De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐπὶ δὲ τὴν τοῦ ἕλκους θεραπείαν μόνου μετέρχεσθαι καιρός· εἴη δ’ ἂν μόνον ἐπειδὰν μήτε διάθεσις αὐτῷ συμπαρῇ μηδεμία μήτε σύμπτωμα. μὴ τοίνυν ἔστω μήτε ῥευματικὸν τὸ ἡλκωμένον μόριον μήτε κακόχυμον μήθ’

187
ὅλως δύσκρατον· ἀλλὰ μηδὲ κοιλότης αὐτῷ συνέστω, μηδὲ τοῦ δέρματος ἀπώλεια μηδεμία. καὶ γὰρ αὖ τοῦτο παρορῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐ συνιέντες ὡς ἐπειδὰν ἕλκος κοῖλον πληρωθὲν ὁμαλὲς μὲν ὑπάρχῃ, πλατὺ δὲ, διττὴ καὶ νῦν ἐστιν ἐν τῷ μορίῳ διάθεσις, ἑτέρα μὲν οὐσίας δέρματος ἀπώλεια, δευτέρα δὲ συνεχείας λύσις. ἐπειδὰν μὲν οὖν αὐτὸ τοῦτο μόνον ᾖ συνεχείας λύσις, ἤτοι τῆς ἐπιδερμίδος ἢ καὶ τοῦ δέρματος ἅπαντος ἢ καὶ τῆς ὑποκειμένης ἅμ’ αὐτῷ σαρκὸς, ἕλκος ἐστὶν οὕτω τὸ πάθημα καὶ δεῖται κολλήσεως μόνης. εἰ γὰρ συναχθείη πρὸς ἄλληλα τὰ χείλη τοῦ δέρματος, οὐδέν ἐστι μεταξὺ τοῦ δέρματος ἑτερογενὲς; ὥσπερ ἐπὶ τοῦ πεπληρωμένου τε καὶ ὁμαλοῦ ἕλκους· ἐπ’ ἐκείνου γὰρ οὐχ ἅπτεται τὰ πέρατα τοῦ ἕλκους ἀλλήλων, ἀλλ’ ἐκ τῆς ἡλκωμένης ἁπάσης χώρας ἀπόλωλε τὸ δέρμα καὶ χρὴ γεννῆσαι δήπουθεν αὐτό· κατὰ μέντοι τὸ διῃρημένον ὑπό τινος ὀξέος κολλήσεως δεῖ μόνης, οὐ μὴν καὶ γενέσεως δέρματος. ὅταν οὖν ἕλκους ἁπλοῦ προκείμενον ᾖ θεραπείαν εὑρεῖν, ὑποτίθεσθαι χρὴ τῷ λόγῳ διαίρεσιν σαρκώδους μέλους χωρὶς ἀπωλείας
188
μορίου. τὸ δέ γε πλατὺ τὸ ἐπουλώσεως δεόμενον ἕλκος ἀπολώλεκε τελέως τὴν καλουμένην ἐπιδερμίδα. ταύτην οὖν γεννῆσαι χρὴ καὶ πρὸς ἑαυτὴν ἑνῶσαι· καὶ δυ’ ἐνταῦθα πρόκεινται σκοποὶ, καθάπερ ἐπὶ τοῦ κοίλου· διότι καὶ ἡ διάθεσις ἐπ’ ἀμφοῖν ἐστι διττή. τίνι τοίνυν, φήσει τις αὐτῶν ἴσως, ὁμαλὲς ἕλκος τοῦ κοίλου διενήνοχεν; εἰ καὶ διάθεσις ἐπ’ ἀμφοῖν ἐστι διττὴ καὶ διττὸς ὁ σκοπὸς τῆς θεραπείας; πλήθει τῶν ἀπολωλότων ὦ βέλτιστε μορίων. ἐπὶ μὲν γὰρ τοῦ κοίλου καὶ ἡ ἐπιδερμὶς μὲν ἀπόλωλε καὶ ἡ τοῦ δέρματος δὲ φύσις ἡ λοιπὴ πᾶσα καὶ τῆς ὑποκειμένης σαρκὸς οὐκ ὀλίγον ἐνίοτε μέρος· ἐπὶ δὲ τοῦ πεπληρωμένου σὰρξ μὲν οὐκέτι λείπει, τὸ δ’ ἔξωθεν σκέπασμα λείπει. τίς μὲν οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἐστιν ἴασις ἐφεξῆς ἐροῦμεν· ἐν δὲ τῷ παρόντι τοῦ μόνον ἕλκους ὄντος, ἑτέραν δὲ μηδεμίαν ἔχοντος διάθεσιν, ὁποίαν τινὰ χρὴ τὴν θεραπείαν ποιεῖσθαι λέγωμεν. ἐπεὶ τοίνυν διαίρεσις μόνον ἐστὶν, ἅμα χρὴ τὰ πέρατα γενέσθαι τῶν διῃρημένων· ἢ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μεῖναι
189
συνελθόντα; διττὴ δ’ ἡ τῶν συνελθόντων μονή· τὰ μὲν γὰρ δι’ ἑαυτῶν, τὰ δὲ δι’ ἄλλων μένει· δι’ ἑαυτῶν μὲν ὅσα συμφύεται, δι’ ἄλλων δὲ τά τε συνδούμενα καὶ τὰ κολλώμενα. τὰ μὲν δὴ συμφυόμενα πάντως χρὴ μαλακὰ τὴν φύσιν εἶναι. τοιοῦτον δὲ ἥ τὲ σάρξ ἐστὶν αὐτὴ καὶ ὅσα σαρκώδη μόρια κατὰ τὴν σύστασιν. ὅσα δ’ ἔστι σκληρὰ καὶ ξηρὰ, συμφῦναι μὲν οὐ δύναται, κόλλης δέ τινος ἢ δεσμοῦ δεῖται πρὸς τὸ μεῖναι συναχθέντα. τῶν μὲν δὴ τοιούτων σωμάτων ἡ ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῶν ἑνωθῆναι δυναμένων ὁ λόγος περαινέσθω, ζητούντων ἡμῶν κᾀνταῦθα τὸ τῆς συμφύσεως αἴτιον. ἔστι δ’ ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἡ φύσις αἰτία τῆς σαρκώσεως, οὕτω κᾀπὶ τῶν ἁπλῶν ἑλκῶν τῆς συμφύσεως· ὅθεν ἐὰν συναγάγῃς εἰς ταὐτὸν ἀκριβῷς τὰ διεστηκότα, χωρὶς τῆς ἄλλης ἁπάσης τῆς ἔξωθεν ἐπιτεχνήσεως συμφύεται. καί σοι γέγονεν αὖθις ἕτερος σκοπὸς ὁ τῆς συναγωγῆς, ἵν’ ἐντεῦθεν ὁρμώμενος ζητήσῃς ἐξ ὧν τοῦτο ποιήσεις. ἢ γὰρ δεσμὸν ἐν κύκλῳ περιλαβὼν ἐκ δυοῖν ἀρχῶν,
190
ἢ ῥαφὰς, ἢ ἀγκτῆρας ἐπιθεὶς, ἢ τινὰ τούτων, ἢ πάντα συνάξεις εἰς ταὐτὸ τὰ διῃρημένα. χρὴ δὲ μήτε μαλακὸν εἶναι πάνυ καὶ οἷον βρυῶδες τὸ περιβαλλόμενον, ἵν’ ἀσφαλῶς συνέχῃ, μήθ’ οὕτω σκληρὸν ὡς θλίβειν· ἀλλὰ μηδὲ τὴν ἐπιβολὴν ἢ οὕτω χαλαρὰν ὡς μηδὲν ἀνύειν, ἢ οὕτω σφοδρὰν ὡς θλίβουσαν ὀδύνην ἐργάζεσθαι. ταῦτ’ εἰ ποιήσαις καὶ εἴη τὸ ἕλκος μόνον ἄνευ κακοχυμίας, ἢ ῥεύματος, ἢ δυσκρασίας, ἢ φλεγμονῆς, ἤ τινος ἄλλης κακώσεως, ἑνωθήσεται πάντως. εἰ δ’ ἤτοι διὰ τὸ μέγεθος ἀδύνατον εἴη μέχρι τοῦ βάθους ἀκριβῶς ἀλλήλοις παρατεθῆναι· τὰ κεχωρισμένα σώματα, μήτε τῶν ῥαμμάτων μήτε τῶν ἀγκτήρων μήτε τῆς ἐπιδέσεως ἀφικνεῖσθαι δυναμένης αὐτῶν, ἢ φθάνοι τις ἰχὼρ αὐτόθι συνειλεγμένος, ἢ καί τις ὀδύνη συνοῦσα, κολληθῆναι τὸ τοιοῦτον ἕλκος ἀδύνατον ἐπὶ μόνῃ τῇ συναγωγῇ· τό τε γὰρ ὀδυνώμενον ἐρεθίζει τι πλέον ἐπιῤῥεῖν· εἰ δὲ καὶ τὸ ἴσον ἐπιῤῥεῖ τὸ κατὰ φύσιν, ἀλλ’ ἥ γε δύναμις ἀῤῥωστοῦσα τῶν ὀδυνωμένων τε ἅμα καὶ τετρωμένων
191
μορίων οὐκ, οἴσει τὸ ἴσον, ἀλλ’ ὡς ὑπὸ πλείονος βαρυνθήσεται, κᾀκ τούτου πάντως μὲν ἰχῶρες περιττοὶ, θαυμαστὸν δ’ εἰ μὴ καὶ φλεγμονὴ γενήσεται. καὶ μὲν δὴ καὶ εἰ χωρὶς ὀδύνης ὁ ἰχὼρ ἐν τῷ μεταξὺ τῶν συναχθέντων χειλῶν τοῦ ἕλκους εἴη παρακείμενος, ἢ καί τις χώρα γίγνοιτο μεταξὺ κενὴ μὲν ἰχῶρος, ἀέρος δὲ πλήρης, οὐκ ἐνδέχεται κολληθῆναι τὸ τοιοῦτον ἕλκος ἐκ μόνης τῆς συναγωγῆς· ὅ τε γὰρ ἰχὼρ ἤδη διακόπτει τὴν ἕνωσιν αἵ τε μεταξὺ τῶν ἑνωθησομένων χῶραι κεναὶ κωλύουσιν ἅψασθαι τὰς ἐπιφανείας ἀλλήλων· ὥστ’ ἐκεῖνά γε τὰ μέρῃ τοῦ ἕλκους ἡ φύσις δεῖται προσαρκῶσαι πρότερον, ἵνα συμφύσῃ· μικρὰ δὲ δήπουθέν ἐστιν οὕτως, εἰ καλῶς συναχθῇ τὸ ἕλκος, ὡς μιᾶς ἡμέρας ἢ τὸ πλεῖστόν γε δεῖσθαι δυοῖν. ἐν οὖν τούτῳ τῷ χρόνῳ φαρμάκου χρεία ξηραίνοντος τὸ μόριον, ἵν’ εἴτε τις ἤδη παρακείμενος ἰχὼρ εἴη, τοῦτον ἐκδαπανήσῃ καὶ τὸν μέλλοντα συῤῥεῖν εἰς τὰς κενὰς χώρας κωλύσῃ. νῦν οὖν πάλιν ἀναμνήσθητί μοὺ τοῦ σαρκωτικοῦ φαρμάκου τοῦ μετρίως ξηραίνοντος, ἵν’ εἰδῶμεν εἴτε· ξηραντικώτερον
192
αὐτοῦ χρὴ τὸ κολλητικὸν ὑπάρχειν εἴτε μή. τὸ μὲν δὴ σαρκωτικὸν εἰ σύμπαν ἐξεδαπάνα τὸ ἐπιῤῥέον αἷμα, τὴν ὕλην ἂν οὕτως ἀφῃρεῖτο τῆς σαρκώσεως. τὸ δέ γε κολλητικὸν ἢ οὐδ’ ὅλως δεῖται γενέσεως σαρκὸς, ἢ σμικρᾶς παντάπασιν· ὥστε μᾶλλον αὐτὸ χρὴ ξηραίνειν τοῦ σαρκωτικοῦ. ταύτῃ τε οὖν ἀλλήλων διοίσει μικράν τινα διαφορὰν, ἑτέραν τε μεγάλην, ᾗ τὸ μὲν σαρκωτικὸν εὐθὺς χρὴ καὶ ῥυπτικὸν ὑπάρχειν, ἵνα μὴ μόνον ξηραίνῃ τὸ περιττὸν τῆς ὑγρότητος, ἀλλὰ καὶ τὸν ῥύπον ἀφαιρῇ· τὸ δὲ κολλητικὸν οὐ ῥύπτειν οὐδὲ ἀποσμᾷν, ἀλλὰ τοὐναντίον ἅπαν εἰς ταὐτὸν συνάγειν ἅπασαν τὴν οὐσίαν· ὅπερ, οἶμαι, πέφυκε δρᾷν ὅσα τῶν φαρμάκων αὐστηρὰ καὶ στύφοντα καλεῖται· ταῦτα γὰρ εἰς ταὐτὸ συνάγειν καὶ πιλεῖν, οὐκ ἀποῤῥύπτειν, οὐδὲ καθαίρειν πέφυκεν. ὥστε μάλιστα πάντων φυλαξώμεθα τὸ στῦφον φάρμακον, ἔνθα σαρκῶσαι πρόκειται δυσαπολύτως ἐμπλάσσον τοῖς ἕλκεσι τὸν ῥύπον· οἶνος οὖν ἄριστον φάρμακον ἑλκῶν ἁπάντων ᾗ ἕλκη. εἰ δὲ καὶ μὴ προσθείημεν τῷ
193
λόγῳ ᾗ ἕλκη, ταὐτὸν, οἶμαι, νοήσεις· ὑπὲρ γὰρ τοῦ μὴ παρακοῦσαί τινα πρόσκειται χάριν ἀναμνήσεως, οὐχ ὡς ἀναγκαῖόν τὶ διοριζόμενον. ὡς εἴ γέ μοι μεμνημένος εἴης τῶν ἐν τῷ πρὸ τούτου βιβλίῳ λόγων ἁπάντων, τῶν περὶ τῶν καθ’ ἕκαστον ὄνομα σημαινομένων τε καὶ ὑποκειμένων πραγμάτων, οὐδὲν ἔτι σοι δεήσομαι τὰ τοιαῦτα διορίζεσθαι, μόνον δὲ ἀρκέσει μοι καθ’ ἕκαστον αὐτῶν διελέσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν συνθέτων, ὑπὲρ ὧν ἤδη μέν πού τι πρόσθεν εἴρηται, ῥηθῆναι δ’ ἀναγκαῖον ἔσται καὶ νῦν, οὐ τοσοῦτον αὐτοῦ τοῦ πράγματος ἕνεκεν, ἀλλ’ ὅτι νομίζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ὑπὸ τῆς λέξεως ἐξαπατώμενοι διαφορὰς ἑλκῶν εἶναι τὸ κοῖλον καὶ ὁμαλὲς, ἔναιμόν τε καὶ παλαιὸν, ῥυπαρόν τε καὶ καθαρὸν, ἀφλέγμαντόν τε καὶ φλεγμαῖνον. ἀναγκαῖον οὖν ἔσται διελέσθαι τίνες μὲν αἱ οἰκεῖαι διαφοραὶ τῶν ἑλκῶν εἰσι, τίνες δ’ ἐπιπλοκαὶ διαθέσεων ἑτέρων. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον· ἡ δὲ συνήθης διδασκαλία τοῖς παλαιοῖς, ἥνπερ δὴ καὶ νῦν ηὐξάμην ἀσκηθῆναι, κατὰ φύσιν ὑπάρχει,
194
μάλιστα τῶν ἁπλῶν ἑκάστης διαθέσεως ἴδιον ἴαμα λεγόντων αὐτῶν καὶ μάλιστα πάντων Ἱπποκράτους. ἡ γάρ τοι μέθοδος ἡ θεραπευτικὴ κατὰ τοῦτον ἂν μάλιστα προΐοι τὸν τρόπον, ὑπὲρ ἑκάστου τῶν ἁπλῶν ἰδίᾳ διελθόντων ἡμῶν· ἔπειτ’ αὖθις ἐπὶ τοῖς συνθέτοις ἅπασιν ἑτέραν μίαν ἐπιδειξάντων μέθοδον· ὥσπερ καὶ εἰ δύο ἦν ὄντως κατὰ δίαιταν νοσήματα, τό τὲ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰδίαν ἑκατέρου θεραπείαν εἰπόντας, οὕτως ἐχρῆν ἐπιπεπλεγμένου μνημονεύειν, ὡς οἱ περὶ τὸν Θεσσαλὸν ἀξιοῦσι, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἐπειδὰν τῶν μὲν ἑλκῶν ᾗ ἕλκη πάντων ἓν εἶδος ὑπάρχει, τῶν φλεγμονῶν δ’ ᾗ φλεγμοναὶ, καὶ τούτων ἕτερον εἶδος ἓν, ἰδίᾳ μὲν χρὴ τῶν ἑλκῶν, ἰδίᾳ δὲ τῶν φλεγμονῶν εἰπόντας θεραπείας, οὕτως ἤδη συνάπτειν εἰς ταὐτὸν ἀμφοτέρας. τοῦτ’ οὖν εἰ ποιήσαιμεν, ἕλκη μὲν ἅπαντα ξηραίνεσθαί τε ἅμα καὶ στύφεσθαι δεόμενα, κατὰ τὴν εἰρημένην μέθοδον εὑρήσομεν, οὐ μὴν καὶ ῥύπτεσθαί γε· κοιλότητα δ’ ἐν σαρκὶ ξηραίνεσθαι μὲν καὶ ῥύπτεσθαι, στύφεσθαι δ’ οὐκέτι. καὶ δὴ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν κοίλων ἑλκῶν,
195
ἀνάλογον καὶ νῦν ἐπισκεψόμεθα τοῦ σώματος τὴν φύσιν, εἰ μαλακὴ καὶ βρυώδης, ἢ σκληρὰ καὶ ξηρὰ καὶ σύντονος. ἡ μὲν γὰρ προτέρα καθ’ ὅσον ὑγροτέρα, κατὰ τοσοῦτον καὶ τῶν φαρμάκων ἧττον ξηραινόντων δεήσεται· ἡ δευτέρα δὲ καθ’ ὅσον ξηροτέρα, κατὰ τοσοῦτον αὖ καὶ ἥδε καὶ σφοδρότερον ξηραινόντων δεήσεται καὶ μᾶλλον στυφόντων. ὁ γοῦν ἐμπειρικὸς, οἶμαι, κᾀνταῦθα παίδων μὲν καὶ γυναικῶν καὶ ἁπαλοσάρκων μνημονεύσει, νεανίσκους καὶ γεωργοὺς καὶ θαλαττουργοὺς ἀντιτάττων αὐτοῖς· οὐ μὴν ὅτι γε διὰ μὲν. τὴν ὑγρότητα τῆς κράσεως ἐπὶ παίδων καὶ γυναικῶν ἑώραται τὰ τοιαῦτα τῶν φαρμάκων εὐδοκιμοῦντα· διὰ δὲ τὴν ξηρότητα πάλιν ἕτερα, θερισταῖς καὶ ναύταις ἁρμόττοντα συνιέναι δυνάμενος, οὔτε τῆς καθ’ ἕκαστον σῶμα θεραπείας, ἀκριβῶς στοχάσεται καὶ τῆς ἀποτυχίας οὐχ εὑρήσει τὴν αἰτίαν. ὥστε οὐδὲ τῆς ἐπὶ τὸ βέλτιον εὐπορήσει μεταβολῆς, ὁπόταν ἀποτυγχάνῃ τὰ διὰ τῆς ἐμπειρίας αὐτῷ προεγνωσμένα. τοῦτο μὲν δὴ καθόλου περὶ τῶν φαρμάκων εἴρηταί μοι τῶν κολλητικῶν· ἑξῆς δ’ ἄλλη τις μέθοδος εἰς τὴν σκευασίαν τε καὶ
196
τὴν σύνθεσιν αὐτῶν διαφέρουσα προσέρχεται· τοῖς μὲν γὰρ κοίλοις ἕλκεσιν ὃ βουλόμεθα προσφέρομεν εὐθὺς, εἴτ’ οὖν ξηρὸν εἴθ’ ὑγρὸν φάρμακον· ἐγχωρεῖ γὰρ ἐπιτάττειν ἢ ἐμπλάττειν αὐτὰ παντὶ μορίῳ τοῦ ἕλκους· ἐπὶ δὲ τῶν ἄχρι βάθους ἱκανοῦ γεγενημένων τραυμάτων, ἐπειδὰν ἅπαξ συναγάγωμεν τὰ χείλη, ψαῦσαι τῶν ἐν τῷ βάθει διῃρημένων οὐκ ἐγχωρεῖ. χρὴ τοίνυν οὐχ ἁπλῶς εἰ ξηραντικόν ἐστι καὶ αὐστηρὸν μετρίως τὸ φάρμακον, ἀλλ’ εἰ καὶ μέχρι τοῦ βάθους ἐξικνεῖσθαι δυνατὸν ἐπισκοπεῖσθαι. ψιμμύθιον γοῦν καὶ λιθάργυρος στύφει καὶ ξηραίνει μετρίως· ἀλλ’ ἐὰν ἐπιπάσσῃς αὐτὰ δίκην τέφρας ἐν κύκλῳ τοῦ τετρωμένου, πλέον οὐδὲν ἀνύσεις· οὐ γὰρ διϊκνεῖται τῶν οὕτω ξηρῶν φαρμάκων εἰς τὸ βάθος ἡ δύναμις. ὑγρότητος οὖν αὐτοῖς δεήσει τινὸς, ἵν’ ὁποῖόν τι τῶν ἐμπλαστικῶν φαρμάκων, ἢ καὶ τῶν ὑγροτέρων τι γένηται. τοῦτο μὲν οὖν τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας ἐστὶν ἴδιον, οὐκ αὐτῆς τῆς θεραπευτικῆς μεθόδου καὶ εἰ δόξαιμεν αὐτοῦ δεῖσθαί τε πρὸς τὰ παρόντα, κᾂν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσαιμεν.

197

Ἐπὶ δὲ τὸ τῆς οὐλῆς δεόμενον ἕλκος ἐπάνειμι, περὶ οὗ μικρὸν ἔμπροσθεν ἔλεγον ὡς ὁ πρῶτος μὲν εἴη καὶ τούτου σκοπὸς ἐκ τούτου γένους τοῦ κοίλου. γεννῆσαι γὰρ χρή τι τῶν ἀπολωλότων, οὐχ ἁπλῶς ἑνῶσαι τὰ διεστηκότα· τρόπον δ’ ἕτερον ἐπὶ τούτου γεννᾶται τὸ λεῖπον ἢ ὃν ἐπὶ τοῦ κοίλου. ἐν ἐκείνῳ μὲν γὰρ τὸ αἷμα, τούτῳ δ’ ἡ σάρξ ὕλη. πληροῦται μὲν οὖν τὸ κοῖλον ὑπὸ τῆς γεννωμένης σαρκὸς, τὴν γένεσιν ἐκ τοῦ αἵματος ἐχούσης· εἰς οὐλὴν δὲ ἀφικνεῖται τὸ ἤδη πεπληρωμένον ὑπὸ τοῦ γεννωμένου δέρματος, ἐκ τῆς ὑποβεβλημένης σαρκὸς τὴν γένεσιν ἔχοντος· ἀλλὰ σὰρξ μὲν ἡ αὐτὴ τῷ εἴδει τῇ διεφθαρμένῃ δύναται γεννηθῆναι κατὰ τὸ κοῖλον ἕλκος· δέρμα δ’ οὐκ ἐνδέχεται γεννηθῆναι τοιοῦτον ἀκριβῶς οἷον ἦν τὸ διεφθαρμένον, ἀλλ’ ὅμοιον μέν τι δέρματι καὶ τὴν χρείαν αὐτοῦ δυνάμενον ἀποπληροῦν, οὐ μὴν ἀκριβὲς δέρμα. διὰ τί μὲν οὖν οὐχ οἷόν τ’ ἐστὶν ἡμῖν γεννῆσαι δέρμα τὸ ἅπαξ ἀπολλύμενον, ὥσπερ σάρκα καὶ πιμελὴν γεννῶμεν, ἐκ τῶν φυσικῶν ἐστι προβλημάτων· ὅπως δ’ ἄν τις μιμήσαιτο καὶ φύσιν καὶ χρείαν δέρ

198
ματος, ἐκ τῆς νῦν ἐνεστώσης πραγματείας, ἧς τὴν μέθοδον ἤδη λέγομεν. ἐπειδὴ πρόκειται σκεπάσαι τὴν σάρκα συμφύτῳ τινὶ σκεπάσματι, τοῦτο γάρ ἐστι τὸ εἰς οὐλὴν ἀγαγεῖν τὸ ἕλκος, ἤτοι δέρμα γεννητέον ἡμῖν ἐστιν, ἢ τῆς σαρκὸς τὸ ἐπιπολῆς δέρματι παραπλήσιον ἐργαστέον· ἀλλ’ οὐκ ἐγχωρεῖ γεννῆσαι δέρμα, τὸ λοιπὸν ἄρα πειρατέον ἐργάζεσθαι. τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; ἣ ἀλλοίωσις δηλονότι· σαρκὸς γάρ τι μόριον οὐκέτι σάρκα μένειν, ἀλλ’ οἷον δέρμα γενέσθαι βουλόμεθα· πῶς οὖν ἀλλοιωθήσεται; κατά τινα τῶν ἀλλοιουσῶν δηλονότι ποιοτήτων· ἥκει γὰρ αὖθις ἐνταῦθα, κᾂν μὴ θέλωμεν, ὁ περὶ τῶν στοιχείων λόγος, οὗ χώρις οὐδὲ ἐπουλωτικὸν ἔστιν εὑρεῖν φάρμακον οὐ μόνον σαρκωτικὸν ἢ κολλητικόν. ἐπεὶ τοίνυν τὸ δέρμα τῆς σαρκὸς ξηρότερόν ἐστι καὶ πυκνότερον, εἰ ξηραίνοιμεν καὶ στύφοιμεν τὴν σάρκα, δέρματι παραπλησίαν ἐργασόμεθα. τὸ μὲν κεφάλαιον ἔχεις ἤδη τῶν ἐπουλωτικῶν φαρμάκων, ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· καὶ γὰρ τὰ κολλητικὰ ξηραίνοντά τε ἦν καὶ στύφοντα. ὅπη
199
ποτ’ οὖν διοίσει ταῦτ’ ἐκείνων, εἰς αὐτὴν ἀποβλέπων τὴν οὐσίαν τῶν πραγμάτων ἐξευρήσεις. ἐπειδὴ γὰρ ἐν μὲν ταῖς κολλήσεσι τῶν ἡλκωμένων ξηραίνεσθαι χρὴ τὸ ἐπιῤῥέον, ὡς ἀπέριττον μένειν τὸ πεπονθὸς μέρος, ἐν δὲ ταῖς ἐπουλώσεσιν οὐ μόνον τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν ταῖς σαρξὶν ὑγρὸν ἐκδαπανᾶσθαι προσήκει, πολὺ δήπου ξηρότερον εἶναι χρὴ τὸ συνουλωτικὸν φάρμακον τοῦ κολλητικοῦ· τῷ μὲν γὰρ κολλήσοντι, σκοπὸς εἷς οὗτος μόνος ἐκδαπανῆσαι τὸ περιττὸν τοῦ κατὰ φύσιν, τῷ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἅψασθαι· κηκὶς οὖν ὀμφακίτης ἐνταῦθα καὶ τὰ τῆς ῥοιᾶς λέμματα καὶ τῆς Αἰγυπτίας ἀκάνθας ὁ καρπὸς, μετρίως ξηραίνοντα φάρμακα· χαλκῖτις δὲ καὶ χαλκὸς κεκαυμένος καὶ λεπὶς χαλκοῦ καὶ μίσυ καὶ στυπτηρία σχιστὴ πολὺ τούτων σφοδρότερα μίσυ μὲν καὶ χαλκῖτις μάλιστα, μετριώτερον δ’ ἣ λεπὶς τοῦ χαλκοῦ· καὶ τούτου μετριώτερον ὁ κεκαυμένος χαλκὸς, εἰ δὲ καὶ πλύναις αὐτὸν, τὸ ἀδηκτότατον ἕξεις φάρμακον. ἔστι δὲ καὶ τοῦτο ἤδη τῆς περὶ φαρμάκων συνθέσεως πραγματείας,
200
ἑπομένης τῇ θεραπευτικῇ μεθόδῳ. τὸ μὲν γὰρ τὰς δυνάμεις τῶν φαρμάκων γνῶναι προηγεῖται τῆς θεραπευτικῆς μεθόδου· καὶ λέλεκται περὶ αὐτῶν ἑτέρωθι· τὸ δὲ συνθεῖναι τὰ φάρμακα μετὰ τὴν θεραπευτικήν ἐστι μέθοδον. ὅταν γὰρ αὕτη μὲν διδάξῃ τὰ καθόλου, λέγω δὲ τὸ ξηραίνειν ἢ ὑγραίνειν, ἢ ψύχειν ἢ θερμαίνειν, καὶ ἤτοι μετρίως τοῦτο δρᾷν, ἢ σφοδρῶς, ἢ ἀμυδρῶς, εἰδῶμεν δὲ καὶ τὴν τῶν ἁπλῶν, φαρμάκων ἑκάστου δύναμιν ἰδίᾳ καθ’ ἑαυτὴν ἐπεσκεμμένοι, τηνικαῦτα πῶς ἄν τις ταῦτα μίξειεν ἐπιτηδείως τῇ χρείᾳ προσήκει σκέπτεσθαι· γίνεται γοῦν οὕτως διττή τις ἡ περὶ τῶν φαρμάκων μέθοδος· ἑτέρα μὲν ἡ τῆς δυνάμεως αὐτῶν, ἑτέρα δὲ ἡ τῆς συνθέσεώς τε καὶ σκευασίας. ἀλλὰ γὰρ ἐπὶ τὸ λεῖπον ἔτι τῆς περὶ τῶν ἑλκῶν ἀπιέναι χρὴ μεθόδου.

Λείπει δ’, ὡς οἶμαι, τὸ περὶ τῶν ὑπεραυξανομένων σαρκῶν εἰπεῖν, ὃ δὴ καὶ ὑπερσάρκωσιν ὀνομάζουσιν οἱ πλείους τῶν ἰατρῶν. ἔστι δὲ καὶ τοῦτο νόσημα τοῦ γένους τοῦ παρὰ τὸ ποσὸν, ἢ τὸ πηλίκον τῶν μορίων·

201
ἐξέστω γὰρ ὡς ἂν ἐθέλοις ὀνομάζειν· ἐκ ταὐτοῦ δὲ γένους καὶ ἡ κοιλότης ἦν, ὑπὲρ ἧς προειρήκαμεν. ὡς οὖν ὃ καλοῦσιν ἕλκος κοῖλον οὐχ ἕν ἐστι πάθος, ἀλλὰ κοιλότης τε ἅμα καὶ ἕλκος, οὕτως ἕλκος ὑπερσαρκοῦν οὐχ ἕν ἐστι πάθος, ἀλλ’ ὑπερσάρκωσίς τε ἅμα καὶ ἕλκος, ἐνδείκνυται δὲ τὸ τῷ μεγέθει παρὰ φύσιν τὴν πρώτην ἔνδειξιν, ἣν δὴ καὶ σκοπὸν τῆς τῶν ἰαμάτων εὑρέσεως ἐλέγομεν εἶναι, τοῦ πλεονάζοντος τὴν ἀφαίρεσιν· ὑπὸ φαρμάκων δ’ αὕτη γίνεται μόνον, οὐκέθ’ ὑπὸ φύσεως, ἀνάπαλιν ἢ ὡς ἐπὶ σαρκώσεως καὶ κολλήσεως εἶχεν· ἐκεῖνα μὲν γὰρ τῆς φύσεως αὐτῆς ἐστιν ἔργα, τῶν φαρμάκων τὰ διακωλύοντα τὰς ἐνεργείας αὐτῆς ἐκκοπτόντων· ἡ δὲ τῶν ὑπεραυξηθεισῶν σαρκῶν καθαίρεσις οὐδὲν μὲν τῆς φύσεώς ἐστιν ἔργον, ὑπὸ δὲ τῶν ἰσχυρῶς ξηραινόντων γίνεται φαρμάκων. παράκειται δὲ ταῦτα τὰ φάρμακα τοῖς τε ῥύπτουσιν ἰσχυρῶς καὶ τοῖς ἐπουλοῦσιν, ὡς πολλοὺς διαμαρτάνοντας ἐνίοτε τὸ καθαιρετικὸν φάρμακον ἢ ὡς ῥύπου καθαρτικὸν, ἢ ὡς
202
εἰς οὐλὴν ἄγον παραλαμβάνειν· οἷον αὐτίκα τὸ μίσυ καὶ ἡ χαλκῖτις εἰ ὑγρᾷ φύσει προσάγοιτο, τῶν καθαιρόντων μᾶλλον ἢ τῶν ἐπουλούντων ἐστίν· ὅθεν εἴ ποτε τοιούτοις ἀναγκασθείημεν χρῆσθαι πρὸς ἐπούλωσιν, ἑτέρων δηλονότι μὴ παρόντων, ὡς ἐλαχίστοις αὐτοῖς χρησόμεθα, μόνον τὸν πυρῆνα τῆς μήλης καθιέντες εἰς ἄκρον λελειωμένα τὰ φάρμακα· κᾄπειθ’ οὕτως οἷον χνοῦν τινα τοῖς τῆς ἐπουλώσεως δεομένοις ἐπιβάλλομεν μορίοις. εἰ δὲ καὶ καθαιρεῖν βουλοίμεθα τὰ ὑπερέχοντα, δαψιλέστερον ἐπιθήσομεν. ἰὸς δὲ τούτων ἐστὶ καθαιρετικώτερος, ὡς ὅλως ἐκπεπτωκέναι τοῦ γένους τῶν ἐπουλούντων· εἰ δὲ καὶ καύσειας αὐτὰ, δριμύτερα μὲν ἧττον, ἐπουλωτικώτερα δὲ ποιήσεις. εἰ δὲ καὶ πλύναις, ἠπιώτερα. μέμνησαι δὲ δήπου καὶ σὺ τὸν ἄνευ λογισμοῦ θεραπεύοντά ποτε τὸ ῥυπαρὸν ἕλκος, τῷ συνήθει φαρμάκῳ τῷ χλωρῷ, μιγνύντα μὲν αὐτῷ τὸ μέλι, πολλαῖς δὲ ἐφεξῆς ἡμέραις εὑρίσκοντα ῥυπαρὸν ὁμοίως· εἶτ’ ἀπορούμενόν τε καὶ ὅπῃ μεταβῇ μὴ γινώσκοντα· συνέβαινε
203
γὰρ οὐ καθαίρεσθαι μόνον τὸν ῥύπον, ἀλλὰ καὶ συγκαθαιρεῖσθαί τι καὶ συντήκεσθαι τῆς ὑποκειμένης σαρκὸς, ἰσχυροτέρου τοῦ φαρμάκου τῆς τοῦ κάμνοντος ὑπάρχοντος φύσεως. εἶθ’ ὁ μὲν ἰατρὸς ἀεὶ πλέον ἀνεμίγνυε τῷ φαρμάκῳ τοῦ μέλιτος, ἵνα δὴ σφοδρότερον καθῄρειεν, ὡς ἐλλιπῶς τοῦ προτέρου τοῦτο δράσαντος. ἐγίγνετο δὲ πᾶν τοὐναντίον· εἰς ὅσον γὰρ ἐπετείνετο τῇ δριμύτητι τὸ προσφερόμενον, εἰς τοσοῦτον συνετήκετο μὲν ἡ ὑποκειμένη σὰρξ, ὁ δὲ τῆς συντήξεως ῥύπος εὑρισκόμενος ἐπὶ τοῦ ἕλκους ἐξηπάτα τὸν ἰατρὸν, ὡς οὐδὲν ἀνύοντος τοῦ φαρμάκου. τούτου μὲν δὴ περὶ τὴν διάγνωσιν, οὐ μόνον περὶ τὴν θεραπευτικὴν μέθοδον ἡ ἄγνοια· καὶ γὰρ μάλιστα καὶ ῥυπαρὸν καὶ ὑγρὸν ὁμοίως φαίνεται τὸ ἕλκος ἐπ’ ἀμφοτέρων τῶν φαρμάκων, ἀλλά τοι κοιλότερον μὲν ἐπὶ τῶν ἰσχυρῶν τε καὶ συντηκόντων γίγνεται· καὶ προσέτι τοῖς χείλεσιν ὀχθῶδες, ἐρυθρόν τε καὶ ὑποφλεγμαῖνον, ἔστιν ὅτε δὲ καὶ δάκνεται σαφῶς ὁ ἄνθρωπος ὑπὸ τοῦ τοιούτου φαρμάκου· τὸ δ’ ἧττον ἢ
204
προσήκει ξηραῖνον οὔτε δῆξιν οὔτε τῶν ἄλλων οὐδὲν ὧν εἶπον ἐργάζεται. δῆλον δ’, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς ὁ μὲν ἐμπειρικὸς, εἰ καὶ ὅτι μάλιστα διωρισμένῃ χρήσαιτο τῇ πείρᾳ, τό γε μεταβαίνειν ἐπὶ τὸ προσῆκον. εὐμηχάνως οὐκ ἔχει. μόνῳ δ’ ὑπάρχει τοῦτο τῷ κατὰ μέθοδον ἰατρεύοντι, τὴν ὄντως δηλονότι μέθοδον, ἣν ἐγὼ νῦν διέρχομαι.

Τὴν γὰρ τῶν ἀμεθόδων Θεσσαλείων μέθοδον ὄνομα μόνον οἶσθα δήπου κενὸν, ἔρημον ἔργου παντός· οἵ γε τοσαύτης τε καὶ τηλικαύτης οὔσης μεθόδου περὶ τὴν τῶν ἑλκῶν ἴασιν οὔτε τοῖς τῶν ἐμπειρικῶν ἐχρήσαντο διορισμοῖς εἰς τὴν τῶν φαρμάκων εὕρεσιν οὔτ’ ἀπὸ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων ἔλαβον τὴν ἔνδειξιν, ὡς οἱ δογματικοί· μόνον δ’ εἰπόντες ὃ καὶ τοῖς ἰδιώταις γνωρίζεται, τὸ δεῖσθαι τὸ μὲν κοῖλον ἕλκος πληρώσεως, τὸ δὲ πλῆρες ἐπουλώσεως, τὸ δ’ ὑπερσαρκοῦν καθαιρέσεως, καὶ τὸ μὲν ῥυπαρὸν καθάρσεως, τὸ δὲ καθαρὸν ἐπουλώσεως, τὸ δὲ ἔναιμον καὶ κολλήσεως, ἑλκῶν θεραπείας οἴονταί τινα μέθοδον εἰρηκέναι· τοσοῦτον ἀποδέουσι γιγνώσκειν ὡς ταῖς μὲν ὑγροτέραις

205
φύσεσι τῶν ἧττον ξηραινόντων φαρμάκων ἐστὶ χρεία, ταῖς δὲ ξηροτέραις τῶν μᾶλλον. ὃ τοίνυν παρ’ ὅλον τὸν λόγον ἐφάνη σαφῶς αὖθις ἀναληπτέον· ἵν’ ἡμεῖς τε μάλιστα προσέχωμεν αὐτῷ τὸν νοῦν, οἵ τ’ ἄλλοι πάντες οἱ τὴν παλαιὰν μέθοδον διαφθείροντες ἐναργέστερον γνῶσιν ὅσον ἁμαρτάνουσιν. ἄρξομαι δ’ ἀπὸ τῶν σαρκώσεως δεομένων ἑλκῶν, ἕν τι τοῦτο παράδειγμα προχειρισάμενος, ἐπειδὴ καὶ φθάνω τὸν λόγον ὑπὲρ αὐτοῦ πεποιημένος. εἶθ’ ἑξῆς περὶ πάσης ὁμοῦ τῆς ἰάσεως ἐν τῷ καθόλου ποιήσομαι τὸν λόγον. ἐφάνη τοίνυν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τῇ πείρᾳ σκοπουμένοις, οὐ τῶν αὐτῶν ἅπασα φύσις δεομένη φαρμάκων, ἀλλ’ αἱ μὲν ἀσθενέστεραι καὶ μαλακώτεραι τῶν μαλακωτέρων, αἱ δ’ ἰσχυρότεραι, καὶ ξηρότεραι τῶν ἰσχυροτέρων. οὕτω δὲ κᾀπὶ τῶν εἰς οὐλὴν ἀγομένων ἑλκῶν εἶχε καὶ προσέτι τῶν κολλήσεως δεομένων. ἁπλῶς γὰρ οὐδὲν τῶν ἰσχυρῶν φαρμάκων αἱ μαλακαὶ φέρουσι φύσεις. ἐν δὲ τῇ διεξόδῳ ταύτῃ τοῦ λόγου κατάφωρον γίγνεται σαφῶς ὅτι τε τὴν φύσιν ἐπισκεπτέον ἐστὶ τοῦ κάμνοντος, ὅτι τε καθ’ ἕκαστον ἄνθρωπον
206
ἰδίᾳ τίς ἐστι θεραπεία· καὶ τρίτον ἐπὶ τούτοις ὡς ἐπειδὴ τὸ τῆς ἑκάστου φύσεως ἴδιον ἀῤῥητόν ἐστι καὶ πρὸς τὴν ἀκριβεστάτην ἐπιστήμην ἄληπτον, οὗτος ἂν ἄριστος ἰατρὸς εἴη τῶν κατὰ μέρος ἁπάντων νοσημάτων, ὁ μέθοδόν τινα πορισάμενος ἐξ ἧς διαγνωστικὸς μὲν τῶν φύσεων ἔσοιτο, στοχαστικὸς δὲ τῶν ἑκάστης ἰδίων ἰαμάτων. τὸ δ’ οἴεσθαι κοινήν τινα ἁπάντων ἀνθρώπων εἶναι θεραπείαν ἐσχάτως ἠλίθιόν ἐστιν· ὅπερ οἱ ἀναισθητότατοι νομίζουσι μεθοδικοί. καὶ διὰ ταῦθ’ ἑστάναι τὰ τῆς ἰατρικῆς ἔφασαν ἅπαντα θεωρήματα, τουτέστιν ἐπιστημονικὰ καὶ βέβαια ταῖς γνώσεσιν ὑπάρχειν. εἶναί τε τὴν γνῶσιν αὐτῶν τέχνην τινὰ κοινοτήτων, οὐκ ἰδιοτήτων, ὡσπερεὶ τὸν κοινὸν καὶ γενικὸν ἄνθρωπον θεραπεύοντες, οὐ τοὺς κατὰ μέρος. ὡς οὖν ἐν τοῖς ἄλλοις ἅπασιν εὐθέως κατὰ τὰς ἀρχὰς ἐσφάλησαν, οὕτω κᾀν τῷδε· θεραπεύεται μὲν γὰρ οὐχ ὁ κοινὸς καὶ γενικὸς ἄνθρωπος, ἀλλ’ ἡμῶν ἕκαστος, ἄλλος ἄλλην ἔχων δηλονότι κρᾶσίν τε καὶ φύσιν. οἱ δ’ οἴονται μίαν θεραπείαν ἁπάντων ἀνθρώπων
207
εἶναι· ἐγὼ δ’ εἰ καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς ἠπιστάμην ἐξευρίσκειν, οἷον ἐπινοῶ τὸν Ἀσκληπιὸν, αὐτὸς ἂν ἦν τοιοῦτος· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τὸ γοῦν ἐγγυτάτω προσιέναι καθόσον ἀνθρώπῳ δυνατὸν αὐτός τε ἀσκεῖν ἔγνωκα καὶ τοῖς ἄλλοις παρακελεύομαι. πειρῶνται μὲν οὖν εἰς ὅσον οἷόν τε καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας, ἀποχωρεῖν μὲν τῶν κοινῶν, προσέρχεσθαι δὲ τοῖς ἰδίοις· ἀλλ’ ὅσον καὶ τούτοις ἐνδεῖ πρὸς τὸ τέλειον εἴρηται πρόσθεν. οὐ γὰρ ἐπὶ παίδων, ἢ γυναικῶν, ἢ γερόντων, ἢ μαλακὴν ἐχόντων καὶ λευκὴν τὴν σάρκα καὶ ὅσα τοιαῦτα, ὡς ἐκεῖνοι ποιοῦσι, προσδιοριστέον ἐστὶν, ἀλλ’ ὅπως ὑγρότητος ἢ ξηρότητος ἔχει τὸ σῶμα. τοὺς μὲν οὖν ἐμπειρικοὺς ἰατροὺς ἄλλων τε πολλῶν ἕνεκεν ἀποδέχεσθαι χρὴ καὶ μάλισθ’ ὅταν προσέρχεσθαι. πειρῶνται καθόσον ἐγχωρεῖ τῇ τοῦ κάμνοντος ἰδιότητι. μετὰ γὰρ τοὺς διορισμοὺς ἅπαντας οὓς διορίζονται, καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἐπάγουσιν, ὡς κᾀντεῦθεν εὐπορήσαντες οἰκειοτέρων τῷ κάμνοντι βοηθημάτων. εἰρήσεται δ’ ἡμῖν ἐν τοῖς ἑξῆς ἐπὶ
208
πλέον ὑπὲρ τῶν ἐθῶν, κᾀκεῖ ἀποδείξομεν ὑπὲρ τοῦ γνῶναι τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως, ἐξευρῆσθαι τοῖς παλαιοῖς καὶ τὸν ἀπὸ τοῦ ἔθους διορισμόν. τοῦτον οὖν ἐπὶ τοῖς ἄλλοις οἱ ἐμπειρικοὶ παραλαμβάνουσι καὶ πρὸς τούτῳ καὶ αὐτὸν τὸν ἰατρὸν, εἰ πολλάκις εἴη παραγεγονὼς τῷ νοσοῦντι, βέλτιον ἂν ἰᾶσθαί φασι τοῦ μὴ παραγεγονότος· εἶθ’ ὅταν ταῦτα πάντα προσθῶσιν, οὔπω βεβαίαν οὐδ’ ἐπιστημονικὴν ἔχειν φασὶ τῆς ἰδίας τοῦ κάμνοντος ἰάσεως τὴν γνῶσιν. ὁ δ’ ἀναισχυντότατος Θεσσαλὸς ἓν μόνον εἰδὼς, ὅτι τὸ κοῖλον ἕλκος πληρωτέον, ἑστῶτά τε καὶ βεβαία φησι τὰ τῆς ἰατρικῆς εἶναι θεωρήματα. καίτοι τοῦτό γε πάντες, ὡς εἴρηται καὶ πρόσθεν, ἄνθρωποι γινώσκουσιν, οὐχ οἱ νῦν μόνον, ἀφ’ οὗ Θεσσαλὸς, ὁ δεύτερος Ἀσκληπιὸς, εἰς ἀνθρώπους ἧκεν, ἀλλὰ καὶ οἱ πρὸ Δευκαλίωνος, οἶμαι, καὶ Φορωνέως, εἴπερ γε κᾀκεῖνοι λογικοί τε ἦσαν. ἀλλὰ πρὸς τῷ γινώσκειν ὡς σαρκωτέον ἐστὶ τὸ κοῖλον ἕλκος, ἔτι κᾀκεῖνο συνίεσαν, ὡς ὁ γινώσκων τὰ φάρμακα τὰ σαρκώσοντα τοιοῦτον ἕλκος, ἐκεῖνος ἰατρός ἐστιν. εἰ μὲν οὖν ἐξ ἐμπειρίας εὕρηται ταῦτα,
209
δῆλον ὡς ἐμπειρικῶς ἡμῖν ἰατρευτέον ἐστίν· εἰ δὲ ἐκ λόγου, λογικῶς· οὐ γὰρ δὴ ἄλλο μὲν εὕρηκεν, ἄλλῳ δέ τινι νῦν ἐπιδεξίως χρήσεται. ἀλλὰ περὶ μὲν τούτου πρὸς τοὺς ἐμπειρικούς ἐστιν ἡ ἀμφισβήτησίς τις ἡμῖν· ὅπερ δὲ λέγων ἀπέλιπον, ἡ ὄντως ἰατρικὴ τῆς τοῦ κάμνοντος ἐστόχασται φύσεως· ὀνομάζουσι δὲ, οἶμαι, τοῦτο πολλοὶ τῶν ἰατρῶν ἰδιοσυγκρασίαν, καὶ πάντες ἀκατάληπτον ὁμολογοῦσιν ὑπάρχειν· καὶ διὰ τοῦτο καὶ αὐτὴν τὴν ὄντως ἰατρικὴν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι παραχωροῦσιν. ἤρτηται δὲ ὁ λόγος οὗτος σύμπας ἀπὸ διττῶν ἀρχῶν· ἀπὸ μὲν τῶν ἐναργῶς φαινομένων τοῖς ἐμπειρικοῖς τε καὶ τηρητικοῖς, ἀπὸ δὲ τῶν στοιχείων τοῖς λογικοῖς. ὅτι τε γὰρ ἄλλον ἄλλο φάρμακον ὠφελεῖ σχεδὸν ἤδη καὶ οἱ παῖδες ἐπίστανται· συμφωνεῖ δὲ τούτῳ καὶ ὁ ἀπὸ τῶν στοιχείων λογισμός. εἰ γὰρ ὑπόθοιο πεντεκαίδεκα διαφορὰς εἶναι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ταῖς κράσεσι τῶν ἀνθρώπων ἐπὶ μόνης τῆς ὑγρᾶς φύσεως, ἀνάγκη δήπου σε καὶ τῶν φαρμάκων οἷς μέλλεις χρήσασθαι πεντεκαίδεκα διαφορὰς ἐπίστασθαι, καὶ τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον ξηραινούσας, ἵν’
210
ἑκάστῃ φύσει τὸ προσῆκον ἐξευρίσκῃς. εἰ δὲ καὶ τῆς ξηροτέρας φύσεως ἄλλας πεντεκαίδεκα διαφορὰς ὑποθέμενος ὡσαύτως κᾀπ’ ἐκείνης ἄλλων πεντεκαίδεκα δέοιο φαρμάκων, ἔσται σοι τὰ πάντα τριάκοντα φάρμακα πρὸς τριάκοντα φύσεις ἡρμοσμένα, καὶ τούτοις προσηκόντως χρῆσθαι δυνήσεται μόνος ὁ περὶ κράσεως σωμάτων ἀκριβῶς ἐπεσκεμμένος. ἆρ’ οὖν εἰ μὲν ὅλον τὸ σῶμα εἴη ξηρότερον τὴν κρᾶσιν, ὑπὸ τῶν ξηραντικωτέρων ὠφεληθήσεται φαρμάκων· εἰ δὲ μόριον αὐτοῦ τι τῶν ἄλλων φύσει ξηρότερον ὑπάρχοι, τῶν ἧττον ξηραινόντων δεήσεται; ἢ πρόδηλον κᾀνταῦθα τὸ μὲν ξηρότερον τῇ κράσει μόριον τῶν ξηραντικωτέρων, τὸ δ’ ὑγρότερον τῶν ἧττον ξηραινόντων προσδεῖσθαι; καὶ τοῦτ’ οὖν ὅλον παραλέλειπται τοῖς ἀμεθόδοις Θεσσαλείοις, ἓν ἐπὶ παντὸς μορίου φάρμακον ἡγουμένοις ἁρμόττειν. οἱ δ’ ἀπὸ τῆς ἐμπειρίας ὅσον πλεονεκτοῦσι κᾀν τῷδε τῶν Θεσσαλείων μεθοδικῶν, τοσοῦτον ἀπολείπονται τῶν ὄντως μεθοδικῶν τε καὶ λογικῶν. ἔχουσι γὰρ δὴ κᾀκεῖνοι πρὸς τῆς πείρας διδαχθέντες
211
ἄλλο μὲν τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν, ἄλλο δὲ τῶν ἐν ὠσὶν, ἢ ἄρθροις, ἢ σαρξὶν, ἢ δέρματι μόνῳ φάρμακον. ἀλλ’ ὅτι γε κᾀνταῦθα μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατήσωσιν, ἐκ τῶν ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπὶ τὴν ἀρχὴν ἀνέλθωμεν τοῦ λόγου, μιγνύντες ἁπάσας τὰς συμπιπτούσας ἕλκει διαθέσις, ἀπὸ πρώτης ἀρξάμενοι τῆς δυσκρασίας. εἰ γὰρ ἤτοι πρόσθεν εἴη κατὰ δή τινα συντυχίαν, ἢ καὶ παρ’ αὐτὸν τῆς ἑλκώσεως τὸν χρόνον ἡ ἡλκωμένη σὰρξ γένοιτο θερμοτέρα τοῦ δέοντος, ἢ ψυχροτέρα, δεήσει τὸ φάρμακον οὐ μόνον ξηραίνειν μετρίως, ἀλλὰ καὶ θερμαίνειν ἢ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἡ ὑποκειμένη σὰρξ ἐξέστη τοῦ κατὰ φύσιν· οὐ γὰρ ἐγχωρεῖ σάρκωσιν, ἢ πλήρωσιν, ἢ κόλλησιν, ἢ ἐπούλωσιν ἕλκους ὀρθῶς ποτε γενέσθαι τῆς ὑποκειμένης σαρκὸς ἐχούσης κακῶς, οὐδὲ εἰκῆ πρόσθεν ἐλέγομεν ἔργα φύσεως εἶναι σύμπαντα ταῦτα. κάθαρσιν μέντοι τῶν ῥυπαρῶν καὶ καθαίρεσιν τῶν ὑπεραυξηθέντων ἐγχωρεῖ γενέσθαι καὶ χωρὶς τοῦ κατὰ φύσιν ἔχειν

212
τὴν σάρκα· μόνον γὰρ τῶν φαρμάκων ἦν ἔργα. διὸ καὶ μείζων ἡ πρόνοια γιγνέσθω σοι τῆς εὐκρασίας τῶν ἡλκωμένων μορίων, ὁπότε σαρκοῦν ἢ κολλᾷν ἢ ἐπουλοῦν ἐθέλεις αὐτά. σώζεσθαι γὰρ δεῖ τὰς κινήσεις τῆς φύσεως αἷς εἵπετο τῶν εἰρημένων ἕκαστον· οὐ σωθήσονται δ’ ἄλλως εἰ μὴ πάντη κατὰ φύσιν ἔχοι τὸ μόριον. ὥσπερ οὖν εἰ φλεγμονή τις ἅμα τῷ ἕλκει τύχοι, πρὶν ταύτην λῦσαι, σαρκοῦν, ἢ κολλᾷν, ἢ ἐπουλοῦν οὐκ ἂν οὐδεὶς ἐπεχείρησεν αὐτὸ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰ καὶ χωρὶς φλεγμονῆς εἴη μόνη δυσκρασία τῶν εἰρημένων, οὐδὲν ἐλπίσομεν γενέσθαι πρὶν ἐκείνην ἰᾶσθαι. πάλιν οὖν ἐντεῦθεν ἔνδειξίς τις εἰς τὴν τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων εὕρεσιν γίνεται· ξηραίνοντα μὲν γὰρ ἦν ἅπαντα, διέφερε δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὐ μὴν ὅπως γε τοῦ θερμαίνειν ἢ ψύχειν εἶχεν εἴρηταί που πρόσθεν, ἀλλ’ ἡ μέθοδός πως ἀναγκάζει καὶ τοῦτ’. ἐρευνᾶσθαι. οὐ γὰρ ἁπλῶς εἰ ξηραῖνον, ἀλλ’ εἰ μὴ καὶ σφόδρα θερμαῖνον, ἢ ψῦχον ἐπισκέπτεσθαι χρή. φεύξῃ
213
τοιγαροῦν ὑοσκύαμον καὶ μανδραγόραν καὶ κώνειον, ὡς πέρα τοῦ μετρίου ψύχοντα, καίτοι ξηραίνει γε εἰς τοσοῦτον, εἰς ὅσον ἕλκος ξηραίνεσθαι ὀφείλει. καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, εἰ καὶ ξηραίνει συμμέτρως, ἀλλὰ πέρα γε τοῦ προσήκοντός ἐστι θερμά· καὶ διὰ τοῦτο οὐκ ἄν τις αὐτοῖς χρήσαιτο μόνοις ἄνευ τοῦ τοῖς ἀτρέμα ψύχουσιν ἐπιμίξας, ἓν ἐξ ἁπάντων εὔκρατον ἀπεργάσασθαι φάρμακον. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει προσεπιβλέπειν δεήσει καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν· οἷον γὰρ φάρμακόν τι καὶ οὗτος ἔξωθεν προσπίπτων τοῖς σώμασιν, ἐπειδὰν ἀμέτρως ἔχῃ θερμότητος ἢ ψύξεως, ἐμποδὼν ἵσταται τῇ θεραπείᾳ. χρὴ τοίνυν ἀντιπεπονθέναι τὰ φάρμακα ταῖς ἀμετρίαις αὐτοῦ. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης ψυχροτέροις μὲν τῇ δυνάμει χρῆται κατὰ τὰς θερμὰς ὥρας, θερμοτέροις δὲ κατὰ τὰς ψυχράς. οἶσθα δὲ δήπου κᾀνταῦθα τῶν ἀναισθήτων τινὰ μεθοδικῶν ὁμολογήσαντα μὲν ἐπιβλέπειν ὅπως ἔχει θερμότητος ἢ ψύξεως ὁ περιέχων ἀὴρ τὸν κάμνοντα, μὴ μέντοι τὰς ὥρας τοῦ ἔτους ἐπισκέπτεσθαι συγχωροῦντα, ὥσπερ
214
τῶν ὀνομάτων τῶν κατὰ τὰς ὥρας βλαπτόντων ἢ ὠφελούντων, ἀλλ’ οὐ τῆς κράσεως αὐτῶν, ἢ οὐ διὰ ταύτην ἀποβλεπόντων εἰς αὐτὰς τῶν παλαιῶν ἰατρῶν. ἀλλὰ γὰρ ὅτι μὲν ἀναγκαῖόν ἐστι τῷ μέλλοντι μεθόδῳ τινὶ θεραπεύσειν ἕλκος, ἐπί τε τὰ στοιχεῖα πρῶτα καὶ μάλιστα παραγίνεσθαι καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς κράσεις τῶν σωμάτων ὅλων τε καὶ κατὰ τὰ μόρια ἐπιβλέπειν ἱκανῶς οἶμαι δεδεῖχθαι. πάλιν δ’ ἀναμνηστέον κᾀνταῦθα τὸ καὶ πρόσθεν εἰρημένον ἐπὶ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἐνδείξεως· ὡς γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ὑγροτέρα φύσις ὑγροτέρων ἐδεῖτο τῶν φαρμάκων, ἡ δὲ ξηροτέρα ξηροτέρων, οὕτως καὶ νῦν ἡ μὲν θερμοτέρα θερμοτέρων, ἡ δὲ ψυχροτέρα ψυχροτέρων δεήσεται, ἔμπαλιν δὴ τῆς ἐνδείξεως γιγνομένης ἀπὸ τῶν παρὰ φύσιν τε καὶ κατὰ φύσιν· τὰ μὲν γὰρ κατὰ φύσιν ὁμοίων ἑαυτοῖς ἐστὶν ἐστὶν ἐνδεικτικὰ, τὰ δὲ παρὰ φύσιν ἐναντίων, εἴ γε τὰ μὲν φυλάττεσθαι, τὰ δὲ διαφθείρεσθαι χρή.

Τὸ μὲν οὖν καὶ τὰς κράσεις τῶν σωμάτων καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς φύσεις τῶν μορίων ἐπιβλέπειν

215
χρῆναι τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι δεδεῖχθαί μοι νομίζω σαφῶς· καὶ ὡς μὲν πρῶτος σκοπὸς τῆς ἰάσεως ἐκ τῆς διαθέσεως λαμβάνεται μόνης, ἐξευρεῖν δὲ οὐκ ἔτι ἐντεῦθεν ἐγχωρεῖ τὰ βοηθήματα, πρὶν ἐπί τε τὰ στοιχεῖα τῶν σωμάτων ἀναβῆναι καὶ τοῦ κάμνοντος ἐπισκέψασθαι τὴν κρᾶσιν, ὅλου τε τοῦ σώματος καὶ τοῦ πεπονθότος μέρους, εὐθὺς αὐτῷ καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν συνεπισκεπτομένους· ἥτις ἐκτείνεται κᾀπὶ τὰς ἐπιδήμους καταστάσεις καὶ προσέτι τὰς χώρας. ὅτι δὲ πολλάκις ἐναντίαι ἐνδείξεις γίγνονταί κατὰ μίαν θεραπείαν, ὅπως τε χρὴ μεταχειρίζεσθαι τὰς τοιαύτας, εἰρήσεται μὲν ἐπιπλέον ἐν τοῖς ἐφεξῆς, εἴη δ’ ἂν οὐκ ἄπο, τρόπου καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν ὑπὲρ αὐτῶν. οὐδὲν γὰρ οἶμαι θαυμαστὸν ὑγροτέραν μὲν ὑπάρχειν τὴν κρᾶσιν τοῦ κάμνοντος, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον ξηρότερον, ἢ τοῦτο μὲν ὑγρότερον, ἅπασαν δὲ τὴν κρᾶσιν ξηροτέραν· ὡσαύτως δὲ καὶ κατὰ θερμότητα καὶ ψύξιν ὑπεναντίως ἔχειν τῇ κράσει τὸ μόριον πρὸς τὸ ὅλον. ὥσπερ οὖν εἰ τὸ πᾶν σῶμα τῆς μέσης ὑπῆρχε κράσεως, ἣν ἀρίστην ἐδείκνυμεν, οὐδὲν ἂν ἕνεκά
216
γε τῆς τοῦ κάμνοντος φύσεως ἐνεωτερίζομεν ἐν τοῖς φαρμάκοις, οὕτως ἐπειδὰν ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ ψυχρότερον ἢ θερμότερον ᾖ τοῦ δέοντος, ἐπιτείνειν εἰς τοσοῦτον χρὴ τὰς δυνάμεις τῶν φαρμάκων, εἰς ὅσον καὶ τὸ σῶμα φυσικῆς ἐπείληπται δυσκρασίας. οὐ γὰρ δὴ ἐπιλελήσμεθά γε, τίς μὲν ἡ φυσικὴ δυσκρασία, τίς δ’ ἡ παρὰ φύσιν. εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἐν ἄλλοις καὶ μάλιστ’ ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας γράμματι. φέρε τοίνυν ὅλην τὴν κρᾶσιν τοῦ κάμνοντος σώματος ὑγροτέραν εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῶν ἧττον ξηραινόντων φαρμάκων, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον τῶν φύσει ξηροτέρων ὑπάρχειν, οἷά περ ἐλέγομεν εἶναι τὰ ἧττον σαρκώδη. τοιαῦτα δ’ ἐστὶ τά τε κατὰ τοὺς δακτύλους καὶ τὰ ἄρθρα καὶ τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὀδόντας, ἁπλῶς δ’ εἰπεῖν ἵνα χόνδροι πολλοὶ καὶ ὑμένες καὶ σύνδεσμοι καὶ ὀστᾶ καὶ νεῦρα, πιμελὴ δὲ καὶ σὰρξ ἢ οὐδ’ ὅλως, ἢ ἐλαχίστη, διάφορος δ’ ἐν τούτοις ἡ ἔνδειξις ἀπό τε τοῦ πεπονθότος μέρους ἐστὶ καὶ τῆς φύσεως τοῦ κάμνοντος. ὥστε εἰ μὲν ὅσῳ τοῦ κάμνοντος
217
ἡ κρᾶσις ὑγροτέρα πέφυκε τοῦ συμμέτρου, τοσούτῳ καὶ τὸ μόριον εἴη ξηρότερον τοῦ συμμέτρου, μήτε προστιθέναι τι μήτ’ ἀφαιρεῖν τοῦ φαρμάκου, τοιοῦτον δὲ προσφέρειν, οἷον ἂν ἐπὶ τοῦ συμμέτρου τῇ κράσει σώματος ἐν συμμέτρῳ τῇ κράσει μορίῳ γεγονότος ἕλκους παρελάβομεν. εἰ δὲ πλέον εἴη τὸ μόριον τοῦ μετρίου ξηρότερον, ἢ ὅσῳ τοῦ σώματος ἡ κρᾶσις ὑγροτέρα, τοσοῦτον ἐπιτείνεσθαι χρὴ ξηρότητι τὸ φάρμακον, ὅσον ὑπερβάλλει τὸ μόριον τῆς ὅλης κράσεως. οἷον εἰ τέσσαρσι μὲν ἀριθμοῖς εἴη τὸ ἡλκωμένον μέρος ξηρότερον τοῦ συμμέτρου, τρισὶ δ’ ἀριθμοῖς ἡ φύσις τοῦ νοσοῦντος ὑγροτέρα τῆς εὐκράτου, πρόδηλον ὡς ἑνὶ τοῦ συμμέτρου μορίου τὸ νῦν ἡλκωμένων ἔσται, ξηροτέρου δεόμενον φαρμάκου. ὅτι δὲ ἅπαντα ταῦτα στοχασμῷ λαμβάνεται καὶ ὅτι κάλλιστα δυνατός ἐστι στοχάζεσθαι ὁ γεγυμνασμένος ἐν τοῖς. περὶ τούτων λογισμοῖς ἄντικρυς δῆλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἁπάντων ἐναντίαι πολλάκις ἐνδείξεις καθ’ ἕνα γίνονται χρόνον· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν ὑπὲρ τῶν κατὰ θερμόν
218
τε καὶ ψυχρὸν ἐνδείξεων ἀνάλογον τοῖς εἰρημένοις νοεῖσθαι δυναμένων· ἐφ’ ἑτέρων δὲ καὶ τοῖς χρόνοις ἐφ’ οἷς εὐθὺς αἱ ἐνδείξεις τέμνονται, καὶ χρὴ τὴν μὲν ἡσυχάσαι κατά γε τὴν ἀρχὴν τῆς θεραπείας, ἐνεργῆσαι δὲ ἑτέραν· οἷον ὅταν ἕλκος ᾖ κοῖλόν τε ἅμα καὶ ἱκανῶς ῥυπαρόν· αἱ μὲν γὰρ διαθέσεις αἱ παρὰ φύσιν ἐν τούτοις τρεῖς εἰσιν, ἕλκος καὶ κοιλότης καὶ ῥύπος. ἡ δὲ τῆς ἰάσεως τάξις ἀπὸ τῆς ἀναιρέσεως τοῦ ῥύπου τὴν ἀρχὴν ἔχει, τῷ μήτε κολληθῆναί τι, μήτε σαρκωθῆναι δύνασθαι, πρὶν καθαρὸν γενέσθαι. δευτέραν δὲ χώραν ἡ τῆς κοιλότητος ἴασις ἕξει· εἰ γὰρ ἤτοι κολλήσαιμεν, ἢ ἐπουλώσαιμεν, ἢ καθόλου φάναι θεραπεύσαιμεν τὸ ἕλκος, οὐκέτι ἐγχωρεῖ πληρῶσαι τὴν κοιλότητα. φέρε τοίνυν μὴ μόνον ταῦτ’ εἶναι τὰ τρία περὶ τὸ μέρος, ἀλλὰ καὶ φλεγμονὴν, ἢ ἐρυσίπελας, ἢ γάγγραναν, ἤ τινα δυσκρασίαν ἁπλῆν ἢ σύνθετον, ἆρ’ οὐκ ἐνταῦθα πρόδηλον ὡς εἰ μή τις πρότερον ἐκείνην ἰάσαιτο, πληρῶσαι σαρκὶ τὸ κοῖλον ἕλκος οὐκ ἐγχωρεῖ; λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἡ τῆς σαρκὸς γένεσις ἐκ τῆς ὑποκειμένης ἄρχεται τῆς ὑγιοῦς· ἐκ φλεγμαινούσης δὲ καὶ
219
δυσκράτου καὶ ἁπλῶς εἰπεῖν νοσούσης, οὐκ ἐγχωρεῖ γεννηθῆναι νέαν σάρκα. σκοπὸς οὖν ἐν ἁπάσαις ταῖς τοιαύταις ἐπιπλοκαῖς ἔστω σοι τριττός. εἷς μὲν ὡς ὁ ἐξ αἰτίων τοῦ μέλλοντος ἔσεσθαι λαμβανόμενος· ὁ δὲ ἕτερος ὡς ὅ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχων· ὁ δὲ τρίτος ὡς ὁ τῶν ἐπειγόντων τε καὶ κατεπειγόντων ὀνομαζόμενος. ἡ μὲν γὰρ εὐκρασία τῆς ὑποκειμένης σαρκὸς αἰτίας λόγον ἔχει, συμφύουσά τε τὸ ἡλκωμένον αὐτῇ καὶ ἀναπληροῦσα τὸ κοῖλον. ἡ δὲ καθαρότης· τοῦ ἕλκους τὸν ὧν οὐκ ἄνευ λόγον· καὶ ταύτην ὁ ῥύπος διακόπτων κωλύει τὴν θεραπείαν. ἔχει δὲ καὶ αὐτὸ τὸ ἕλκος ὡς πρὸς τὴν κοιλότητα τὸν ὧν οὐκ ἄνευ λόγον. εἰ γὰρ εἰς οὐλὴν ἀχθείη τὸ ἕλκος, οὐκέθ’ οἷόν τε σαρκῶσαι τὴν κοιλότητα. πρὸς ταῦτ’ οὖν ἀποβλέπων ἐξευρήσεις τὴν τάξιν τῆς ἰάσεως· οἷον ἡ φλεγμονὴ καὶ κοιλότης καὶ ἕλκος καὶ ῥύπος ἅμα κατὰ ταὐτὸν ὑπάρχει μόριον· ὅτι χρὴ πρῶτον μὲν τὴν φλεγμονὴν, δεύτερον δὲ τὸν ῥύπον, τρίτον δὲ ἰάσασθαι τὴν κοιλότητα, καὶ τέταρτον τὸ ἕλκος. ἐν μὲν δὴ τοῖς εἰρημένοις ἥ τε τάξις καὶ ἡ τῶν σκοπῶν εὕρεσις ἐντεῦθεν. ὁ δὲ τοῦ
220
κατεπείγοντος σκοπὸς ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δ’ ἐστίν· ἀφ’ ἧς γὰρ κινδυνεύει πρώτης καὶ μάλιστα διαθέσεως ὁ ἄνθρωπος, ἐκείνην πρῶτον ἰατέον. ἐνίοτε δὲ οὐ πρώτην μόνον, ἀλλὰ καὶ μόνην αὐτὴν· οἷον εἰ νυγείσης κεφαλῆς μυὸς ἀκολουθήσειε σπασμὸς, εἶτα πρὸς μηδενὸς τῶν οἰκείων ἰαμάτων καθίσταιτο· διατεμὼν γὰρ ὅλον τὸν μῦν ἐγκάρσιον, ἰάσῃ μὲν τὸν σπασμὸν, ἀλλὰ πηρώσεις τινὰ τῶν τοῦ μορίου κινήσεων. οὕτω δὲ καὶ φλεβὸς ἢ ἀρτηρίας αἱμοῤῥαγούσης ἀμέτρως ὁ διατεμὼν ὅλον ἐγκάρσιον τὸ ἀγγεῖον οὐκέτι μὲν ἰάσασθαι δύναται τὸ ἕλκος αὐτοῦ· τὸν δ’ ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἐπέσχεν. ἀλλὰ καὶ νεῦρον νυγὲν ἀναγκαζόμεθα πολλάκις ἐγκάρσιον διακόπτειν, ὅταν ἤτοι σπασμοὺς, ἢ παραφροσύνας, ἢ ἀμφότερα μεγάλα καὶ δυσίατα βλέπωμεν ἑπόμενα τῇ τρώσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξάρθρημα μεθ’ ἕλκους ἐπειδὰν γένηται κατά τι τῶν μειζόνων ἄρθρων, τὸ μὲν ἕλκος ἰώμεθα, τὸ δὲ ἐξάρθρημα καταλείπομεν ἀνίατον· ὅτι καὶ τοῦτ’ ἐγχειρούντων ἰάσασθαι, σπασμοὶ τοὐπίπαν
221
ἕπονται. τρίτος οὖν οὗτος σκοπός ἐστιν ὁ πρὸς τὸ κατεπεῖγον γιγνόμενος, ἕτερος ἐκείνων τῶν δύο τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. οὐ γὰρ ταὐτόν ἐστιν ἢ ὡς αἴτιόν τι σκοπεῖν, ἢ ὡς τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, ἢ ὡς κατεπεῖγον. ἀλλὰ καὶ ὡς τὸ κατεπεῖγον ἐνίοτε τοιοῦτόν ἐστιν, ὡς ἀνίατον ἀναγκάζειν ἑτέραν ἀπολιπέσθαι διάθεσιν, εἴρηται, καὶ ὡς ἡ διάθεσις αὕτη πολλάκις ὑφ’ ἡμῶν αὐτῶν γίνεται, τοῦτο μὲν ἐπὶ τῶν νενυγμένων νεύρων, ἢ τενόντων, ἢ αἱμοῤῥαγούντων ἀγγείων, τοῦτο δὲ ἐπὶ τῶν κατὰ τὰς κεφαλὰς τετρωμένων μυῶν· ἐπὶ μὲν γὰρ ἐξαρθρήματος ἅμα καὶ ἕλκους οὐκ αὐτὸ ποιοῦμεν, ἀλλὰ μόνον οὐκ ἰώμεθα τὸ γενόμενον. εἰρήσεται δὲ κᾀν τοῖς ἑξῆς ἔτι περὶ τούτων ἐπιμελέστερον.

Ἐν γὰρ τῷ παρόντι συγκεφαλαιώσασθαι βούλομαι τὸν ἐνεστῶτα λόγον ἐπὶ τὰς οἰκείας διαφορὰς τῶν ἑλκῶν ἐπανελθών· ἵν’ εἴ τις κᾀντεῦθεν ἔνδειξις ἰαμάτων ἐστὶ, μηδὲ ταύτην παραλίπωμεν. τὸ μὲν οὖν φλεγμαῖνον ἕλκος καὶ τὸ σηπόμενον ἀναβιβρωσκόμενόν τε καὶ γαγγραινούμενον

222
ἐρυσιπελατῶδες τε καὶ καρκινῶδες ἀνώδυνόν τε καὶ ὀδυνῶδες, τά τ’ ἄλλα τοιαῦτα λέγουσιν ὡς διαφορὰς ἑλκῶν, εἰ μὲν ἄλλως τις διέρχοιτο θεραπείαν ἐμπειρικὴν ἀναγράφων, οὐκ ἀμφισβητητέον αὐτῷ διαφορὰς ἑλκῶν ὀνομάζοντι· μυριάκις γὰρ εἴρηται τὸ μὴ δεῖν ὑπὲρ τῶν ὀνομάτων ἐρίζειν· εἰ δ’ ὡς ἐντεῦθεν μέλλων ἐρεῖν τι τεχνικὸν ὑπὲρ ἐνδείξεων, ἐπιδεικτέον αὐτῷ τὰς μὲν εἰρημένας ἁπάσας διαθέσεις ὑπάρχειν συνθέτους, ἄλλας δ’ εἶναι διαφορὰς ἕλκους ἁπλοῦ καὶ μόνου, χωρὶς ἑτέρας τινὸς ἐπιπεπλεγμένης αὐτῷ διαθέσεως. εἰ γὰρ ἁπλῶς διαιρέσεως γενομένης ὑπό τινος ὀξέος τὸ σχῆμα τοῦ τρώσαντος ἐναπομαχθείη τῷ διῃρημένῳ, γένοιντ’ ἂν οὕτω ἑλκῶν διαφοραὶ πάμπολλαι, λοξῶν, εὐθειῶν, ἑλικοειδῶν, ἀγκιστροειδῶν, ἄλλως ὁπωσοῦν ἐχόντων. αὗται μὲν οὖν αἱ διαφοραὶ πᾶσαι παρὰ τὸ σχῆμα. παρὰ δ’ αὖ τὸ μέγεθος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτεραι μυρίαι· καὶ γὰρ μικρὸν καὶ μέγα καὶ μεῖζον καὶ μικρότερον ἕλκος ἕλκους λέγεταί τι καὶ γίνεται· καὶ μὲν δὴ καὶ βραχὺ καὶ μακρὸν ἐπιπολῆς τε καὶ
223
βαθὺ, καὶ καθ’ ἕκαστον αὐτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κατὰ τὸ μέγεθος, ἢ τὸ πηλίκον, ἢ τὸ ποσὸν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν διαφορᾷ. καὶ εἴπερ ταῦτα οὕτως ἔχει, πάντως δήπου καὶ ὁμαλὲς καὶ ἀνώμαλον ἕλκος ἐν τῷ βάθει τῆς διαιρέσεως ἔσται. κατὰ μῆκος γὰρ, εἰ οὕτως ἔτυχεν, ἀνεσχισμένου τοῦ μηροῦ τὸ μὲν ἄνω μέρος τῆς διαιρέσεως ἐνδέχεται βαθὺ, τὸ κάτω δὲ ἐπιπόλαιον ὑπάρχειν, ἢ ἔμπαλιν ἐπιπολῆς μὲν τὸ ἄνω, βαθὺ δ’ εἶναι τὸ κάτω. καὶ μὲν δὴ καὶ τὸ διεσπάσθαι κατά τι, ἢ τοὐπίπαν καὶ διατετμῆσθαι καὶ τοῦ τρώσαντος ὑποδύντος ὑπὸ τὸ δέρμα λοξὸν, μέρος μέν τι τοῦ ἕλκους φαίνεσθαι, μέρος δ’ ἕτερον ὑπὸ τῷ δέρματι κατακεκρύφθαι, καὶ τοῦτο ἢ ἐκ τῶν ἄνωθεν εἶναι μερῶν, ἢ ἐκ τῶν κάτωθεν, ἢ ἐκ τῶν πλαγίων, ἅπαντα καὶ ταῦθ’ ἑλκῶν εἰ διαφοραί. παρὰ δ’ αὖ τὸν χρόνον ἕτεραι διαφοραὶ τῶν ἑλκῶν, παλαιὸν καὶ ἔναιμον ἢ πρόσφατον ὀλιγοχρόνιόν τε, καὶ πολυχρόνιον, ἐν ἅπασι δ’ αὐτοῖς τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ. κατὰ μὲν αὐτὴν τοῦ ἕλκους τὴν φύσιν
224
αὗται διαφοραὶ, κυριώταται μὲν αἱ κατὰ τὴν οὐσίαν τοῦ πράγματος ἥ τε παρὰ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ποσὸν τῆς διαιρέσεως, ἤτοι κατὰ τὸ μῆκος, ἢ βάθος, ἢ κατ’ ἀμφοτέρας τὰς διαστάσεις, ὁμαλότητά τε καὶ ἀνωμαλίαν τὴν ἐν τούτοις. ἔξωθεν δὲ προσιοῦσαι τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσαι· παρά τε τὸν χρόνον ἐν ᾧ τὸ ἕλκος, οὕτω γὰρ τὸ μὲν πρόσφατον καλεῖται, τὸ δὲ παλαιὸν, καὶ παρὰ τὸ φαίνεσθαί τε καὶ μὴ φαίνεσθαι πᾶν ἢ μέρος. ἤδη δὲ καὶ παρὰ τὸν τῆς γενέσεως τρόπον ἐν τῷ τμηθῆναι πᾶν ἢ διασπασθῆναι πᾶν· ἤ τι μὲν τετμῆσθαι μέρος αὐτοῦ, διεσπάσθαι δ’ ἕτερον. εἰ δὲ καὶ τὰς παρὰ τὸν τόπον ἐν ᾧ γέγονε τὸ ἕλκος ἐκλογίζοιο διαφορὰς, οἷον εἰ πέρας μυὸς, εἰ ἀρχὴ μυὸς, εἰ τὸ μέσον τοῦ μυὸς, εἰ δέρμα ἐστὶ τὸ ἡλκωμένον, εἰ ἧπαρ ἢ γαστὴρ, εἶεν ἂν δήπου καὶ αὗται διαφοραὶ τῶν ἑλκῶν. ταῦτα μὲν οὖν οὕτως ἔχει, οὐκ ἀπὸ τῆς οἰκείας αὐτῶν φύσεως, ἀλλ’ ἀπὸ τῶν χωρίων ἐν οἷς συνίστανται τὴν γένεσιν ἔχουσα. ὅταν δ’ εἴποι τις ἤτοι φλεγμαῖνον ἕλκος, ἢ ὑπερσαρκοῦν, ἢ κοῖλον,
225
οἴεται παραπλησίας εἰρηκέναι διαφορὰς ἑλκῶν, ἃς νῦν ἤδη· πέπαυμαι λέγων, οὗτος ἐξ ἀνάγκης ἐν τῇ θεραπευτικῇ μεθόδῳ σφαλήσεται. τὸ γὰρ φλεγμαῖνον ἕλκος οὑτωσὶ λεγόμενον ὅμοιον μὲν ἔχει τὸ τῆς ἑρμηνείας σχῆμα τῷ μικρὸν ἕλκος, οὐ μὴν τό γε δηλούμενον ὅμοιον ὑπάρχει. τὸ μὲν γὰρ ἐπιπολῆς ἢ βαθὺ κατηγορήσαντες τοῦ ἕλκους, οἰκείαν αὐτοῦ διαφορὰν ἐμηνύσαμεν· τὸ φλεγμαῖνον δ’ οὐδ’ ὅλως ἐστὶν ἕλκους διαφορά· δύναται γὰρ φλεγμῇναι μόριον καὶ χωρὶς ἕλκους. ὅθεν οἶμαι καὶ τὴν λέξιν ἐνταυθοῖ μὲν ὑπαλλάξαι δυνατόν· εἰ γὰρ εἴποις ἕλκος τῷδέ τινι γεγονέναι μετὰ φλεγμονῆς, οἰκειότερόν γε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις· οὐ μὴν εἰ φαίης μετὰ μεγέθους μὲν τῷδε, μετὰ σμικρότητος δὲ ἄλλῳ γεγονέναι. καὶ γὰρ οἰκειότερόν τε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις, εἰ τῷδε μέν τινι φαίης ἕλκος μέγα γεγονέναι, τῷ δὲ αὖ μικρόν. ὅθεν εἰ οἷόν τ’ ἦν καὶ τὴν λέξιν ὑπαλλάττειν ὡς καὶ τῷ λεγομένῳ πράγματι πρεπωδεστέραν ἐργάζεσθαι καὶ τοῖς ἀκούσουσι σαφεστέραν, οὐ χρὴ κατοκνεῖν οὕτω ποιεῖν· ἀρχὴ γὰρ τοῦ μὴ σοφίζεσθαι περὶ τὰ πράγματα τὸ καὶ τῇ
226
λέξει χρῆσθαι διωρισμένῃ. τίς οὖν ἐν τοῖς τοιούτοις ἡ μέθοδος; εἰπεῖν γὰρ χρὴ παράγγελμά τι καὶ οἷον σκοπὸν ᾧ προσέχοντες τὸν νοῦν ἀεὶ δυνησόμεθα διορίζεσθαι ταχέως εἴτε διαφορὰν εἴρηκέ τις ἡστινοσοῦν διαθέσεως, εἴτ’ ἐπιπλοκὴν ἑτέρας. ἔστω δή σοι διορισμὸς ὅδε· τὸ δυνάμενον ἰδίᾳ ποτὲ καὶ καθ’ ἑαυτὸ συστῆναι, τοῦτ’ οὐκ ἄν ποτε γένοιτο τῶν ἄλλων οὐδενὸς διαφορά. μέγεθος μὲν οὖν καὶ σμικρότης, ὁμαλότης τε καὶ ἀνωμαλία καὶ χρόνος καὶ σχῆμα τῶν ἑτέροις συμβεβηκότων ἐστίν. ἕλκος δὲ καὶ φλεγμονὴ καὶ γάγγραινα καὶ σηπεδὼν ἕκαστον ἰδίᾳ τε καὶ καθ’ αὐτὸ δύναται συστῆναι, διαθέσεις γὰρ τινές εἰσι τοῦ σώματος ἡμῶν παρὰ φύσιν, οὐ τὰ ταῖς διαθέσεσιν ἐξ ἀνάγκης συμβεβηκότα. πᾶσι μὲν γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης συμβέβηκεν ἤτοι μικροῖς ἢ μεγάλοις ὑπάρχειν, ἢ ὁμαλέσιν, ἢ ἀνωμάλοις, ἢ προσφάτοις, ἢ παλαιοῖς, ἢ φαίνεσθαι προχείρως, ἢ κεκρύφθαι καὶ μὴ βλέπεσθαι· τὸ φλεγμαίνειν δ’ οὐκ ἔστι τῶν συμβεβηκότων ἕλκει, καθάπερ οὐδὲ τὸ σήπεσθαι καὶ γαγγραινοῦσθαι. πάντα γὰρ ταῦτ’ ἐστὶν ἐκ τοῦ τῶν νοσημάτων γένους, εἴ γε παρὰ
227
φύσιν εἰσὶ διαθέσεις καὶ βλάπτουσιν ἐνέργειαν. ἑτέρῳ δ’ αὖ πάλιν τρόπω ἕλκος ὀδυνώμενον ἢ ἕλκος ῥυπαρὸν λέγεται μὲν ὥς τις ἕλκους διαφορὰ, σύνθετον δέ τι δηλοῦται κᾀνταῦθα πλὴν ἕτερον τρόπον ἢ ὡς φλεγμαῖνον ἕλκος ἐλέγετο καὶ σηπομένου. ἐκεῖ μὲν γὰρ διάθεσις ἡ φλεγμονὴ καὶ ἡ σηπεδών· ἐνταυθοῖ δὲ ὅ τε πόνος καὶ ὁ ῥύπος ἐκ τοῦ τῶν συμπτωμάτων γένους. οὕτω δὲ κᾀπειδὰν εἴπῃ τις ἕλκος, ἢ κακόχυμον, ἢ ῥευματικὸν, ἢ ἀναβιβρωσκόμενον, αἰτίαν συνεμφαίνει τῇ διαθέσει. καὶ δῆλον ἐκ τῶν τοιούτων ὡς οἷον στοχεῖά τινα τῆς θεραπευτικῆς ἐστι μεθόδου τὰ πρῶτά τε καὶ ἁπλᾶ καὶ ἀσύνθετα νοσήματα, καὶ διὰ τοῦτ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν νοσημάτων ὑπομνήματι πάντ’ ἐξηριθμησάμεθα ταῦτα. διοίσει δ’ οὐδὲν ἢ πρῶτα λέγειν, ἢ ἁπλᾶ· καὶ γὰρ εἰ πρῶτον, ἁπλοῦν, καὶ εἰ ἁπλοῦν, πρῶτον ὥστε καὶ στοιχειῶδες. ἔνδειξις δὲ ἰάσεως ἀπὸ τῶν διαφορῶν οὐχ ἁπασῶν γίνεται. τὸ γὰρ πρόσφατον ἢ παλαιὸν ἕλκος οὐδὲν ἐνδείκνυται, καίτοι δοκεῖ τισιν, ἀλλὰ παραλογίζονται
228
σφᾶς αὐτοὺς, ὡς κᾀν τοῖς κατὰ δίαιταν ἑτέραν μὲν ἀρχῆς, ἑτέραν δ’ ἐπιδόσεως, ἄλλην δ’ ἀκμῆς τε καὶ παρακμῆς ἔνδειξιν εἶναι λέγοντες· ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐρεῖν μέλλοντες, οὐ δεόμεθα νῦν μηκύνειν τὸν λόγον· ἀλλ’ ὅσον εἰς τὰ παρόντα μόνον αὔταρκες ἐροῦμεν. τὸ ἕλκος τὸ πρόσφατον, ἐπειδὴ τοὐπίπαν ἄνευ τε διαθέσεως ἑτέρας ἐστὶ καὶ σύμπτωμα μηδὲν μηδέπω ἔχει συνὸν, ἑτέραν οἷόν τε ποιεῖσθαι τὴν ἔδειξιν τοῦ παλαιοῦ· τὸ δ’ οὐχ οὕτως ἔχει. τὸ γὰρ αὐτὸ τοῦτο μόνον ἕλκος· ἔστι δὲ τοιοῦτον ᾧ μήτε κοιλότης τις σύνεστι μήτ’ ὀδύνη μήτε ῥύπος, ἁπασῶν τε τῶν ἄλλων ἀπήλλακται διαθέσεων, αὐτῆς δὲ μόνης δεῖται τῆς ἰδίας ἰάσεως, ἧς ὁ σκοπὸς ἕνωσις, ἢ κόλλησις, ἢ σύμφυσις, ἢ συνέχεια. μυριάκις γὰρ εἴρηται τὸ καλεῖν ὡς ἂν ἐθέλῃ τις, ἔνθα μηδὲν βλάπτεται τὸ πρᾶγμα. εἴτ’ οὖν πρόσφατον εἴη τὸ τοιοῦτον ἕλκος εἴτε παλαιὸν, ἀεὶ τῆς αὐτῆς δεῖται θεραπείας, οὐδὲν τῆς ἀπὸ τοῦ χρόνου διαφορᾶς ἴδιον ἐνδεικνυμένης. εἰ μέντοι κοιλότητα βαθεῖαν ἔχει κατακεκρυμμένην ὑπὸ τῷ δέρματι,
229
σκέπτεσθαι πότερον ἐκ τῶν ἄνωθεν μερῶν εἴη, ὡς ὑποῤῥεῖν ἐξ αὐτῆς τοὺς ἰχῶρας κατάντεις, ἢ κάτωθεν, ὡς αὐτόθι συνίστασθαι. τῶν μὲν οὖν ὑποῤῥύσεις ἐχόντων ἡ αὐτὴ θεραπεία τοῖς ἄλλοις, τῶν δ’ οὐκ ἐχόντων ἡμᾶς χρὴ μηχανᾶσθαί τινας ἐκροάς, διττὴ δ’ ἡ μηχανή· ποτὲ μὲν ἀνατέμνοντί σοι τὴν κοιλότητα σύμπασαν, ἐνίοτε δὲ ἀντιδιαιροῦντι μόνον ἐν τῷ πυθμένι. τὸ δ’ ὅτε χρὴ τούτων ἑκάτερον δρᾷν ἥ τε τῶν χωρίων ἐνδείξεται φύσις καὶ τὸ τοῦ ἕλκους μέγεθος. εἰ μὲν γὰρ καὶ τὰ χωρία σφαλερὰν ἔχει τὴν διαίρεσιν καὶ τὸ ἕλκος εἴη μέγα, βέλτιον ἀντιδιαιρεῖν, εἰ δὲ τἀναντία, τὸ ἀνατέμνειν ἄμεινον. ἡ δ’ ἐπίδεσις ἀρχέσθω μὲν ἐκ τῶν ἄνωθεν, τελευτάτω δὲ κάτω ἵναπερ ἡ ἐκροή. ὅτι δὲ καὶ ἡ παρὰ τὰ τετρωμένα μόρια σύμπαντα διαφορὰ τῶν ἑλκῶν ἐπικαιροτάτη πρὸς ἔνδειξιν τῆς ἰάσεως ἔμπροσθεν εἴρηται. ἀλλ’ ἐκείνη μὲν ὡς ὁμοιομερῶν, ἧς δὲ νῦν ἐμνημονεύσαμεν, ὡς ὀργανικῶν ἐστιν ἔνδειξις. εἰρήσεται μὲν δὴ καὶ περὶ τῆς ἢ ὡς ὁμοιομερῶν, ἢ ὡς ὀργανικῶν σωμάτων ἐνδείξεως ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· ἐν δὲ τῷ παρόντι πάλιν ἐπὶ τὰς
230
οἰκείας διαφορὰς τῶν ἑλκῶν ἰτέον· εἶτ’ ἐγκάρσιον ἢ εὐθὺ, καὶ μέχρι βάθους ἢ ἐπιπολῆς, καὶ μικρὸν ἢ μέγα διοριστέον. τὰ μὲν γὰρ ἐγκάρσια διὰ τὸ τὰ χείλη μᾶλλον αὐτῶν διεστηκέναι τε καὶ ἀφεστηκέναι τῆς συναγωγῆς ἀκριβεστέρας δεῖται· ὥστε καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν ἐπὶ τούτων χρηστέον. ὅσα δὲ κατὰ τὰ μῆκος τῶν μυῶν ἐγένετο, ταῦτ’ ἐκ δυοῖν ἀρχῶν ἐπιδῶν οὔτε ῥαφῶν οὔτε ἀγκτήρων δεήσῃ. εἰ δ’ ἄλλως ἐπιδεῖν ἐθελήσαις ἢ ἀγκτῆρσιν καὶ ῥαφαῖς, ἀρκέσουσιν ἢ ἐλάχισται παντελῶς αἱ ῥαφαί. καὶ τὰ μὲν μεγάλα τῶν ἑλκῶν ἐπὶ μᾶλλον ξηραίνουσι θεραπεύσεις φαρμάκοις, εἴ τι τῶν ἔμπροσθεν εἰρημένων μέμνησαι· τὰ δὲ σμικρὰ καὶ τὸ μετρίως ξηραῖνον αὐτάρκως ἰάσεται. τὰ δ’ εἰς βάθος διήκοντα πάντως μὲν ἤδη καὶ μεγάλα, δεῖται δὲ τῆς ἐκ δυοῖν ἀρχῶν ἐπιδέσεως καὶ τοῦ μὴ προπετῶς κολληθῆναι τὰ χείλη· τὰ δ’ εἰς βάθος τε καὶ μῆκος ἐπὶ πολὺ προήκοντα διχῇ τ’ ἂν εἴη μεγάλα καὶ διττὴν ἔχει τὸν ἔνδειξιν, ὡς καὶ τῶν πάνυ ξηραινόντων δεῖσθαι φαρμάκων, καὶ μὴ συνάγεσθαι προπετῶς τὰ χείλη
231
καὶ ἐκ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι καὶ ῥάπτεσθαι διὰ βάθους. οὕτω δὲ κᾂν εἰ πολλὰς ἐπιπεπλεγμένας ἴδοις διαφορὰς, ἑκάστην ἰδίαν ἔνδειξιν ἔχουσαν, εἰ μὲν μὴ μάχοιντο, πάσαις χρῆσθαι κράτιστον· εἰ δέ πῃ καὶ διαφέροιντο, πῶς χρὴ διορίζεσθαι περὶ τῶν τοιούτων εἴρηται μέν που κᾀν τοῖς ἔμπροσθεν, εἰρήσεται δὲ κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον. ἤδη γάρ μοι καιρὸς εἶναι δοκεῖ καταπάνειν ἐνταυθοῖ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων. ἐν δὲ τῷ αὐτὸ τετάρτῳ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὡς τὸ πολὺ γινομένων διαθέσεων ὁ λόγος ἡμῖν ἔσται. συναναγράψομεν δ’ αὐταῖς καὶ τὰς τῶν προηγουμένων αἰτίων θεραπείας.