De methodo medendi

Galen

Galen, De methodo medendi

Τὴν γὰρ τῶν ἀμεθόδων Θεσσαλείων μέθοδον ὄνομα μόνον οἶσθα δήπου κενὸν, ἔρημον ἔργου παντός· οἵ γε τοσαύτης τε καὶ τηλικαύτης οὔσης μεθόδου περὶ τὴν τῶν ἑλκῶν ἴασιν οὔτε τοῖς τῶν ἐμπειρικῶν ἐχρήσαντο διορισμοῖς εἰς τὴν τῶν φαρμάκων εὕρεσιν οὔτ’ ἀπὸ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων ἔλαβον τὴν ἔνδειξιν, ὡς οἱ δογματικοί· μόνον δ’ εἰπόντες ὃ καὶ τοῖς ἰδιώταις γνωρίζεται, τὸ δεῖσθαι τὸ μὲν κοῖλον ἕλκος πληρώσεως, τὸ δὲ πλῆρες ἐπουλώσεως, τὸ δ’ ὑπερσαρκοῦν καθαιρέσεως, καὶ τὸ μὲν ῥυπαρὸν καθάρσεως, τὸ δὲ καθαρὸν ἐπουλώσεως, τὸ δὲ ἔναιμον καὶ κολλήσεως, ἑλκῶν θεραπείας οἴονταί τινα μέθοδον εἰρηκέναι· τοσοῦτον ἀποδέουσι γιγνώσκειν ὡς ταῖς μὲν ὑγροτέραις

205
φύσεσι τῶν ἧττον ξηραινόντων φαρμάκων ἐστὶ χρεία, ταῖς δὲ ξηροτέραις τῶν μᾶλλον. ὃ τοίνυν παρ’ ὅλον τὸν λόγον ἐφάνη σαφῶς αὖθις ἀναληπτέον· ἵν’ ἡμεῖς τε μάλιστα προσέχωμεν αὐτῷ τὸν νοῦν, οἵ τ’ ἄλλοι πάντες οἱ τὴν παλαιὰν μέθοδον διαφθείροντες ἐναργέστερον γνῶσιν ὅσον ἁμαρτάνουσιν. ἄρξομαι δ’ ἀπὸ τῶν σαρκώσεως δεομένων ἑλκῶν, ἕν τι τοῦτο παράδειγμα προχειρισάμενος, ἐπειδὴ καὶ φθάνω τὸν λόγον ὑπὲρ αὐτοῦ πεποιημένος. εἶθ’ ἑξῆς περὶ πάσης ὁμοῦ τῆς ἰάσεως ἐν τῷ καθόλου ποιήσομαι τὸν λόγον. ἐφάνη τοίνυν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τῇ πείρᾳ σκοπουμένοις, οὐ τῶν αὐτῶν ἅπασα φύσις δεομένη φαρμάκων, ἀλλ’ αἱ μὲν ἀσθενέστεραι καὶ μαλακώτεραι τῶν μαλακωτέρων, αἱ δ’ ἰσχυρότεραι, καὶ ξηρότεραι τῶν ἰσχυροτέρων. οὕτω δὲ κᾀπὶ τῶν εἰς οὐλὴν ἀγομένων ἑλκῶν εἶχε καὶ προσέτι τῶν κολλήσεως δεομένων. ἁπλῶς γὰρ οὐδὲν τῶν ἰσχυρῶν φαρμάκων αἱ μαλακαὶ φέρουσι φύσεις. ἐν δὲ τῇ διεξόδῳ ταύτῃ τοῦ λόγου κατάφωρον γίγνεται σαφῶς ὅτι τε τὴν φύσιν ἐπισκεπτέον ἐστὶ τοῦ κάμνοντος, ὅτι τε καθ’ ἕκαστον ἄνθρωπον
206
ἰδίᾳ τίς ἐστι θεραπεία· καὶ τρίτον ἐπὶ τούτοις ὡς ἐπειδὴ τὸ τῆς ἑκάστου φύσεως ἴδιον ἀῤῥητόν ἐστι καὶ πρὸς τὴν ἀκριβεστάτην ἐπιστήμην ἄληπτον, οὗτος ἂν ἄριστος ἰατρὸς εἴη τῶν κατὰ μέρος ἁπάντων νοσημάτων, ὁ μέθοδόν τινα πορισάμενος ἐξ ἧς διαγνωστικὸς μὲν τῶν φύσεων ἔσοιτο, στοχαστικὸς δὲ τῶν ἑκάστης ἰδίων ἰαμάτων. τὸ δ’ οἴεσθαι κοινήν τινα ἁπάντων ἀνθρώπων εἶναι θεραπείαν ἐσχάτως ἠλίθιόν ἐστιν· ὅπερ οἱ ἀναισθητότατοι νομίζουσι μεθοδικοί. καὶ διὰ ταῦθ’ ἑστάναι τὰ τῆς ἰατρικῆς ἔφασαν ἅπαντα θεωρήματα, τουτέστιν ἐπιστημονικὰ καὶ βέβαια ταῖς γνώσεσιν ὑπάρχειν. εἶναί τε τὴν γνῶσιν αὐτῶν τέχνην τινὰ κοινοτήτων, οὐκ ἰδιοτήτων, ὡσπερεὶ τὸν κοινὸν καὶ γενικὸν ἄνθρωπον θεραπεύοντες, οὐ τοὺς κατὰ μέρος. ὡς οὖν ἐν τοῖς ἄλλοις ἅπασιν εὐθέως κατὰ τὰς ἀρχὰς ἐσφάλησαν, οὕτω κᾀν τῷδε· θεραπεύεται μὲν γὰρ οὐχ ὁ κοινὸς καὶ γενικὸς ἄνθρωπος, ἀλλ’ ἡμῶν ἕκαστος, ἄλλος ἄλλην ἔχων δηλονότι κρᾶσίν τε καὶ φύσιν. οἱ δ’ οἴονται μίαν θεραπείαν ἁπάντων ἀνθρώπων
207
εἶναι· ἐγὼ δ’ εἰ καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς ἠπιστάμην ἐξευρίσκειν, οἷον ἐπινοῶ τὸν Ἀσκληπιὸν, αὐτὸς ἂν ἦν τοιοῦτος· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τὸ γοῦν ἐγγυτάτω προσιέναι καθόσον ἀνθρώπῳ δυνατὸν αὐτός τε ἀσκεῖν ἔγνωκα καὶ τοῖς ἄλλοις παρακελεύομαι. πειρῶνται μὲν οὖν εἰς ὅσον οἷόν τε καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας, ἀποχωρεῖν μὲν τῶν κοινῶν, προσέρχεσθαι δὲ τοῖς ἰδίοις· ἀλλ’ ὅσον καὶ τούτοις ἐνδεῖ πρὸς τὸ τέλειον εἴρηται πρόσθεν. οὐ γὰρ ἐπὶ παίδων, ἢ γυναικῶν, ἢ γερόντων, ἢ μαλακὴν ἐχόντων καὶ λευκὴν τὴν σάρκα καὶ ὅσα τοιαῦτα, ὡς ἐκεῖνοι ποιοῦσι, προσδιοριστέον ἐστὶν, ἀλλ’ ὅπως ὑγρότητος ἢ ξηρότητος ἔχει τὸ σῶμα. τοὺς μὲν οὖν ἐμπειρικοὺς ἰατροὺς ἄλλων τε πολλῶν ἕνεκεν ἀποδέχεσθαι χρὴ καὶ μάλισθ’ ὅταν προσέρχεσθαι. πειρῶνται καθόσον ἐγχωρεῖ τῇ τοῦ κάμνοντος ἰδιότητι. μετὰ γὰρ τοὺς διορισμοὺς ἅπαντας οὓς διορίζονται, καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἐπάγουσιν, ὡς κᾀντεῦθεν εὐπορήσαντες οἰκειοτέρων τῷ κάμνοντι βοηθημάτων. εἰρήσεται δ’ ἡμῖν ἐν τοῖς ἑξῆς ἐπὶ
208
πλέον ὑπὲρ τῶν ἐθῶν, κᾀκεῖ ἀποδείξομεν ὑπὲρ τοῦ γνῶναι τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως, ἐξευρῆσθαι τοῖς παλαιοῖς καὶ τὸν ἀπὸ τοῦ ἔθους διορισμόν. τοῦτον οὖν ἐπὶ τοῖς ἄλλοις οἱ ἐμπειρικοὶ παραλαμβάνουσι καὶ πρὸς τούτῳ καὶ αὐτὸν τὸν ἰατρὸν, εἰ πολλάκις εἴη παραγεγονὼς τῷ νοσοῦντι, βέλτιον ἂν ἰᾶσθαί φασι τοῦ μὴ παραγεγονότος· εἶθ’ ὅταν ταῦτα πάντα προσθῶσιν, οὔπω βεβαίαν οὐδ’ ἐπιστημονικὴν ἔχειν φασὶ τῆς ἰδίας τοῦ κάμνοντος ἰάσεως τὴν γνῶσιν. ὁ δ’ ἀναισχυντότατος Θεσσαλὸς ἓν μόνον εἰδὼς, ὅτι τὸ κοῖλον ἕλκος πληρωτέον, ἑστῶτά τε καὶ βεβαία φησι τὰ τῆς ἰατρικῆς εἶναι θεωρήματα. καίτοι τοῦτό γε πάντες, ὡς εἴρηται καὶ πρόσθεν, ἄνθρωποι γινώσκουσιν, οὐχ οἱ νῦν μόνον, ἀφ’ οὗ Θεσσαλὸς, ὁ δεύτερος Ἀσκληπιὸς, εἰς ἀνθρώπους ἧκεν, ἀλλὰ καὶ οἱ πρὸ Δευκαλίωνος, οἶμαι, καὶ Φορωνέως, εἴπερ γε κᾀκεῖνοι λογικοί τε ἦσαν. ἀλλὰ πρὸς τῷ γινώσκειν ὡς σαρκωτέον ἐστὶ τὸ κοῖλον ἕλκος, ἔτι κᾀκεῖνο συνίεσαν, ὡς ὁ γινώσκων τὰ φάρμακα τὰ σαρκώσοντα τοιοῦτον ἕλκος, ἐκεῖνος ἰατρός ἐστιν. εἰ μὲν οὖν ἐξ ἐμπειρίας εὕρηται ταῦτα,
209
δῆλον ὡς ἐμπειρικῶς ἡμῖν ἰατρευτέον ἐστίν· εἰ δὲ ἐκ λόγου, λογικῶς· οὐ γὰρ δὴ ἄλλο μὲν εὕρηκεν, ἄλλῳ δέ τινι νῦν ἐπιδεξίως χρήσεται. ἀλλὰ περὶ μὲν τούτου πρὸς τοὺς ἐμπειρικούς ἐστιν ἡ ἀμφισβήτησίς τις ἡμῖν· ὅπερ δὲ λέγων ἀπέλιπον, ἡ ὄντως ἰατρικὴ τῆς τοῦ κάμνοντος ἐστόχασται φύσεως· ὀνομάζουσι δὲ, οἶμαι, τοῦτο πολλοὶ τῶν ἰατρῶν ἰδιοσυγκρασίαν, καὶ πάντες ἀκατάληπτον ὁμολογοῦσιν ὑπάρχειν· καὶ διὰ τοῦτο καὶ αὐτὴν τὴν ὄντως ἰατρικὴν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι παραχωροῦσιν. ἤρτηται δὲ ὁ λόγος οὗτος σύμπας ἀπὸ διττῶν ἀρχῶν· ἀπὸ μὲν τῶν ἐναργῶς φαινομένων τοῖς ἐμπειρικοῖς τε καὶ τηρητικοῖς, ἀπὸ δὲ τῶν στοιχείων τοῖς λογικοῖς. ὅτι τε γὰρ ἄλλον ἄλλο φάρμακον ὠφελεῖ σχεδὸν ἤδη καὶ οἱ παῖδες ἐπίστανται· συμφωνεῖ δὲ τούτῳ καὶ ὁ ἀπὸ τῶν στοιχείων λογισμός. εἰ γὰρ ὑπόθοιο πεντεκαίδεκα διαφορὰς εἶναι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ταῖς κράσεσι τῶν ἀνθρώπων ἐπὶ μόνης τῆς ὑγρᾶς φύσεως, ἀνάγκη δήπου σε καὶ τῶν φαρμάκων οἷς μέλλεις χρήσασθαι πεντεκαίδεκα διαφορὰς ἐπίστασθαι, καὶ τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον ξηραινούσας, ἵν’
210
ἑκάστῃ φύσει τὸ προσῆκον ἐξευρίσκῃς. εἰ δὲ καὶ τῆς ξηροτέρας φύσεως ἄλλας πεντεκαίδεκα διαφορὰς ὑποθέμενος ὡσαύτως κᾀπ’ ἐκείνης ἄλλων πεντεκαίδεκα δέοιο φαρμάκων, ἔσται σοι τὰ πάντα τριάκοντα φάρμακα πρὸς τριάκοντα φύσεις ἡρμοσμένα, καὶ τούτοις προσηκόντως χρῆσθαι δυνήσεται μόνος ὁ περὶ κράσεως σωμάτων ἀκριβῶς ἐπεσκεμμένος. ἆρ’ οὖν εἰ μὲν ὅλον τὸ σῶμα εἴη ξηρότερον τὴν κρᾶσιν, ὑπὸ τῶν ξηραντικωτέρων ὠφεληθήσεται φαρμάκων· εἰ δὲ μόριον αὐτοῦ τι τῶν ἄλλων φύσει ξηρότερον ὑπάρχοι, τῶν ἧττον ξηραινόντων δεήσεται; ἢ πρόδηλον κᾀνταῦθα τὸ μὲν ξηρότερον τῇ κράσει μόριον τῶν ξηραντικωτέρων, τὸ δ’ ὑγρότερον τῶν ἧττον ξηραινόντων προσδεῖσθαι; καὶ τοῦτ’ οὖν ὅλον παραλέλειπται τοῖς ἀμεθόδοις Θεσσαλείοις, ἓν ἐπὶ παντὸς μορίου φάρμακον ἡγουμένοις ἁρμόττειν. οἱ δ’ ἀπὸ τῆς ἐμπειρίας ὅσον πλεονεκτοῦσι κᾀν τῷδε τῶν Θεσσαλείων μεθοδικῶν, τοσοῦτον ἀπολείπονται τῶν ὄντως μεθοδικῶν τε καὶ λογικῶν. ἔχουσι γὰρ δὴ κᾀκεῖνοι πρὸς τῆς πείρας διδαχθέντες
211
ἄλλο μὲν τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν, ἄλλο δὲ τῶν ἐν ὠσὶν, ἢ ἄρθροις, ἢ σαρξὶν, ἢ δέρματι μόνῳ φάρμακον. ἀλλ’ ὅτι γε κᾀνταῦθα μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατήσωσιν, ἐκ τῶν ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπὶ τὴν ἀρχὴν ἀνέλθωμεν τοῦ λόγου, μιγνύντες ἁπάσας τὰς συμπιπτούσας ἕλκει διαθέσις, ἀπὸ πρώτης ἀρξάμενοι τῆς δυσκρασίας. εἰ γὰρ ἤτοι πρόσθεν εἴη κατὰ δή τινα συντυχίαν, ἢ καὶ παρ’ αὐτὸν τῆς ἑλκώσεως τὸν χρόνον ἡ ἡλκωμένη σὰρξ γένοιτο θερμοτέρα τοῦ δέοντος, ἢ ψυχροτέρα, δεήσει τὸ φάρμακον οὐ μόνον ξηραίνειν μετρίως, ἀλλὰ καὶ θερμαίνειν ἢ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἡ ὑποκειμένη σὰρξ ἐξέστη τοῦ κατὰ φύσιν· οὐ γὰρ ἐγχωρεῖ σάρκωσιν, ἢ πλήρωσιν, ἢ κόλλησιν, ἢ ἐπούλωσιν ἕλκους ὀρθῶς ποτε γενέσθαι τῆς ὑποκειμένης σαρκὸς ἐχούσης κακῶς, οὐδὲ εἰκῆ πρόσθεν ἐλέγομεν ἔργα φύσεως εἶναι σύμπαντα ταῦτα. κάθαρσιν μέντοι τῶν ῥυπαρῶν καὶ καθαίρεσιν τῶν ὑπεραυξηθέντων ἐγχωρεῖ γενέσθαι καὶ χωρὶς τοῦ κατὰ φύσιν ἔχειν

212
τὴν σάρκα· μόνον γὰρ τῶν φαρμάκων ἦν ἔργα. διὸ καὶ μείζων ἡ πρόνοια γιγνέσθω σοι τῆς εὐκρασίας τῶν ἡλκωμένων μορίων, ὁπότε σαρκοῦν ἢ κολλᾷν ἢ ἐπουλοῦν ἐθέλεις αὐτά. σώζεσθαι γὰρ δεῖ τὰς κινήσεις τῆς φύσεως αἷς εἵπετο τῶν εἰρημένων ἕκαστον· οὐ σωθήσονται δ’ ἄλλως εἰ μὴ πάντη κατὰ φύσιν ἔχοι τὸ μόριον. ὥσπερ οὖν εἰ φλεγμονή τις ἅμα τῷ ἕλκει τύχοι, πρὶν ταύτην λῦσαι, σαρκοῦν, ἢ κολλᾷν, ἢ ἐπουλοῦν οὐκ ἂν οὐδεὶς ἐπεχείρησεν αὐτὸ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰ καὶ χωρὶς φλεγμονῆς εἴη μόνη δυσκρασία τῶν εἰρημένων, οὐδὲν ἐλπίσομεν γενέσθαι πρὶν ἐκείνην ἰᾶσθαι. πάλιν οὖν ἐντεῦθεν ἔνδειξίς τις εἰς τὴν τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων εὕρεσιν γίνεται· ξηραίνοντα μὲν γὰρ ἦν ἅπαντα, διέφερε δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὐ μὴν ὅπως γε τοῦ θερμαίνειν ἢ ψύχειν εἶχεν εἴρηταί που πρόσθεν, ἀλλ’ ἡ μέθοδός πως ἀναγκάζει καὶ τοῦτ’. ἐρευνᾶσθαι. οὐ γὰρ ἁπλῶς εἰ ξηραῖνον, ἀλλ’ εἰ μὴ καὶ σφόδρα θερμαῖνον, ἢ ψῦχον ἐπισκέπτεσθαι χρή. φεύξῃ
213
τοιγαροῦν ὑοσκύαμον καὶ μανδραγόραν καὶ κώνειον, ὡς πέρα τοῦ μετρίου ψύχοντα, καίτοι ξηραίνει γε εἰς τοσοῦτον, εἰς ὅσον ἕλκος ξηραίνεσθαι ὀφείλει. καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, εἰ καὶ ξηραίνει συμμέτρως, ἀλλὰ πέρα γε τοῦ προσήκοντός ἐστι θερμά· καὶ διὰ τοῦτο οὐκ ἄν τις αὐτοῖς χρήσαιτο μόνοις ἄνευ τοῦ τοῖς ἀτρέμα ψύχουσιν ἐπιμίξας, ἓν ἐξ ἁπάντων εὔκρατον ἀπεργάσασθαι φάρμακον. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει προσεπιβλέπειν δεήσει καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν· οἷον γὰρ φάρμακόν τι καὶ οὗτος ἔξωθεν προσπίπτων τοῖς σώμασιν, ἐπειδὰν ἀμέτρως ἔχῃ θερμότητος ἢ ψύξεως, ἐμποδὼν ἵσταται τῇ θεραπείᾳ. χρὴ τοίνυν ἀντιπεπονθέναι τὰ φάρμακα ταῖς ἀμετρίαις αὐτοῦ. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης ψυχροτέροις μὲν τῇ δυνάμει χρῆται κατὰ τὰς θερμὰς ὥρας, θερμοτέροις δὲ κατὰ τὰς ψυχράς. οἶσθα δὲ δήπου κᾀνταῦθα τῶν ἀναισθήτων τινὰ μεθοδικῶν ὁμολογήσαντα μὲν ἐπιβλέπειν ὅπως ἔχει θερμότητος ἢ ψύξεως ὁ περιέχων ἀὴρ τὸν κάμνοντα, μὴ μέντοι τὰς ὥρας τοῦ ἔτους ἐπισκέπτεσθαι συγχωροῦντα, ὥσπερ
214
τῶν ὀνομάτων τῶν κατὰ τὰς ὥρας βλαπτόντων ἢ ὠφελούντων, ἀλλ’ οὐ τῆς κράσεως αὐτῶν, ἢ οὐ διὰ ταύτην ἀποβλεπόντων εἰς αὐτὰς τῶν παλαιῶν ἰατρῶν. ἀλλὰ γὰρ ὅτι μὲν ἀναγκαῖόν ἐστι τῷ μέλλοντι μεθόδῳ τινὶ θεραπεύσειν ἕλκος, ἐπί τε τὰ στοιχεῖα πρῶτα καὶ μάλιστα παραγίνεσθαι καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς κράσεις τῶν σωμάτων ὅλων τε καὶ κατὰ τὰ μόρια ἐπιβλέπειν ἱκανῶς οἶμαι δεδεῖχθαι. πάλιν δ’ ἀναμνηστέον κᾀνταῦθα τὸ καὶ πρόσθεν εἰρημένον ἐπὶ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἐνδείξεως· ὡς γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ὑγροτέρα φύσις ὑγροτέρων ἐδεῖτο τῶν φαρμάκων, ἡ δὲ ξηροτέρα ξηροτέρων, οὕτως καὶ νῦν ἡ μὲν θερμοτέρα θερμοτέρων, ἡ δὲ ψυχροτέρα ψυχροτέρων δεήσεται, ἔμπαλιν δὴ τῆς ἐνδείξεως γιγνομένης ἀπὸ τῶν παρὰ φύσιν τε καὶ κατὰ φύσιν· τὰ μὲν γὰρ κατὰ φύσιν ὁμοίων ἑαυτοῖς ἐστὶν ἐστὶν ἐνδεικτικὰ, τὰ δὲ παρὰ φύσιν ἐναντίων, εἴ γε τὰ μὲν φυλάττεσθαι, τὰ δὲ διαφθείρεσθαι χρή.

Τὸ μὲν οὖν καὶ τὰς κράσεις τῶν σωμάτων καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς φύσεις τῶν μορίων ἐπιβλέπειν

215
χρῆναι τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι δεδεῖχθαί μοι νομίζω σαφῶς· καὶ ὡς μὲν πρῶτος σκοπὸς τῆς ἰάσεως ἐκ τῆς διαθέσεως λαμβάνεται μόνης, ἐξευρεῖν δὲ οὐκ ἔτι ἐντεῦθεν ἐγχωρεῖ τὰ βοηθήματα, πρὶν ἐπί τε τὰ στοιχεῖα τῶν σωμάτων ἀναβῆναι καὶ τοῦ κάμνοντος ἐπισκέψασθαι τὴν κρᾶσιν, ὅλου τε τοῦ σώματος καὶ τοῦ πεπονθότος μέρους, εὐθὺς αὐτῷ καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν συνεπισκεπτομένους· ἥτις ἐκτείνεται κᾀπὶ τὰς ἐπιδήμους καταστάσεις καὶ προσέτι τὰς χώρας. ὅτι δὲ πολλάκις ἐναντίαι ἐνδείξεις γίγνονταί κατὰ μίαν θεραπείαν, ὅπως τε χρὴ μεταχειρίζεσθαι τὰς τοιαύτας, εἰρήσεται μὲν ἐπιπλέον ἐν τοῖς ἐφεξῆς, εἴη δ’ ἂν οὐκ ἄπο, τρόπου καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν ὑπὲρ αὐτῶν. οὐδὲν γὰρ οἶμαι θαυμαστὸν ὑγροτέραν μὲν ὑπάρχειν τὴν κρᾶσιν τοῦ κάμνοντος, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον ξηρότερον, ἢ τοῦτο μὲν ὑγρότερον, ἅπασαν δὲ τὴν κρᾶσιν ξηροτέραν· ὡσαύτως δὲ καὶ κατὰ θερμότητα καὶ ψύξιν ὑπεναντίως ἔχειν τῇ κράσει τὸ μόριον πρὸς τὸ ὅλον. ὥσπερ οὖν εἰ τὸ πᾶν σῶμα τῆς μέσης ὑπῆρχε κράσεως, ἣν ἀρίστην ἐδείκνυμεν, οὐδὲν ἂν ἕνεκά
216
γε τῆς τοῦ κάμνοντος φύσεως ἐνεωτερίζομεν ἐν τοῖς φαρμάκοις, οὕτως ἐπειδὰν ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ ψυχρότερον ἢ θερμότερον ᾖ τοῦ δέοντος, ἐπιτείνειν εἰς τοσοῦτον χρὴ τὰς δυνάμεις τῶν φαρμάκων, εἰς ὅσον καὶ τὸ σῶμα φυσικῆς ἐπείληπται δυσκρασίας. οὐ γὰρ δὴ ἐπιλελήσμεθά γε, τίς μὲν ἡ φυσικὴ δυσκρασία, τίς δ’ ἡ παρὰ φύσιν. εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἐν ἄλλοις καὶ μάλιστ’ ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας γράμματι. φέρε τοίνυν ὅλην τὴν κρᾶσιν τοῦ κάμνοντος σώματος ὑγροτέραν εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῶν ἧττον ξηραινόντων φαρμάκων, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον τῶν φύσει ξηροτέρων ὑπάρχειν, οἷά περ ἐλέγομεν εἶναι τὰ ἧττον σαρκώδη. τοιαῦτα δ’ ἐστὶ τά τε κατὰ τοὺς δακτύλους καὶ τὰ ἄρθρα καὶ τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὀδόντας, ἁπλῶς δ’ εἰπεῖν ἵνα χόνδροι πολλοὶ καὶ ὑμένες καὶ σύνδεσμοι καὶ ὀστᾶ καὶ νεῦρα, πιμελὴ δὲ καὶ σὰρξ ἢ οὐδ’ ὅλως, ἢ ἐλαχίστη, διάφορος δ’ ἐν τούτοις ἡ ἔνδειξις ἀπό τε τοῦ πεπονθότος μέρους ἐστὶ καὶ τῆς φύσεως τοῦ κάμνοντος. ὥστε εἰ μὲν ὅσῳ τοῦ κάμνοντος
217
ἡ κρᾶσις ὑγροτέρα πέφυκε τοῦ συμμέτρου, τοσούτῳ καὶ τὸ μόριον εἴη ξηρότερον τοῦ συμμέτρου, μήτε προστιθέναι τι μήτ’ ἀφαιρεῖν τοῦ φαρμάκου, τοιοῦτον δὲ προσφέρειν, οἷον ἂν ἐπὶ τοῦ συμμέτρου τῇ κράσει σώματος ἐν συμμέτρῳ τῇ κράσει μορίῳ γεγονότος ἕλκους παρελάβομεν. εἰ δὲ πλέον εἴη τὸ μόριον τοῦ μετρίου ξηρότερον, ἢ ὅσῳ τοῦ σώματος ἡ κρᾶσις ὑγροτέρα, τοσοῦτον ἐπιτείνεσθαι χρὴ ξηρότητι τὸ φάρμακον, ὅσον ὑπερβάλλει τὸ μόριον τῆς ὅλης κράσεως. οἷον εἰ τέσσαρσι μὲν ἀριθμοῖς εἴη τὸ ἡλκωμένον μέρος ξηρότερον τοῦ συμμέτρου, τρισὶ δ’ ἀριθμοῖς ἡ φύσις τοῦ νοσοῦντος ὑγροτέρα τῆς εὐκράτου, πρόδηλον ὡς ἑνὶ τοῦ συμμέτρου μορίου τὸ νῦν ἡλκωμένων ἔσται, ξηροτέρου δεόμενον φαρμάκου. ὅτι δὲ ἅπαντα ταῦτα στοχασμῷ λαμβάνεται καὶ ὅτι κάλλιστα δυνατός ἐστι στοχάζεσθαι ὁ γεγυμνασμένος ἐν τοῖς. περὶ τούτων λογισμοῖς ἄντικρυς δῆλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἁπάντων ἐναντίαι πολλάκις ἐνδείξεις καθ’ ἕνα γίνονται χρόνον· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν ὑπὲρ τῶν κατὰ θερμόν
218
τε καὶ ψυχρὸν ἐνδείξεων ἀνάλογον τοῖς εἰρημένοις νοεῖσθαι δυναμένων· ἐφ’ ἑτέρων δὲ καὶ τοῖς χρόνοις ἐφ’ οἷς εὐθὺς αἱ ἐνδείξεις τέμνονται, καὶ χρὴ τὴν μὲν ἡσυχάσαι κατά γε τὴν ἀρχὴν τῆς θεραπείας, ἐνεργῆσαι δὲ ἑτέραν· οἷον ὅταν ἕλκος ᾖ κοῖλόν τε ἅμα καὶ ἱκανῶς ῥυπαρόν· αἱ μὲν γὰρ διαθέσεις αἱ παρὰ φύσιν ἐν τούτοις τρεῖς εἰσιν, ἕλκος καὶ κοιλότης καὶ ῥύπος. ἡ δὲ τῆς ἰάσεως τάξις ἀπὸ τῆς ἀναιρέσεως τοῦ ῥύπου τὴν ἀρχὴν ἔχει, τῷ μήτε κολληθῆναί τι, μήτε σαρκωθῆναι δύνασθαι, πρὶν καθαρὸν γενέσθαι. δευτέραν δὲ χώραν ἡ τῆς κοιλότητος ἴασις ἕξει· εἰ γὰρ ἤτοι κολλήσαιμεν, ἢ ἐπουλώσαιμεν, ἢ καθόλου φάναι θεραπεύσαιμεν τὸ ἕλκος, οὐκέτι ἐγχωρεῖ πληρῶσαι τὴν κοιλότητα. φέρε τοίνυν μὴ μόνον ταῦτ’ εἶναι τὰ τρία περὶ τὸ μέρος, ἀλλὰ καὶ φλεγμονὴν, ἢ ἐρυσίπελας, ἢ γάγγραναν, ἤ τινα δυσκρασίαν ἁπλῆν ἢ σύνθετον, ἆρ’ οὐκ ἐνταῦθα πρόδηλον ὡς εἰ μή τις πρότερον ἐκείνην ἰάσαιτο, πληρῶσαι σαρκὶ τὸ κοῖλον ἕλκος οὐκ ἐγχωρεῖ; λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἡ τῆς σαρκὸς γένεσις ἐκ τῆς ὑποκειμένης ἄρχεται τῆς ὑγιοῦς· ἐκ φλεγμαινούσης δὲ καὶ
219
δυσκράτου καὶ ἁπλῶς εἰπεῖν νοσούσης, οὐκ ἐγχωρεῖ γεννηθῆναι νέαν σάρκα. σκοπὸς οὖν ἐν ἁπάσαις ταῖς τοιαύταις ἐπιπλοκαῖς ἔστω σοι τριττός. εἷς μὲν ὡς ὁ ἐξ αἰτίων τοῦ μέλλοντος ἔσεσθαι λαμβανόμενος· ὁ δὲ ἕτερος ὡς ὅ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχων· ὁ δὲ τρίτος ὡς ὁ τῶν ἐπειγόντων τε καὶ κατεπειγόντων ὀνομαζόμενος. ἡ μὲν γὰρ εὐκρασία τῆς ὑποκειμένης σαρκὸς αἰτίας λόγον ἔχει, συμφύουσά τε τὸ ἡλκωμένον αὐτῇ καὶ ἀναπληροῦσα τὸ κοῖλον. ἡ δὲ καθαρότης· τοῦ ἕλκους τὸν ὧν οὐκ ἄνευ λόγον· καὶ ταύτην ὁ ῥύπος διακόπτων κωλύει τὴν θεραπείαν. ἔχει δὲ καὶ αὐτὸ τὸ ἕλκος ὡς πρὸς τὴν κοιλότητα τὸν ὧν οὐκ ἄνευ λόγον. εἰ γὰρ εἰς οὐλὴν ἀχθείη τὸ ἕλκος, οὐκέθ’ οἷόν τε σαρκῶσαι τὴν κοιλότητα. πρὸς ταῦτ’ οὖν ἀποβλέπων ἐξευρήσεις τὴν τάξιν τῆς ἰάσεως· οἷον ἡ φλεγμονὴ καὶ κοιλότης καὶ ἕλκος καὶ ῥύπος ἅμα κατὰ ταὐτὸν ὑπάρχει μόριον· ὅτι χρὴ πρῶτον μὲν τὴν φλεγμονὴν, δεύτερον δὲ τὸν ῥύπον, τρίτον δὲ ἰάσασθαι τὴν κοιλότητα, καὶ τέταρτον τὸ ἕλκος. ἐν μὲν δὴ τοῖς εἰρημένοις ἥ τε τάξις καὶ ἡ τῶν σκοπῶν εὕρεσις ἐντεῦθεν. ὁ δὲ τοῦ
220
κατεπείγοντος σκοπὸς ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δ’ ἐστίν· ἀφ’ ἧς γὰρ κινδυνεύει πρώτης καὶ μάλιστα διαθέσεως ὁ ἄνθρωπος, ἐκείνην πρῶτον ἰατέον. ἐνίοτε δὲ οὐ πρώτην μόνον, ἀλλὰ καὶ μόνην αὐτὴν· οἷον εἰ νυγείσης κεφαλῆς μυὸς ἀκολουθήσειε σπασμὸς, εἶτα πρὸς μηδενὸς τῶν οἰκείων ἰαμάτων καθίσταιτο· διατεμὼν γὰρ ὅλον τὸν μῦν ἐγκάρσιον, ἰάσῃ μὲν τὸν σπασμὸν, ἀλλὰ πηρώσεις τινὰ τῶν τοῦ μορίου κινήσεων. οὕτω δὲ καὶ φλεβὸς ἢ ἀρτηρίας αἱμοῤῥαγούσης ἀμέτρως ὁ διατεμὼν ὅλον ἐγκάρσιον τὸ ἀγγεῖον οὐκέτι μὲν ἰάσασθαι δύναται τὸ ἕλκος αὐτοῦ· τὸν δ’ ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἐπέσχεν. ἀλλὰ καὶ νεῦρον νυγὲν ἀναγκαζόμεθα πολλάκις ἐγκάρσιον διακόπτειν, ὅταν ἤτοι σπασμοὺς, ἢ παραφροσύνας, ἢ ἀμφότερα μεγάλα καὶ δυσίατα βλέπωμεν ἑπόμενα τῇ τρώσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξάρθρημα μεθ’ ἕλκους ἐπειδὰν γένηται κατά τι τῶν μειζόνων ἄρθρων, τὸ μὲν ἕλκος ἰώμεθα, τὸ δὲ ἐξάρθρημα καταλείπομεν ἀνίατον· ὅτι καὶ τοῦτ’ ἐγχειρούντων ἰάσασθαι, σπασμοὶ τοὐπίπαν
221
ἕπονται. τρίτος οὖν οὗτος σκοπός ἐστιν ὁ πρὸς τὸ κατεπεῖγον γιγνόμενος, ἕτερος ἐκείνων τῶν δύο τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. οὐ γὰρ ταὐτόν ἐστιν ἢ ὡς αἴτιόν τι σκοπεῖν, ἢ ὡς τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, ἢ ὡς κατεπεῖγον. ἀλλὰ καὶ ὡς τὸ κατεπεῖγον ἐνίοτε τοιοῦτόν ἐστιν, ὡς ἀνίατον ἀναγκάζειν ἑτέραν ἀπολιπέσθαι διάθεσιν, εἴρηται, καὶ ὡς ἡ διάθεσις αὕτη πολλάκις ὑφ’ ἡμῶν αὐτῶν γίνεται, τοῦτο μὲν ἐπὶ τῶν νενυγμένων νεύρων, ἢ τενόντων, ἢ αἱμοῤῥαγούντων ἀγγείων, τοῦτο δὲ ἐπὶ τῶν κατὰ τὰς κεφαλὰς τετρωμένων μυῶν· ἐπὶ μὲν γὰρ ἐξαρθρήματος ἅμα καὶ ἕλκους οὐκ αὐτὸ ποιοῦμεν, ἀλλὰ μόνον οὐκ ἰώμεθα τὸ γενόμενον. εἰρήσεται δὲ κᾀν τοῖς ἑξῆς ἔτι περὶ τούτων ἐπιμελέστερον.

Ἐν γὰρ τῷ παρόντι συγκεφαλαιώσασθαι βούλομαι τὸν ἐνεστῶτα λόγον ἐπὶ τὰς οἰκείας διαφορὰς τῶν ἑλκῶν ἐπανελθών· ἵν’ εἴ τις κᾀντεῦθεν ἔνδειξις ἰαμάτων ἐστὶ, μηδὲ ταύτην παραλίπωμεν. τὸ μὲν οὖν φλεγμαῖνον ἕλκος καὶ τὸ σηπόμενον ἀναβιβρωσκόμενόν τε καὶ γαγγραινούμενον

222
ἐρυσιπελατῶδες τε καὶ καρκινῶδες ἀνώδυνόν τε καὶ ὀδυνῶδες, τά τ’ ἄλλα τοιαῦτα λέγουσιν ὡς διαφορὰς ἑλκῶν, εἰ μὲν ἄλλως τις διέρχοιτο θεραπείαν ἐμπειρικὴν ἀναγράφων, οὐκ ἀμφισβητητέον αὐτῷ διαφορὰς ἑλκῶν ὀνομάζοντι· μυριάκις γὰρ εἴρηται τὸ μὴ δεῖν ὑπὲρ τῶν ὀνομάτων ἐρίζειν· εἰ δ’ ὡς ἐντεῦθεν μέλλων ἐρεῖν τι τεχνικὸν ὑπὲρ ἐνδείξεων, ἐπιδεικτέον αὐτῷ τὰς μὲν εἰρημένας ἁπάσας διαθέσεις ὑπάρχειν συνθέτους, ἄλλας δ’ εἶναι διαφορὰς ἕλκους ἁπλοῦ καὶ μόνου, χωρὶς ἑτέρας τινὸς ἐπιπεπλεγμένης αὐτῷ διαθέσεως. εἰ γὰρ ἁπλῶς διαιρέσεως γενομένης ὑπό τινος ὀξέος τὸ σχῆμα τοῦ τρώσαντος ἐναπομαχθείη τῷ διῃρημένῳ, γένοιντ’ ἂν οὕτω ἑλκῶν διαφοραὶ πάμπολλαι, λοξῶν, εὐθειῶν, ἑλικοειδῶν, ἀγκιστροειδῶν, ἄλλως ὁπωσοῦν ἐχόντων. αὗται μὲν οὖν αἱ διαφοραὶ πᾶσαι παρὰ τὸ σχῆμα. παρὰ δ’ αὖ τὸ μέγεθος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτεραι μυρίαι· καὶ γὰρ μικρὸν καὶ μέγα καὶ μεῖζον καὶ μικρότερον ἕλκος ἕλκους λέγεταί τι καὶ γίνεται· καὶ μὲν δὴ καὶ βραχὺ καὶ μακρὸν ἐπιπολῆς τε καὶ
223
βαθὺ, καὶ καθ’ ἕκαστον αὐτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κατὰ τὸ μέγεθος, ἢ τὸ πηλίκον, ἢ τὸ ποσὸν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν διαφορᾷ. καὶ εἴπερ ταῦτα οὕτως ἔχει, πάντως δήπου καὶ ὁμαλὲς καὶ ἀνώμαλον ἕλκος ἐν τῷ βάθει τῆς διαιρέσεως ἔσται. κατὰ μῆκος γὰρ, εἰ οὕτως ἔτυχεν, ἀνεσχισμένου τοῦ μηροῦ τὸ μὲν ἄνω μέρος τῆς διαιρέσεως ἐνδέχεται βαθὺ, τὸ κάτω δὲ ἐπιπόλαιον ὑπάρχειν, ἢ ἔμπαλιν ἐπιπολῆς μὲν τὸ ἄνω, βαθὺ δ’ εἶναι τὸ κάτω. καὶ μὲν δὴ καὶ τὸ διεσπάσθαι κατά τι, ἢ τοὐπίπαν καὶ διατετμῆσθαι καὶ τοῦ τρώσαντος ὑποδύντος ὑπὸ τὸ δέρμα λοξὸν, μέρος μέν τι τοῦ ἕλκους φαίνεσθαι, μέρος δ’ ἕτερον ὑπὸ τῷ δέρματι κατακεκρύφθαι, καὶ τοῦτο ἢ ἐκ τῶν ἄνωθεν εἶναι μερῶν, ἢ ἐκ τῶν κάτωθεν, ἢ ἐκ τῶν πλαγίων, ἅπαντα καὶ ταῦθ’ ἑλκῶν εἰ διαφοραί. παρὰ δ’ αὖ τὸν χρόνον ἕτεραι διαφοραὶ τῶν ἑλκῶν, παλαιὸν καὶ ἔναιμον ἢ πρόσφατον ὀλιγοχρόνιόν τε, καὶ πολυχρόνιον, ἐν ἅπασι δ’ αὐτοῖς τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ. κατὰ μὲν αὐτὴν τοῦ ἕλκους τὴν φύσιν
224
αὗται διαφοραὶ, κυριώταται μὲν αἱ κατὰ τὴν οὐσίαν τοῦ πράγματος ἥ τε παρὰ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ποσὸν τῆς διαιρέσεως, ἤτοι κατὰ τὸ μῆκος, ἢ βάθος, ἢ κατ’ ἀμφοτέρας τὰς διαστάσεις, ὁμαλότητά τε καὶ ἀνωμαλίαν τὴν ἐν τούτοις. ἔξωθεν δὲ προσιοῦσαι τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσαι· παρά τε τὸν χρόνον ἐν ᾧ τὸ ἕλκος, οὕτω γὰρ τὸ μὲν πρόσφατον καλεῖται, τὸ δὲ παλαιὸν, καὶ παρὰ τὸ φαίνεσθαί τε καὶ μὴ φαίνεσθαι πᾶν ἢ μέρος. ἤδη δὲ καὶ παρὰ τὸν τῆς γενέσεως τρόπον ἐν τῷ τμηθῆναι πᾶν ἢ διασπασθῆναι πᾶν· ἤ τι μὲν τετμῆσθαι μέρος αὐτοῦ, διεσπάσθαι δ’ ἕτερον. εἰ δὲ καὶ τὰς παρὰ τὸν τόπον ἐν ᾧ γέγονε τὸ ἕλκος ἐκλογίζοιο διαφορὰς, οἷον εἰ πέρας μυὸς, εἰ ἀρχὴ μυὸς, εἰ τὸ μέσον τοῦ μυὸς, εἰ δέρμα ἐστὶ τὸ ἡλκωμένον, εἰ ἧπαρ ἢ γαστὴρ, εἶεν ἂν δήπου καὶ αὗται διαφοραὶ τῶν ἑλκῶν. ταῦτα μὲν οὖν οὕτως ἔχει, οὐκ ἀπὸ τῆς οἰκείας αὐτῶν φύσεως, ἀλλ’ ἀπὸ τῶν χωρίων ἐν οἷς συνίστανται τὴν γένεσιν ἔχουσα. ὅταν δ’ εἴποι τις ἤτοι φλεγμαῖνον ἕλκος, ἢ ὑπερσαρκοῦν, ἢ κοῖλον,
225
οἴεται παραπλησίας εἰρηκέναι διαφορὰς ἑλκῶν, ἃς νῦν ἤδη· πέπαυμαι λέγων, οὗτος ἐξ ἀνάγκης ἐν τῇ θεραπευτικῇ μεθόδῳ σφαλήσεται. τὸ γὰρ φλεγμαῖνον ἕλκος οὑτωσὶ λεγόμενον ὅμοιον μὲν ἔχει τὸ τῆς ἑρμηνείας σχῆμα τῷ μικρὸν ἕλκος, οὐ μὴν τό γε δηλούμενον ὅμοιον ὑπάρχει. τὸ μὲν γὰρ ἐπιπολῆς ἢ βαθὺ κατηγορήσαντες τοῦ ἕλκους, οἰκείαν αὐτοῦ διαφορὰν ἐμηνύσαμεν· τὸ φλεγμαῖνον δ’ οὐδ’ ὅλως ἐστὶν ἕλκους διαφορά· δύναται γὰρ φλεγμῇναι μόριον καὶ χωρὶς ἕλκους. ὅθεν οἶμαι καὶ τὴν λέξιν ἐνταυθοῖ μὲν ὑπαλλάξαι δυνατόν· εἰ γὰρ εἴποις ἕλκος τῷδέ τινι γεγονέναι μετὰ φλεγμονῆς, οἰκειότερόν γε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις· οὐ μὴν εἰ φαίης μετὰ μεγέθους μὲν τῷδε, μετὰ σμικρότητος δὲ ἄλλῳ γεγονέναι. καὶ γὰρ οἰκειότερόν τε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις, εἰ τῷδε μέν τινι φαίης ἕλκος μέγα γεγονέναι, τῷ δὲ αὖ μικρόν. ὅθεν εἰ οἷόν τ’ ἦν καὶ τὴν λέξιν ὑπαλλάττειν ὡς καὶ τῷ λεγομένῳ πράγματι πρεπωδεστέραν ἐργάζεσθαι καὶ τοῖς ἀκούσουσι σαφεστέραν, οὐ χρὴ κατοκνεῖν οὕτω ποιεῖν· ἀρχὴ γὰρ τοῦ μὴ σοφίζεσθαι περὶ τὰ πράγματα τὸ καὶ τῇ
226
λέξει χρῆσθαι διωρισμένῃ. τίς οὖν ἐν τοῖς τοιούτοις ἡ μέθοδος; εἰπεῖν γὰρ χρὴ παράγγελμά τι καὶ οἷον σκοπὸν ᾧ προσέχοντες τὸν νοῦν ἀεὶ δυνησόμεθα διορίζεσθαι ταχέως εἴτε διαφορὰν εἴρηκέ τις ἡστινοσοῦν διαθέσεως, εἴτ’ ἐπιπλοκὴν ἑτέρας. ἔστω δή σοι διορισμὸς ὅδε· τὸ δυνάμενον ἰδίᾳ ποτὲ καὶ καθ’ ἑαυτὸ συστῆναι, τοῦτ’ οὐκ ἄν ποτε γένοιτο τῶν ἄλλων οὐδενὸς διαφορά. μέγεθος μὲν οὖν καὶ σμικρότης, ὁμαλότης τε καὶ ἀνωμαλία καὶ χρόνος καὶ σχῆμα τῶν ἑτέροις συμβεβηκότων ἐστίν. ἕλκος δὲ καὶ φλεγμονὴ καὶ γάγγραινα καὶ σηπεδὼν ἕκαστον ἰδίᾳ τε καὶ καθ’ αὐτὸ δύναται συστῆναι, διαθέσεις γὰρ τινές εἰσι τοῦ σώματος ἡμῶν παρὰ φύσιν, οὐ τὰ ταῖς διαθέσεσιν ἐξ ἀνάγκης συμβεβηκότα. πᾶσι μὲν γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης συμβέβηκεν ἤτοι μικροῖς ἢ μεγάλοις ὑπάρχειν, ἢ ὁμαλέσιν, ἢ ἀνωμάλοις, ἢ προσφάτοις, ἢ παλαιοῖς, ἢ φαίνεσθαι προχείρως, ἢ κεκρύφθαι καὶ μὴ βλέπεσθαι· τὸ φλεγμαίνειν δ’ οὐκ ἔστι τῶν συμβεβηκότων ἕλκει, καθάπερ οὐδὲ τὸ σήπεσθαι καὶ γαγγραινοῦσθαι. πάντα γὰρ ταῦτ’ ἐστὶν ἐκ τοῦ τῶν νοσημάτων γένους, εἴ γε παρὰ
227
φύσιν εἰσὶ διαθέσεις καὶ βλάπτουσιν ἐνέργειαν. ἑτέρῳ δ’ αὖ πάλιν τρόπω ἕλκος ὀδυνώμενον ἢ ἕλκος ῥυπαρὸν λέγεται μὲν ὥς τις ἕλκους διαφορὰ, σύνθετον δέ τι δηλοῦται κᾀνταῦθα πλὴν ἕτερον τρόπον ἢ ὡς φλεγμαῖνον ἕλκος ἐλέγετο καὶ σηπομένου. ἐκεῖ μὲν γὰρ διάθεσις ἡ φλεγμονὴ καὶ ἡ σηπεδών· ἐνταυθοῖ δὲ ὅ τε πόνος καὶ ὁ ῥύπος ἐκ τοῦ τῶν συμπτωμάτων γένους. οὕτω δὲ κᾀπειδὰν εἴπῃ τις ἕλκος, ἢ κακόχυμον, ἢ ῥευματικὸν, ἢ ἀναβιβρωσκόμενον, αἰτίαν συνεμφαίνει τῇ διαθέσει. καὶ δῆλον ἐκ τῶν τοιούτων ὡς οἷον στοχεῖά τινα τῆς θεραπευτικῆς ἐστι μεθόδου τὰ πρῶτά τε καὶ ἁπλᾶ καὶ ἀσύνθετα νοσήματα, καὶ διὰ τοῦτ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν νοσημάτων ὑπομνήματι πάντ’ ἐξηριθμησάμεθα ταῦτα. διοίσει δ’ οὐδὲν ἢ πρῶτα λέγειν, ἢ ἁπλᾶ· καὶ γὰρ εἰ πρῶτον, ἁπλοῦν, καὶ εἰ ἁπλοῦν, πρῶτον ὥστε καὶ στοιχειῶδες. ἔνδειξις δὲ ἰάσεως ἀπὸ τῶν διαφορῶν οὐχ ἁπασῶν γίνεται. τὸ γὰρ πρόσφατον ἢ παλαιὸν ἕλκος οὐδὲν ἐνδείκνυται, καίτοι δοκεῖ τισιν, ἀλλὰ παραλογίζονται
228
σφᾶς αὐτοὺς, ὡς κᾀν τοῖς κατὰ δίαιταν ἑτέραν μὲν ἀρχῆς, ἑτέραν δ’ ἐπιδόσεως, ἄλλην δ’ ἀκμῆς τε καὶ παρακμῆς ἔνδειξιν εἶναι λέγοντες· ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐρεῖν μέλλοντες, οὐ δεόμεθα νῦν μηκύνειν τὸν λόγον· ἀλλ’ ὅσον εἰς τὰ παρόντα μόνον αὔταρκες ἐροῦμεν. τὸ ἕλκος τὸ πρόσφατον, ἐπειδὴ τοὐπίπαν ἄνευ τε διαθέσεως ἑτέρας ἐστὶ καὶ σύμπτωμα μηδὲν μηδέπω ἔχει συνὸν, ἑτέραν οἷόν τε ποιεῖσθαι τὴν ἔδειξιν τοῦ παλαιοῦ· τὸ δ’ οὐχ οὕτως ἔχει. τὸ γὰρ αὐτὸ τοῦτο μόνον ἕλκος· ἔστι δὲ τοιοῦτον ᾧ μήτε κοιλότης τις σύνεστι μήτ’ ὀδύνη μήτε ῥύπος, ἁπασῶν τε τῶν ἄλλων ἀπήλλακται διαθέσεων, αὐτῆς δὲ μόνης δεῖται τῆς ἰδίας ἰάσεως, ἧς ὁ σκοπὸς ἕνωσις, ἢ κόλλησις, ἢ σύμφυσις, ἢ συνέχεια. μυριάκις γὰρ εἴρηται τὸ καλεῖν ὡς ἂν ἐθέλῃ τις, ἔνθα μηδὲν βλάπτεται τὸ πρᾶγμα. εἴτ’ οὖν πρόσφατον εἴη τὸ τοιοῦτον ἕλκος εἴτε παλαιὸν, ἀεὶ τῆς αὐτῆς δεῖται θεραπείας, οὐδὲν τῆς ἀπὸ τοῦ χρόνου διαφορᾶς ἴδιον ἐνδεικνυμένης. εἰ μέντοι κοιλότητα βαθεῖαν ἔχει κατακεκρυμμένην ὑπὸ τῷ δέρματι,
229
σκέπτεσθαι πότερον ἐκ τῶν ἄνωθεν μερῶν εἴη, ὡς ὑποῤῥεῖν ἐξ αὐτῆς τοὺς ἰχῶρας κατάντεις, ἢ κάτωθεν, ὡς αὐτόθι συνίστασθαι. τῶν μὲν οὖν ὑποῤῥύσεις ἐχόντων ἡ αὐτὴ θεραπεία τοῖς ἄλλοις, τῶν δ’ οὐκ ἐχόντων ἡμᾶς χρὴ μηχανᾶσθαί τινας ἐκροάς, διττὴ δ’ ἡ μηχανή· ποτὲ μὲν ἀνατέμνοντί σοι τὴν κοιλότητα σύμπασαν, ἐνίοτε δὲ ἀντιδιαιροῦντι μόνον ἐν τῷ πυθμένι. τὸ δ’ ὅτε χρὴ τούτων ἑκάτερον δρᾷν ἥ τε τῶν χωρίων ἐνδείξεται φύσις καὶ τὸ τοῦ ἕλκους μέγεθος. εἰ μὲν γὰρ καὶ τὰ χωρία σφαλερὰν ἔχει τὴν διαίρεσιν καὶ τὸ ἕλκος εἴη μέγα, βέλτιον ἀντιδιαιρεῖν, εἰ δὲ τἀναντία, τὸ ἀνατέμνειν ἄμεινον. ἡ δ’ ἐπίδεσις ἀρχέσθω μὲν ἐκ τῶν ἄνωθεν, τελευτάτω δὲ κάτω ἵναπερ ἡ ἐκροή. ὅτι δὲ καὶ ἡ παρὰ τὰ τετρωμένα μόρια σύμπαντα διαφορὰ τῶν ἑλκῶν ἐπικαιροτάτη πρὸς ἔνδειξιν τῆς ἰάσεως ἔμπροσθεν εἴρηται. ἀλλ’ ἐκείνη μὲν ὡς ὁμοιομερῶν, ἧς δὲ νῦν ἐμνημονεύσαμεν, ὡς ὀργανικῶν ἐστιν ἔνδειξις. εἰρήσεται μὲν δὴ καὶ περὶ τῆς ἢ ὡς ὁμοιομερῶν, ἢ ὡς ὀργανικῶν σωμάτων ἐνδείξεως ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· ἐν δὲ τῷ παρόντι πάλιν ἐπὶ τὰς
230
οἰκείας διαφορὰς τῶν ἑλκῶν ἰτέον· εἶτ’ ἐγκάρσιον ἢ εὐθὺ, καὶ μέχρι βάθους ἢ ἐπιπολῆς, καὶ μικρὸν ἢ μέγα διοριστέον. τὰ μὲν γὰρ ἐγκάρσια διὰ τὸ τὰ χείλη μᾶλλον αὐτῶν διεστηκέναι τε καὶ ἀφεστηκέναι τῆς συναγωγῆς ἀκριβεστέρας δεῖται· ὥστε καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν ἐπὶ τούτων χρηστέον. ὅσα δὲ κατὰ τὰ μῆκος τῶν μυῶν ἐγένετο, ταῦτ’ ἐκ δυοῖν ἀρχῶν ἐπιδῶν οὔτε ῥαφῶν οὔτε ἀγκτήρων δεήσῃ. εἰ δ’ ἄλλως ἐπιδεῖν ἐθελήσαις ἢ ἀγκτῆρσιν καὶ ῥαφαῖς, ἀρκέσουσιν ἢ ἐλάχισται παντελῶς αἱ ῥαφαί. καὶ τὰ μὲν μεγάλα τῶν ἑλκῶν ἐπὶ μᾶλλον ξηραίνουσι θεραπεύσεις φαρμάκοις, εἴ τι τῶν ἔμπροσθεν εἰρημένων μέμνησαι· τὰ δὲ σμικρὰ καὶ τὸ μετρίως ξηραῖνον αὐτάρκως ἰάσεται. τὰ δ’ εἰς βάθος διήκοντα πάντως μὲν ἤδη καὶ μεγάλα, δεῖται δὲ τῆς ἐκ δυοῖν ἀρχῶν ἐπιδέσεως καὶ τοῦ μὴ προπετῶς κολληθῆναι τὰ χείλη· τὰ δ’ εἰς βάθος τε καὶ μῆκος ἐπὶ πολὺ προήκοντα διχῇ τ’ ἂν εἴη μεγάλα καὶ διττὴν ἔχει τὸν ἔνδειξιν, ὡς καὶ τῶν πάνυ ξηραινόντων δεῖσθαι φαρμάκων, καὶ μὴ συνάγεσθαι προπετῶς τὰ χείλη
231
καὶ ἐκ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι καὶ ῥάπτεσθαι διὰ βάθους. οὕτω δὲ κᾂν εἰ πολλὰς ἐπιπεπλεγμένας ἴδοις διαφορὰς, ἑκάστην ἰδίαν ἔνδειξιν ἔχουσαν, εἰ μὲν μὴ μάχοιντο, πάσαις χρῆσθαι κράτιστον· εἰ δέ πῃ καὶ διαφέροιντο, πῶς χρὴ διορίζεσθαι περὶ τῶν τοιούτων εἴρηται μέν που κᾀν τοῖς ἔμπροσθεν, εἰρήσεται δὲ κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον. ἤδη γάρ μοι καιρὸς εἶναι δοκεῖ καταπάνειν ἐνταυθοῖ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων. ἐν δὲ τῷ αὐτὸ τετάρτῳ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὡς τὸ πολὺ γινομένων διαθέσεων ὁ λόγος ἡμῖν ἔσται. συναναγράψομεν δ’ αὐταῖς καὶ τὰς τῶν προηγουμένων αἰτίων θεραπείας.

232

Ἕν τι γένος ἦν νόσου καὶ ἡ τῆς συνεχείας, λύσις, ἐν ἅπασι μὲν τοῦ ζώου τοῖς μέρεσι γινομένη, προσαγορευομένη δ’ οὐχ ὡσαύτως ἐν ἅπασιν. ἕλκος μὲν γὰρ ἐν σαρκώδει μορίῳ, κάταγμα δ’ ἐν ὀστῷ, σπάσμα δ’ ἐν νεύρῳ καλεῖται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ ἀπόσπασμα καὶ τὸ ῥῆγμα καὶ τὸ θλάσμα, τὸ μὲν ἐν συνδέσμῳ γινόμενον, τὰ δ’ ἐν ἀγγείοις τε καὶ μυσὶν ἐκ βιαίας πληγῆς ἢ καταπτώσεως ἤ τινος ἑτέρας ἰσχυρᾶς κινήσεως. ἡ δ’ ἐκχύμωσις ὡς τὰ πολλὰ μὲν ἅμα τῷ θλασθῆναί τε καὶ ῥαγῆναι γίνεται, συμπίπτει δέ

233
ποτε καὶ κατὰ ἀναστόμωσιν ἀγγείων καὶ τὴν καλουμένην ὑπό τινων διαπήδησιν, ἕτερόν τι γένος συνεχείας λύσεως ὑπάρχουσαν τηνικαῦτα. καὶ μὴν καὶ κατὰ ἀνάβρωσιν ἐνίοτε διαφθείρεται τὸ συνεχὲς ἐν τοῖς τοῦ ζώου μέρεσιν· ἀλλ’ ἤδη μικτὴ διάθεσις τοῦτο· συνεφάπτεται γὰρ ἑτέρου γένους νοσήματος, ὑπὸ τὸ ποσὸν τῶν μορίων πεπτωκότος· ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἔμπροσθεν ἐδείκνυμεν. ἔστι γὰρ οὖν καὶ αὐτῶν τούτων ἡ γένεσις διττὴ, ποτὲ μὲν ἐκ περιαιρέσεως ἀποτελουμένη, ποτὲ δὲ ἐξ ἀναβρώσεως· ἀλλ’ ἡ μὲν περιαίρεσις ὅπως γίνεται πρόδηλον· ἡ δὲ ἀνάβρωσις εἰ μὲν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ ζώου τὴν γένεσιν ἔχει, χυμῶν ἐστι μοχθηρῶν ἔγγονος· εἰ δὲ ἔξωθεν, ἐπὶ φαρμάκοις ἢ πυρὶ συνίσταται. καὶ δὴ καὶ προσέχειν χρὴ τὸν νοῦν, ὥσπερ καὶ πρόσθεν ἐλέγετο, καὶ διορίζεσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν ἐπιπεπλεγμένων· ἁπλῆν μὲν γὰρ ἐφ’ ἁπλῷ νοσήματι καὶ τὴν θεραπείαν, οὐχ ἁπλῆν δὲ ἐπὶ συνθέτῳ ποιεῖσθαι προσῆκον. ἥτις μὲν οὖν ἐστι μέθοδος ἐπὶ ταῖς τῶν συνθέτων ἰάσεσιν ἔμπροσθεν εἴρηται. χρὴ δ’ οὐ τὸ καθόλου μόνον αὐτῆς ἐκμαθεῖν, ἀλλὰ κᾀν τοῖς
234
κατὰ μέρος γεγυμνάσθαι. καὶ γὰρ οὖν κᾀν τούτοις ἑτέρων ἐστὶ χρεία μεθόδων πολλῶν ὡς ἄν εἴποι τις μερικῶν· ἐφ’ ἑκάστου γὰρ εἴδους νοσήματος ἴδιον εἶδός ἐστι μεθόδου. πάλιν οὖν ὅσον ὑπόλοιπόν ἐστι τῆς τῶν ἑλκῶν ἰάσεως, ἐν τῷδε τῷ γράμματι λεγέσθω τὴν ἀρχὴν ἡμῖν ἐνθένδε ποιησαμένοις. ἕλκος ἅπαν ἤτοι μόνον ἐστὶν αὐτὸ καθ’ ἑαυτὸ, μήτε συνεισβαλούσης αὐτῷ διαθέσεως ἑτέρας μήτε προηγησαμένης μήτε ἀκολουθησάσης, ἢ μετά τινος ἑτέρας ἤτοι μιᾶς ἢ καὶ πλειόνων συνίσταται. καὶ τούτων τῶν διαθέσεων ἔνιαι μὲν οὐ μόνον εὐθὺς ἐξ ἀρχῆς ἐποιήσαντο ἕλκος, ἀλλὰ καὶ νῦν ἔτι καὶ μεῖζον ἐργάζονται· τινὲς δὲ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσιν ὡς πρὸς τὴν ἴασιν· ἀλλὰ περὶ μὲν τούτων εἴρηται πρόσθεν, ὑπὲρ δὲ τῶν μεῖζον ἐργαζομένων τὸ ἕλκος ἐν τῷδε λεχθήσεται. διττὸς μὲν οὖν ὁ ἐπ’ αὐτῶν σκοπὸς, ἢ ἐκκόψαι τελείως ἐκ τοῦ σώματος τὰς τοιαύτας διαθέσεις, ἢ νικῆσαι τὴν ἀπ’ αὐτῶν βλάβην. ἀλλὰ τοῦτο μὲν ἐπειδὰν σμικρὰ παντελῶς ἡ διάθεσις ὑπάρχῃ, δυνατὸν ἐργάσασθαι· μεγάλης δ’ οὔσης. τὸ ἕλκος εἰς οὐλὴν ἀγαγεῖν οὐκ ἐνδέχεται, πρὶν ἐκείνην ἰάσασθαι.
235
τίνες οὖν αἱ τοιαῦται διαθέσεις καὶ πόσαι σκεπτέον ἡμῖν ἀκριβῶς ἐνθένδε ποθὲν ἀρξαμένοις ὅθεν κᾀν τοῖς ἔμπροσθεν ἠρξάμεθα. πᾶν ἕλκος, εἴτε μετὰ κοιλότητος εἴτε καὶ μόνον ὑπάρχει, τῆς θ’ ὑποκειμένης σαρκὸς δεῖται κατὰ φύσιν ἐχούσης καὶ μηδενὸς μεταξὺ παρεμπίπτοντος εἰς τὰ κολληθησόμενα χείλη, καθάπερ πολλάκις γίνεται, τρίχα καὶ ψάμμον καὶ ῥύπον, ἔλαιόν τε καί τι τοιοῦτον ἕτερον ἐμποδίσαι τὴν κόλλησιν, ἀλλὰ ταῦτα μὲν οἷον συμπτώματά τινα τῶν ἑλκῶν ἐστι, κωλῦσαι μὲν ὁπότε παρείη τὴν ἴασιν δυνάμενα, ποιῆσαι δ’ , εἰ μὴ παρείη, μὴ δυνάμενα. τῆς δ’ ὑποκειμένης σαρκὸς ἡ διάθεσις αἰτίας λόγον ἔχει πρὸς τὸ γινόμενον· ἐξ αὐτῆς γὰρ καὶ διὰ αὐτὴν ἥ τε κόλλησις τῶν διεστώτων καὶ ἡ σάρκωσις τῶν κοίλων γίνεται. χρὴ τοίνυν ταύτην ἀκριβῶς κατὰ φύσιν ἔχειν, ἵν’ ἑκάτερον ἐκείνων ἀμέμπτως ἐπιτελῆται· τὸ καλῶς δ’ ἔχειν αὐτὴν κατὰ τὴν οἰκείαν ὑπάρχει κρᾶσιν; ὥσπερ καὶ τοῖς ἄλλοις ἅπασιν. εὔκρατον μὲν οὖν ἀκριβῶς εἶναι προσήκει τὴν ὑποκειμένην σάρκα πρὸς κόλλησίν τε καὶ σάρκωσιν ἑλκῶν. ἆρ’ οὖν ἀρκεῖ τοῦτο μόνον,
236
ἢ καὶ τὸ ἐπιῤῥέον αἷμα χρηστὸν καὶ σύμμετρον εἶναι χρή; ἐμοὶ μὲν καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι δοκεῖ· τό τε γὰρ διεφθαρμένον αἷμα τοσοῦτον ἀποδεῖ πρὸς κόλλησιν ἢ γένεσιν σαρκὸς ἐπιτήδειον ὑπάρχειν, ὥστ’ αὐτὸ πολλάκις ἀναβιβρώσκειν καὶ ἑλκοῦν τὸ σῶμα· τό τε πολὺ πλάδον ἐν τοῖς ἡλκωμένοις περιττὸν ἐργαζόμενον ἐμποδὼν ἴσταται ταῖς ἰάσεσιν, ὥς που καὶ πρόσθεν ἐδείκνυτο. καὶ τρεῖς οὗτοι τρόποι τῶν δυσιάτων ἑλκῶν ἐοίκασιν ὑπάρχειν· ὅ τ’ ἐκ τῆς δυσκρασίας τῆς ὑποκειμένης σαρκὸς καὶ ὁ ἐκ τῆς μοχθηρίας τοῦ τ’ ἐπιῤῥέοντος αἵματος, καὶ τρίτος ὁ ἐκ τῆς ποσότητος. ἢ οὐχ ὧδε χρὴ τὴν διαίρεσιν, ἀλλ’ ὡδὶ ποιήσασθαι μᾶλλον; ὡς τῶν δυσιάτων ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκὸς, τὰ δὲ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν γίνεται τοιαῦτα καὶ ὡς τῆς μὲν δυσκρασίας δύο ἔστωσαν διαφοραὶ, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνίοτε δὲ καὶ μετ’ ὄγκου τινὸς ἐπικτήτου. τῆς δ’ ἐπιῤῥοῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιῤῥεόντων χυμῶν· ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβέβηκέ
237
τινας τῶν εἰρημένων διαθέσεων, ἢ καὶ πάσας ἅμα. χρὴ δ’ οὐ πασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλ’ ἑκάστης ἰδίᾳ.

Τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθ’ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ ὃ εἵλκυσας καταιονῶν ἐπιπλέον· ὥστ’ οὐδὲν ἔσταί σοι πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης· εἰ δ’ ὑγροτέρα τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδ’ ὅλως χρώμενον· ἀλλ’ εἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος, οἶνος, ἢ ὀξύκρατον, ἢ ἀφέψημα πόας αὐστηρᾶς παρασκευαζέσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. ἔσται δὲ ἑκατέρα δήλη καὶ χροιᾷ καὶ ἁφῇ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει·

238
ποτὲ μὲν γὰρ πυρώσεως ὁμολογοῦσιν αἰσθάνεσθαι, ποτὲ δ’ ἐπιδήλου τινὸς ψύξεως κατὰ τὸ μόριον· καὶ χαίρουσιν ἢ τοῖς ψυχροῖς φαρμάκοις ἢ τοῖς θερμοῖς· καὶ τοῖς μὲν ἐρύθημα λεπτὸν ἐπανθεῖ, τοῖς δὲ ἐπὶ τὸ λευκότερον ἡ χροιά. ταυτὶ μὲν οὖν οὐ τῆς παρούσης ἐστὶ πραγματείας διορίζειν· οὐ γὰρ διαγνωστικὴν μέθοδον, ἀλλὰ θεραπευτικὴν ἐνεστησάμεθα· τῇ δὲ ἀκολουθίᾳ πως τοῦ λόγου συνεξέδραμεν· αὖθις οὖν ἐπανέλθωμεν ἐφ’ ἅπερ ἐξ ἀρχῆς προὐθέμεθα. τῶν σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἐστὶν ὄγκων ἁπάντων ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δ’ ὅσον ἐξ αὐτῶν συνῆπται τῆ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκοι, περιτέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκός· ἐπειδὰν δὲ καὶ μέχρι πλέονος ἡ διάθεσις ἐκτείνηται, σκέψις ἐνταῦθα γίνεται πότερα περικοπτέον ἅπαν τὸ παρὰ φύσιν ἐστὶν, ἢ θεραπευτέον ἐν χρόνῳ. καὶ δῆλον ὡς καὶ τῇ τοῦ κάμνοντος εἰς τοῦτο προσχρῆσθαι
239
δεῖ προθυμίᾳ· τινὲς μὲν γὰρ ἐν χρόνῳ πλείονι θεραπεύεσθαι βούλονται χωρὶς τομῆς· ἔνιοι δὲ πᾶν ὁτιοῦν ὑπομένειν εἰσὶν ἕτοιμοι τοῦ θᾶττον ὑγιᾶναι χάριν. οὕτω δὲ κᾀπὶ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δ’ ὡς κακοχυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ὀλίγῳ τε πλείω καὶ μὴ πολλῷ φαυλότερος ᾖ τοῦ κατὰ φύσιν ὁ ἐπιῤῥέων τοῖς ἡλκωμένοις χυμὸς, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει, στύφοντά τε καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δὲ ἐπὶ τὸ ὑγιὲς, ὡς ἐν τοῖς κατάγμασιν ἐκέλευσεν ὁ Ἱπποκράτης. ἀλλὰ καὶ τὰ τοῖς ἕλκεσιν αὐτοῖς προσαγόμενα φάρμακα ξηραντικώτερα τῶν τοῖς ἁπλοῖς ἕλκεσι προσαγομένων ὑπαρχέτω. μὴ δυναμένης δὲ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιῤῥοῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον, ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν δι’ ἀτονίαν τινὰ τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνει, ταύτην ἰατέον· εἴη δ’ ἂν ἔτι τοῦτο τῶν ἡλκωμένων
240
μορίων οἰκεία τις ἴασις· εἰ δὲ διὰ πλῆθος ἢ κακοχυμίαν ἤτοι παντὸς τοῦ σώματος ἤ τινος τῶν ὑπαρκειμένων μορίων, ἐκεῖνα πρότερον ἐπανορθωτέον. ἡ μὲν οὖν ἀτονία τοῦ μέρους, δι’ ἣν ἐπ’ αὐτὸ πλείους τοῦ δέοντος ἀφικνοῦνται χυμοὶ, πάντως μὲν ἐπὶ δυσκρασίᾳ γίνεται, οὐ μὴν ἁπάσῃ γε ἕπεται ἀτονία δυσκρασίᾳ· καὶ διὰ τοῦτο πολλάκις μὲν αὐτὸ τοῦτο μόνον ἡ ἡλκωμένη σὰρξ δύσκρατός ἐστιν, οὐ μὴν καὶ ἄτονος· ἐνίοτε δ’ ἄμφω, δύσκρατός τε ἅμα καὶ ἄῥῥωστος· αἱ γὰρ ἐπιπλέον ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἰτίαι τοῖς πεπονθόσιν. ἰατέον δὲ ταύτας, ὡς καὶ πρόσθεν εἴρηται, τὰς μὲν θερμὰς ψύχοντα, τὰς δὲ ξηρὰς ὑγραίνοντα, καὶ τὰς μὲν ψυχρὰς θερμαίνοντα, τὰς δὲ ὑγρὰς ξηραίνοντα· καὶ δὴ καὶ κατὰ συζυγίαν εἰ ψυχρότερός τε ἅμα καὶ ὑγρότερος ὁ τόπος εἴη, θερμαίνοντά τε καὶ ξηραίνοντα· κᾀπὶ τῶν ἄλλων ὡσαύτως, ἀεὶ ταῖς κρατούσαις ποιότησι τὰς ἐναντίας προσάγοντα. λογισμὸς δὲ τούτου τοιόσδε τὸ κατωρθωμένον ἅπαν οὐκ ἐν ζώοις μόνον ἢ φυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι σύμμετρόν τί ἐστι καὶ μέσον ἁπάντων τῶν διημαρτημένων· ὅτου
241
γὰρ ἂν μήτ’ ἀφελεῖν ἔστιν μήτε προσθεῖναι μηδὲν ἢ μόριον ἢ ποιότητα πάντῃ τοῦτ’ ἀμέμπτως ἔχει· τὸ δ’ ἀφαιρέσεως τινὸς ἢ προσθήκης χρῇζον ἐκπέπτωκε μὲν ἤδη τῆς ἀρίστης κατασκευῆς, ἐπανελθεῖν δ’ αὐτὴν ἑτέρως ἀμήχανον αὐτῷ χωρὶς τοῦ τὸ μὲν περιττὸν ἀφελεῖν, τὸ δὲ ἐλλεῖπον προσθεῖναι. περὶ μὲν δὴ τῶν μορίοις τισὶν ἐλλειπόντων ἢ πλεοναζόντων ἕτερος λόγος· ἐν οἷς δὲ ἐπικρατεῖ τις ποιότης, εὐθὺς μὲν ἐνταῦθα νενικῆσθαι τὴν ἐναντίαν ἀναγκαῖον, εὐθὺς δὲ καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς τέως κεκρατημένης, αὖθις ἀντεισαγομένης ἀνάγκη γίνεσθαι. ψύχων γὰρ τὸ τεθερμασμένον ἅμα μὲν ἀντεισάξεις τὸ λοιπὸν, ἅμα δὲ καὶ καθαρεῖς τὸ πλεονάζον. ὥστε ἀνάγκη πᾶσα τῶν κατὰ δυσκρασίαν τινὰ τοῦ κατὰ φύσιν ἐξεστηκότων τὴν ἴασιν γίνεσθαι διὰ τῶν ἐναντίων τῇ δυνάμει· οὕτω μὲν ἡ δι’ ἀτονίαν ὑπὸ ῥεύματος ἐνοχλουμένη σὰρξ, ἤ τι μόριον ἕτερον σαρκῶδες· ἐπειδὰν τὴν τῆς δυσκρασίας πρότερον ἰαθῇ διάθεσιν, ἐφεξῆς δηλονότι καὶ τὴν τῆς ἑλκώσεως ἰαθήσεται, οὐκ ἄλλως μὲν νῦν θεραπευθεῖσα
242
τὴν δυσκρασίαν, ἄλλως δ’ εἰ χωρὶς ἕλκους ἐπεπόνθει. ᾧ καὶ δῆλον ὡς οὐχ ἕλκους ἐστὶν, ἀλλὰ δυσκρασίας ἴδιος ἡ τοιαύτη πᾶσα θεραπεία. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ δι’ ἕτερόν τι μόριον ἢ καὶ τὸ σύμπαν σῶμα πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον ἐπιῤῥέον τι τοῖς ἡλκωμένοις μέρεσι μοχθηρὸν ἰάσασθαι χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον ἢ καὶ τὸ σύμπαν σῶμα. κατὰ τοῦτ’ οὖν καὶ κιρσοὺς πολλάκις ὑπερκειμένους τῶν ἡλκωμένων μορίων ἰασώμεθα πρότερον, ἵν’ ἐφεξῆς ἰασώμεθα τὸ ἕλκος, καὶ τῶν σπληνωδῶν τὸν σπλῆνα καὶ τῶν ἄλλό τι μόριον ἐπίσημον πεπονθότων ἐκεῖνο πρότερον ἐκθεραπεύσαντες, οὕτως ἐπὶ τὴν τῶν ἑλκῶν ἴασιν ἀφικόμεθα. ἀλλ’ οὐδεμία τῶν ἰάσεων τούτων αὐτοῦ τοῦ ἕλκους ἐστὶν, ἀλλά τινος ἑτέρας διαθέσεως ἤτοι γεννώσης ἢ αὐξανούσης τὸ ἕλκος.

Καὶ γὰρ αὖ καὶ τοῦτο καιρὸς διορίσασθαι ἤδη, τὸ μηδὲν τῶν προκαταρξάντων τῆς διαθέσεως· αἰτίων ἐνδείκνυσθαι τὴν θεραπείαν, ἀλλὰ τὴν μὲν ταύτης ἔνδειξιν ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς διαθέσεως, ἐξευρίσκεσθαι δὲ

243
τὰς κατὰ μέρος ἐνεργείας ἀπό τε τοῦ πρώτου σκοποῦ καὶ τῆς τοῦ πεπονθότος μορίου φύσεως καὶ τῆς τοῦ περιέχοντός κράσεως, ὅσα τε ἄλλα τούτοις ἐστὶν ὁμογενῆ. συνελόντι γὰρ εἰπεῖν ἀπ’ οὐδενὸς τῶν μηκέτι ὄντων ἔνδειξιν τοῦ συμφέροντος ἔνεστι λαβεῖν. ἀλλ’ ἐπεὶ πολλάκις εἰς διάγνωσιν τῆς διαθέσεως, ἀδήλου παντάπασιν ὑπαρχούσης καὶ τῷ λόγῳ καὶ ταῖς αἰσθήσεσιν, ἀναγκαζόμεθα πυνθάνεσθαι περὶ τοῖ προκατάρξαντος αἰτίου, δόκησις τοῖς πολλοῖς γίνεται κᾀκεῖνο συνενδείκνυσθαι τὴν ἴασιν· τὸ δ’ οὐχ οὕτως ἔχει. μαθήσῃ δ’ ἐναργῶς ἐφ’ ὧν ἐγχωρεῖ ἀκριβῶς γνῶναι τὴν διάθεσιν. εἴτε γὰρ ἐκχύμωσις, εἴθ’ ἕλκος, εἴτε ἐρυσίπελας, εἴτε σηπεδὼν, εἴτε φλεγμονὴ κατά τι μέρος ὑπάρχει, περιττὸν ζητεῖν τὸ αἴτιον ποιῆσαν, εἰ μὴ καὶ νῦν ἔτι ποιεῖ· οὕτως γὰρ ἅμα τε τὸ γεγονὸς θεραπεύσομεν ἤδη ἅμα τε τὸ ποιοῦν ἔτι ποιεῖν διακωλύσομεν. εἰ δ’ ἐποίησε μὲν, ἀπηλλάγη δὲ, τὸ μὲν γεγονὸς ἰασόμεθα, τὸ δὲ οὐκέτι ὂν οὐδ’ ἂν ἐκκόπτειν προαιρώμεθα, δυνησόμεθα· τῶν μὲν γὰρ ὄντων αἱ θεραπεῖαι, τῶν δὲ ἔσεσθαι μελλόντων αἱ προφυλακαί· τὰ δὲ μήτ’ ὄντα μήτε βλάψαι
244
προσδοκώμενα καὶ τοῦ θεραπευτικοῦ καὶ τοῦ προφυλακτικοῦ μέρους τῆς τέχνης ἐκπέπτωκεν. ὥστε οὔτε ἔνδειξις ἀπ’ αὐτῶν ἐστιν εἰς θεραπείαν οὔτε προφυλακή τις, ἀλλ’ ἢ μόνον, ὡς εἴρηται, πρὸς τὰς ἐκπιπτούσας τὴν ἡμετέραν ἐπίγνωσιν διαθέσεις ἡ γνῶσις τοῦ προκατάρξαντος αἰτίου χρησίμη, τοῖς δ’ ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ὡς μέρος τῆς ὅλης συνδρομῆς, ἐφ’ ᾗ τετηρήκασι τὴν θεραπείαν καὶ τὸ προκατάρξαν αἴτιον ἐνίοτε προλαμβάνεται, καθάπερ ἐπί τε τῶν λυττώντων κυνῶν καὶ τῶν ἰοβόλων ἁπάντων θηρίων, ἤδη δὲ καὶ τῶν δογματικῶν ἐκείνων, ὅσοι χωρὶς ἐνδείξεως λογικῆς ἀπὸ τῆς ἐμπειρίας μόνης ὁμολογοῦσι θεραπεύειν τὰ τοιαῦτα. καὶ γὰρ καὶ τούτοις ὡς ἓν μέρος τῆς ὅλης συνδρομῆς τὸ προκατάρξαν αἴτιον ζητεῖται, τοῖς δ’ ἐκ μὲν τῆς ἔμπροσθεν πείρας ἐγνωκόσι τῶν ἰοβόλων θηρίων τὰς δυνάμεις, ἔνδειξιν δὲ θεραπείας ἀπ’ αὐτῶν λαμβάνουσιν, οὐκ εἰς ἔνδειξιν ἰάσεως τὸ προκατάρξαν αἴτιον γνωσθὲν, ἀλλ’ εἰς τὴν τῆς παρούσης διαθέσεως ἐπίγνωσιν συντελεῖ. φέρε γὰρ ἐπίστασθαι μὲν τὸν ἰὸν τοῦ σκορπίου ψυχρὸν εἶναι τῇ δυνάμει καὶ λαμβάνειν ὡς ἀπὸ ψυχροῦ
245
τὴν τῆς ἰάσεως ἔνδειξιν, ἔχειν δὲ μηδὲν μή πω σημεῖον ὅτι τοιαύτη τις ἐν τῷδε τῷ σώματι διάθεσις ὑπάρχει, δῆλον γὰρ ὡς εἰ πυθοίμην ὅτι σκορπίος ὁ πλήξας, ἐκθερμαίνειν πειράσομαι τό τε σύμπαν σῶμα καὶ τὸ νενυγμένον ὑπ’ αὐτοῦ μόριον, οὐκ ἀναμείνας ἔτι τὴν πεῖραν, ἀλλ’ ἀπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως λαβὼν τὴν ἔνδειξιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν, ἐν οἷς ἠξίωσα γεγυμνάσθαι πρότερον, ὅτῳ μέλλει τι καὶ τῶν νῦν λεγομένων ὄφελος ἔσεσθαι, μηδεμίαν ἄνευ πείρας εὑρίσκεσθαι δύναμιν· ἦν γὰρ ἂν δήπου μακάριον εἴ τις ἐκ τοῦ θεάσασθαι λιθάργυρον, ἢ καστόριον; ἢ κανθαρίδας εὐθέως ἐγίνωσκεν αὐτῶν τὰς δυνάμεις. ἀλλ’ ὥσπερ ἐν ἅπασιν αἱ διαμαρτίαι τοῖς ὑπερβάλλουσι τοῦ μέτρου καὶ τοῖς ἐλλείπουσιν, οὕτω κᾀνταῦθα γίνονται· καὶ δὶς διὰ πασῶν, οὐχ ἅπαξ, ὡς ἔοικεν ἀντᾴδουσιν ἀλλήλοις οἵ τε μηδέ πω καὶ τήμερον ὁμολογοῦντες ἐπίστασθαί γε τὰς δυνάμεις τῶν φαρμάκων ἐπὶ τοσαύτῃ πείρᾳ, οἵ τε καὶ πρὸς τῆς μιᾶς πείρας ἀξιοῦντες ἐπίστασθαι καὶ γὰρ καὶ τοῦτο προπετὲς, εἰ χρὴ προπετὲς εἰπεῖν τὸ ἀδύνατον,
246
καὶ θάτερον ἢ τελέως ἀναισθήτων ἐστὶν ἢ φανερῶς ἐριζόντων. ἀλλὰ γὰρ, ὡς ἔφην, οὐ χρὴ νῦν περὶ τούτων ἀκούειν ποθεῖν, εἰρημένων ἐπὶ πλέον ἔν τε τῷ τρίτῳ τῶν περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἀλλ’ εἰς διάγνωσιν τῶν διαθέσεων ἔνια τῶν προκαταρξάντων αἰτίων συντελεῖ· ἔνθα δ’ οὐδὲν λανθάνει τῆς παρούσης διαθέσεως, οἴχεται καὶ τοῦ προκατάρξαντος ἡ χρεία· εἴρηται μὲν οὖν μοι κᾀν τοῖς ἔμπροσθεν ὡς οὐ δεῖ συνάπτειν ἐς ταὐτὸν ἀμφοτέρας τὰς διδασκαλίας, ἀλλ’ ἰδίᾳ μὲν τὴν ἐμπειρικὴν, ἰδίᾳ δὲ ποιεῖσθαι τὴν λογικήν. ἀναμεμνήσθω δὲ κᾂν νῦν ὡς ἐπειδὴ πρόκειται μόνην τὴν λογικὴν ἐν τοῖσδε τοῖς ὑπομνήμασι διελθεῖν, εἰ δὲ καὶ μὴ προσκέοιτό που περί τινος τῶν λεγομένων, ὡς οὐχ ἁπλῶς ἐστιν ἀληθὲς, ἀλλὰ μόνοις τοῖς κατὰ μέθοδον ἰατρεύουσιν, ἀκόλουθον αὐτῶν λογίζεσθαί τινα τοῦτο καὶ προστιθέναι παρ’ ἑαυτοῦ. νυνὶ μὲν γὰρ ἡμεῖς προσεθήκαμεν ὡς οὐδὲν τῶν προκαταρξάντων αἰτίων εἰς ἔνδειξιν θεραπείας ἐστὶ χρήσιμον, ἀλλὰ εἰς διάγνωσιν ἐνίοτε
247
διαθέσεως, ὁμολογοῦντες ὡς ἐν τοῖς ἐμπειρικῶς ἰωμένοις ὁτιοῦν, ἕν τι τῶν τῆς ὅλης συνδρομῆς μορίων ἐστὶ καὶ τὸ προκατάρχον αἴτιον, εἴτ’ οὖν λογικῶς τἄλλα θεραπεύοιεν εἴτε δι’ ἐμπειρίας ἅπαντα· κατὰ δὲ τὸν ἐφεξῆς λόγον οὐκ ἀναγκαῖον ἂν εἴη προσγράφειν τοῦτο. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, ἀρχὴν ὁμολογουμένην λαβόντες ᾗ κᾀν τοῖς ἔμπροσθεν ἤδη κεχρήμεθα φάσκοντες, τὴν τῆς θεραπείας δεομένην διάθεσιν αὐτὴν εἶναι τὴν τὸν πρῶτον σκοπὸν ἐνδεικνυμένην· ἐκ δὲ τούτου τἄλλα πάντα λαμβάνεσθαι. τούτῳ δ’ ὅτι τῷ σκοπῷ κοινωνίαν οὐδεμίαν ἔχει τῶν προκαταρχόντων αἰτίων οὐδὲν ἐξ αὐτῶν μάλιστα τῶν ἑλκῶν, ὅθεν περ ὁ λόγος ὡρμήθη, μαθήσῃ. γεγενήσθω γοῦν ἕλκος ἐξ ἀποστήματος· ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἐκ μοχθηρῶν χυμῶν· οὕτω γὰρ εἴωθεν ἡ φύσις ἐν νόσοις ἐκκαθαίρουσα τὸ σῶμα τὸ περιττὸν ἅπαν ὠθεῖν ἐπὶ τὸ δέρμα· καὶ τούτῳ μὲν οὖν ἑλκωθῆναι συμβαίνει, τῷ δ’ ὅλῳ σώματι ἐκκεκαθάρθαι. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἴασις; οἵα περ καὶ ἡ τῶν ἄλλων ἁπάντων οἷς οὐκ ἐπιπλέκεται διάθεσις οὐδεμία κακοήθης.
248
ἀλλ’ εἴ περ τοῦθ’ οὕτως ἔχει, δῆλον ὡς οὐδεμία παρὰ τῆς ποιησάσης τὸ ἕλκος αἰτίας ἔνδειξις εἰς τὴν θεραπείαν ἐγένετο. καὶ μὴν εἴ περ ἔμενεν ἡ κακοχυμία, πάντως ἄν που καὶ παρ’ αὐτῆς τὴν ἔνδειξιν ἐλάβομεν. ἀλλὰ καὶ ἄλλως ἄτοπον ἦν δεῖσθαι θεραπείας τὸ μηκέτ’ ὂν, ἢ ἐνδείκνυσθαι θεραπείαν τὸ μὴ δεόμενον αὐτῆς· ὥστε παντοίως ἄτοπον ἐκ τοῦ προκατάρξαντος αἰτίου ἔνδειξιν λέγειν γίνεσθαι θεραπείας. ἐπεὶ τοίνυν οὐ τοῦτο, δῆλον ὡς τὸ παρὸν αἴτιον ἔνδειξιν ποιήσεται. τίς οὖν ἡ ἔνδειξις; ἀκριβολογουμένῳ μὲν ἡ προφυλακτικὴ προσαγορευομένη, καταχρωμένῳ δ’ ἡ θεραπευτική· καὶ γὰρ καὶ αὐτῶν τῶν ἑλκῶν τῆς ἰάσεως, εἴθ’ ἁπλῶς ἕλκη μόνον εἴτε καὶ μετὰ κοιλότητος ὑπάρχει κατὰ τὸν ἀκριβῆ λόγον ἡ ἴασις ἐκ τοῦ φεύγειν τε καὶ προφυλάττεσθαι τὰ λυπήσοντα τὴν φύσιν ἀποτελεῖται. καὶ ὅλως ἐφ’ ὧν τὸ γινόμενον αὐτῆς τῆς φύσεως ἔργον ἐστίν· ὡς κόλλησις ἕλκους καὶ σάρκωσις, ἐκ τοῦ προφυλακτικοῦ γένους ἐστὶν ἡ τῶν τοιούτων ἐπιμέλεια· ἀλλ’ ὅμως ἴασις λέγεται πρὸς ἁπάντων ἀνθρώπων. καὶ τούτῳ διώρισται τοῦ προφυλακτικοῦ
249
μέρους τῆς τέχνης, τῷ διάθεσιν μὲν ὑπάρχουσαν ἤδη τινὰ νοσερὰν ἐκκόπτεσθαι, κατὰ τὸ ἕτερον εἶδος τῆς προφυλακτικῆς, κωλύεσθαι δὲ γίνεσθαι τὴν μηδέπω γεγενημένην κατὰ τὸ ἕτερον. ὥστε κᾀνταῦθα περὶ ὀνομάτων ἐρίζοντες ἀγνοοῦσιν οἱ νεώτεροι τῶν ἰατρῶν. ἐχρῆν δ’ αὐτοὺς, εἰ περὶ πραγμάτων ἐσπούδαζον, ἐξευρεῖν ὡς δύο εἰσὶν αἱ πρῶται διαφοραὶ τῶν ἐνεργειῶν τοῖς ἰατροῖς. ἢ γὰρ τὰς οὔσας ἤδη διαθέσεις ἐξ ὧν πράττουσι θεραπεύουσιν, ἢ τὰς οὐκ οὔσας γενέσθαι κωλύουσι. τὸ μὲν δὴ τὰς οὔσας ἐκκόπτειν, εἴτε τὰ διακόπτοντα τὰς ἐνεργείας τῆς φύσεως ἐκποδὼν ποιουμένους εἴτε καὶ αὐτούς τι διὰ τῶν φαρμάκων ἐργαζομένους, ἅπαντες ἄνθρωποι θεραπεύειν ὀνομάζουσι, τὸ δὲ κωλύειν γενέσθαι προφυλάττεσθαι. καὶ δὴ καὶ τὰ μετὰ κακοχυμίας ἡλκωμένα θεραπεύουσιν οἱ λόγῳ τε καὶ μεθόδῳ τῇ τέχνῃ προσιόντες, ἅμα μὲν ἐκείνην ἐκκαθαίροντες, ἅμα δὲ τὰ διακόπτοντα τὰς κινήσεις τῆς φύσεως ἀναιροῦντες. ἄμφω δ’. ἐστὶν ἀκριβολογουμένῳ ταῦτα προφυλακτικά. κωλύει γὰρ, ὡς κᾀν τῷ πρὸ τούτου δέδεικται λόγῳ, πάντα τὰ τοιαῦτα ῥύπον ἐπιτρέφεσθαι τοῖς ἕλκεσιν, ἢ ὑγρότητα πολλὴν, ἢ μοχθηράν.

250

Οὐκ οὖν ἐν ὀνόμασι μικρολογεῖσθαι καλὸν, ἀλλ’ ἄμεινον εἰπεῖν τινα μέθοδον ἰάσεως ἑλκῶν, οἵαν ἡμεῖς ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷδε διεξῇμεν. ἐγὼ μὲν γὰρ καὶ θαυμάζω τὴν ἀναισθησίαν τοῦ Θεσσαλοῦ, γράφοντος ὡδί πως ὑπὲρ τῆς τῶν κακοηθῶν ἑλκῶν ἰάσεως· εἰσὶ δὲ σφόδρα ἀναγκαῖαι καὶ αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν καὶ μὴ ὑγιαζομένων, ἢ κατουλουμένων καὶ πάλιν ἀναλυομένων· πρὸς τῷ ἐπὶ μὲν τῶν μὴ συμφυομένων σκέπτεσθαι τί ἐστι τὸ ἐμποδίζον καὶ τοῦτ’ αἴρειν, τὸ δ’ ἐπουλούμενον καὶ ἀναξαινόμενον ἀναγκάζειν κρατεῖν τῆς οὐλῆς, μετασυγκρίνοντας τὸ πάσχον μέρος, ἢ καὶ κοινῶς ὅλον τὸ σῶμα καὶ δυσπαθὲς τοῦτο ποιεῖν διὰ τῶν τοῦτο δρώντων βοηθημάτων. ταυτὶ μὲν οὖν ὁ Θεσσαλὸς ἐν τῷ περὶ χειρουργίας βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς προειπὼν ἐν τοῖς ἐφεξῆς ἐπὶ πλέον ᾧδέ πως ὑπὲρ αὐτῶν τούτων γράφει· τὰ δὲ χρόνια τῶν ἑλκῶν καὶ μὴ ὑγιαζόμενα, ἢ κατουλούμενα καὶ ἀναξαινόμενα ἐμφαίνει· τὰ μὲν εἰς οὐλὴν μὴ συνερχόμενα ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν

251
γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους καὶ παραπλήσια ποιήσαντας τοῖς νεοτρώτοις πάλιν ἐναίμως ἰᾶσθαι, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονὴν καὶ τὴν λοιπὴν προσάγειν ἐπιμέλειαν· τὰ δ’ εἰς οὐλὴν ἐρχόμενα. καὶ ἀναλυόμενα, κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι, καταπλάσμασι τοῖς παρηγοροῦσιν, ἕως ἂν παύσηται ἡ ἀγανάκτησις· ἐνδούσης δὲ συνεργεῖν εἰς ἐπούλωσιν· μετὰ δὲ ταῦτα φοινίσσειν τὰ κύκλῳ μέρη, πλατὺν περιλαμβάνοντας τόπον τῷ διὰ τοῦ νάπυος μαλάγματι, ἤ τινι ἑτέρῳ μεταβάλλειν δυναμένῳ, καὶ τὴν εὐπάθειαν ἀναιρεῖν. μὴ ληγόντων δὲ καὶ κοινῶς ὅλου τοῦ σώματος ἐπιμέλειαν ποιεῖσθαι, μετασυγκρίνοντας αὐτὸ διὰ γυμνασίων ποικίλων καὶ αἰώρας καὶ ἀναφωνήσεως παρόντων ἐμπείρων, καὶ διαίτης κατὰ πρόσθεσιν αὐξανομένης τε καὶ μειουμένης, ἀρχῆς ἐντιθεμένης διὰ τὸν ἀπὸ ῥαφανίδων ἔμετον. χρῆσθαι δὲ καὶ τῇ τοῦ λευκοῦ ἐλλεβόρου δόσει καὶ τοῖς ἄλλοις ἅπασιν οἷς χρώμεθα ἐπὶ τῶν
252
ὑπαγομένων διαίτῃ χρονίων καὶ δυσαποτρίπτων παθῶν. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις. ἄξιον δὲ θαυμάσαι τἀνθρώπου τὴν ἀναισθησίαν ἢ τὴν τόλμαν· εἰ μὲν αὐτὸς ἑαυτὸν ἀνέπεισεν ὡς ὀρθῶς λέγει, τὴν ἀναισθησίαν· εἰ δ’ ἐπιστάμενος ὡς οὐδὲν λέγει παρακρούεσθαι τοὺς ἀναγινώσκοντας ἅπαντας ἤλπικε, τὴν τόλμαν. ἐκ τῶν χρονίων ἑλκῶν, ὦ γεναιότατε, τίς ἔνδειξις γίνεται θεραπείας; ἐγὼ μὲν γὰρ οὔτ’ ἐκ τῶν προσφάτων οὔθ’ ὅλως ἐκ χρόνου κατ’ οὐδὲν τῶν νοσημάτων ἐξεῦρον οὐδεπώποτε τὴν θεραπείαν, ἀλλ’ ἐξ αὐτῆς τῆς διαθέσεως, ἣν ἰᾶσθαί μοι πρόκειται. καθόλου γὰρ ἐὰν εἰς τὸν χρόνον ἀποβλέπῃ τις, ὡς ἔνδειξιν παρ’ αὐτοῦ λαμβάνειν, ἑτέραν μὲν πάντως ἡ δευτέρα τῶν ἡμερῶν, ἑτέραν δ’ ἡ τρίτη παρέξει τὴν ἔνδειξιν· οὕτως δὲ καὶ ἡ τετάρτη τῆς πέμπτης ἑτέραν· καὶ τούτων ἁπασῶν ἡ ἕκτη καὶ τῶν ἄλλων ἑκάστη τῶν μετὰ ταύτας. ὥστ’ οὐκέτι τὰς διαθέσεις ἃς θεραπεύομεν, ἐπισκεψόμεθα καὶ παρ’ αὐτῶν ἔνδειξιν ληψόμεθα; καίτοί γε τούτου ἀλογώτερον οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστι. πῶς οὖν ἀναγκαῖαι αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν εἰσιν, οὐδέν
253
γε ἐνδείκνυσθαι δυναμένου τοῦ χρόνου καθ’ ἑαυτόν; οὐ δήπου γὰρ ἐπειδὰν ὑπὸ κακοχυμίας ἕλκος ἀναβιβρώσκηται, διάφορον ἔνδειξιν ἀπ’ αὐτοῦ ληψόμεθα μετὰ τέτταρας μῆνας ἧς εὐθὺς ἐξ ἀρχῆς ἐλάβομεν. ἐγὼ μὲν οὐδ’ ἂν ἐάσαιμι χρονίσαι τὸ τοιοῦτον ἕλκος, ἀλλ’ εὐθέως ἀπὸ τῆς ἀρχῆς ἐκκόψαιμι τὴν αἰτίαν αὐτοῦ. καὶ γὰρ καὶ γνωρίζειν δυνατόν ἐστι τὴν διάθεσιν ἀπὸ τῆς ἀρχῆς ὡς τὰ πολλὰ, καὶ τὴν ἔνδειξιν ἀπὸ τῆς διαθέσεως λαμβάνειν ἀναγκαῖον. ὁ χρόνος δὲ τί πλέον ἡμᾶς διδάξει τοῦ τῶν ἡμερῶν ἀριθμοῦ μὰ τοὺς θεοὺς οὐκ ἔχω συμβαλεῖν, πλὴν εἰ τοῦτο λέγειν ἠβουλήθη ὁ Θεσσαλὸς, ὡς εἰς διάγνωσιν τῶν τοιούτων ἑλκῶν ἀναγκαῖον ἀναμεῖναι τὸν χρόνον. ἀλλ’ οὕτω γε πρῶτον μὲν ἂν ἰδιώτης εἴη παντάπασιν, εἰ μηδέποτε πρὸ τοῦ χρονίσαι τὸ ἕλκος ὁμολογεῖ διαγνῶναι δύνασθαι τὴν διάθεσιν. ἔπειτα δὲ σαφῶς ἂν ἔτι καὶ τοῦθ’ ὁμολογήσειεν, ὡς ἐξ ἄλλου μὲν ἡ τῆς ἰάσεως ἔνδειξις, ἐξ ἄλλων δὲ ἡ διάγνωσις γίνεται τῆς διαθέσεως. ἔστω γάρ τι συμβάλλεσθαι τὸν χρόνον εἰς τὴν διάγνωσιν· ἀλλ’ ἥ γε ἔνδειξις τῆς ἰάσεως οὐκ ἐκ τοῦ χρόνου. τί γὰρ
254
ἄν εἴη πρὸς ἔπος, εἴ τι χρονίζει τῶν ἑλκῶν, ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους; εἰ γὰρ διὰ ῥεῦμα κακόηθες, ὦ γενναιότατε, τὰ χείλη τοῦ ἕλκους ἐν διαθέσει τινὶ γέγονε, τί πλέον ἕξομεν, ἂν περικόψωμεν αὐτὰ πρὶν ἰάσασθαι τὸ ῥεῦμα; μεῖζον ἐργασόμεθα δηλονότι τὸ ἕλκος, ὥσπερ καὶ ποιοῦσιν ἔνιοι τῶν ὁμοίως ἐκείνῳ θεραπευόντων ἕλκη. τῆς γὰρ αἰτίας μενούσης τῆς καὶ πρότερον αὐτὰ σκληρὰ καὶ τυλώδη ποιησάσης οὐδὲν ἔσται πλέον ἐκ τοῦ περιτέμνειν ἄλλο γε ἢ μέγεθος ἕλκους· πάλιν γὰρ ἐκεῖνα τὰ περιτμηθέντα τοῖς πρότερον ὁμοίως ἔσται τυλώδη καὶ σκληρά. καίτοί γ’ οὐδ’ αὐτὸ τοῦτο προσέθηκεν ὁ σοφώτατος Θεσσαλὸς, ὡς ἐκκοπτέον ἐστὶ τὰ τυλώδη καὶ σκληρὰ καὶ κακόχροα τῶν ἡλκωμένων μορίων, ἀλλ’ ἁπλῶς ἐκκόπτειν κελεύει τὰ κωλύοντα τὴν σύμφυσιν καὶ νεωτεροποιεῖν. εἰ μὲν οὖν ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν αἴτια συνεβούλευε, παλαιός τ’ ἂν ἦν ὁ τοιοῦτος λόγος, ἐγώ τε οὐδὲν ἂν ἐμεμφόμην αὐτῷ, παρῄνηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν παλαιῶν ἰατρῶν, ὅσοι γε λόγῳ
255
τινὶ καὶ μεθόδῳ περὶ θεραπείας ἑλκῶν ἔγραψαν, ὡς ἐκκοπτέον ἐστὶ τὰς ἐργαζομένας αἰτίας αὐτὰ, καθάπερ, οἶμαι, καὶ τῶν ἄλλων ἁπάντων νοσημάτων. οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν ἑλκῶν ἔτι μενούσης τῆς ποιούσης αὐτὰ αἰτίας κάλλιον ἐκείνην πρότερον ἐκκόπτειν, ἐπὶ δὲ τῶν ἄλλων νοσημάτων οὐ κάλλιον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς ὧν τὸ ποιοῦν ἔτι πάρεστιν ἀπ’ ἐκείνου τῆς θεραπείας ἀρκτέον. εἰ δὲ τὰ κωλύοντα τὴν σύμφυσιν οὐκ ἐπὶ τῶν αἰτίων ἁπάντων ὅσα τοῦτο πέφυκε δρᾷν, ἀλλ’ ἐπὶ τῶν χειλῶν εἴρηκε μόνον, ὡς ἐξ ὧν ἐπιφέρει δῆλός ἐστιν, πλέον ἀγνοεῖν ἔοικεν ἢ γινώσκειν εἰς ἑλκῶν ἴασιν. εἴη μὲν γὰρ ἄν ποτε καὶ τοῦτο μόνον αἴτιον τοῦ μὴ θεραπεύεσθαι τὸ ἕλκος· εἴη δ’ ἂν οὐδὲν ἧττον, ὡς εἴρηται, καὶ ἡ χωρὶς ὄγκου παρὰ φύσιν ἐν τοῖς ἡλκωμένοις μέρεσι δυσκρασία καὶ ἡ μετ’ ὄγκου μέν τινος, ἀλλ’ οὐ πάντως τοῦ γε περιτομῆς δεομένου· καὶ πρὸς τούτοις ἔτι σκιῤῥὸς ὑπερκείμενος, ἢ σπλὴν μέγας, ἤ τις ἐν ἥπατι κακοπραγία καὶ χωρὶς τούτων ἁπάντων ἀτονία τοῦ μέρους αὐτοῦ τοῦ πεπονθότος,
256
ἐπίτασις οὖσα δυσκρασίας καὶ ἥδε· καὶ μὲν δὴ καὶ ἡ καθ’ ὅλον τὸ σῶμα κακοχυμία μέγιστον τῶν αἰτίων ὅσα λυμαίνεσθαι τοῖς ἕλκεσι πέφυκεν. ἐνοχλεῖ δ’ οὐδὲν ἧττον αὐτοῖς καὶ ἡ καλουμένη πληθώρα. τούτων ἕκαστον εἰ κελεύοι ἐκκόπτειν Θεσσαλὸς, ἐπαινῶ τὸν ἄνθρωπον, ὡς ἑπόμενον τοῖς παλαιοῖς· εἰ δὲ τὰ χείλη μόνον, ἓν ἐκ πολλῶν ἔγνωκε, ὃ μηδὲ τοὺς αἰπόλους λανθάνει. εἰ γὰρ σκληρὰ καὶ τετυλωμένα καὶ πελιδνὰ καὶ μέλανα καί τινα ἄλλην ἐπίσημον ἄχροιαν ἔχοντα θεάσαιτό τις αἰπόλος ἕλκους χείλη, πάντως τολμήσει περικόπτειν αὐτά. καὶ γάρ τοι καὶ προχειρότατόν ἐστι τὸ περικόψαι· μεῖζον δέ γε καὶ τεχνικώτερον ἰᾶσθαι φαρμάκοις. Θεσσαλὸς δὲ οὔτε τῶν ὑπὸ φαρμάκων δυναμένων μαλαχθῆναι χειλῶν εἰς γνῶσιν ἧκέ ποτε, καὶ γὰρ καὶ λέγουσιν αὐτὸν ἀποστῆναι τελέως τοῦ τοιούτου μέρους τῆς τέχνης, ὥσπερ οὖν ἐμφαίνει καὶ αὐτὸς, οὔθ’ ὅλως ἐμπειρίαν ἢ λογικὴν ἐπιστήμην ἔοικεν ἔχειν οὐδενὸς φαρμάκου· καθότι καὶ τοῦτο διὰ τοῦ περὶ φαρμάκων ἐνδείκνυται βιβλίου. ἀλλὰ περὶ μὲν τῶν ἐν ἐκείνοις οὐκ ὀρθῶς εἰρημένων ἐπὶ προήκοντι τῷ λόγῳ
257
διαλέξομαι· περὶ δὲ τῆς τῶν χρονίων ἑλκῶν ἰάσεως, ἣν ἐν τῇ προγεγραμμένῃ ῥήσει Θεσσαλὸς ἐποιήσατο, πρόκειταί μοι τό γε νῦν εἶναι διελθεῖν. ἄμεινον μὲν ἦν δήπου μὴ χρόνια καλεῖν, ἀλλὰ κακοήθη ταῦτα, καὶ τὴν φύσιν αὐτῶν ἐκδιηγήσασθαι καὶ τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν καὶ τὴν θεραπείαν ἑκάστου, τὴν μὲν ὡς ἐφ’ ἕλκει κοινὴν ἁπάντων αὐτῶν οἴαν ἐν τῷ τρίτῳ γράμματι διῆλθον· ἰδίαν δ’ ἐφ’ ἑκάστου, κατὰ τὸ τῆς ἐργαζομένης αἰτίας εἶδος, ὡς ἐν τούτῳ τῷ λόγῳ διωρισάμην. ὁ δὲ οὐδὲν τούτων ποιήσας καὶ νεωτεροποιεῖν τοὺς ἡλκωμένους τόπους ἀξιοῖ καὶ παραπλήσια τοῖς νεοτρώτοις ἀπεργασάμενος ἐναίμους ἰᾶσθαι. τοῦτο μέν γε ναὶ μὰ τὸν Ἀσκληπιὸν ἐναργῶς ἄν τις γνωρίσειε τοῖς ἔργοις τῆς τέχνης ἐγγεγυμνασμένος, ὡς ὑπ’ ἀνθρώπου γέγραπται ταῦτα μηδέποτε προνοήσαντος ἕλκους. ἐναίμως ἰᾶσθαι δύναταί τις, ἕλκος χρόνιον ὅμοιον τοῖς νεοτρώτοις ἐργασάμενος, ἀγκτῆρσι συναγαγὼν, ἢ ῥάψας αὐτοῦ τὰ χείλη· ἢ τούτων μὲν οὐδενὶ, ἐναίμῳ δέ τινι φαρμάκῳ καὶ μόνῃ σὺν αὐτῷ θαῤῥήσας ἐπιδέσει; τίς οὐκ οἶδεν ὡς πᾶν ἕλκος κακόηθες εὐθὺς καὶ
258
κοῖλόν ἐστιν, ὡς ἂν ἐξ ἀναβρώσεως γενόμενον; ἆρ’ οὖν, ὦ σοφώτατε Θεσσαλὲ, πρὶν σαρκωθῆναι τὸ κοῖλον ἕλκος, εἰς σύμφυσιν ἀχθῆναι δύναται; ἢ οὐ τοῦτ’ ἔστι τὸ ἐναίμως ἰᾶσθαι; μάτην τοίνυν αὐτὸς σὺ τῶν κοίλων ἑλκῶν τὸν σκοπὸν οὐ κόλλησιν, ἀλλὰ πλήρωσιν ἔγραψας. εἰ δὲ καὶ μὴ δι’ ἑαυτὸ κοῖλον ἦν ἅπαν ἕλκος κακόηθες, ἀλλά τοί γ’ ἐν τῷ νεωτεροποιεῖν, αὐτοῦ τὰ χείλη περικόπτοντας ὡς σὺ κελεύεις, ἐξ ἀνάγκης οἶμαι καὶ κοῖλον γίνεται καὶ πλείστην ἴσχει τῶν χειλῶν τὴν διάστασιν· ὥστ’ οὐκ οἶδα πῶς ἔτι κολλήσεις αὐτὸ καὶ συμφύσεις ἐναίμως. εἰ γὰρ προσάγειν ἐπιχειρήσεις βιαίως τὰ διεστῶτα πάμπολυ χείλη, φλεγμανεῖ μὲν ἐξ ἀνάγκης, οὐ συμφύσεται δέ. τούτου καὶ μόνου συνιέναι μοι δοκεῖ καὶ Θεσσαλός· ἐπιφέρει γοῦν, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονήν. ἄμεινον δὲ ἦν γράψαι καὶ μὴ κρατηθέντων παρηγορεῖν τὴν φλεγμονὴν, ἐξ ἀνάγκης γὰρ οὐ κρατηθήσεται. ἀλλ’ εἰ καὶ τοῦτο συγχωρηθείη τῷ Θεσσαλῷ καὶ παρέλθοιμεν αὐτὸ καὶ μὴ λίαν ἀκριβῶς ἐξετάζοιμεν, ὅτι γε τελέως ἀποκεχώρηκε
259
τῆς κοινότητος ἧς αὐτὸς ὑπέθετο πρόδηλον παντί. εἰ γὰρ τὸ ἐμποδίζον ἐξαιρήσομεν, οὐδὲν ἔτι περὶ τῆς τῶν χρονίων ἑλκῶν ὡς χρονίων κοινότητος ληψόμεθα. ἀλλ’ ἔστω καὶ τοῦτο. θεασώμεθα δὲ τὰ ἐφεξῆς, γράφει γοῦν ὧδε· τὰ δ’ εἰς οὐλὴν ἐρχόμενα καὶ ἀναλυόμενα κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι. μετὰ δὲ ταῦτα φησί· φοινίσσειν τὰ κύκλῳ μέρη τῷ διὰ τοῦ νάπυος μαλάγματι. τί φῄς, ἄνθρωπε, κᾂν δριμὺ, κᾂν θερμὸν ῥεῦμα τὸ φερόμενον ᾖ, φοινίσσειν χρὴ νάπυϊ τὸ μόριον; ἵν’ ὅπερ ἐν πολλῷ χρόνῳ πάσχειν ὑπὸ τοῦ ῥεύματος ἔμελλεν, ὑπὸ τοῦ Θεσσαλείου ταχέως πάθοι φαρμάκου, πᾶν ἑλκωθέν τε καὶ ἀναβρωθέν; τὰς γὰρ διὰ ψύξιν ἢ ὑγρότητα πολλὴν ἄνευ θερμασίας ἐπιφανοῦς ἀτονίας τῶν μερῶν φοινιγμοῖς ἐθεράπευον οἱ παλαιοί. σὺ δ’ ἑξῆς ἐπὶ πάντων χρᾷ, πρῶτον μὲν αὐτὸ τοῦτο μὴ διορισάμενος, εἴτε δι’ ἀτονίαν τοῦ μέρους, εἴτε διὰ κακοήθειαν τοῦ ῥεύματος, οὐ θεραπεύεται τὸ ἕλκος. ἔπειτα δ’ ὑπαλλάττων τὴν τάξιν. ὅταν γὰρ κατακαύσας τῷ
260
νάπυϊ τὸ μέρος ἀνύσῃς μηδὲν, ἐπὶ τὴν τοῦ παντὸς σώματος ἔρχῃ θεραπείαν ἔμπαλιν δ’, οἶμαι, καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ περὶ τούτων ἔγνωσται, τὸ σύμπαν σῶμα πρότερον ἀπέριττον ἐργασαμένους τολμᾷν ἐπιφέρειν τι τῷ μορίῳ θερμαῖνον καὶ δριμὺ φάρμακον. ἕλκειν γὰρ ἐφ’ ἑαυτὰ πέφυκεν ἐξ ὅλου τοῦ σώματος ἅπαντα τὰ τοιαῦτα δίκην σικύας. ἐὰν μὴ φθάσῃς κενώσας αὐτὸ, χορηγίαν ῥεύματος ἐγκαταλείψεις τῷ δριμεῖ φαρμάκῳ. τοῦτο καὶ τοῖς ἐμπειρικοῖς ἰατροῖς ὡμολόγηται καὶ τοῖς δογματικοῖς· τοῦτο καὶ τοῖς ἀρίστοις ἐδόκει τῶν φιλοσόφων· ἐπειδὴ γὰρ κᾀκείνων μέμνηται Θεσσαλὸς, οὐ χεῖρον αὐτοὺς ἐπικαλέσασθαι μάρτυρας, ὡς ὀφθαλμὸν οὐκ ἐγχωρεῖ καλῶς ἰάσασθαι πρὸ τῆς ὅλης κεφαλῆς, οὐδὲ ταὐτὴν ἄνευ τοῦ παντὸς σώματος. οὕτως Ἀριστοτέλης καὶ Πλάτων ἐγίνωσκεν ὑπὲρ νοσημάτων ἰάσεως· οὕτω δὲ καὶ Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Πλειστόνικος καὶ πάντες οἱ παλαιοί. Θεσσαλὸς δὲ μόνος ἔμπαλιν ἐπὶ τὸ διὰ τοῦ νάπυος ἥκει φάρμακον πρῶτον· εἶθ’ ὕστερον ἐπιμελεῖται τοῦ παντὸς σώματος· οὔκουν οὐδ’ ἐνταῦθα
261
φρονίμως οὐδὲν ὑποτιθέμενος. ἐνὸν γὰρ ἅπαξ ἐκκενώσαντα τὸ σῶμα καθαίροντι φαρμάκῳ, μετὰ τοῦτο χρηστῶς ἀνατρέφειν, ἀναφωνήσεώς τε μέμνηται καὶ γυμνασίων αἰωρήσεών τε καὶ διαίτης ἐκ περιόδου μεταβαλλομένης καί τινος ἀπὸ ῥαφανίδων ἐμέτου· κᾄπειτα τὸν κολοφῶνα τούτοις ἐπάγει, τὸν ἐλλέβορον αὐτὸν, ὁ χωρὶς περιεργίας ἐπαγγειλάμενος ἅπαντα θεραπεύειν. ἐγὼ δ’ οὐδ’ ἐπινοῆσαι δύναμαι πῶς ἄν τις χεῖρον, ἢ μακρότερον, ἢ περιεργότερον ἕλκος ἰάσαιτο. φέρε γὰρ, ἵν’ ὥσπερ ἔργῳ πολλάκις ἑωράκαμεν, οὕτω καὶ τῷ λόγῳ πλάσωμεν ἄνθρωπον ἰάσεως ἕλκους κακοήθους δεόμενον. ἔστω τις ὑγιαίνων μὲν τἄλλα, κνησάμενος δ’ ἐξαίφνης ὁτιοῦν μόριον, εἰ βούλει πῆχυν, ἐγειράτω παραχρῆμα φλύκταιναν· εἶτ’ αὖθις καὶ αὖθις κνησμῶδες γιγνέσθω ταὐτὸ τοῦτο μόριον· ἐκραγείσης δὲ τῆς φλυκταίνης ἕλκος κακόχρουν, ἀνωμάλως ἀναβιβρωσκόμενον γενέσθω· καὶ ταῦτ’ ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀπὸ τῆς ἀρχῆς συμπιπτέτω. λεγέτω δή τις ἐνταῦθά μοι τῶν Θεσσαλείων ἰατρῶν ὅντινα χρὴ τρόπον ἰᾶσθαι τὸ τοιοῦτον ἕλκος. ἐγὼ μὲν γάρ φημι
262
κακόηθές τε πάντως ὑπάρχειν αὐτὸ καὶ διὰ τοῦτο συνεπισκέψομαι παραχρῆμα τὴν τοῦ παντὸς σώματος διάθεσιν, ὁποία τίς ἐστιν. εὑρήσω γὰρ ἔκ τε τῶν περὶ τὸ ἕλκος συμπτωμάτων κᾀκ τῶν περὶ σύμπαν τὸ σῶμα φαινομένων σημείων, ὁποῖος μάλιστα τὴν ἰδέαν ἐστὶν ὁ πλεονάζων χυμός· καὶ τοῦτον ἐκκενώσω φαρμάκῳ παραχρῆμα· καὶ οὐκ ἀναμενῶ τὸν πῆχυν ὅλον τἀνθρώπου διάθεσίν τινα κακοήθη καὶ δυσίατον σχεῖν. οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ, τὰς ἐκείνων δηλονότι φυλάττοντες ὑποθήκας, πρῶτον ἀναμενοῦσι χρόνιον γενέσθαι τὸ ἕλκος, ἵν’ εἰς τὴν θαυμαστὴν ἐμπέσῃ κοινότητα νῶν χρονίων ἑλκῶν, ὥσπερ οὐκ ὂν ἄμεινον μακρῷ κακοηθῶν ἑλκῶν, ἀλλὰ μὴ χρονίων ἐνδεικτικὴν θεραπείας ὑποθέσθαι κοινότητα. εἶτα δυοῖν θάτερον, ἢ ἐκκόψουσι καὶ νεωτεροποιήσουσι καὶ συνάξουσιν ὡς εἰς κόλλησιν, ἢ πρῶτον μὲν τῷ διὰ τοῦ νάπυος χρήσονται φαρμάκῳ, τούτου δ’ ἀνύσαντος μηδὲν ἐπὶ τὰς ἀναφωνήσεις τε καὶ τὰς αἰωρήσεις καὶ τὰ ἄλλα γυμνάσια καὶ τὰς τῆς διαίτης κατὰ περιόδους μεταβολὰς ἀφίξονται· κᾄπειτα καὶ τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις
263
χρήσονται, καὶ μηδὲ τούτων ἰασαμένων τὸ ἕλκος ἐλλέβορον δώσουσιν· ἂν δὲ μηδ’ οὗτος ἀνύσῃ μηδὲν, ἀποπέμψουσιν εἰς Λιβύην τὸν ἄνθρωπον· ἔτι γὰρ τοῦτ’ ἔδει προσγεγραφέναι τὸν Θεσσαλὸν ἐπὶ τῇ θαυμαστῇ τῶν ἑλκῶν τῶν κακοηθῶν ἰάσει. κατατρίβει γοῦν ἐν ἀναφωνήσεσιν, αἰώραις τε καὶ τοῖς τοιούτοις ὥσπερ καχεξίαν, ἀλλ’ οὐ κακοχυμίαν θεραπεύων. καὶ τί θαυμαστὸν, εἰ μήτε γνωρίζειν ὁμολογοῦσιν ἄρτι συνιστάμενον ἕλκος κακόηθες, ἀναμένουσί τε χρόνιον αὐτὸ γενέσθαι καὶ πολλάκις μὲν ἐπουλωθῆναι, πολλάκις δ’ ἀναλυθῆναι πρὸ τοῦ γνῶναι τί ποιητέον ἐστὶν, ὅπου καὶ τοὺς ὁπωσοῦν πυρέξαντας ὑπερβάλλειν ἀξιοῦσι τὸν διὰ τρίτης ἡμέρας ἤτοι γενησόμενον ἢ μὴ γενησόμενον παροξυσμόν· οὕτως ἀκριβῶς ἄρα τὴν περὶ κρίσεων ἐκμεμαθήκασι θεωρίαν, ἢ τῆς μελλούσης ἀκμῆς τοῦ νοσήματος ὑπάρχουσι προγνωστικοὶ. τί δὴ συμβαίνει πολλάκις; ἐπὶ τῆς κλίνης κατασήπεσθαι τοὺς ἀνθρώπους ὑπ’ αὐτῶν, ἀπηλλάχθαι δυναμένους εὐθὺς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. οὐχ ἅπαξ γὰρ ἡμεῖς, ἢ δὶς, ἢ τρὶς, ἀλλὰ μυριάκις αὐτοί τε πολλοὺς τῶν
264
πυρεξάντων ἐλουσάμεθα, ἅμα τῷ παύσασθαι τὸν πρῶτον παροξυσμόν· τούς τε διδασκάλους ἡμῶν ἐθεασάμεθα ταὐτὸ τοῦτο ποιοῦντας· ἀδεῶς τε τοῦ λοιποῦ διαιτᾶσθαι συνεχωρήσαμεν, ὡς οὐκ ἂν ἔτι πυρέξοντας, οὓς ὁ σοφώτατος Θεσσαλὸς, ὁ τὴν πρώτην διάτριτον ἐξευρὼν, ἐταρίχευσεν ἂν ὅλαις, οἶμαι, τρισὶ λιμοκτονήσας ἡμέραις· εἶθ’ οὕτως ἔθρεψεν ἂν, οἶμαι, δηλαδὴ μετρίως τεταρταίους. εἶτα κατ’ ὀλίγον ἀνακομίζων μόλις ἑκταίους ἢ ἑβδομαίους ἀπέλυσεν ἂν ἐπὶ τὰ συνήθη τοὺς ἅπαξ πυρέξαντας. οὕτως ἀεὶ κατασήπουσι τοὺς ἀνθρώπους ἐν τοῖς πάθεσι, κᾂν ἀπαλλαγῆναι ῥᾳδίως αὐτῶν ἦν δυνατόν. ὀλιγίσταις οὖν ἡμέραις οἷόν τε θεραπευθῆναι κακόηθες ἕλκος ἀρχόμενον ὁ Θεσσαλὸς εἰς ἐνιαυτὸν ἢ καὶ πλείονα χρόνον ἐκπίπτειν ἐᾷ. τὸ γὰρ ἀναμένειν πολλάκις μὲν αὐτὸ συνουλωθῆναι, πολλάκις δ’ ἀναλυθῆναι, ἵν’ εἰδῇ εἰ κακόηθες, κᾄπειτα τῆς θεραπείας ἀρξάμενον. οὐδ’ οὖν οὐδὲ τότε καθαίρειν εὐθὺς, ἀλλὰ τῷ διὰ τοῦ νάπυος μὲν πρῶτον, εἶτ’ αἰώραις ἀναφωνήσεσί τε καὶ διαίταις χρῆσθαι, κᾄπειτα ῥαφανῖσιν, εἶθ’ οὕτως ἐλλεβόρῳ, τί ἄλλο ἢ ἐνιαυτὸν
265
ἀναμένοντός ἐστιν; εἶτ’ ὦ πρὸς θεῶν ἓξ ἡμερῶν, ἢ τὸ πλεῖστον ἑπτὰ, δυναμένου τἀνθρώπου τεθεραπεῦσθαι, μῆνας ἀναμενοῦμεν πολλοὺς; ἵνα δηλαδὴ πρῶτον μὲν γνῶμεν εἰ χρόνιόν ἐστιν, ἔπειτα δ’ ἀρξώμεθα τῆς θεραπείας; καὶ τίς ἦν ἀνάγκη χρονίων ἑλκῶν ἰδίαν ὑποθέσθαι κοινότητα, μηδὲν εἰς τὰς ἰάσεις ἡμᾶς ὠφελοῦσαν; ἐνὸν μὴ χρονίων, ἀλλὰ κακοηθῶν, οὐ κοινότητα μὰ Δία οὐδὲ τούτων ἐνδεικτικὴν, ἀλλὰ θεραπείαν γράψαι. συμβέβηκε μὲν γάρ τισιν ἕλκεσί τε καὶ νόσοις κακοήθεσιν ὑπάρχειν, οὐ μὴν ἀπὸ τούτου γε ἡ τῆς θεραπείας ἔνδειξις, ἀλλ’ ἡ μὲν διάθεσις αὐτὴ τὸν πρῶτον τῆς ἰάσεως. ὑπαγορεύει σκοπόν· ἐξ ἐκείνου δ’ εὑρίσκεται τὰ ποιητέα καθ’ ὃν ἐγὼ διελήλυθα τρόπον. ὥστε τοῦτ’ ἔστι τὸ μεθόδῳ θεραπεύειν, ὃ ποιοῦμεν ἡμεῖς ἑπόμενοι τοῖς παλαιοῖς· εἴ γε χρὴ τὴν μέθοδον ὁδόν τινα εἶναι καθόλου μίαν ἁπάντων κοινὴν τῶν κατὰ μέρος. ὁ δέ γε κᾀν τούτῳ σφάλλεται καὶ τὸ πάντως ὑπάρχον τοῖς ὁτιοῦν μεθόδῳ ποιοῦσι, τοῦτο τὴν μέθοδον αὐτὴν εἶναι νομίζει. γνῶσιν μὲν γὰρ ἔχειν
266
ἀναγκαῖόν ἐστι τὸν μεθόδῳ πᾶν ὁτιοῦν ἐργαζόμενον ὁμοιότητός τε καὶ ἀνομοιότητος, οὐ μὴν αὐτό γε τοῦτ’ ἔστιν ἡ μέθοδος, ὁμοίου τε καὶ ἀνομοίου γνῶσις. οὐδὲ τοῦτο λέγει Πλάτων ἢ Ἀριστοτέλης, ὧν τολμᾷ καταψεύδεσθαι Θεσσαλός· ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ ταῦτ’ ἐξελέγχειν. αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι καὶ δείξειν ἐπαγγέλλομαι τήν τε ἀρχὴν αὐτῆς μίαν ἐν ἁπάσαις ταῖς ἰάσεσι, τήν τε ἀπὸ τῆς ἀρχῆς ὁδὸν ἕως τοῦ τέλους ὁμοίαν ἐν ἅπασι τοῖς κατὰ μέρος. ὥστ’ εἰ καὶ καθ’ ἕκαστον πάθος ἰδία τις φαίνοιτο μέθοδος ἰάσεως, ἀλλὰ τό γε κοινὸν ἐφ’ ἁπάσαις γένος ἓν ὑπάρχει. ἄρχεσθαι μὲν γὰρ ἀεὶ χρὴ τῆς ἐνδείξεως ἀπὸ τῆς διαθέσεως, ἣν θεραπεύειν ἐπιχειροῦμεν· ἐπισκέπτεσθαι δὲ καὶ διορίζεσθαι πότερον ἤδη πέπαυται τὸ ποιῆσαν αἴτιον τὴν διάθεσιν, ἢ καὶ νῦν ἔτι συνεπαύξει τε καὶ ποιεῖ· κᾄπειτα πεπαυμένου μὲν ἐπὶ τὴν ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένην μέθοδον ἰτέον· ἔτι δὲ ποιοῦντος ἐπὶ τὴν ἐν τῷδε. τῇ γὰρ αὐτῇ μεθόδῳ τῇδε καὶ φλεγμονῆς
267
καὶ πυρετοῦ καὶ πάντων ἁπλῶς τῶν νοσημάτων τὰς ἰάσεις ἐξευρήσομεν, εἰ μὲν μηκέτι γίγνοιτο μηδὲν, μὴ προσχρώμενοι τοῖς προηγησαμένοις αἰτίοις, ἀλλ’ ἐξ αὐτῆς μόνης τῆς διαθέσεως ὁρμώμενοι· εἰ δέ τι καὶ νῦν γίγνοιτο, καὶ διττὸν σκοπὸν τῆς θεραπείας ὑποτιθέμενοι καὶ τἄλλ’ ἑξῆς ὡς εἴρηται ποιοῦντες. ἀλλὰ γὰρ καὶ τῆς ἀναισθησίας τῶν ἑπομένων τῷ Θεσσαλῷ θαυμάζειν ἄξιον· οὐκ ἐπειδὰν ἐν τοῖς τοιούτοις ἁμαρτάνωσιν, ἀλλ’ ὅτι δυσπαθείας τε καὶ μετασυγκρίσεις, ἀτονίας τε καὶ ῥώσεις καὶ πολλὰ τοιαῦθ’ ἕτερα λέγοντες ὀνόματα σημαινόμενα πρὸς αὐτῶν, οὐδέπω καὶ νῦν ἐρωτηθέντες, ἀποκρίνασθαι δύνανται. τί γάρ ἐστι τὸ μετασυγκρίνειν τὴν ἕξιν ἐπὶ τῶν χρονιζόντων ἁπάντων οὔθ’ ὡσαύτως ἀλλήλοις οὔτε σαφῶς οὔτε νουνεχῶς ἀποκρίνονται. εἰ μὲν οὖν ἢ παλαιὸν ἢ παρά τινι τῶν Ἑλλήνων ἦν γεγραμμένον τοὔνομα, τάχ’ ἂν ἴσως ἐξ ὧν ἐκεῖνοι γράφουσιν ἐνοήσαμεν ἐφ’ ὅτου πράγματος ἐπιφέρουσιν αὐτό· νυνὶ δὲ, τῆς γὰρ τούτων ἐμπληξίας ἐστὶν οἰκεῖον, ἀπὸ τῆς Ἀσκληπιάδου γεγεννημένον ὑποθέσεως, ὥσπερ καὶ τἄλλα αὐτῶν
268
δόγματα δίκαιοι δήπουθεν εἰσὶ τοὺς ἰδίους ὀνείρους ἐξηγεῖσθαι· ὅθεν συγκρίνεσθαι τὰ σώματα καὶ διακρίνεσθαι τοῖς ὄγκους καὶ πόρους ὑποθεμένοις, ἢ ἄτομα καὶ κενὸν, ἢ ὅλως ἀπαθῆ καὶ ἀναλλοίωτα τὰ πρῶτα στοιχεῖα, μόνοις ἐγχωρεῖ λέγειν, ὥσπερ οὖν καὶ λέγουσι καὶ συνεχῶς αὐτοῖς χρῶνται τοῖς ὀνόμασι. καὶ δῆτα καὶ ὁ Θεσσαλὸς ἐν τῷ κανόνι ταύτας κατασκευάζων τὰς ἀρχὰς νεωτεροποιεῖ μέν τε κᾀκεῖ παρὰ τὰ Θεμίσωνί τε καὶ Ἀσκληπιάδῃ δοκοῦντα· διδάσκει δ’ οὖν ὅμως τὴν ἑαυτοῦ γνώμην οὐκ ἀσαφῶς. οὐ γὰρ ἁπλῶς ὡς Ἀσκληπιάδης ἐν συμμετρίᾳ μέν τινι πόρων τὸ ὑγιαίνειν ἡμᾶς ὑποθέμενος, ἐν ἀμετρίᾳ δὲ τὸ νοσεῖν, ἐπάνοδον εἶναι τὴν θεραπείαν εἰς τὴν ἀρχαίαν συμμετρίαν τῶν πόρων ὑπέλαβεν, οὕτω καὶ ὁ Θεσσαλὸς, ἀλλὰ τὸν τρόπον τῆς ποροποιΐας ὅλον ὑπαλλάττεσθαι νομίζει, κᾀκ ταύτης τῆς ὑπολήψεως ἥκει τὸ μετασυγκρίσεως ὄνομα, ταὐτὸν δηλοῦν δυνάμει τῷ τῆς μεταποροποιήσεως. οὐκ ἐχρῆν δ’ αὐτὸν ἐν οἷς ἀποχωρεῖν τῶν ἀδήλων κελεύει καὶ μόναις προσέχειν τὸν νοῦν ταῖς ἐναργῶς φαινομέναις κοινότησιν, ἐν τούτοις
269
ἔτι δογματικοῖς χρῆσθαι τοῖς ὀνόμασιν. ἀλλὰ μὴ δογματικῶς ἄκουε λέγοντος αὐτοῦ, φασὶν, ἀλλ’ ἀφελῶς· εἰώθασι γὰρ οὕτως ἀντιλαμβάνεσθαί τινες τῶν ἀπ’ αὐτοῦ, πάλιν ἐφ’ ἕτερον ἡμᾶς ἄγοντες ὄνομα τὴν ἀφέλειαν, ἣν οὐδ’ αὐτὴν ἐγὼ γοῦν ἔχω νοῆσαι τί δηλοῖ. εἰ μὲν γὰρ ὡς αὐτοὶ καὶ τοῦτ’ ἐξηγοῦνται, πάλιν εἰς ἕτερον ὄνομα μεταλαμβάνοντες ληρωδέστερον τὸ βιωτικῶς, εἶτ’ αὖθις καὶ τοῦτ’ ἐξηγούμενοι φασὶ δηλοῦσθαι πρὸς αὐτοῦ τὸ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὡσαύτως, ἴσον ἂν εἴη δήπου τὸ ἀφελῶς τῷ μὴ διηρθρωμένως μηδ’ ἀκριβῶς, ἀλλ’ ἀτέχνως τε καὶ χωρὶς ἐπιστήμης ἁπάσης· φθέγγονται μὲν γὰρ οἱ προπετέστεροι τῶν ἀνθρώπων ὀνόματα τεχνικὰ μετά τινων ὑπονοιῶν οὐδὲν ἐχουσῶν ἔρεισμα, τοῖς δ’ ἐρωτήσασιν ὅ τι ποτὲ δηλοῦσιν οὐκ ἔχουσιν ἀποκρίνασθαι σαφῶς. εἰ δὲ τοῦθ’ ὁμολογοῦσι καὶ οἱ Θεσσάλειοι πεπονθέναι, φθέγγεσθαι μέν τινα, μὴ γινώσκειν δ’ ἀκριβῶς ἃ λέγουσιν, αὐτὸ δήπου προσίενται τὸ πρὸς ἡμῶν αὐτοῖς ὀνειδιζόμενον. ἡ γοῦν μετασύγκρισις εἰ μὲν ἐπὶ τοῦ τὴν
270
ποροποιίαν ἐναλλάττεσθαι λέγοιτο, νοῦν μὲν ἕξει τινὰ καὶ δηλώσει τι πρᾶγμα, ληρώδης δ’ ἔσται πολυειδῶς. οὔτε γὰρ ἐξ ὄγκων καὶ πόρων τὰ σώματα ἡμῶν συνέστηκεν οὔτ’ εἰ καὶ τοῦτ’ ἀληθὲς ἦν, ἔχει τις δεῖξαι πῶς ἐξαλλάττει τὸ νᾶπυ τὴν ποροποιίαν, οὔτ’ εἰ καὶ τοῦτ’ εἶχέ τις δεῖξαι, κατὰ τὴν ἀκολουθίαν ἦν τῆς αἱρέσεως αὐτῶν, ἀρκεῖσθαι φασκόντων ταῖς φαινομέναις κοινότησι. μὴ τοίνυν μηδὲ χρήσθωσαν τῷ ὀνόματι, μηδὲ πράγμαθ’ ἡμῖν παρεχέτωσαν· ἔνεστι γὰρ δήπου καὶ χωρὶς τοῦ χρήσασθαι τῷ τῆς μετασυγκρίσεως ὀνόματι τὴν θεραπείαν εἰπεῖν τῶν χρονιζόντων ἑλκῶν ἑτέροις ὀνόμασιν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ ποιοῦσιν. ὅτι δὲ καὶ ἡ τῆς ἀτονίας προσηγορία κατὰ τὸν αὐτὸν τρόπον αὐτοῖς φλυαρεῖται δέδεικται πρόσθεν ἐν τῷ δευτέρῳ λόγῳ. εἰ μὲν γὰρ ὡς ἐμπειρικοὶ προσφέρονται τοὔνομα, πλέον οὐδὲν δηλοῦσι τοῦ μὴ σώζεσθαι τὴν ἐνέργειαν· εἰ δέ τινας ὑποτίθενται δυνάμεις τὸ ζῶον διοικεῖν, οἵας ἡμεῖς τε λέγομεν ἅπαντές τε σχεδὸν οἱ παλαιοὶ, πρὸς τῷ τοῖς Ἀσκληπιάδου δόγμασιν ἐναντία τίθεσθαι καὶ τῶν ἀδήλων τε καὶ διαπεφωνημένων
271
ἐφάψονται, καίτοι φεύγειν ταῦτα παρακελευόμενοι. τί λέγεις ὦ ἄνθρωπε; τὸ μετασυγκρίνειν ἀποσαφήνισον ἡμῖν. εἰ μὲν γὰρ τὸ τοὺς πόρους ὑπαλλάττειν, καὶ ψεύδῃ καὶ τῶν ἀδήλων ἐφάπτῃ· εἰ δ’ αὐτὸ τοῦτο τὸ ῥώννυσθαί τε καὶ ὑγιάζεσθαι τὸ μόριον τοῦ σώματος, ἢ τὸν ἄνθρωπον ὅλον, οὐδὲν ἂν πλέον ἐνταῦθα τῶν ἐμπειρικῶν ἀποφαίνῃ, πλὴν ὀνόματος. γιγνώσκουσι γὰρ δήπου κᾀκεῖνοι τῶνδέ τινων προσαγομένων τῶν βοηθημάτων ὑγιάζεσθαι τὸν ἄνθρωπον, ἀλλὰ τί ποιούντων αὐτῶν οὐκ ἴσασιν. οὔτε γὰρ εἰ τοὺς πόρους ὑπαλλάττουσιν αἱ δυνάμεις τῶν βοηθημάτων, οὔτ’ εἰ συμμετρίαν αὐτοῖς ἐκπορίζουσιν, οὔτ’ εἰ σύμπαν ἀλλοιοῦσι κατὰ ποιότητα τὸ θεραπευόμενον μόριον, ἔχει τις εἰπεῖν τῶν ἐμπειρικῶν. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν, ἓν μόνον ἐπίστασθαι λέγοντες, ὡς τῷ τοιῷδε νοσήματι κατὰ τόνδε τὸν καιρὸν προσφερομένου τοῦ διὰ νάπυος φαρμάκου, πολλάκις ἐτήρησαν ὠφέλειαν ἀκολουθοῦσαν. οὐ μὴν μεθόδους γε φθέγγονται καὶ τὰς ὀφρῦς ἀνατείνουσι καὶ σεμνύνονται τῇ τοιαύτῃ γνώσει καὶ τοῖς παλαιοῖς λοιδοροῦνται καὶ τὸν Ἱπποκράτην τὸ
272
μηδὲν ὑπειλήφασιν, ἀλλ’ αὐτὸν τοὐναντίον ἐπαινοῦσί τε καὶ σχεδὸν ἅπαντά φασιν ἀληθεύειν αὐτόν, ὁ δὲ καὶ τούτου καὶ τῶν ἄλλων ἰατρῶν ἁπάντων καταφρονήσας Θεσσαλὸς ἕλκους κοκοήθους ἐμπειρικὴν ἀναγράφων διδασκαλίαν οὐκ αἰσθάνεται· καίτοι γ’ εἰ καὶ τοῦτο δεόντως ἐποίησεν, ἦν ἄν, τι πλέον ἐξειργασμένος· ἀλλὰ γὰρ οὐδὲ τοῦτο ποιεῖν ἔοικεν, ὑπαλλάττων τὴν τάξιν τῶν βοηθημάτων καὶ πρότερον χρώμενος τῷ τοῦ πεπονθότος μέρους, πρὶν ἂν τὸ σύμπαν σῶμα παρασκευάσαι. τοῦτο γὰρ ὑπερβολὴν ἀμαθίας ἔχει· μόνον γοῦν σχεδόν τι τοῖς ἰατροῖς ἅπασιν ὡμολόγηται καίτοί γε τῶν πλείστων διαπεφωνημένων, τὸ πᾶν σῶμα κενὸν καὶ ἀπέριττον ἐργάζεσθαι, πρὶν ὁτιοῦν μόριον ἰσχυροῖς ὑποβάλλειν βοηθήμασιν. εἴτε γὰρ τῇ πείρᾳ κρίνειν ἐθέλει τις ἂν, εἶτε καὶ τῷ λογισμῷ, τρίτον γὰρ οὐδὲν ἕτερον κριτήριον οὔτε κατ’ ἄλλην τέχνην οὔτε καθ’ ὅλον τὸν βίον ἔχομεν, εὑρήσει μέγιστον κακὸν ὑπάρχον, ὅταν τοῦ παντὸς σώματος ἐπικουρίας δεομένου, πρὶν ἐκείνου προνοήσασθαι, τῷ πεπονθότι μορίῳ προσφέρει τις ὁτιοῦν δριμὺ καὶ θερμὸν φάρμακον·
273
ἕλκει γὰρ ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὰ περιττώματα καὶ στηρίζει δυσλύτως κατὰ τὸ πεπονθὸς μέρος. ἄξιον οὖν ἐρέσθαι τοὺς Θεσσαλείους, πόθεν ἐπῆλθε τῷ Θεσσαλῷ τοιαῦτα φλυαρεῖν ὑπὲρ ἑλκῶν κακοηθῶν ἰάσεως· οὔτε γὰρ ἐμπειρικὸς οὐδεὶς τῶν πρόσθεν οὔτε λογικὸς ἀνὴρ οὕτως ἔγραψεν· ἀλλὰ μὴν οὐδ’ αὐτὸς ὁ Θεσσαλὸς, οὐδὲ τῶν ἀπ’ αὐτοῦ τις τολμήσειεν εἰπεῖν ἢ τῇ πείρᾳ συμφωνεῖν ἢ τῷ λογισμῷ τὴν τοιαύτην τάξιν τῶν βοηθημάτων. οὐ μὴν οὐδὲ δεῖξαι δύνανται, πῶς ὁ χρόνος, οὐχ ἡ διάθεσις ἐνδείκνυται· καὶ τὸ τούτου μεῖζόν ἐστι, πῶς αὐτὸς ὁ Θεσσαλὸς, ἀξιῶν σκέπτεσθαι τί τὸ ἐμποδίζον ἐστὶ τὴν συνούλωσιν τῶν ἑλκῶν, καὶ τοῦτ’ ἐκκόπτειν, οὐχὶ τελέως ἐστὶν ἀναίσθητος; ἅμα μὲν οὐκ εἰδὼς ὡς τοῦτ’ ἀρκεῖ μόνον, ἡ χρονιότης δὲ τῶν ἑλκῶν οὐδέν ἐστι πρὸς ἔπος, ἅμα δὲ ὡς οὐκ ἐφ’ ἑλκῶν μόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων τοῦτο ποιητέον ἐστὶν, ὡς οἱ παλαιοὶ παραινοῦσιν. ἀλλὰ πρὸς ταῦτα μὲν ἡμῖν οὐδὲν ἀποκρίνονται· παρακοὰς δὲ ἑκάστοτε λέγοντες ὡς δῆθεν ἀκριβῶς μεμαθηκότες ἢ τὴν Ἱπποκράτους,
274
ἢ τὴν ἄλλου τινὸς τῶν παλαιῶν γνώμην, ὀρθῶς φασι τὸν Θεσσαλὸν ἀποφῄνασθαι χρονίων ἑλκῶν εἶναί τινα κοινότητα μίαν. οὕτω γοῦν καὶ Ἱπποκράτην γινώσκειν ἐν τῷ περὶ ἑλκῶν ὧδέ πως γράψαντα· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι. τάχα οὖν ἄμεινον ἂν εἴη, καίτοι μὴ προῃρημένον με περὶ τῆς Ἱπποκράτους γνώμης ἐνταυθοῖ διέρχεσθαι, δηλῶσαί τι κᾂν διὰ κεφαλαίων ὑπὲρ αὐτῆς· εἴη δ’ ἂν οὐδὲν ἧττον καὶ τῆς τῶν παλαιῶν διανοίας ἐξήγησις ὅδε ὁ λόγος. ἐκεῖνοι γὰρ οἱ ἄνδρες, ἅτε μήπω δουλεύοντες αἱρέσει δογμάτων, ἀλλὰ καθαρᾷ καὶ ἁπλῇ τῇ διανοίᾳ σπουδάζοντες ἐξευρίσκειν τι χρηστὸν εἰς τὰς ἰάσεις, ἔμελλον δήπου τὰ μὲν ἐκ τῆς πείρας εὑρήσειν, τὰ δὲ ἐκ τοῦ λόγου· καὶ γράψειν γε τὰ εὑρημένα πολλαχόθι μὲν χωρὶς τοῦ προσθεῖναι τὸν τρόπον τῆς εὑρέσεως, ἐνίοτε δὲ καὶ σὺν τούτῳ· καὶ τοῦτό γε ποιήσειν αὐτὸ τῆς ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων· εἰ μὲν γὰρ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν εὑρημένων ἤλπιζόν τι συντελέσειν τοῖς ἔπειτα τὸν τρόπον τῆς εὑρέσεως γνωσθέντα,
275
τηνικαῦτα μὲν ἀκριβῶς ἔγραφον· εἰ δὲ μὴ, περιττόν τε λέγειν ἡγοῦντο καὶ παρέλειπον. ὅτι γὰρ εἴ πέρ τι καὶ ἄλλο, καὶ ἡ βραχυλογία τοῖς παλαιοῖς ἐτετίμητο, πάντες ἤδη τοῦτο γινώσκουσι κᾂν ἐγὼ μὴ λέγω· καὶ διά γε ταύτην τὴν αἰτίαν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ μέσον ὑπερβαίνοντες ἐνίοτε τῷ πρώτῳ τὸ τρίτον συνάπτουσιν. εἰ γὰρ σημεῖον μὲν εἴη τὸ πρῶτον τοῦ δευτέρου, τούτῳ δ’ ἐξ ἀνάγκης ἕποιτο τὸ τρίτον, οὕτως ἐπιφέρουσι τῷ πρώτῳ τὸ τρίτον ὑπερβαίνοντες τὸ δεύτερον. ἔδειξα δὲ πολλάκις τοιαῦτα τούς τ’ ἄλλους παλαιοὺς καὶ μάλιστα πάντων τὸν Ἱπποκράτην γράψαντα, καὶ χρὴ τὸν βουλόμενον ἐθάδα γενέσθαι παλαιᾶς ἐρμηνείας ἐν ἐκείνοις γυμνάσασθαι. νυνὶ δ’ αὐτὸ τὸ προβεβλημένον ἐξηγήσομαι μόνον.

Ὅσα γὰρ τῶν ἑλκῶν, ἁπάντων ὀρθῶς καὶ δεόντως γιγνομένων ὅμως οὐ θεραπεύεται, καλεῖται μὲν ὑπὸ τῶν ἰατρῶν κακοήθη, χρονίζει δὲ πάντως ὅταν τὴν ὡς ἑλκῶν μόνην αὐτοῖς τις ἐπάγει θεραπείαν. ἥτις δ’ ἐστὶ τῶν ἑλκῶν ὡς ἑλκῶν ἴασις ἐν τῷ πρὸ τούτου λόγῳ διώρισται. ταῦτα

276
γοῦν τὰ ἕλκη καὶ κακοήθη καὶ πεπαλαιωμένα καὶ χρονίζοντα καλοῦσιν, ἀδιαφόρως χρώμενοι τοῖς ὀνόμασιν ἐπ’ αὐτῶν. καὶ δὴ καὶ πρὸς τὸ διαγνῶναι τὴν διάθεσιν, ὅτι κακοήθης, ἅμα τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ χρονίζειν αὐτὰ πάντων τῶν δεόντων γιγνομένων ἔχει τινὰ μοῖραν. οὐ μὴν τοῦτό γε αὐτὸ χρονίζειν ἢ χρόνια καλεῖσθαί τε καὶ εἶναι, τὴν προσήκουσαν ἐνδείκνυται θεραπείαν· ἀλλ’ ἐκ μὲν τούτου τὸ μοχθηρῶς διακεῖσθαι τὸ ἡλκωμένον μόριον ἔνεστι συλλογίσασθαι· τούτου δ’ εὑρεθέντος εὐπορῆσαι τῆς θεραπείας. πῶς καὶ τίνα τρόπον; εἰ μὲν μόνα τὰ περιέχοντα μόρια τὴν ἕλκωσιν οὕτως εἴη διακείμενα, ταῦτ’ ἐξιασάμενον· εἰ δὲ σύμπαν τὸ σῶμα κακοχυμίας τινὸς εὑρίσκοιτο μεστὸν, ἐκείνην ἐκκενώσαντα. σημεῖον μὲν οὖν τῆς κακοχυμίας. τὸ χρονίζειν. τὰ ἕλκη· τοῦ συμφέροντος δ’ ἡ εὕρεσις, οὐκ ἐκ τοῦ χρονίζειν, ἀλλ’ ἐκ τῆς κακοχυμίας. ὥστ’ εἶναι τρία ταῦτ’ ἐφεξῆς ἀλλήλων, τὸ σημεῖον, τὴν διάθεσιν, τὴν θεραπείαν· σημεῖον μὲν τὸ χρονίζειν· διάθεσιν δὲ τὴν κακοχυμίαν· θεραπείαν δὲ τὴν ταύτης κένωσίν. καὶ κατὰ τοῦτο πολλάκις τοὺς παλαιοὺς
277
ὑπερβαίνοντας τὸ μέσον ἐπὶ τὸ τρίτον εὐθέως ἀπὸ τοῦ πρώτου παραγίνεσθαι, ὥσπερ καὶ Ἱπποκράτης ἐποίησεν εἰπών· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκῶν ξυμφέρει αἷμα ποιέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι· οὐ τῆς παλαιότητος δήπουθεν ἐνδειξαμένης τὴν θεραπείαν, ἀλλὰ τῆς μοχθηρίας τοῦ αἵματος. ἐπιφέρων γοῦν αὐτὸς ἐρεῖ· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα σύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. καὶ δὴ καὶ μετ’ ὀλίγον αὖθις ὑπὲρ τῶν μὴ συνιόντων εἰς οὐλὴν ἑλκῶν διεξιὼν, οὐδ’ ἢν, φησὶ, τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν, οὐδὲ ταῦτα ἐθέλει συνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. εἶτα καὶ περὶ τῶν κιρσῶν τῆς ἰάσεως γράφει. καὶ πρὸς τούτοις ἔτι καθάρσεως μέμνηται τοῦ σύμπαντος σώματος ἐπί τε ἄλλοις τισὶ τρώμασι καὶ οἷς σφακελίσαι κίνδυνος, ἕρπησί τε καὶ πᾶσι τοῖς ἐσθιομένοισιν· οὕτω δ’ ὀνομάζειν εἴωθε τὰ ἀναβιβρωσκόμενα. καὶ μὲν δὴ κᾀν τοῖς ἐφεξῆς πάλιν ὧδέ πώς φησιν· ἐπὶ παντὶ
278
ἕλκει, ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν ποιέεσθαι παντὸς τοῦ σώματος. καὶ ὅλως εἰ θελήσαις ἐπιμελῶς διελθεῖν τὸ περὶ τῶν ἑλκῶν βιβλίον, εὑρήσεις αὐτὸν ἀεὶ μὲν ἀπὸ τῶν διαθέσεων τὴν ἔνδειξιν λαμβάνοντα· προσχρώμενον δέ ποτε τῷ χρόνῳ πρὸς τὴν τῆς διαθέσεως διάγνωσιν. ὅτι δ’ οὕτω ταῦτ’ ἔχει μάθοις ἂν ἐκ πρώτης μὲν ἀρχῆς τοῦ συγγράμματος, ἐχούσης ὧδε· ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν πλὴν οἴνῳ· ὅτι πολλάκις ἑτέρα διάθεσις ἐπιπλακεῖσα τῷ ἕλκει κωλύει τὴν ὡς ἕλκους προσφέρεσθαι θεραπείαν. καὶ τὴν αἰτίαν διδάσκων φησί τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, τὸ δ’ ὑγρὸν τοῦ μὴ ὑγιέος. εἶθ’ ἑξῆς τὸ γὰρ ἕλκος ὑγρόν ἐστι· τὸ δὲ ὑγιὲς ξηρόν ἐστι. καὶ διὰ τοῦτο καθ’ ὅλον τὸ σύγγραμμα τῆς θεραπείας τῶν ἑλκῶν ἁπάσης σκοπὸν ποιησάμενος τὸ ξηραίνειν, οὕτως ἤδη τὰ κατὰ μέρος ἐξευρίσκει, σὺν τῷ καὶ πολλάκις ἀναμιμνήσκειν ἡμᾶς τοῦ σκοποῦ. ἔν τε γὰρ τῷ γράψαι, τῶν δὲ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον· γίνεται γὰρ ἀποῤῥέοντος τοῦ αἵματος ξηρότερον.
279
καὶ πάλιν· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ. καὶ πάλιν, ὅ τι δ’ ἂν μὴ δύνηται προσθεῖναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ἐν τοῖς τοιούτοις ἅπασιν ἀναμιμνήσκει τοῦ πρώτου σκοποῦ τῶν ἑλκῶν τῆς ἰάσεως. ἕλκους γὰρ ᾗ ἕλκος ἐστὶν ἴαμα τὸ ξηραίνεσθαι μετρίως· εἴρηται δ’ ἡ ἀπόδειξις ἐν τῷ πρὸ τούτου βιβλίῳ. τοῦ μέντοι μεθ’ ἑτέρας διαθέσεως ἧς πρώτης χρὴ ποιήσασθαι τὴν ἐπιμέλειαν, οὐκ ἔθ’ ὡς ἕλκους ἐστὶν ἡ θεραπεία μόνου, ἀλλὰ πρώτη μὲν ἐκείνης τῆς διαθέσεως, ἐφεξῆς δὲ τοῦ ἕλκους· εἴτε γὰρ φλεγμονή τις, εἴτε μελανότης, εἴτ’ ἐκχύμωσις, εἴτ’ ἐρυσίπελας, εἴτ’ οἴδημα περὶ τὴν ἡλκωμένην συσταίη σάρκα, πρώτης ἐκείνης χρὴ ποιεῖσθαι τὴν θεραπείαν. ἀλλ’ ὅτι γε τὸ ἕλκος ἐν τούτῳ τῷ χρόνῳ μὴ ὅτι θεραπεύεται προσηκόντως, ἀλλὰ καὶ πολὺ μεῖζον ἑαυτοῦ γίνεται, παντί που δῆλον· εἴτε γὰρ θλασθείη τὰ πέριξ χωρία τοῦ ἕλκους, εἴτε φλεγμονή τις, εἴτ’ ὄγκος ἕτερος ἐν αὐτοῖς συσταίη, τὴν οἰκείαν ἐκείνης τῆς διαθέσεως ἴασιν ἐξευρήσομεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τ’ ἐστὶν
280
ἰαθῆναι τὸ ἕλκος πρὶν ὑγιᾶναι τὸ χωρίον ἐν ᾧ συνέστη. διὰ τοῦτ’ οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἀναμιμνήσκων ἡμᾶς ὧν εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος ἀπεφήνατο, τά τ’ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσέγραψε καὶ μέντοι καὶ τάδε· τῶν δ’ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον. εἴ τις δ’ ὑπὸ τοῦ βέλους ἐθλάσθη τε καὶ διεκόπη σὰρξ, ταύτην ἰατρεύειν, ὅπως διάπυος ὡς τάχιστα γένηται· ἧττόν τε γὰρ φλεγμαίνει καὶ ἀνάγκη τὰς σάρκας τὰς θλασθείσας καὶ κοπείσας καὶ σαπείσας καὶ πῦον γεννωμένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. δηλοῖ γὰρ ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὡς μόνας ἐκείνας τῶν ἐν τοῖς ἡλκωμένοις μέρεσι γινομένων διαθέσεων οὐ χρὴ ξηραίνειν ἐφ’ ὧν ὅ τι τάχιστα γεννῆσαι βουλόμεθα πῦον, εὐθὺς συνεμφαίνων ὅτι μετὰ σήψεώς τινος γεννᾶται τὸ πῦον. ἅπαντα δὲ τὰ σηπόμενα θερμῷ καὶ ὑγρῷ τοῦτο πάσχει. καὶ τοίνυν καὶ τὰ διὰ τῆς ὠμηλύσεως καταπλάσματα θερμαίνοντά τε καὶ ὑγραίνοντα προσφέρομεν ἐπὶ πασῶν τῶν ἐκπυῆσαι δεομένων
281
διαθέσεων. ὠμήλυσις γὰρ δι’ ὑδρελαίου καὶ ἄρτος δι’ ὑδρελαίου καὶ καταιόνησις δι’ ὕδατος θερμοῦ πολλοῦ καὶ ἡ τετραφάρμακος δύναμις, ἅπαντά τε τὰ θερμαίνοντα καὶ ὑγραίνοντα διαπύϊσκει τάχιστα. διὰ τοῦτο καὶ τοῖς φλεγμαίνουσι μορίοις, ἐπειδὰν ἤδη σφύζῃ σφοδρότερον, ὡς ἀπελπισθῆναι τὴν χωρὶς διαπυήσεως ἴασιν, ἐπ’ αὐτῶν ἅπαντες οἱ παλαιοὶ τὰ τοιαῦτα προσφέρουσι φάρμακα, πρότερον δ’ οὔ. καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐναργῶς ἡμᾶς διδάσκει κατά τε τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὰ μὲν χωρὶς τοῦ; τεθλάσθαι τετρωμένα μόρια ξηραίνειν ὡς μάλιστα, τὰ δ’ ἅμα θλάσει τινὶ γεγενημένα διαπυΐσκειν ὡς τάχιστα. καὶ μέντοι κᾀπειδὰν εἴπῃ, τὰ δὲ ἕλκεα ὅσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον, ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ, ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ, ταῦτα οὐχ ὑπερσαρκέει ὡς ἐπιπολύ. καὶ γὰρ καὶ ἐνταῦθα τὸ πλὴν εἰ θλασθῇ προσκείμενον, ἀναμιμνήσκει τοῦ κατὰ τὴν
282
προγεγραμμένην λέξιν εἰρημένου, τοῦ χρῆναι πάντα ξηραίνεσθαι πλὴν τῶν θλασθέντων. οὐδὲ γὰρ ὁπότε τὰ φλεγμαίνοντα καταπλάσσεται θερμαίνοντι καὶ ὑγραίνοντι καταπλάσματι, κατὰ πρῶτον λόγον γίνεται τοῦτο· τοῦτ’ ἔστιν οὐχ ὡς ἴαμα τῆς διαθέσεως, ἀλλ’ ὡς παρηγορία τοῦ συμπτώματος· ἐπεί τοι τὰ τῶν φλεγμονῶν αὐτῶν ἰάματα τῆς ξηροτέρας ἐστὶ δυνάμεως. ἄκουσον γοῦν λέγοντος τοῦ Ἱπποκράτους, καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖς περιέχουσιν, εἰ ἑφθῇ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ καὶ τὸ πόλιον ἅπαντα γὰρ ταῦτα ξηραίνειν πέφυκε, καθότι κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἐλέγετο. καὶ ἡ σύντομος θεραπεία τῶν φλεγμαινόντων μορίων, διὰ τῶν τοιούτων ἐπιτελεῖται φαρμάκων, ἃ ἤτοι τελέως ἐξιᾶται τὴν διάθεσιν· ἢ εἰ καὶ καταλείπει τι βραχὺ διαπυΐσκον, ἑτέρου χρῄζει φαρμάκου δριμέος ἐκκενοῦν δυναμένου τὸ πῦον· ἢ εἴπερ λεπτὸν εἴη τὸ περιέχον δέρμα καὶ θᾶττον ἀπαλλάξαι τὸν κάμνοντα βουλόμεθα, τομῆς ἐστι χρεία. ἡ δὲ διὰ τῆς ὠμηλύσεως ἀγωγὴ τῶν φλεγμαινόντων
283
ἐκ τοῦ παρηγορικοῦ τρόπου τῆς τέχνης ἐστίν, οὐ τοῦ θεραπευτικοῦ τε καὶ ἀγωνιστικοῦ· ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων διαφορᾶς ἐν τοῖς ἑξῆς πλέον ἐροῦμεν. ὅτι δὲ τὰ ἕλκη πάντα ξηραίνειν ὁ Ἱπποκράτης κελεύει καὶ ὅτι τὸν σκοπὸν εἶναι τῆς ἰάσεως ἀπεφήνατο τῆς διαθέσεως ἐνδειξαμένης, οὐ τοῦ χρόνου, σαφῶς ἤδη μοι δεδεῖχθαι νομίζω. εἰ δέ τις. ἐπὶ μᾶλλον πεισθῆναι βούλεται, τῷ περὶ τῶν ἑλκῶν βιβλίῳ τἀνδρὸς ἐπιπλέον ὁμιλησάτω πάντα, γνώσεται γὰρ ἐναργῶς αὐτό τε τοῦτο τὸ μίαν εἶναι πάντων ἑλκῶν ἴασιν καθόλου. τὴν ὑφ’ ἡμῶν ἐν τῷ πρὸ τούτου λόγῳ δεδειγμένην, ἔτι τε, πρὸς τούτῳ κᾀκεῖνο μαθήσεται, τὸ μηδεμίαν ὑπάρχειν ἔνδειξιν ἀπὸ τοῦ χρόνου μήτ’ ἐπὶ τῶν ἑλκῶν μήτ’ ἐπὶ τῶν φλεγμονῶν μήθ’ ἁπλῶς ἐπ’ ἄλλης ἡστινοσοῦν διαθέσεως. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἐπιδεῖξαι δίκαιον. ὡς οὐ μόνον ὧν ἄρτι διεληλύθαμεν εὑρετὴς ὁ Ἱπποκράτης ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅσα χρὴ γινώσκειν τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι. φαίνεται γὰρ οὐ μόνον τῶν ἄνευ τινὸς ἑτέρας διαθέσεως ἑλκῶν ἐξευρὼν τὴν ἴασιν,
284
ὡς ἐν τῷ ξηραίνειν ἐστὶν, ἀλλὰ καὶ τῶν διαθέσεων ἁπασῶν, ἑκάστης ἰδίᾳ κατ’ εἶδος. ἤτοι γὰρ οὐκέτ’ ἐπιῤῥεῖ τῷ δεδεγμένῳ τὴν ἕλκωσιν μορίῳ μοχθηρὸς χυμὸς, ἢ ἐπιῤῥεῖ· μηκέτι μὲν οὖν ἐπιῤῥέοντος, αὐτὸ μόνον ἰᾶσθαι χρὴ τὸ πεπονθός· εἰ μὲν ἤτοι πελιδνὸν, ἢ μέλαν, ἢ ἐρυθρὸν εἴη, σχάζοντάς τε καὶ τοῦ αἵματος ἀφαιροῦντας· εἶθ’ οὕτως παραχρῆμα μὲν ἐπιθέντας, ὡς αὐτὸς ἔλεγε, σπόγγον ξηρότερον μᾶλλον ἢ ὑγρότερον· οὐ γὰρ ἀγνοήσειν οἶμαί τινα τὸ ἢ μόριον ἀποφάσεως ἔχον ἐνταῦθα δύναμιν, ὡς εἰ καὶ οὕτως εἶπε, ξηρότερον, οὐχ ὑγρότερον· ἔπειτα δὲ τοῖς ξηραίνουσι φαρμάκοις χρωμένους, εἶτ’ εἰ πάλιν δεήσειεν, αὖθις αἵματος ἀφαιροῦντας· εἶτ’ αὖθις τὰ τοιαῦτα ποιοῦντας ἄχρις ἂν ἐξυγιασθῇ τελέως· εἰ δὲ τὰ χείλη σκληρὰ καὶ τυλώδη φαίνοιντο, περιτέμνοντας αὐτά. καὶ γὰρ δὴ καὶ περὶ τούτων φησί· τῶν δ’ ἑλκέων τὰ κυκλοτερῆ ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ περιτέμνειν χρὴ τὰ ἀφεστῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τοῦ ἀνθρώπου. γέγραφε δὲ καὶ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὄγκων
285
ἁπάντων, ὡς χρὴ θεραπεύειν, ἕκαστον· ὡσαύτως δὲ καὶ περὶ τῶν κιρσῶν· ὅταν καὶ διὰ τούτους ἕλκη δυσίατα γίγνηται, δῆλον ὡς ἐπιῤῥέοντός τινος ἐξ αὐτῶν τοῖς ἡλκωμένοις μορίοις. οὕτως δὲ κᾀπειδὰν ἐξ ὅλου τοῦ σώματος ἡ ἐπιῤῥοὴ γίγνηται, καθαίρειν κελεύει τὸ πᾶν ἐν οὐδενὶ τούτων ἀπὸ τοῦ χρόνου τὴν ἔνδειξιν. λαμβάνων; ἐπεί τοι καὶ γελοῖον ἀπὸ μιᾶς κοινότητος ἐνδείξεις οὕτω πολλὰς καὶ διαφερούσας καὶ πολλάκις ἐναντίας γίγνεσθαι. εἰ γὰρ καὶ συγχωρήσαιμεν ἔνδειξίν τινα περὶ τοῦ χρόνου λαμβάνεσθαι, τίς ποτέ ἐστιν αὐτὴ δίκαιον εἰπεῖν, αὐτὴν ἑνὶ κεφαλαίῳ περιλαβόντα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ποιοῦμεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Θεσσαλός. ἓν γοῦν ἐνδείκνυται καθόλου τὸ στεγνὸν πάθος αὐτῷ τὸ χαλᾷν ὥσπερ γε καὶ τὸ ῥοῶδες ἓν ἕτερον τὸ στέλλειν. ἀλλὰ καὶ κατ’ αὐτὰ τὰ ἕλκη τὸ μὲν ῥυπαρὸν καθαίρεσθαι δεῖται, τὸ δὲ κοῖλον πληροῦσθαι· καὶ τὸ μὲν ὁμαλὲς ἐπουλοῦσθαι, τὸ δὲ ὑπερσαρκοῦν καθαιρεῖσθαι, καὶ κατ’ αὐτὸν ἐκεῖνον· λεξάτω τοίνυν ἡμῖν οὕτω
286
κᾀπὶ τοῦ κεχρονισμένου τι τοιοῦτον ἕτερον ἓν, ὡς ἐπ’ ἐκείνων ἑκάστου· ἀλλ’ οὐκ ἔχει· καὶ γὰρ καὶ περιτέμνειν αὐτά φησι χρῆναι. καίτοι τίς ἂν ἔνδειξις αὕτη νοῦν ἔχουσα περὶ τοῦ χρόνου γίγνοιτο; καὶ τῷ διὰ τοῦ νάπυος χρῆσθαι φαρμάκῳ, καθ’ οὗ τὸ κενὸν ὄνομα φθέγγεται, τὴν μετασύγκρισιν· ἔτι τε πρὸς τούτοις, τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις· καὶ τελευτῶν ἐπειδὰν μηκέθ’ εὑρίσκῃ μηδὲν, ἐλλεβόρῳ; ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον εἰρήσεται, δεικνύντων ἡμῶν ὡς οὐδὲν ἐπ’ οὐδενὸς νοσήματος ὁ χρόνος ἐνδείκνυται, σημεῖον μέντοι πολλάκις γίγνεται τῆς διαθέσεως.