνιοι δὲ τῆς ἀθανασίας, ἴσμεν γὰρ δήπου τὰ καλούμενα πρὸς τῶν νεωτέρων ἰατρῶν φάρμακα τοῖς τοιούτοις ὀνόμασιν. ὅστις οὖν ἐν ἅπασι τοῖς εἰρημένοις ἐγένετο
586
θέρους, ἀναγκαῖον αὐτῷ θερμὸν καὶ ξηρὸν, καὶ διὰ τοῦτο πικρόχολον εἶναι τὸ σῶμα, κᾂν ἔμπροσθεν εὐχυμότατον ἦν. καὶ τοίνυν καὶ πυρέξει ῥᾳδίως οὗτος ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν εἰρημένοις αἰτίοις. οὕτω δὲ καὶ ὅστις εὔχυμος φύσει, χωρίον εὔκρατον οἰκῶν, εἰς ἕτερον χωρίον ὑγρὸν καὶ θερμὸν ἐν ἦρι μετέλθοι, καταστάσεως οὔσης θερμῆς καὶ ὑγρᾶς ἅπαντά τε τὰ διαιτήματα θερμὰ καὶ ὑγρὰ ποιήσαιτο, καὶ οὗτος ὁμοίως τῷ φύσει σηπεδονώδει τοῖς τ’ ἄλλοις ἁλώσεται νοσήμασιν οἷσπερ κᾀκεῖνοι· καὶ πυρέξει τούς τ’ ἄλλους πυρετοὺς ὁμοίως ἐκείνοις ἐπὶ τοῖς αὐτοῖς αἰτίοις, οὐχ ἥκιστα δὲ καὶ τὸν ἐφήμερον, ὑπὲρ οὗ νῦν ὁ λόγος.

Ὀκτὼ δ’ οὐσῶν τῶν πασῶν δυσκρασιῶν, ὡς ἐδείκνυμεν, ἑτοιμοτάτη μὲν εἰς πυρετοὺς ἡ θερμὴ καὶ ξηρά· καὶ ἢν μή τις αὐτὴν, ὡς εἴρηται, διαιτήσῃ, τάχιστα μεταπίπτουσιν ἀπ’ αὐτῶν εἰς τοὺς ὀξεῖς πυρετοὺς οἱ ἐφήμεροι. ἐγγὺς δ’ αὐτῇ πυρετῶν γ’ ἕνεκα, καίτοι πρὸς ἄλλα γε ὑπάρχουσα χείρων, ἡ θερμὴ καὶ ὑγρά. τρίτη δ’ ἐπὶ ταύταις ἐστὶν ἡ ἁπλῆ δυσκρασία, καθ’ ἣν ἡ μὲν ἑτέρα τῶν ἀντιθέσεων ἡ

587
κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἄμεμπτος· ἐν δὲ τῇ λοιπῇ πλεονεκτεῖ τὸ θερμόν. ἑτοιμοτέρα γὰρ ἥδε τῶν ὑπολοίπων καὶ βλάπτεσθαι πρὸς ἁπάντων τῶν εἰρημένων αἰτιῶν καὶ μεταπίπτειν ἐκ τῶν ἐφημέρων εἰς τοὺς πολυημέρους· οὐδὲν γὰρ χεῖρον οὕτως αὐτοὺς ὀνομάσαι. ταύτῃ δ’ ἐφεξῆς ἐστιν, ἡ κατὰ μὲν τὸ θερμὸν καὶ ψυχρὸν εὔκρατος, ἐπικρατοῦν δὲ τὸ ξηρὸν στοιχεῖον ἔχουσα τοῦ ὑγροῦ. μεθ’ ἣν ἡ μέση πασῶν ἡ εὔκρατός ἐστι κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις. αἱ δ’ ὑπόλοιποι κράσεις αἱ τέτταρες οὔτε ῥᾳδίως ἁλίσκονται πυρετοῖς ἐπὶ τοῖς εἰρημένοις αἰτίοις, οὔθ’ ἁλοῦσαί τινι τῶν ἐφημέρων, ἐὰν ἀσιτήσωσι, μεταπίπτουσιν εἰς τοὺς πολυημέρους. ἀλλ’ ἔνιαί γε αὐτῶν, ἐπειδὰν τύχωσι πλῆθος ἠθροικυῖαι χυμῶν ἄνευ διαφθορᾶς, ἀθροίζουσι δὲ αἱ τοιαῦται συνεχῶς, ὑπὸ ἀσιτίας ὀνίνανται, μάλιστα μὲν ἡ ὑγρὰ καὶ ψυχρὰ, δευτέρα δὲ ἡ ὑγρὰ, καὶ τρίτη μετὰ ταύτας ἡ ψυχρὰ, τετάρτη δ’ ἡ ξηρὰ καὶ ψυχρά. ἐπὶ γὰρ τοῖς ἐφημέροις πυρετοῖς παυσαμένοις, ὅταν ἀναγκασθῇ τις οὐδὲν δέον ὑπερβάλλειν τὴν δαιμονιωτάτην
588
διάτριτον· ἕτερος μὲν οὐκ ἂν ἐκ τῆς ἀσιτίας ἀναφθείη πυρετὸς ἐν ψυχραῖς κράσεσι· κακοῦται δ’ ἡ ξηρὰ καὶ ψυχρὰ μάλισθ’ ἕξις, ὥστε πολλοῦ χρόνου χρῄζειν ἵν’ εἰς τὸ κατὰ φύσιν ἐπανέλθωσιν οἱ οὕτω δύσκρατοι. συνούσης μέντοι τινος αὐτοῖς κατὰ τύχην ἐπικτήτου κακίας χυμῶν, ἐγχωρεῖ μεταπεσεῖν ἐκ τῶν ἐφημέρων πυρετῶν εἰς τοὺς πολυημέρους, ὅταν ἄσιτοι καὶ ἄλουτοι φυλαχθῶσι τὰς τρεῖς ἡμέρας. ἡ μέν τοι ξηρὰ μὲν, ἀλλ’ εὔκρατος κατὰ τὴν ἑτέραν ἀντίθεσιν φύσιν σώματος, ἐν ταῖς μακροτέραις ἀσιτίαις ἰσχνοῦται μὲν τῆς ξηρᾶς καὶ ψυχρᾶς μᾶλλον, ἀνατρέφεται δὲ ῥᾷον ὑπὸ τῆς προσηκούσης διαίτης.

Ἐξαλλαχθήσεται δὲ καὶ τοῖς τοιούτοις ἅπασιν ἡ δίαιτα πολὺ δή τι πλέον ἢ τοῖς πρώτοις ἁπάντων ῥηθεῖσι τῷ θερμῷ καὶ ξηρῷ καὶ ὑγρῷ. τὸν γοῦν ὑγρὸν καὶ ψυχρὸν φύσει τῷ θερμῷ καὶ ξηρῷ κατ’ ἀμφοτέρας τὰς δυσκρασίας ἐναντίως διακείμενον ἐναντίως διαιτήσομεν. ἄμεινον δ’ οὐχ ἁπλῶς ἐναντίως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς κράσεως μόνης ἔνδειξιν, ὡς τήν γ’ ἐκ τοῦ πεπυρεχέναι τὸν

589
αὐτὸν πυρετὸν οὐχ ἑτέραν, ἀλλὰ τὴν αὐτὴν ἕξουσιν ἔνδειξιν πάντῃ. λέλεκται γὰρ ἤδη πολλάκις ὡς τὸ μὲν κατὰ φύσιν ἀεὶ χρῄζει τῶν ὁμοίων, τὸ δὲ παρὰ φύσιν τῶν ἐναντίων· εἴγε τὸ μὲν φυλάττεσθαι σκοπὸς, τὸ δ’ ἀναιρεῖσθαι. πυρετὸς μὲν οὖν ἅπας τῶν παρὰ φύσιν ἐστὶ καὶ διὰ τοῦτο χρῄζει διαίτης ὑγρᾶς καὶ ψυχρᾶς. αἱ κράσεις δὲ ποτὲ μὲν τῶν ὁμοίων, ἔστι δ’ ὅτε τῶν ἐναντίων χρῄζουσιν· αἱ μὲν γὰρ ἄμεμπτοι τῶν ὁμοίων ἀεὶ, φυλάττειν γὰρ αὐτὰς προσήκει· αἱ δύσκρατοι δ’, ὡς κᾀν τοῖς ὑγιεινοῖς ἐλέχθη, ποτὲ μὲν τῶν ὁμοίων, ἔστι δ’ ὅτε τῶν ἐναντίων. καὶ τοῦτ’ εὐλόγως πεπόνθασιν, οὔτε γὰρ ἀκριβῶς κατὰ φύσιν ὑπάρχουσι, πῶς γὰρ ἂν ἦσαν μεμπτέοι; οὔτε πάντῃ παρὰ φύσιν ἔχουσι, διὰ παντὸς γὰρ ἂν ἐνόσουν οἱ οὕτως κεκραμένοι· τῶν μὲν οὖν ὁμοίων δέονται κατ’ ἄλλα τέ τινα περὶ ὧν αὖθις εἰρήσεται καὶ μέντοι καὶ κατὰ τὰ ἕλκη πάντα· δέδεικται γὰρ ἤδη τοῦτο πολλάκις διὰ τῶν ἔμπροσθεν. τῶν ἐναντίων δὲ κατὰ τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπεδείκνυμεν· οὐδὲ τούτων διαπαντὸς, 
590
ἀλλ’ ὅταν ἐπανορθοῦσθαι τὴν δυσκρασίαν αὐτῶν ἐθελήσωμεν. εἶναι γὰρ ἡμῖν σκοπὸν διττὸν ἐπὶ τῶν ὑγιαινόντων, ἤτοι φυλάττειν ὑγιαῖνον τὸ σῶμα κατὰ τὴν ἀρχαίαν κρᾶσιν, ἢ καὶ ταύτην αὐτὴν βελτίω ποιεῖν. οὕτως οὖν, οἶμαι, κᾀν τῷ διαιτᾷν τοὺς τὸν ἐφήμερον πυρέξαντας ἤτοι τῇ πυρετώδει διαθέσει μόνῃ τὸ ἐναντίον, ἢ καὶ τῇ τοῦ κάμνοντος δυσκρασίᾳ παραλήψομαι. κατὰ μέντοι τὴν εὔκρατον φύσιν ἀναμφισβητήτως, ἀπὸ τοῦ πυρετοῦ μόνου τὴν τῶν ἐναντίων ἔνδειξιν λαμβάνοντες, ὑγρὰν καὶ ψυχρὰν εἰς τοσοῦτον ποιησόμεθα τὴν δίαιταν, εἰς ὅσον ἂν αὐχμωδέστερόν τε καὶ θερμότερον ἑαυτοῦ φαίνηται τὸ σῶμα γεγονός. ἀλλὰ τοῦτο μὲν εὔδηλόν τε καὶ εὐζήτητον, ἐπανέλθωμεν δ’ αὖθις ἐπὶ τὰς δυσκράτους φύσεις. ἐπειδὴ γὰρ, ὡς ἐν τοῖς ὑγιεινοῖς διῄρηται, τὰς τοιαύτας ἐγχωρεῖ μὲν καὶ φυλάττειν οἵας παρελάβομεν, ἐγχωρεῖ δὲ καὶ μετακοσμεῖν ἐπὶ τὸ βέλτιον, ἄμεινον οἶμαι τὴν ἐξάλλαξιν αὐτῶν τῆς διαίτης, ὅταν ἀμέμπτως ὑγιαίνωσιν, οὐχ ὅταν ἤτοι νοσῶσιν ἢ δυσαρεστῶνται, ποιεῖσθαι. χαίρουσι γὰρ αἱ φύσεις ἀεὶ τοῖς ἔθεσιν, ὡς
591
Ἱπποκράτης τε διὰ τῶν ἐναργεστάτων ἀπέδειξεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἅπασί τε σαφῶς φαίνεται τοῖς κατὰ φύσιν ἔχουσι. τοὺς γάρ τοι δυσαρεστουμένους, ὅτι μὲν ἔξω τοῦ χοροῦ τῶν κατὰ φύσιν ἐχόντων θετέον ἐστὶν, οὐκ ἄν τις νοῦν ἔχων ζητήσειεν· εἴτε δ’ ἤδη παρὰ φύσιν, εἴτ’ οὐ φύσει μόνον ἔχουσι, τοῦτ’ ἄν τις σκέψαιτο. καὶ μὴν εἴπερ ἔνδειξίν τινα χρὴ κᾀκ τῶν ἐθῶν λαμβάνειν, εἰ μὲν ἤδη φθάνοιμεν ἐκ πολλοῦ τὰς δυσκράτους φύσεις ἐναντίον τῇ κρατούσῃ δυσκρασίᾳ διαιτῶντες, οὕτω καὶ δυσαρεστούντων πράξομεν· εἰ δὲ μὴ τῶν ὁμοίων τῇ κράσει, τὴν ἔνδειξιν ἕξομεν. οὕτω δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης γινώσκειν, ἐπειδὰν λέγῃ, αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. τοῖς μὲν γὰρ πυρεταίνουσιν ὑγραὶ δίαιται, καθόσον πυρεταίνουσιν ἐκ τῆς τῶν ἐναντίων ἐνδείξεως ὠφέλιμοι· τοῖς δὲ παιδίοις ἐκ τῆς τῶν ὁμοίων. ὡσαύτως δὲ καὶ τὴν ἀπὸ τῶν ἐθῶν ἔνδειξιν ἔλαβεν, ὡς καὶ τὴν ἀπὸ τῆς ἡλικίας. ἥ τε γὰρ ἡλικία τῶν
592
κατὰ φύσιν οὖσα τῶν ὁμοίων ἑαυτῇ δεῖται διαιτημάτων, ἥ τε ἐκ τοῦ ἔθους ἔνδειξις, ὥσπερ καὶ ἡ ἐκ τῆς ἡλικίας ἐλήφθη· φυλάττειν γὰρ συμβουλεύει καὶ τοῦτο, καθάπερ καὶ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν. ὥστε καὶ ἡμᾶς ἀπὸ πάντων τῶν περὶ τὸν ἄῤῥωστον ἀεὶ χρὴ τὴν τοῦ συμφέροντος εὕρεσιν ποιουμένους ἐπισκοπεῖσθαι πηνίκα μὲν ἀλλήλαις αἱ ἐνδείξεις ὅμοιαι πᾶσαι, πηνίκα δ’ ἐναντίαι γίνωνται. πασῶν μὲν γὰρ ὁμοίων οὐσῶν ἓν εἶδος ἀκριβὲς διαίτης συστησόμεθα· μαχομένων δ’ ἀλλήλαις, τὰς ἰσχυροτέρας τε καὶ πλείους προκρινοῦμεν, ὥσθ’ ἡμῖν ἐπικρατεῖσθαι μὲν ἐκ τούτων τὸ τῆς διαίτης εἶδος, οὐ μὴν παρῶφθαι οὐδὲ τὸ ἐναντίον. ἡ δ’ ἐπικράτησις ἐνίοτε μὲν ἑκατέρων κεραννυμένων εἰς ἑνὸς βοηθήματος ὕλην, ἐνίοτε δ’ ἐν μέρει παραλαμβανομένων γίνεται. κοινὸς μὲν οὗτος ὁ λόγος ἁπασῶν τῶν ἐμπεπλεγμένων ἀλλήλαις ἐναντίων ἐνδείξεων. ὅπως δ’ αὐτὸν χρὴ μεταχειρίζεσθαι, ποτὲ μὲν αὐτῶν τῶν νοσημάτων ἐπιπλεκομένων, ἔστι δ’ ὅτε ἑνὸς μὲν ὑπάρχοντος τούτου,
593
τὴν δὲ ἔνδειξιν ἐναντίαν ποιουμένου τῇ φυσικῇ κράσει τοῦ κάμνοντος, ἢ τῇ νῦν ἐπικτήτῳ, τῇ θ’ ἡλικίᾳ καὶ τῷ ἔθει καὶ τῷ χωρίῳ καὶ τῇ ὥρᾳ, δι’ αὐτῶν τῶν κατὰ μέρος ἐπιδείξω. νῦν οὖν ἡμῖν προκειμένου κατὰ τὸν λόγον εὑρεῖν ἐπιτήδειον δίαιταν ἑκάστῃ τῶν εἰρημένων δυσκρασιῶν, ὁ κοινὸς τρόπος τῆς μεθόδου προχειρισθεὶς ὡς ἐπὶ παραδείγματος ἐξεταζέσθω. φέρε γὰρ ἁλῶναι πυρετῷ δύο ἀνθρώπους ἐν εὐκράτῳ μὲν χωρίῳ γεγενημένους καὶ τεθραμμένους, οὐκ ὄντας δ’ ἐν αὐτῷ νῦν, ἀλλ’ ἐν μὲν θερμῷ καὶ ξηρῷ τὸν ἕτερον, ἐν ὑγρῷ δὲ καὶ ψυχρῷ τὸν ἕτερον· εἶναι δὲ καὶ τῇ κράσει διαφέροντας αὐτοὺς καὶ τῇ φύσει καὶ τοῖς ἔθεσι καὶ ταῖς ἡλικίαις, εἰ δὲ βούλει καὶ κατὰ διαφερούσας ὥρας καὶ καταστάσεις ἀῤῥωστεῖν, ὥστε τὸν μὲν θερμὸν καὶ ξηρὸν φύσει καὶ τῇ διαίτῃ πάσῃ τοιαύτῃ συνειθίσθαι καὶ νεανίσκον εἶναι καὶ χειμῶνος νοσεῖν ἐν ὑγρῷ καὶ ψυχρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ· τὸν δὲ ὑγρόν τε καὶ ψυχρὸν ἐν ἔθει τε διαίτης ὁμοίῳ καὶ παῖδα τὴν ἡλικίαν· καὶ νοσεῖν δὲ θέρους ἐν θερμῷ καὶ ξηρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ, τίνες οὖν
594
ἐν ἑκατέρῳ τούτων αἱ ἐνδείξεις; ἡ μὲν ἀπὸ τοῦ πυρέττειν ἀμφοτέροις κοινὴ, τῶν ὑγραινόντων τε καὶ ψυχόντων δεομένη, τῶν δ’ ἄλλων οὐκέτ’ οὐδεμία κοινή. τῷ μὲν γὰρ προτέρῳ διά τε τὴν φύσιν καὶ τὴν ἡλικίαν ἐν ὁμοίοις ἑαυταῖς διαιτήμασιν εἰθισμένῳ ἐπιτήδεια τὰ ξηρότερα καὶ θερμότερα τῇ κράσει σιτία· καὶ μέντοι καὶ διὰ τὴν ὥραν τε καὶ τὴν κατάστασιν καὶ τὸ χωρίον· οὐ γὰρ τῶν ὁμοίων ἐστὶν ἡ ἀπὸ τούτων ἔνδειξις, ἀλλὰ τῶν ἐναντίων. τῷ δ’ ἑτέρῳ τῶν ὑποκειμένων διὰ μὲν τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὸ ἔθος· τῶν ὁμοίων αὐτοῖς· ὑγρῶν μὲν καὶ συμμέτρως θερμῶν διὰ τὴν ἡλικίαν, ὑγρῶν δὲ καὶ ψυχρῶν διά τε τὴν φύσιν καὶ τὸ ἔθος· διὰ δὲ τὸ χωρίον καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν τῶν ἐναντίων. ἅπερ ἐστὶ δήπου καὶ αὐτὰ ψυχρότερα καὶ ὑγρότερα τοσούτῳ τῶν εὐκράτων, ὅσῳ πέρ ἐστι καὶ τὰ χωρία τῶν εὐκράτων θερμότερα καὶ ξηρότερα· παρὰ μὲν γὰρ τῶν ἐθῶν ἡ ἔνδειξις ἀεὶ τῶν ὁμοίων ἐστὶν ἄχρις ἂν νοσῶσιν οἱ ἄνθρωποι. παρὰ δὲ τῶν ἡλικιῶν καὶ φύσεων καὶ χωρῶν ὡρῶν τε καὶ καταστάσεων εὐκράτων μὲν οὐσῶν ἔνδειξις ἀεὶ 
595
τῶν ὁμοίων διαιτημάτων καὶ βοηθημάτων ἐστὶν, ἄν θ’ ὑγιαίνωσιν ἄν τε νοσῶσι. παρὰ δὲ τῶν δυσκράτων ὡρῶν μὲν καὶ καταστάσεων καὶ χωρῶν ἔνδειξις τῶν ἐναντίων· ἡλικιῶν δὲ καὶ φύσεων οὐχ ἁπλῶς, ἀλλὰ σὺν τῷ ἔθει. σκοπεῖσθαι δ’ ἐπὶ τῶν ἐναντίων ἐνδείξεων οὐδὲν οὕτω προσῆκεν ὡς τὸ μέγεθος ἑκάστου τῶν συνεισφερόντων, ὅπερ ἐδείκνυμεν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι διττόν· ἕτερον μὲν αὐτοῖς τοῖς τῶν ἐνδεικνυμένων ἀξιώμασι μετρούμενον, ἕτερον δὲ ταῖς οἰκείαις αὐτῶν ὡς ἂν εἴποι τις οὐσίαις, ἃς ἐκ τοῦ παραβάλλειν τῷ συμμέτρῳ τε καὶ κατὰ φύσιν ἔφαμεν χρῆναι λαμβάνειν. εἰ μὴ γὰρ οὕτω τις ἐξετάσειε τῶν ἐνδείξεων τὰς δυνάμεις, οὐχ οἷόν τε τὸ μέτρον ἐξευρεῖν τῆς διαίτης. ἐνδεικνυμένου γὰρ ἀεὶ τοῦ μὲν πυρετοῦ τὸ ψύχειν καὶ ὑγραίνειν, τῶν δ’ ἄλλων ἑκάστου, καθότι προείρηται, συμφωνούσης μὲν αὐτῶν τῆς ἐνδείξεως οὐδὲν ἂν εἴη πρᾶγμα, διαφωνούσης δὲ κατὰ τὰ πλείω καὶ μείζω τυποῦσθαι χρὴ τὴν δίαιταν. ἐπὶ γοῦν τῶν ὑποτεθέντων ἀρτίως ὅτι
596
μὲν πυρέττουσιν ἔνδειξις κοινὴ τῶν ὑγραινόντων καὶ ψυχόντων ἐστὶν, οὐ μὴν ἀπό γε τῶν ἄλλων. ἀλλ’ ᾧ μὲν ἥ θ’ ἡλικία καὶ ἡ κρᾶσις ἅμα τῷ ἔθει καὶ ἡ χώρα καὶ ἡ ὥρα καὶ ἡ κατάστασις τῶν ὑγραινόντων καὶ ψυχόντων ἔχει τὴν ἔνδειξιν, οὐ μόνον ἀναμφισβήτητόν ἐστι τὸ χρῆναι τοῦτον ὑγραίνειν καὶ ψύχειν, ἀλλὰ καὶ τὸ μὴ μικρῶς μηδ’ ὡς ἔτυχεν, ἰσχυρῶς δὲ πάνυ καὶ μεγάλως, ἁπάντων γε τῶν σκοπῶν ἐνδεικνυμένων ταὐτόν. ᾧ δ’ ἡ τῶν ἄλλων ἁπάντων ἔνδειξις οὐχ ὑγρῶν καὶ ψυχρῶν ὁμοίως τῷ πυρετῷ τῶν διαιτημάτων ἐστὶν, ἀλλὰ τῶν ἐναντίων αὐτοῖς τῶν θερμῶν καὶ ξηρῶν, ἀμφισβήτησις γίγνεται καὶ μάχη τῶν ἐνδείξεων πρὸς ἀλλήλας, ἡνίκα μάλιστά ἐστι χρεία τοῦ παραβάλλειν τόν τε ἀριθμὸν καὶ τὰ μεγέθη τῶν ἐνδείξεων. ἡ γοῦν ἀπὸ τοῦ πυρέττειν ἔνδειξις ἀριθμῷ μὲν λείπεται τῶν ἄλλων, ὅταν ἅπασαι τὸν ἐναντίον ὑφηγῶνται τρόπον πράττειν, ὑπερέχει δὲ μεγέθει τῷ κατὰ τὴν ἀξίαν, ἢ τὴν δύναμιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι καὶ μάλισθ’ ὅταν ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἐξέστηκε.
597
δύο γὰρ αὐτῷ τόθ’ ὑπάρξει μεγέθη, τό τ’ ἐκ τοῦ γένους τῶν πυρετῶν, τὸ κοινὸν ἅπασι, τό τ’ ἴδιον οἰκεῖον αὐτοῦ. καὶ γὰρ ὅτι πυρετός ἐστιν, ἐπιστρέφει μᾶλλον ἡμᾶς πρὸς ἑαυτὸν ἁπάντων τῶν ἄλλων· καὶ ὅτι τὸ μέγεθος αὐτῷ τὸ οἰκεῖον ἀξιόλογον ὑπάρχει καὶ διὰ τοῦτο κατακρύπτει τε καὶ συσκιάζει τὰς ἐναντίας ἐνδείξεις. εἰ δὲ μικρὸς ὑπάρχει, δύνανθ’ αἱ ἄλλαι πᾶσαι συντεθεῖσαι πρὸς αὐτὸν ἀντεξετάζεσθαι. καὶ εἴπερ ἴσαι φανεῖεν, οὔθ’ ἡ τοῦ πυρετοῦ κρατήσειεν ἂν ἔνδειξις ὡς ὑγραίνειν καὶ ψύχειν, οὔθ’ ἡ τῶν ἄλλων ὡς θερμαίνειν καὶ ξηραίνειν, ἀλλὰ τὸ μέσον εἶδος τῆς διαίτης ἐπὶ τῶν οὕτως ἐχόντων σωμάτων ἐκλεξόμεθα. κρατούσης δὲ τῆς ἑτέρας ἐνδείξεως εἰς τοσοῦτον ἀποχωρήσομεν τῆς εὐκράτου καὶ μέσης τῆς διαίτης, εἰς ὅσον ὑπερέχει τῶν ἐναντίων τὰ κρατοῦντα. γεγυμνασμένον τε οὖν εἰς ταῦτα πάντα καὶ φύσει συνετὸν εἶναι χρὴ τὸν ἰατρὸν, ἵν’ ἑκάστης ἐνδείξεως ἀκριβῶς ἐκλογισάμενος τὴν δύναμιν, ἀλλήλαις τε παραβάλλων ἁπάσας, ἕν τι κεφάλαιον ἀθροίσῃ τῶν οἰκείων τῷ
598
κάμνοντι διαιτημάτων. αἱ μὲν οὖν ἀπὸ τῶν ἐφημέρων πυρετῶν ἐνδείξεις ἐκ τούτων τῶν σκοπῶν λαμβάνονται, καὶ σπάνιον εἴ ποτε ἀπὸ τοῦ μέτρου τῆς τοῦ κάμνοντος δυνάμεως. αἱ δὲ τῶν πολυημέρων ἐξ ἀνάγκης μὲν καὶ τὴν δύναμιν προσλαμβάνουσιν· οὐ μικρὸς γὰρ ἐπ’ ἐκείνων ὁ ἀπὸ ταύτης σκοπός· οὐδὲν ἧττον δὲ καὶ τὴν γεννῶσαν αἰτίαν τοὺς πυρετοὺς, πλὴν τῶν ἑκτικῶν· οὐδεμία γὰρ ἀνάπτει τούτους αἰτία, καθάπερ οὐδὲ τὸ δεδεγμένον ἑκτικῶς εἰς ἑαυτὸ σῶμα τὴν τοῦ πυρὸς θερμασίαν, εἴτε λίθος, εἴτε ξύλον ὑπάρχει. κοινὸν γὰρ αὐτοῖς τὸ μηκέτι γίνεσθαι πρὸς τοὺς ἐφημέρους ἐστὶ, διαλλάττοντας δὲ ἐν τῷ τοὺς μὲν ἐφημέρους κατὰ σχέσιν ἔχειν τὴν θέρμην, τοὺς δ’ ἑκτικοὺς ἐν ἕξει δυσλύτῳ. δύναιτο δ’ ἄν τις φάναι καὶ τὴν ἀπὸ τῆς δυνάμεως ἔνδειξιν ἀεὶ παρεῖναι κατά τε τἄλλα σύμπαντα νοσήματα καὶ τοὺς ἐφημέρους πυρετοὺς, ἡμᾶς δ’ ἐν τῷ νῦν λόγῳ μηδὲν αὐτῆς δεηθῆναι, διότι πρώτως μὲν οὐκ ἐνδείκνυται, κατὰ συμβεβηκὸς δὲ, περὶ οὗ συμβεβηκότος ἐν τοῖς ἑξῆς διοριῶ.